Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.93.1
Not analysed yet
ἕτερον δὲ πρόσθετον ὀξὺν, ἄνω λήγοντα δὲ εἰς πλατεῖαν βάσιν, καὶ ὅτι ποτήριόν τι καὶ τὸ ὠὸν, οἷον, οἶνος κεκραμένος ἐν ὠῷ χρυσῷ, καὶ ὅτι ὠῷ τοιούτῳ καὶ σκύφει ποιμενικῷ συγκροτεῖται τὸ ὠοσκύφιον εἰς σύνθεσιν, οἱ παλαιοὶ δηλοῦσιν. (Vers. 97.) Ὅτι Ἐτεωνεὺς, ὃς οὐ πολὺ ναῖεν ἀπ' αὐτοῦ ἤτοι τοῦ Μενελάου, πιστὸς δὲ οὗτος ἐφάνη θεράπων τῷ βασιλεῖ, πῦρ ἀνέκαυσε κελευσθεὶς χάριν τῶν ξένων, (Vers. 94.) καὶ ὤπτησε κρεῶν τῶν ἀπολελειμμένων ἔτι ἀπαρασκευάστων, ὥς φασιν οἱ παλαιοὶ, ὡς ἐδήλωσε καὶ τὸ, δεῖπνον τετυκεῖν ἅλις ἔνδον ἐόντων. Καὶ ὅρα τὸ, κρεῶν ὤπτησεν, Ἀττικῶς λεχθὲν, ὡς καὶ τὸ, βοὸς βεβρωκὼς, καὶ ὅσα τοιαῦτα. μετ' ὀλίγον δὲ καὶ δειπνήσαντες οἱ βασιλικοὶ παῖδες ἀπέρχονται. (Vers. 92. sqq.) Ἐν τούτοις δὲ καὶ οἰκονομικόν τι κεῖται παράγγελμα, ἔνθα τῇ τε ἀλόχῳ καὶ ταῖς δμωαῖς ἐκέλευσεν ὁ βασιλεὺς δεῖπνον ἑτοιμάσαι. διδάσκει γὰρ πραγματικῶς ὁ ποιητὴς μὴ δίχα τῆς γυναικὸς δεῖν εἶναι τὸν ἄνδρα κελεύειν ταῖς κατ' οἶκον γυναιξί. Θεόφραστος δὲ ὕστερον γράψας αὐτός τε παραδέδωκεν καὶ ὡς οὐδὲ γυναιξὶν ἀνδρὸς δίχα χρὴ μετεῖναι τῆς ἀνδρωνίτιδος. (Vers. 103.) Ὅτι κρατερὸς Μεγαπένθης ὁ ἐκ δούλης, ὡς καὶ προϊστόρηται, τῷ Μενελάῳ γεννηθεὶς, κρητῆρα φαεινὸν ἐκ τοῦ πατρὸς λαβὼν ἔθηκε φέρων προπάροιθεν Τηλεμάχου ἀργύρεον, οὗ χρυσῷ ἐπὶ χείλεα κεκράανται. (Vers. 120.) αὐτὸς δὲ ὁ βασιλεὺς δέπας λαβὼν ἀμφικύπελλον ἐν χερσὶ τοῦ Τηλεμάχου ἔθετο, οὗ τὴν ὕλην ἐνταῦθα μὲν σιωπᾷ Ὅμηρος. ἐμφαίνει δὲ ὅμως χρύσεον εἶναι αὐτὸ, ἐν οἷς λέγει τὸν Τηλέμαχον θεῖναι ἐν τῇ νηῒ ἐσθῆτά τε χρυσόν τε. οὐ γὰρ δή που λέγει τοῦτο διὰ τὸν κρατῆρα, ὃς ἀργύρεος ὢν ὅλος ἔχει τι καὶ χρυσοῦ περὶ τὰ χείλη. καὶ οὕτω μὲν ὁ βασιλεὺς δωροφορεῖ τῷ ξένῳ ἐκ θαλάμου λαβὼν τοῦ κατὰ τὸν ἐν Ἰλιάδι κηώεντος ὅθι οἱ κειμήλια κεῖτο. (Vers. 104.) Ἑλένη δὲ, εἰ καί τις κρατὴρ Ἑλένης παροιμιάζεται διάφορος, ὡς εἰκὸς, τὴν κατασκευὴν καὶ πρέπων ἡρωΐδι τοιαύτῃ, ἀλλ' αὐτὴ οὐ κρατῆρα δίδωσιν ὁμοίως τῷ ἀνδρί. φωριαμοῖσι δὲ παρίστατο, ἔνθ' ἔσαν οἱ πέπλοι παμποίκιλοι οὓς κάμεν αὐτὴ, ἤτοι καμοῦσα ἔτευξεν, ἢ περὶ οὓς ἔκαμε. τῶν ἕν' ἀειραμένη Ἑλένη δῖα γυναικῶν, ὃν πέπλον καὶ ἐπαινῶν ὁ ποιητὴς λέγει καὶ τὰ ἐν Ἰλιάδι γραφέντα· ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος, ἀστὴρ δ' ὣς ἀπέλαμπεν, ἔκειτο δὲ νείατος ἄλλων, ὡς ἔκκριτος δηλαδή. (Vers. 125.) ὃν καὶ χειρίζουσα τῷ Τηλεμάχῳ ἔφη ἐλλαμπομένη τῷ δώρῳ· δῶρόν τοι καὶ ἐγὼ, τέκνον φίλε, τοῦτο δίδωμι, μνῆμ' Ἑλένης χειρῶν πολυηράτου ἐς γάμου ὥρην σῇ ἀλόχῳ φορέειν. τείως δὲ φίλῃ παρὰ μητρὶ κείσθω ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν. (Vers. 111.) οὕτω δέ πως καὶ ὁ Μενέλαος πρὸ αὐτῆς ἔφη, νόστον ὅπως φρεσὶ σῇσι μενοινᾷς, ὥς τοι θεὸς τελέσειε. λόγοι δὲ οὗτοι εὐκτικοὶ ἐπὶ ἀπελεύσει ξένου. Ἰστέον δὲ ὅτι ῥηθείη μὲν ἂν ὁ δεδηλωμένος ἀργύρεος κρατὴρ ἀργύρωμα. μάλιστα δὲ ποτηρίοις ἡ τοιαύτη λέξις ἁρμόττει, ὡς δηλοῖ τὸ, ἐξ ἀργυρωμάτων καὶ χρυσῶν πίνει, ὁ πρότερον οὐχ' ὅπως ἐξ ἀργυρωμάτων οὐκ ἔχων πίνειν ἀλλ' ἐκ κεραμεῶν καὶ τούτων ἐνίοτε κολοβῶν. φασὶ δὲ μὴ Ἑλληνικὴν τὴν λέξιν εἶναι. οἱ γὰρ ἑλληνίζοντες οὐκ ἀργυρώματα καὶ χρυσώματα φασὶν, ἀλλ' ἀργυροῦν καὶ χρυσοῦν κόσμον. (Vers. 116.) Ὅτι δὲ ὁ ῥηθεὶς κρατὴρ κάλλιστος καὶ τιμηέστατός ἐστι καὶ ὅτι Φαίδιμος αὐτὸν τῷ βασιλεῖ ἐδωρήσατο Σιδονίων βασιλεὺς, ἐν τοῖς πρὸ τούτων δεδήλωται. καὶ ἀπαραποίητοι οἱ ἐνταῦθα στίχοι κεῖνται καὶ ἐκεῖ. (Vers. 120.) Τοῦ δὲ ἀμφικύπελλον ὅτι ἁπλοῦν ἔστι τὸ κύπελλον, πολλαχοῦ δηλοῦται. ὅθεν καὶ ἡ κυπελλὶς καὶ ὁ κυπελλοχάρων. εἰ δὲ περὶ ἀμφικυπέλλου ἐδηλώθη ἐν τοῖς εἰς τὴν Ἰλιάδα, ὅμως οὐ πάρεργον κἀνταῦθα θεῖναι ὅτι κατὰ τὸν δειπνοσοφιστὴν ἀμφικύπελλον οὐδὲν ἄλλο σημαίνει ἢ ὅτι ἦν ἀμφίκυρτον. Σιληνὸς δὲ τὸ μὴ ἔχων ὦτα. ἕτεροι δὲ τὴν ἀμφι ἀντὶ τῆς περι νοοῦντες ἀμφικύπελλόν φασι τὸ περίποτον, ἤγουν τὸ πάντοθεν πίνειν ἐπιτήδειον. Παρθένιος δὲ διὰ τὸ περικεκυρτῶσθαι τὰ ὠτάρια. κυφὸν γὰρ εἶναι τὸ κυρτόν. Ἀνίκητος δὲ κύπελλον μὲν φιάλη φησίν. ἀμφικύπελλον δὲ ὑπερφίαλον, ὑπερήφανον καὶ καλόν. λέγει δὲ καὶ ὡς τὸ κύπελλον διαλλάσσει ἀλείσου τε καὶ δέπαος τῷ κυφὸν εἶναι. ἀπὸ γὰρ κυφότητος κύπελλον καὶ ἀμφικύπελλον, ὡς οἷον κυρτὸν καὶ ἀμφίκυρτον ἀπὸ τῶν ὤτων, διὰ τὸ τοιαῦτα εἶναι τῇ κατασκευῇ καὶ παραπλήσια πέλλαις συνηγμέναις μᾶλλον εἰς τὸ κυφώτερον. λέγει δὲ καὶ ὡς καὶ Κύπριοι οὕτω φασὶ τὸ δίωτον ποτήριον. εἰ δὲ ταῦθ' οὕτως ἔχει, θετέον ἄλεισον μὲν καὶ δέπας εἴς τι ταυτὸν, σκύφος δὲ καὶ πέλλαν καὶ κύπελλον καὶ ἀμφικύπελλον εἰς ἑτεροίαν ὁμοιότητα. ὅτι δὲ ὅθεν τὸ κύφος, ἐκεῖθεν καὶ κυφὸς ὁ κυρτὸς καὶ κύφων ὁ παρὰ τῷ κωμικῷ, προδηλότατόν ἐστι. (Vers. 104.) Φωριαμοὺς δὲ λέγει Ὅμηρος