Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.92.1
Not analysed yet
ψιλὸν κατὰ Ἴωνας τετυκεῖν. (Vers. 80.) Ὅτι ἀλητεύειν καὶ ἀγείρειν ἐκπεπονημένος ὁ Μενέλαος παιδοτριβεῖν ἐθέλει ἐπὶ ὁμοίοις καὶ τὸν ἐξ Ἰθάκης νεανίαν. φησὶ γοῦν· εἰ δ' ἐθέλεις τρεφθῆναι ἀν' Ἑλλάδα καὶ μέσον Ἄργος, ἐπὶ χρηματισμῷ δηλαδὴ, ὄφρα τοι αὐτὸς ἕπωμαι. ὑποζεύξω δέ τοι ἵππους, ἄστεα δ' ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἡμέας αὕτως ἀποπέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι, ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων, ἠὲ δύ' ἡμιόνους, ἠὲ χρύσειον ἄλεισον· καὶ αὐτὸς μὲν οὕτω παρατείνει τὸν καιρόν. ὁ δὲ Τηλέμαχος, ὡς καὶ προεῤῥέθη, ταχὺ ἀπελθεῖν ἵεται. Ὅρα δὲ τὸ τρεφθῆναι προτιμηθὲν τοῦ ταρπῆναι καὶ τοῦ τραπῆναι ἐπίτηδες διὰ τὸν τραχυφωνίας ὄγκον. οὕτω δὲ καὶ τὸ στρεφθεὶς καὶ βλαφθεὶς καὶ τὸ ἐδρύφθη καὶ τὸ ἐβρέχθη καὶ τὸ ἐθρέφθη, ἀγαπητὰ τοῖς κατὰ τὸν ποιητὴν μᾶλλον ἤ περ τὰ σύστοιχα τούτοις λεῖα ῥήματα. (Vers. 81.) Τὸ δὲ ὄφρα ἕπωμαι ἀπὸ κοινοῦ ἔχει χρεωστικῶς τὸ μένε, οἷον, ἀλλὰ μένε εἰσόκε δῶρα φέρω καλά. εἰ δ' ἐθέλεις μένε δηλαδὴ, ὄφρα τοι αὐτὸς ἕπωμαι. καὶ ἔστι ταυτὰ τὸ εἰσόκε καὶ τὸ ὄφρα. διαφορὰ δὲ κἀνταῦθα τριπόδων καὶ λεβήτων, καὶ δοκοῦσι καὶ νῦν κρείττους οἱ τρίποδες, διὸ καὶ εὔχαλκοι κατ' ἐξαίρετον εἴρηνται. (Vers. 85.) ἐν δὲ τῷ, δύ' ἡμιόνους, δύο μὲν λέγει διὰ τὴν ξυνωρίδα. οὐ γὰρ ἐκελήτιζον οἱ ἥρωες τότε· ἡμιόνους δὲ, ἐπειδὴ φθάσας ἀπείπατο τοὺς ἵππους ὁ Τηλέμαχος διὰ τὸ μηδὲ ἱππήλατον εἶναι τὴν Ἰθάκην. ἐτυμολογία δὲ ἀλείσου ἐῤῥέθη μὲν καὶ ἐν ἄλλοις. ἐνταῦθα δὲ ῥητέον ὡς ἐν βραχεῖ κατὰ τὴν τοῦ δειπνοσοφιστοῦ γνώμην, ὅτι ἄλεισον ἀπὸ τοῦ ἄγαν λεῖον εἶναι, εἰ μὴ ἄρα τὸ ποικίλον τῇ κατασκευῇ ἄλεισον ἀκούει τις ὡς ἔξω λειότερον ὂν, πλεονάζοντος δηλαδὴ τοῦ α. δύναται δὲ καὶ κατὰ στέρησιν τοῦ λείου εἶναι ὅτε ζωωτοῖς δαιδάλμασιν ἐμπέπαισται. ὡς δὲ τὸ αὐτὸ καὶ ἄλεισον καὶ δέπας λέγεται, δῆλον ἐκ τῶν Ὁμήρου, εἰπόντος· ἐν δ' οἶνον ἔχευε χρυσέῳ δέπαϊ· εἶτα περὶ τοῦ αὐτοῦ, τοὔνεκά σοι δώσω χρύσειον ἄλεισον, καὶ ἑξῆς, δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας. εἶεν δὲ ἂν ἴσως καὶ τὸ ἀμφικύπελλον καὶ τὸ σκύφος εἰς ἓν τοῖς τοιούτοις ἥκοντα πολυωνυμίας λόγῳ. καὶ περὶ μὲν ἀμφικυπέλλου τοῦ καὶ ἐν Ἰλιάδι ἑρμηνευθέντος μετ' ὀλίγα εἰρήσεται. νῦν δὲ περὶ σκύφους εἴτουν σκύφου τοῦ, καὶ αὐτοῦ ἐν τοῖς κατὰ τὸν Κύκλωπα ἐπ' ὀλίγον μνείας ἠξιωμένου γραπτέον ὅτι τε διγενὲς τὸ σκύφος ὡς προγέγραπται, καὶ ὅτι Ἡσίοδος ἐν μελαμποδίᾳ, ποιημάτιον δὲ αὕτη ἐκείνου, μετὰ τοῦ πι σκύπφον φησὶν, οἷον, πλήσας δ' ἀργύρεον σκύπφον φέρε, δῶκε δ' ἄνακτι. προφέρει δὲ ὁ δειπνοσοφιστὴς καὶ ἄλλας χρήσεις τοῦ διγενοῦς τούτου σκεύους. Εὐριπίδης· σκύφος τε μακρός. Σιμωνίδης· οὐατόεντα σκύφον. Ἴων· οἶνος οὐκ ἔνι ἐν τῷ σκύφει. Ἐπίχαρμος· φέρ' ἐγχέας εἰς τὸ σκύφος. Φαίδιμος· σκύφος εὐρὺ μελιζώροιο ποτοῖ· ὃ σημειωτέον καὶ εἰς τὸ, ζωρότερόν τε κέραιε. τὸ δὲ παρ' Ὁμήρῳ, φησὶ, κείμενον Ἀριστοφάνης μὲν γράφει· πλησάμενος δ' ἄρα οἱ δῶκε σκύφος ᾧπερ ἔπινεν· Ἀρίσταρχος δὲ, σκύφον ᾧπερ ἔπινε. λέγει δὲ καὶ ὡς Αἰσχύλος μὲν σεμνύνει τὸ σκεῦος ἐν τῷ, ποῦ χρυσότευκτα κἀργυρὰ σκυφώματα. οἱ δὲ κατ' Ἀσκληπιάδην λέγουσιν ὡς ποιμενικώτερον ἀγγεῖον ὁ σκύφος. εἰ δὲ προσεκτέον τοῖς φαμένοις ὡς ἐκ τοῦ κύφος γίνεται κύπελλον καὶ ἀμφικύπελλον κατὰ ἀντιστοιχίαν τὴν πολλαχοῦ φανεῖσαν, δοκεῖ καὶ τὸ σκύφος πλεονασμὸν σχεῖν τοῦ κατ' ἀρχὴν σίγμα. ὃ δὴ καὶ ἐπὶ ἄλλων γέγονε λέξεων. οἱ δὲ παλαιοὶ λέγουσι καὶ ὅτι σκύφος ἀπὸ τοῦ σκαφίδος ἥ τίς ἐστι ξύλινον ἀγγεῖον στρογγύλον, γάλα καὶ ὀρὸν δεχόμενον. Ὅμηρος· γαυλοί τε σκαφίδες τε τοῖς ἐνάμελγεν, εἰ μή πού, φασι, τὸ σκύφος ἔστιν ὡς οἷον σκύθος τις διὰ τοὺς Σκύθας οἳ περαιτέρω τοῦ δέοντος μεθύσκονται, ὅθεν, ὡς καὶ ἀλλαχοῦ δεδήλωται καὶ τὸ μεθύσαι σκυθίσαι καὶ ἐπισκυθίσαι ἐλέγετο. καὶ δηλοῖ τὸ τοῦ θῆτα καὶ φ συγγενὲς ἡ τοιαύτη ἐτυμολογία. λέγει δ' ὁ αὐτὸς σοφιστὴς καὶ ὅτι κατὰ μίμησιν τῶν ξυλίνων ὕστερον εἰργάσαντο κεραμεοῦς καὶ ἀργυροῦς σκύφους ἢ σκύθους. ὧν πρῶτοι καὶ κλέος ἔχοντες οἱ Βοιώτιοι, χρησαμένου τῷ γένει πρώτου Ἡρακλέος. διὸ καὶ Ἡρακλεωτικοὶ ἐλέγοντο, ἔχοντες διαφορὰν πρὸς ἄλλους τὸν ἐπικείμενον αὐτοῖς εἰς τὰ ὦτα δεσμὸν, ὃς ἐλέγετο Ἡράκλειος. χρῆσις δέ, φασι, τοῦ εἰρημένου σκύθου, τοῦ κατὰ τὸ σκεῦος δηλαδὴ, παρὰ Μηθυμναίοις. ὃς ἐκαλεῖτο λυρτὸς ὑπὸ Ἠπειρωτῶν. ἐσκώπτετο δὲ καί τις Λακεδαιμόνιος Δεοκυλλίδας ἐν τῷ καλεῖσθαι σκύθος, ἴσως ἀπὸ τῶν σκυθῶν. ἄνθρωπος ἐκεῖνος οὐδέν, φασιν, ἐν τῷ τρόπῳ Λακωνικὸν οὐδ' ἁπλοῦν ἔχων, ἀλλὰ πολὺ τὸ πανοῦργον καὶ τὸ θηριῶδες. τῇ δὲ γραφῇ τοῦ ἀνωτέρω σημειωθέντος σκύπφου μετὰ τοῦ π συνθετέον εἰς μνείαν καὶ τὸν γράψαντα αἰόλον ὄπφιν διὰ τοῦ π καὶ φ ἐν τῇ Ἰλιάδι. ὅτι δὲ καὶ ὠοσκύφιον ποτήριον ἦν διπύθμενον, ἕνα μὲν πυθμένα ἔχον τὸν συγκεχαλκευμένον,