Ancient Greek
Section 1134
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 1134
Not analysed yet
Ὅτι τὸ σχῆμα τῆς Ἰνδικῆς, ὡς καὶ ὁ Γεωγράφος φησὶ, τέσσαρσιν ἥρμοσται πλευραῖς λοξαῖς πάσαις, ῥόμβον ἀποτελούσαις. Ὧν ἑσπερία μὲν ἡ πρὸς τῷ Ἰνδῷ ποταμῷ, νοτία δὲ ἡ πρὸς τὴν Ἐρυθρὰν νεύουσα, ὁ δὲ Γάγγης ἑῴα, εἰς δὲ πόλον ἄρκτων ὁ Καύκασος, ἤγουν κατὰ τὸν Γεωγράφον τὰ τοῦ Ταύρου ἔσχατα. Καὶ σημείωσαι ὅτι κατὰ τὸν Διονύσιον καὶ Ἰνδικός ἐστι Καύκασος, ὡς καὶ ἀνόπιν εἴρηται. Τὸ δὲ πόλον ἄρκτων τὸν ἀρκτῶον δηλοῖ τόπον τοῦ οὐρανοῦ, ὡς ἤδη προγέγραπται. Ὅτι δὲ ὁ Γάγγης καὶ ὁ Ἰνδὸς μέγιστοι ποταμῶν, καὶ αὐτὸ προείρηται. Σημείωσαι δὲ ὅτι ἐνταῦθα μὲν γεωμετρικὸν τετράγωνον σχῆμα ὁ ῥόμβος τὰς διαμέτρους οὐ κατὰ χιασμὸν ἀγομένας ἔχων, ἀλλὰ κατὰ ὀρθόν πως ἀλλήλας διχαζούσας. Μάλιστα δὲ, ὡς ὁ Γεωγράφος φησὶ, ῥόμβος ἐστὶ τετράγωνον σεσαλευμένον, οὐκ ὀρθογώνιον, ἀλλὰ τὰς μὲν δύο ἔχον ὀξείας, τὰς δὲ λοιπὰς ἀμβλείας τὰς ἀπεναντίας ἀλλήλαις, ὡς ἐν τοιαύτῃ καταγραφῇ. Καύκασος. Γάγγης. Ἰνδός. Ἐρυθρά. Τοιούτου δὲ φασὶ σχήματος ἦν καὶ τὸ γέρρον, ἀσπὶς δηλονότι τετράγωνος, οὐκ ὀρθογώνιος. Καὶ ξύλινον δὲ ζωγρεῖον ὄρνιθος, ἤγουν κλωβίον, παρασαλευθὲν τῆς κατὰ φύσιν παραλλήλου θέσεως τῶν πλευρῶν, ῥόμβου σχῆμα ἀποτελεῖ. Καὶ τοιοῦτος μὲν ὁ ῥόμβος τὸ σχῆμα. Εὕρηται δὲ καὶ ἰχθὺς λεγόμενος ῥόμβος, ὡς καὶ Ἀθήναιος ἱστορεῖ, καὶ ἡ τῶν Θετταλῶν γλῶσσα παραλαλεῖ. Ἔστι δὲ ῥόμβος καί τις τροχὸς, ὃν στρέφοντες ἐν ἱμάντι καὶ τύπτοντες ἐκτύπουν, ῥόμβος κατὰ ὀνοματοποιΐαν καλούμενος. Ἀπολλώνιος οὖν ἐν Ἀργοναυτικοῖς λέγει ῥόμβῳ καὶ τυμπάνῳ ὑπὸ Φρυγῶν τὴν Ῥέαν ἱλάσκεσθαι. Ἔστι δὲ καὶ φαρμακίδων τροχὸς ὁ ῥόμβος παρὰ Θεοκρίτῳ, καταγοητευόμενος ἐν τῷ στρέφεσθαι. Τινὲς δὲ ῥύμβον γράφουσι διὰ τοῦ υ, ὡς Εὐριπίδης ἐν Πειρίθῳ αἰθέριον ῥύμβον φησίν, ὃ ἔστι τροχοειδῆ κίνησιν. Ἀπὸ τούτου δὲ καὶ τὰς κινήσεις ῥυμβόνας ὁ Ἀπολλώνιος λέγει· καὶ τάχα καὶ ἡ παρὰ τῷ Αἰλιανῷ κειμένη ἄπορος λέξις, τὸ ἐρυμβόνα, ἐκ τοιούτου τινὸς ἔσχε τὴν ἀρχὴν, ἐν οἷς λέγει ὅτι ἐσπάθα τὰ χρήσιμα καὶ εἰς ἀσωτίαν ἐρυμβόνα τὰ τιμιώτατα.