Ancient Greek
Section 1141
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 1141
Not analysed yet
Ὅτι εἰ καὶ πολλὰ τῶν ἀντιγράφων Τοξίλους γράφουσι τὸ Ἰνδικὸν ἔθνος, ἀλλ' ὁ Γεωγράφος Ταξίλους γράφει διὰ τοῦ α, καὶ Τάξιλα τὴν κατ' αὐτοὺς πόλιν, μεγάλην αὐτὴν λέγων καὶ εὐδαίμονα καὶ εὐνομωτάτην, καί τινα ἄνδρα Ταξίλην ἱστορῶν αὐτῆς καὶ βασιλέα, καὶ λέγων ὅτι φιλανθρώπως αὐτὸς καὶ οἱ ἐκεῖ δεξάμενοι τὸν Ἀλέξανδρον ἔτυχον πλειόνων ἢ ἔδωκαν. Διὸ καὶ φθονοῦντες οἱ Μακεδόνες ἔλεγον ὡς οὐκ εἶχεν Ἀλέξανδρος οὓς εὐεργετήσει, πρὶν διαβῆναι τὸν Ἰνδόν.