Ancient Greek
Section 1143
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 1143.1
Not analysed yet
Ὅτι ἔθνος Ἰνδικὸν οἱ Πευκαλεῖς, ἄγρια φῦλα. Τινὲς δὲ διὰ τοῦ ν γράφουσι Πευκανεῖς. Ἰνδοὶ δὲ καὶ οἱ Γαργαρίδαι, οὓς Διονύσου καλεῖ θεράποντας, ὅπου, φησὶ, χρυσὸν καταφέρουσιν ὁ Ὕπανίς τε ποταμὸς ὁ καὶ ἀνωτέρω ῥηθεὶς, καὶ ὁ Μάγαρσος, λαβρότατοι ποταμῶν, ἀπὸ τοῦ Ἠμωδοῦ ὄρους προρρέοντες ἐπὶ τὴν Γαγγήτιδα χώραν, πρὸς νότον εἰς τὴν προγραφεῖσαν Κωλιάδα νῆσον τετρασυλλάβως, ἢ Κωλίδα τρισυλλάβως κατὰ συγκοπὴν, ἣν καὶ προνενευκέναι εἰς τὸν ὠκεανόν φησιν, ὡς ὑπ' αὐτοῦ νησιζομένην, καὶ δυσέμβατον οἰωνοῖς εἶναι λέγει, διὸ καὶ καλεῖσθαι Ἄορνιν. Τοῦτο δὲ ἢ διὰ τὸ ὕψος· ἠλίβατος γάρ ἐστιν· ἢ διότι αὕτη πρώτη ἐστὶν ἡλίῳ βατή. Διὸ καὶ οὐ φέρουσι τὰ πτηνὰ τὴν τοῦ ἡλίου θέρμην ἐκεῖ πρῶτον ἀνατέλλοντος. Ἰστέον δὲ ὅτι Ἄορνις ὁ τόπος οὗτος λέγεται διὰ τοῦ ι· ἦν δὲ δυνατὸν καὶ διὰ τοῦ ο λέγεσθαι αὐτὴν, εἴγε ὁ Λυκόφρων ἄορνόν τινα λέγει λίμνην. Καὶ περὶ τὴν Ἀδιαβηνὴν δὲ χώραν τὴν ῥηθεῖσαν πρὸ τούτων στόμιον ἱστορεῖταί τι ὀνομαζόμενον Ἄορνον, ὡς ὀρνέοις ἄβατον, ἐξ οὗ πνεῦμα φθοροποιὸν ἀναδιδόμενον, μικρόν τι κουφισθὲν, κατακλᾶται κάτω, ὑφ' οὗ φθείρεται, εἴ τι παρατυχὸν ὀσφρήσεται· κἂν ἐσκεδάννυτο, φασὶ, τὸ τοιοῦτον πνεῦμα ἔξω, οὐκ ἂν ᾠκίσθη ὁ τόπος. Ὅμοιον δέ τι καὶ ἐν Ἱεραπόλει τῆς Ἀσίας πνεῦμα ἱστορεῖται, ὃ πάντα τὰ ὀσφραινόμενα φθείρει, πλὴν τῶν εὐνούχων. Λέγεται δὲ καὶ πέτρα τις Ἄορνος περὶ τὴν Ἰνδίαν, ᾗπερ ὁ Ἡρακλῆς μὲν προσβαλὼν εἰς τρὶς ἀπεκρούσθη, Ἀλέξανδρος δὲ κατὰ μίαν εἷλε προσβολήν. Ταύτης δὲ τῆς Ἀόρνου τὰς ῥίζας ὁ Ἰνδὸς ποταμὸς ὑποῥέειν λέγεται. Τοὺς δὲ ῥηθέντας δύο χρυσοφόρους ποταμοὺς, τὸν Ὕπανιν καὶ τὸν Μάγαρσον, φασὶν ἐξιόντας τῶν Ἠμωδῶν ὀρέων, ἅπερ ἀνωτέρω Ἠμωδὸν ἔφη ὄρος ὁ Διονύσιος, ἀφανίζεσθαι, καὶ κρυβέντας ἐφ' ἱκανὸν ἀναβλύζειν ἐκδιδομένους. Πολὺς δὲ ἐν ταῖς ἱστορίαις