Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.73.1
Not analysed yet
μιακὸν Δωδωναῖον Χαλκεῖον, περὶ οὗ Παυσανίας φησὶν, ὅτι ἐν Δωδώνῃ πολλῶν παραλλήλων κειμένων λεβήτων, εἴ τις ἑνὸς ἅψεται, φασὶν ἐκ διαδοχῆς πάντας ἠχεῖν. Ἀριστοτέλης δὲ δύο στύλους εἶναι λέγει, καὶ ἐπὶ μὲν θατέρου λέβητα ἑστάναι, ἐπὶ δὲ θατέρου παῖδα κρατοῦντα μάστιγα, ἧς τοὺς ἱμάντας χαλκέους ὄντας καὶ σειομένους ὑπ' ἀνέμου τῷ λέβητι προσκρούειν, τὸν δὲ τυπτόμενον ἠχεῖν. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. (Vers. 330.) Τὸ δὲ κρύβδην κρυφηδὸν ἐνταῦθα φησὶν, εἰπών· ἢ ἀμφαδὸν ἠὲ κρυφηδόν. ὃ καὶ κάλλος ἔχει τὸ ἐκ παρισώσεως. ἐν ᾧ σημείωσαι ὅτι οὐκ ἔστι τὸ, ἢ ἀμφαδὸν ἠὲ κρυφηδὸν, νοῆσαι ὡς ἐν τοῖς πρὸ τούτων τινὲς ἔφασαν, ἀντὶ τοῦ καὶ φανερῶς καὶ κρύφα, ἀλλ' ἔστι φανερῶς διστακτικὸν τὸ νόημα. (Vers. 331.) ἔστι δὲ ἐν τούτοις καὶ πιστωτικὸν φιλίας τὸ, ὄμνυε δὲ πρὸς ἔμ' αὐτόν. (Vers. 334.) κεῖται δ' ἐνταῦθα καὶ τὸ τυγχάνειν ἐπὶ τοῦ κατὰ τύχην γίνεσθαι, οἷον· καί μοι μάλ' ἐτύγχανε πάντα, ἤγουν εὐτυχῶς ἀπέβαινε· καὶ, τύχησε γὰρ ἐρχομένη νηῦς ἐς Δουλίχιον. (Vers. 335.) Τὸ δὲ Δουλίχιον, νῆσος δὲ αὕτη μία τῶν Ἐχινάδων δηλουμένη καὶ ἐν Βοιωτίᾳ, πολύπυρον λέγει. ἔοικε γὰρ πίων εἶναι ἡ νῆσος καὶ ἀγαθὴ σιτοφορεῖν. λέγει δὲ καὶ βασιλέα ταύτης Ἄκαστόν τινα ὁμώνυμον τῷ ᾀδομένῳ ἥρωϊ. (Vers. 338.) δύης δὲ πῆμα φησὶν ἐν τῷ, ὄφρ' ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην· ὅ περ ὅμοιόν πώς ἐστι τῷ, πῆμα ἄτης, ὡς Σοφοκλῆς· μὴ κακὸν κακῷ τιθεὶς ἄκος, πλέον τὸ πῆμα τῆς ἄτης τίθει. καὶ ἔοικε δύη μὲν καὶ ἄτη δαιμονιώδεις τινὲς πλάττεσθαι οὐσίαι, πῆμα δὲ εἶναι τὸ ἐκ τῆς δύης καὶ τῆς ἄτης κακόν. ἴσως δὲ καὶ περιφραστικῶς ἄτης πῆμα καὶ δύης πῆμα ἡ ἄτη αὐτὴ καὶ ἡ βλάβη, ὡς καὶ δούλιον ἦμαρ ἡ δουλεία. (Vers. 340.) ἐρεῖ γάρ· αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο. ἔνθα ἔστιν ἰδεῖν ὡς ἐξέφυγε ψυχρότητα γραφῆς ὁ ποιητὴς εὐμεθόδως. ἄλλος μὲν γάρ τις ἐπετηδεύσατο ἂν, ὡς εἰκὸς, ἐγγὺς τοῦ, Δουλίχιον πολύπυρον θεῖναι τὸ, δούλιον ἦμαρ, εἰπὼν ὡς πλεύσας ἐς Δουλίχιον δούλιον ἦμαρ εἶδον, Ὅμηρος δὲ τοῦτο παραῤῥίψας μετὰ τέσσαρας στίχους τοῦ ἐς Δουλίχιον ἐπήγαγε τὸ δούλιον ἦμαρ, οὐ τεχνησάμενος παιγνήμονα παρήχησιν ἔνθα μὴ ἐχρῆν. (Vers. 342.) ἔτι Ὀδυσσεὺς πιθανολογεῖ καὶ τὴν τῶν ῥωγαλέων ἱματίων ἔνδυσιν, παθεῖν αὐτὴν πλαττόμενος ὑπὸ τῶν Δουλιχιωτῶν. (Vers. 346.) λέγει δὲ καὶ νηὸς ὅπλον