Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.89.1
Not analysed yet
λέμαχος ἐκ τῆς κατ' αὐτὸν Ἀθηνᾶς, καιρὸν εἶναι ἤδη τοῦ ἐπανελθεῖν αὐτὸν, μὴ καὶ γένηταί τι τῶν μὴ θελητῶν αὐτῷ. διὸ καὶ εἰς εὐρύχορον Λακεδαίμονα ἡ Ἀθηνᾶ πλάττεται ἥκειν νόστου ὑπομνήσουσα ὡς οἷον ἐκλαθόμενον καὶ ὀτρυνέουσα νέεσθαι, οὐχ' ὡς ἐν ὀνείρῳ, ἀλλ' ἐναργῶς. ὁ Νεστορίδης μὲν γὰρ μαλακῷ δέδμητο ὕπνῳ. (Vers. 7.) Τηλέμαχον δ' οὐχ' ὕπνος ἔχε γλυκὺς, ἀλλ' ἐνὶ θυμῷ νύκτα δι' ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν. ἀγρυπνῶν οὖν συννοεῖται Ἀθηνᾶς ὑπομιμνησκούσης, ὡς οὐκέτι καλὰ δόμων ἄπο τῆλ' ἀλάληται, κτήματά τε προλιπὼν ἄνδρας τε οὕτως ὑπερφιάλους, μή τι κατὰ πάντα φάγωσι κτήματα δασσάμενοι. (Vers. 15.) εὐλαβεῖται δὲ καὶ μή ποτε οὐχ' εὕρῃ οἴκοι ἀμύμονα μητέρα, οἷα εἰδὼς ὡς ἤδη, καθὰ καὶ προδεδήλωται, ὁ πατήρ τε Ἰκάριος κασίγνητοί τε κέλονται Εὐρυμάχῳ αὐτὴν γήμασθαι. ὃ γὰρ περιβάλλει ἅπαντας μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἕεδνα. διὸ καὶ δέδιε μή ποτε ἀέκητι αὐτοῦ δόμων ἐκ κτήματα φέρηται. (Vers. 20.) εἶτα καὶ γνωμικῶς ἐπιλογίζεται καθ' ἑαυτὸν τοιαῦτα· οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός. κείνου βούλεται οἶκον ὀφέλλειν, ὅς κεν ὀπυίοι. παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο οὐκέτι μέμνηται τεθνηότος, οὐδὲ μεταλλᾷ. εἶτα νοεῖ δέον εἶναι αὐτὸν ἐλθόντα εἰς Ἰθάκην ἐπιτρέψειν ἕκαστα δμωάων, ἥ τις αὐτῷ ἀρίστη φαίνεται εἶναι, εἰσόκε δῴη σοι θεὸς κυδρὴν παράκοιτιν, θεόσδοτον δηλαδὴ οὖσαν καλόν. εἰ δὲ μὴ ἐποίησε τοῦτο, ἀλλ' ὅμως ἔστιν ὅτε καὶ τὸ οὕτω γενέσθαι. εἰκὸς δὲ καὶ ποιήσειν ἂν οὕτω τὸν παῖδα, εἰ μὴ τοῦ πατρὸς ἐλθόντος καὶ καταστήσαντος τὰ τοῦ οἴκου ἀπείρχθη τῆς βουλῆς ὁ παῖς. (Vers. 28.) ἐπὶ τούτοις ὑπονοεῖ καὶ λόχον οἷα εἰκὸς τῶν μνηστήρων καὶ προβαλλόμενος τὴν ἀγαθὴν ἐλπίδα κατὰ τῶν ἀδίκων ἐχθρῶν, οἳ τὸν αὐτοῦ βίοτον κατέδουσι, βούλεται ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα, νυκτὶ δὲ πλέειν, θαῤῥὼν καὶ ὡς πέμψει οὖρον ὄπισθεν θεὸς ὃς αὐτὸν φυλάσσει τε ῥύεταί τε, εἰ καὶ μνηστήρων ἐπιτηδὲς ἀριστῆες λοχόωσιν ἐν τῷ κατὰ Ἰθάκην καὶ Σάμον πορθμῷ. καὶ ἐπὶ πᾶσι κυρώσασα ἡ ἐν τῷ βασιλικῷ νεανίᾳ σύνεσις, ἔτι δὲ μάλιστα ἡ Ὁμηρικὴ δεινότης, ὡς ἐπειδὰν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηται, χρὴ νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους, αὐτὸν δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι καὶ ἀναπαύσασθαι τὴν νύκτα, τὸν δὲ Εὔμαιον ὀτρῦναι εἰς τὴν πόλιν ἀγγελίην ἐρέοντα τῇ Πηνελόπῃ, οὕνεκά οἱ σῶς ἐστὶ καὶ ἐκ Πύλου ἦλθε, παύει τὴν σύννοιαν. καὶ οὕτω τοῦ λοιποῦ ἔργων ἔχεται, καταστήσασα προεκθετικῶς τὴν τῶν ἐφεξῆς μεταχείρισιν, ἐν οἷς ἐπανελθὼν Τηλέμαχος, ὁ μέχρι νῦν οἰκονομικῶς παρὰ τῷ Μενελάῳ διάγων, τούς τε ἐλλοχῶντας διαφύγῃ καὶ τὸν πατέρα εὑρήσει καὶ στείλας ἐς πόλιν εὐτυχήσει τὸ ἐν ἀδείᾳ τὸν πατέρα γνωρίσαι καὶ βουλεύσεται σὺν αὐτῷ πιθανῶς περὶ τῶν εἰσέπειτα πρακτέων. ὅ περ οὐκ ἂν ἐπλάσθη γενέσθαι πιθανῶς, εἰ φθάσας ὁ Τηλέμαχος ἦλθεν ἀφ' ἱκανοῦ πρὸς τὴν Ἰθάκην, καὶ μὴ εὐτυχῶς ἀναμείνας τὸν ἕως ἄρτι καιρὸν ἐφρόνησεν, ὡς εἰκὸς, νῦν τὴν ἐπ' ἀγαθῷ ταύτην ἐπάνοδον, καθ' ἣν εὗρεν οἴκοι τὸν ψηλαφώμενον. (Vers. 3.) Ὅρα δὲ τὸ ὑπομνήσασα γενικῇ συνταχθὲν μετὰ καὶ αἰτιατικῆς· καὶ ἔστιν οὕτω σύνηθες. τοιοῦτον δὲ καὶ τὸ, τὸν δεῖνα ἀναμιμνήσκειν τοῦδε τινός. (Vers. 4.) Καὶ ὅτι Πεισίστρατος μὲν μαλακὸν ὕπνον εὕδει οἷα ἔχων ἀφροντίστως, Τηλέμαχος δὲ ἐγρήγορε μεριμνῶν ἐπὶ τῷ πατρί. (Vers. 6.) μαλακὸς δὲ ὕπνος ὁ καὶ γλυκὺς καὶ ἀμβρόσιος διὰ τὴν ἀμβροσίαν νύκτα· μετ' ὀλίγα δὲ καὶ ἡδὺς, ὡς δηλοῖ τὸ, Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρε λὰξ ποδὶ κινήσας, ὃ καὶ ὁ πατὴρ τοῦ Πεισιστράτου Νέστωρ ἐν Ἰλιάδι ἐπὶ τῷ Διομήδει πεποίηκεν ὑπνοῦντι. δῆλον δὲ ὅτι καὶ τραχύς τις ἂν ἢ σκληρὸς ὕπνος λεχθείη πρὸς διαστολὴν τοῦ μαλακοῦ, ὅτε τὸν ἀνακλιθέντα μέριμναι κεντρίζουσι. (Vers. 8.) Τὸ δὲ μελεδήματα ἔχει τι ἀστεῖον εἴ περ τὸν μὲν Νεστορίδην λυσιμελὴς ὕπνος ἔχει· τοιοῦτος γάρ τις ὁ μαλακός· τὸν δὲ Τηλέμαχον μελεδήματα. Ἐγγὺς δὲ σπουδαίου καὶ ἀστείου ἀντιθέτου καὶ τὸ ἔγειρεν· ὁ μὲν γὰρ Τηλέμαχος κεῖται, τὰ δὲ ἐπὶ τῷ πατρὶ μελεδήματα ἐγείρεται αὐτῷ ἐν ψυχῇ. Τὸ δὲ ἐγείρειν θέμα ἐστὶ τοῦ ἐγρηγορέναι. ἀπ' αὐτοῦ γὰρ ὁ ἐγρήγορα μέσος παρακείμενος. οὗ ἡ ἔννοια οἰκεῖα ἐνταῦθα. δῆλον γὰρ ὡς ἐγρήγορεν ὁ ἐν θυμῷ μελεδήματα ἐγείρων νυκτός. (Vers. 9.) Τὸ δὲ ἀγχοῦ ἱσταμένην, πρόσφατα εἶναι δηλοῖ τῷ Τηλεμάχῳ τὰ εἰς νόστον ἐρεθίζοντα νοήματα, οὐ πάλαι ἀλλὰ νῦν ἀγχοῦ παραστάντα κατά τινα ἀγχίνοιαν. (Vers. 10.) Τὸ δὲ οὐκέτι καλὰ, ἐπιῤῥηματικῶς ἐῤῥέθη ἀντὶ τοῦ οὐ καλῶς, ὡς καὶ ἀλλαχοῦ. (Vers. 12.) Τὸ δὲ οὕτω ὑπερφιάλους ἑρμηνεύων ἐπήγαγε τὸ, μὴ κατὰ πάντα φάγωσιν, ὃ πάντῃ ὑπερφιάλων ἐστί. δῆλον δὲ ὅτι τὸ, πάντα καταφαγεῖν, παντελῆ δαπάνην δηλοῖ καὶ οὐ κατὰ τὴν τοῦ ἁπλῶς φαγεῖν· ᾧ περ ὅμοιον καὶ