Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.90.1
Not analysed yet
τὸ, βίοτον κατέδουσι. (Vers. 16.) Κασίγνητοι δὲ Πηνελόπης Σῆμος ἱστοροῦνται καὶ Αὐλητής. (Vers. 17.) Τὸ δὲ περιβάλλει ἅπαντας ἀντὶ τοῦ ὑπερβάλλει, καθὰ καὶ Ἀχιλλεὺς ἐν Ἰλιάδι περιβάλλειν λέγει τοὺς αὐτοῦ ἵππους, ὅ ἐστι τῶν ἄλλων ὑπερτερεῖν, ὡς τῆς περι προθέσεως δηλούσης ποτὲ περιττότητα. ὅθεν καὶ ἡ παρὰ τοῖς ῥήτορσιν ἐκλήθη περιβολὴ, μέγεθος ποιοῦσα λόγου καὶ περιττότητα. (Vers. 18.) Ἐν δὲ τῷ ἐξώφελλεν ἕεδνα δῆλον καθὰ καὶ ἐν ἄλλοις ἕδνα κυρίως λέγεσθαι τὰ ἐκ τοῦ νυμφίου τῇ γυναικί. ἑρμηνεία δὲ εἶναι δοκεῖ τοῦ περιβάλλειν πάντας ἡ τῶν ἕδνων αὔξησις. (Vers. 19.) Τὸ δὲ ἐκ κτήματα φέρηται ἀντὶ τοῦ ἐκφέρει, ὡς ἐπὶ φορτίου νηός. πρὸς τοῦτο δὲ καὶ ἐναντίον τὸ εἰσφέρει, καθὰ καὶ τὸ ἐκφορεῖν καὶ εἰσφορεῖν ἠναντίωνται. δῆλον δὲ ὡς οἱ μεθ' Ὅμηρον ἐπὶ ταφῆς λέγουσι τὸ ἐκφέρειν καὶ τὴν ἐκφοράν. (Vers. 20.) Τὸ δὲ οἶσθα γὰρ οἷος θυμὸς, ἐλέγχει Ζηνόδοτον καὶ τοὺς κατ' αὐτὸν, κακῶς γράφοντας τὸ οἶσθας παρὰ τῷ ποιητῇ. ἐν τέλει μὲν γὰρ στίχου ἢ καὶ ἐπιφορᾷ φωνήεντος εἴη ἂν γενέσθαι συγχωρηθεῖσαν τοιαύτην γραφήν. ἐνταῦθα δὲ οὐκ ἂν γένοιτο διὰ τὸ κακομέτρητον. Αἴλιος μέντοι Διονύσιος, γράφει ὅτι καὶ τὸ οἶσθα καὶ τὸ οἶσθας ἄμφω Ἑλληνικὰ, καθὰ καὶ ἦσθα καὶ ἦσθας. ἅπαξ δέ, φασι, παρ' Ὁμήρῳ τὸ οἶδας ἐν τῷ, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας. (Vers. 21.) ἐν δὲ τῷ, οἶκον ὀφέλλει, ἔοικε τὴν πρὸ βραχέων οἰκωφελίαν δηλοῦν, τουτέστι, τὸ διὰ πολυτρόπου οἰκονομίας αὐξάνειν τὰ τοῦ οἴκου. (Vers. 22.) Ἐν δὲ τῷ, κουριδίου φίλου, λείπει τὸ ἀνδρὸς, οἷα τῶν δύο καιρίων ἐπιθέτων ἀρκούντων καὶ ἐκεῖνον δηλῶσαι. (Vers. 23.) Ὅρα δὲ νῦν τὸ τεθνηότος. εἰ καὶ γὰρ ἑτέρωθι ἄλλως γράφεται, ἀλλ' ἐνταῦθα συστέλλει μὲν τὴν παραλήγουσαν ἀναλόγως κοινότερον, διὰ τοῦ η δὲ ἔχει τὴν προπαραλήγουσαν. (Vers. 25.) Τὸ δὲ ἐπιτρέψαι τῇ τῶν δμώων ἀρίστῃ τὰ τοῦ οἴκου δηλοῖ μὲν ὡς προτιμηθήσεταί ποτε δούλη εὔνους δαπάνου μητρός. ἑρμηνεύει δὲ καὶ τὶς οἴκου ἐπίτροπος, ὅτι δηλαδὴ ᾧ ἕκαστα ἐπιτρέπεται. (Vers. 28.) Ὅτι δὲ οἱ ἐπιτηδεῖς ἐπιτηδὲς λέγονται ἀπελεύσει τοῦ ἰῶτα ἢ κατὰ συγκοπὴν ἐκ τοῦ ἐπιτηδέες, καὶ ἀλλαχοῦ σαφῶς ἐλέχθη. Προδεδήλωται δὲ καὶ ὁ μεταξὺ Ἰθάκης καὶ Σάμου πορθμός. (Vers. 33.) Τὸ δὲ ἀπέχειν ἑκὰς νήσων, ἐναντίον ἐστὶ τῷ προσίσχειν ἤτοι ἐλλιμενίζειν. ἐπεὶ καὶ ἐγγύτητα μὲν ἡ προς πρόθεσις