Ancient Greek
Section 1027
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 1027
Not analysed yet
Ὅτι τὸ «ἵκετο ἡ Μήδεια οὐχ ἑκὰς Κόλχων· Κόλχων γε μὴν αἶαν ἱκέσθαι οὐκ εἶχε,» σχῆμά ἐστιν ἐπαναστροφῆς. Ἔστι δὲ ἐπαναστροφὴ, ὅταν ἡ τελευταία λέξις τῆς πρώτης ἐννοίας ἀρχὴ γένηται τῆς δευτέρας, ὡς καὶ ἐνταῦθα τῆς μιᾶς ἐννοίας ληξάσης εἰς τὸ Κόλχων, ἀπὸ τούτου ἡ δευτέρα ἤρξατο. Ἐκαλλωπίσατο δὲ καὶ ἀλλαχοῦ τῷ τοιούτῳ σχήματι ὁ Διονύσιος.