ἐϋστρεφὲς τὸ σχοινίον, καὶ τὸ λῦσαι τοῦ δεσμοῦ ἀναγνάμψαι ἐν τῷ, αὐτὰρ ἐμοὶ δεσμὸν ἀνέγναμψε θεὸς αὐτός· ἡ μὲν γὰρ σύνδεσις καμπὴν ἔχει, ἡ δὲ λύσις ἀνακάμπτει. (Vers. 350.) εἰπὼν δὲ καὶ ὅτι ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασα θαλάσσῃ στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσ' ἀμφοτέρῃσι νηχόμενος, μάλα δ' ὦκα θύρῃφι ἔα ἤγουν ἔξω τῆς θαλάσσης ἦν, ἐφόλκαιον τὸ πηδάλιον λέγει, ὡς ἀρέσκει τοῖς παλαιοῖς, παρὰ τὸ ἐφέλκεσθαι τῇ νηΐ. διὸ καὶ ξεστὸν αὐτό φησιν, οὐ μὴν γλαφυρὸν ἢ μέλαν ἢ ἄλλο τι τῶν ταῖς ναυσὶν ἐπιτιθεμένων, ἐφόλκιον μέντοι, εἶδος πλοίου παρά τε τῷ γεωγράφῳ· φησὶ γάρ· ἐφόλκια δύο λέμβοις λῃστρικοῖς ὅμοια καὶ πλοῖον μέγα, καὶ παρὰ Παυσανίᾳ εἰπόντι· λέμβος καὶ ἐφόλκιον, σκάφος ἢ πλοῖον. τὸ δ' αὐτὸ ἐφόλκιον καὶ ἐφολκίδα λέγει ὁ τὰ ἐρωτικὰ παίξας Ἀλεξανδρεὺς ῥήτωρ, πλεονάσας τῇ λέξει διὰ τὸ καίριον. δῆλον δὲ ὅτι τε λέμφος διὰ τοῦ φ οὐ μὴν διὰ τοῦ βῆτα ἡ πεπηγυῖα μύξα κατὰ τοὺς παλαιοὺς ἐκ τῶν μυκτήρων· ὅθεν καὶ λέμφος ὁ εὐήθης. ἐπειδή, φασιν, εἰς μωρίαν διέσκωπτον τοὺς ῥεομένους ἐκ τῶν μυκτήρων. ὅθεν καὶ ἀπομύξαι τινὰ τὸ ἐξαπατῆσαι, καὶ ὅτι καὶ τὰ μυξώδη κρέα λέμφοι ἐκαλοῦντο, καὶ ὅτι ὥς περ ὁ λέμφος ὁ προσεχῶς ῥηθεὶς καινὴ καὶ τοῖς πολλοῖς ἀσυνήθης λέξις ἐστὶν, οὕτω καὶ ὁ παρὰ τῷ κωμικῷ Κρατίνῳ σάννας. αὐτὸς μέντοι οὐ τὸν εὐήθη ἁπλῶς δηλοῖ, ἀλλὰ τὸν μωρὸν, ὃν ἴσως ἡ κοινὴ γλῶσσα τζαννὸν λαλεῖ. δόξοι δ' ἂν εἰλῆφθαι ἡ λέξις ἀπὸ τῶν Ἀσιανῶν σάννων, οὓς οἱ ἰδιῶται τζάννους καλοῦσι, βαρβαρικοὺς ὄντας καὶ, ὡς εἰκὸς, εὐήθεις δι' ἀπαιδευσίαν. ὁ δὲ τὸν σάνναν τοῦτον παρασημηνάμενος Ἀριστοφάνης ὁ γραμματικὸς καὶ ἄλλας ἐκτίθεται καινοφώνους λέξεις, οἷον, ἀσίλλαν, σκεῦός τι ἰχθυηρὸν, οὗ χρῆσις παρὰ Σιμωνίδῃ ἐν τῷ, πρόσθε μὲν ἀμφ' ὤμοισιν ἔχων τρηχεῖαν ἀσίλλαν, ἰχθῦς ἐξ Ἄργους ἐς Τεγέην ἔφερε. προφέρει δὲ καὶ τὸ, μοιχὴ καὶ μοιχὶς ἀσυνήθη, δι' ὧν δηλοῦται ἡ μοιχαλὶς, καὶ τὸ στεγανόμιον, ὃ δηλοῖ, φασὶ, παρ' ἡμῖν μὲν τὸν τόπον ἐν ᾧ ἑστιῶνται, παρ' Ἀττικοῖς δὲ τὸν μισθὸν τοῦ πανδοχείου· καὶ τὸ ἐπικοκκάζειν ὕβρει, ἢ κατά τινας ἐπιμηκάζειν, ὅθεν παρὰ Ἀριστοφάνει τὸ, ἀοιδὸς ἐπικοκκάστρια. λέγει δὲ καὶ λαπίζειν παρὰ Σοφοκλεῖ τὸ συρίζειν καὶ βαυβᾶν τὸ κοιμᾶσθαι, οἷον· ἡ δὲ προὐκαλεῖτό με βαυβᾶν μετ' αὐτῆς. ὅθεν, φησὶ, καὶ παρὰ Κρατίνῳ τὸ, λόγος τις ὑπῆλθ' ἡμᾶς ἀμαθὴς συβαύβαλος. συνάπτει δὲ τούτοις ξενικὸν καὶ τὸ ἀρδαλῶσαι ἤγουν μολύναι, προ-