δηλοῖ, τὸ δὲ ἀνάπαλιν αὐτῆς ἡ ἀπο. Περιοδεῦσαι δὲ πλοῦν δηλοῖ καὶ μὴ κατευθὺ πλεῦσαι τὸ ἑκὰς ἀπέχειν τὴν νῆα. (Vers. 34.) Οὖρος δὲ ἄνεμος ὅτι ὁ φορὸς, ἐκδηλότατόν ἐστιν, ὥς περ καὶ ὅτι ταυτὰ τὸ φυλάσσειν καὶ ῥύεσθαι, ὃ ταυτόν ἐστι τῷ ἕλκειν εἰς ἑαυτόν. (Vers. 34.) Τὸ δὲ πρώτιστα παρατετηρημένως κεῖται, ἵνα μὴ ἑτέρῳ τινὶ ἐντυχόντος τοῦ Τηλεμάχου ἡ περὶ τῶν ἐφεξῆς πιθανὴ πλάσις ἀχρειωθείη. Φανερὸν δὲ καὶ ὅτι ἡ εἰς τὸν συβώτην ἄφιξις, εἰ καὶ βεβούλευται, ἵνα ἐκεῖ ὁ παῖς μάθῃ τὰ κατὰ τὸν οἶκον, ἀλλὰ καὶ ἄλλως εὐτυχῶς ἀπέβη αὐτῷ, εὑρηκότι ἐκεῖ τὸν φίλον πατέρα. (Vers. 46.) Ὅτι ὅσα καὶ ὑπηρέτῃ χρώμενος τῷ Νεστορίδῃ Πεισιστράτῳ Τηλέμαχος κελεύει· ἔγρεο, Νεστορίδη, ζεῦξον ἵππους ὑφ' ἅρματα, ὡς καὶ ἀλλαχοῦ, ἔτι νυκτὸς οὔσης, οἷα ἐθέλων τελεσφορηθῆναι ὅσα νύκτωρ αὐτῷ ὑπέθετο ἡ Ἀθηνᾶ, ὡς εἴρηται. (Vers. 49.) ὁ δὲ, οὔ πως ἔστι, φησὶν, ἐπειγομένους περ ὁδοῖο, νύκτα διὰ δνοφερὴν ἐλάαν. (Vers. 50.) τάχα δ' ἔσσεται Ἠὼς, ἤγουν ταχὺ ἐπιφαύσει ἡμέρα. (Vers. 51.) εἶτα καὶ ὑποτίθεται κερδαλεώτερον μένειν τὸν Τηλέμαχον, εἰσόκε δῶρα φέρων ὁ Μενέλαος ἐπιδίφρια θείη (Vers. 53.) καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ, τουτέστι παραμυθησάμενος, προσειπών· ἃ δὴ καὶ γίνεται· λόγοις τε γὰρ τὸν Τηλέμαχον δεξιοῦται μειλιχίοις ὁ βασιλεὺς καὶ μένε εἰπὼν ἕως δῶρα φέρων ἐπιδίφρια θείω καλὰ, σὺ δ' ὀφθαλμοῖσιν ἴδῃς, ποιεῖ οὕτως. (Vers. 54.) εἶτα ἐπιπλέκει γνωμικὸν ὁ Πεισίστρατος τοιοῦτον· τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα ἀνδρὸς ξεινοδόκου, ὅς κε φιλότητα παράσχῃ, τουτέστι δῶρα φιλικά. δῆλον δὲ ὡς οὕτω καὶ τὸν πατέρα Νέστορα ἔπεισεν ἂν ὁ Πεισίστρατος δῶρα δοῦναι τῷ Τηλεμάχῳ, εἰ μὴ κατὰ σπουδὴν ἐκεῖνος ἐκτρέψας τὴν ὁδὸν ἀπέπλευσεν. ἐν τούτοις δὲ ὁ Νεστορίδης καὶ ἐπαινεῖ τὸν βασιλέα εἰπών· ἥρως Ἀτρείδης δουρικλειτὸς, οὐ κατὰ τὸ παρέλκον ποιῶν οὕτως, ἀλλὰ διότι, ὡς εἰκὸς, πάνυ φιλίως ἐκεῖνος τοὺς βασιλικοὺς τούτους νέους ἐξένισε. διὸ καὶ ἐπὶ τοσοῦτον παρέμειναν ἐκεῖ. κἀντεῦθεν καὶ θαῤῥεῖ τὴν δωροφορίαν ὁ Νεστορίδης. δηλοῖ δὲ τὴν φιλοξενίαν καὶ τὸ εὐθὺς ἐνταῦθα (Vers. 58.) τὸν Μενέλαον ἀναστάντα ἐξ εὐνῆς Ἑλένης παρὰ καλλικόμοιο ἀγχίμολον αὐτοῖς ἐλθεῖν ἔτι κοιμωμένοις. ὃ καὶ πρὸ ταύτης καθ' ἑκάστην ἡμέραν ἔοικε ποιεῖν διὰ φιλοφροσύνην. (Vers. 61.) διό περ ὁ Τηλέμαχος σπερχόμενος δὴ χιτῶνα περὶ χροῒ σιγαλόεντα δῦνεν καὶ μέγα φᾶρος