ὁ Ἰνδικὸς Ὕπανις. Ἀρίστη τε γὰρ, φασὶν, ἡ πέραν αὐτοῦ καὶ οἱ χρυσωρύχοι μύρμηκες αὐτοῦ που λέγονται εἶναι, καὶ ἄλλα δὲ πολλὰ τῷ τόπῳ προστερατεύονται. Φασὶ δὲ καὶ τὸν Ἀλέξανδρον μέχρις αὐτοῦ ἐλθόντα περαιτέρω κωλυθῆναι προελθεῖν, μαντείοις τε προσέχοντα καὶ διὰ τὸ ἀπαγορεῦσαι τὴν στρατιάν. Οἱ δὲ καὶ περαιτέρω τοῦ Ὑπάνιδος ἐκεῖνόν φασι προελθεῖν μέχρι καὶ εἰς Γάγγην, ὅντινα Γάγγην μέγιστον τῶν κατὰ τὴν οἰκουμένην ποταμῶν ἱστοροῦσιν, ἐκ τῶν Ἠμωδῶν ὀρέων καταφερόμενον. Μεθ' ὃν δεύτερον εἶναι λέγουσι τὸν Ἰνδὸν, καὶ τρίτον καὶ τέταρτον Ἴστρον καὶ Νεῖλον. Φασὶ δὲ καὶ ιεʹ ποταμοὺς τοὺς ἀξιολογωτάτους εἰσβάλλειν εἰς τὸν Ἰνδὸν, ὧν ὕστερον εἶναι τὸν Ὕπανιν· οὓς πάντας ὁ Ἰνδὸς παραλαβὼν, ὥς φησιν Ἀρριανὸς, καὶ τῇ ἐπωνυμίᾳ κρατήσας ἐκδιδοῖ ἐς θάλασσαν. Τὸ δ' αὐτὸ πάσχειν λέγουσι καὶ τὸν Τίγριν ὑπὸ ἄλλων πολλῶν ποταμῶν, διὸ καὶ ἐν τῇ ἐκβολῇ Πασιτίγριν καλεῖσθαι, οἷα μὴ ἁπλοῦν, ἀλλ' ὡς εἰπεῖν παντοῖον Τίγριν. Ἰστέον δὲ ὅτι κατὰ τὸν Ἡρόδοτον καὶ Σκυθικὸς ποταμός τίς ἐστι λεγόμενος Ὕπανις, ἀνατέλλων ἐκ λίμνης μεγάλης, ἥτις λέγεται μήτηρ Ὑπάνιος, καθὰ δηλαδὴ καὶ ἡ Μαιῶτις μήτηρ τοῦ Εὐξείνου. Λέγει δὲ ὁ αὐτὸς καὶ ὅτι πέριξ τοῦ Σκυθικοῦ τούτου ποταμοῦ νέμονται ἵπποι ἄγριοι λευκοί· καὶ ὅτι κρήνη ἐκδίδωσιν εἰς αὐτὸν οὕτω πικρὰ, ὥστε κιρνᾷ τὸν Ὕπανιν, καὶ ταῦτα οὐκ ὀλίγον ὄντα ποταμόν. Τὸν δὲ Ἰνδὸν ποταμὸν εὐρύνεσθαί πού φασι καὶ ὑπὲρ πεντήκοντα σταδίους, ὅτε πληρωθείη, τὸ δὲ ἐλάχιστον εἰς ἑπτά. Τοῦτον λέγεται ζεῦξαι πλοίοις Ἀλέξανδρος, Ἡφαιστίωνος γεφυρώσαντος. Ἀρριανὸς δέ φησιν ὅτι ἵνα μὲν στενότατος ὁ Ἰνδὸς, μʹ σταδίους διέχουσιν αὐτῷ αἱ ὄχθαι, ἵνα δὲ πλατύτατος καὶ ἑκατόν. Τὸ δὲ Ἠμωδὸν ὄρος, ὃ καὶ πληθυντικῶς λέγεται τὰ Ἠμωδὰ, καὶ πρὸς αὐτῷ ἐστι τῷ ὠκεανῷ, τινὲς τῶν παλαιῶν προπαροξύνουσιν, ὡς προείρηται. Πολλὴ δὲ ἐλάτη καὶ πεύκη καὶ κέδρος παρὰ τὰ Ἠμωδὰ, καὶ στελέχη ναυπηγήσιμα.