Ancient Greek
Section 123
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 123
Not analysed yet
Ὅτι εἰ καὶ εὐτελῶς καὶ μικροπρεπῶς, ὅμως, ὡς ἐξὸν ἦν ἐν παραβολῇ, δράκοντι τὸν τοσοῦτον Ἰσσικὸν εἰκάζει κόλπον, λέγων ὅτι ἐκεῖνος ἐν ἁλὶ κόλπος ἑλίσσεται, ὡς δράκων βλοσυρωπὸς ἑλίσσεται ἀγκύλος ἕρπων, νωθὴς, ὑφ' ᾧ πᾶσα βαρύνεται ὄρεος ἄκρα ἐρχομένῳ. Τοῦτο δὲ λέγει, διὰ τὸ καὶ τὸν Ἰσσικὸν κόλπον ἔνθα καὶ ἔνθα βαρυνόμενον ταῖς προχοαῖς ἑλίσσεσθαι, δυσπόρευτον κεχυμένον καὶ πολὺ τὸ κεκλασμένον καὶ κατὰ τοὺς ὄφεις καμπύλον ἔχοντα. Σημείωσαι οὖν ὅτι διὰ μόνας τὰς καμπὰς τοῦ Ἰσσικοῦ ἡ τοῦ ὄφεως εἴληπται παραβολή, καὶ διὰ τοῦτο ἔχει ἀσφαλῶς. Ἄλλως γὰρ πολὺ ἔχει τὸ ταπεινὸν, εἰ ὁ τοσοῦτος κόλπος ὁλκῷ παραβέβληται ὄφεως. Δράκοντι μὲν γὰρ προσαρμόσαι παραβολὴν ἐκ πελάγους ὑψοποιόν ἐστι, πέλαγος δὲ τηλικοῦτον παραβαλεῖν ἁπλῶς δράκοντι, καταβάλλει τὸ τοῦ κόλπου μέγεθος. Ὅρα δὲ ὅτι φανερῶς ἐνταῦθα τὸ βλοσυρωπός δι' ἑνὸς σ ἐκφέρεται, δηλοῦν τὸ ἄγριον καὶ ὑποσεσυρμένον τοῦ βλέμματος.