Ancient Greek
Section 14
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 14
Not analysed yet
Ὅτι Ἀσίας καὶ Εὐρώπης νότιον μὲν μεσόριον ὁ Ἑλλήσποντος, νοτιώτατον δὲ ὁ Νεῖλος. Πρὸς βορρᾶν δὲ τὴν Εὐρώπην ὁρίζει τῆς Ἀσίας ὁ Τάναϊς, ὃς ἑλισσόμενος διὰ τῆς τῶν Σαυροματῶν καὶ Σκυθῶν γῆς εἰς τὴν Μαιῶτιν λίμνην κατασύρεται. Ἰστέον δὲ ὅτι οὐχ ἁπλῶς τὰ πρὸς βορρᾶν τοῦ Τανάϊδος τῇ Εὐρώπῃ προσνέμεται, ἀλλὰ μόνα ὅσα πρὸς δύσιν ἀπ' αὐτοῦ ἀφορίζονται· τὰ δέ γε πρὸς αὐγὰς τοῦ Τανάϊδος τῇ Ἀσίᾳ προσλογίζονται. Φησὶ γοῦν αὐτὸς προϊὼν ὅτι ὁ Τάναϊς ἀποτέμνεται εἰς δύσιν Εὐρώπην, εἰς δ' αὐγὰς Ἀσίδα γαῖαν. Οὐ μὴν λέγει ὅτι ἀποτέμνεται εἰς βορρᾶν μὲν τὴν Εὐρώπην, εἰς δὲ νότον τὴν Ἀσίαν· ὅθεν καὶ αὐτοὺς τοὺς Μαιώτας καὶ τοὺς Σαυρομάτας Ἀσιανοὺς ἱστορεῖ, διότι οὐ πρὸς δύσιν αὐτοὺς ἀφορίζει ὁ Τάναϊς. Ἔτι δὲ, ὡς ἐνταῦθα λέγει, ὁ Τάναϊς εἰς Σκυθίαν σύρεται βορείαν οὖσαν· καὶ ἀλλαχοῦ δέ φησι· «Σκυθικοῖς ἐπιτρέχει πεδίοις.» Οἱ δὲ Σκύθαι Ἀσιανοί εἰσι κατὰ τὸν Διονύσιον· οὔκουν ἁπλῶς Εὐρωπαῖα πάντα τὰ βόρεια τοῦ Τανάϊδος, ἀλλ' ὅσα πρὸς δύσιν ἀπ' αὐτοῦ ὁρίζονται. Ἰστέον δὲ ὅτι ὁ ποταμὸς οὗτος διὰ τὸ τεταμένως ῥεῖν Τάναϊς Ἑλληνιστὶ καλούμενος, Σίλις, ὥς φασί τινες, παρὰ τοῖς παροικοῦσι βαρβάροις ὠνόμασται. Ὅτι δὲ καὶ ἄλλοι ποταμοὶ ἐν βαρβάροις ῥέοντες ὅμως ἐξελληνίζονται τῇ κλήσει δῆλον. Τοιοῦτος γὰρ καὶ ὁ Νεῖλος καὶ ὁ Θερμώδων καὶ ὁ Ἀράξης καὶ ἄλλοι πολλοί· καὶ ὁ Ἠριδανὸς δὲ οὐ βάρβαρον ὄνομα, κατὰ τὸν Ἡρόδοτον, ἀλλὰ Ἑλληνικὸν, ποιηθὲν, φησὶν, ὑπό τινος ποιητοῦ. Τοῦ δὲ Τανάϊδος ἄλλοι μέν φασι μὴ γνωρίζεσθαι τὰς πηγὰς, Ἡρόδοτος δὲ ἐκ λίμνης μεγάλης αὐτὸν λέγει εἰς λίμνην ἔτι μείζονα τὴν Μαιῶτιν εἰσβάλλειν, λέγων καὶ ὅτι ἡ Μαιῶτις οὐ πολὺ ἐλάττων τοῦ Πόντου ἐστὶ, λεγομένη, φησὶ, καὶ μήτηρ τοῦ Πόντου. Κἀκεῖνο δὲ εἰδέναι χρὴ, ὅτι Ἀρριανὸς καὶ ἄλλον Τάναϊν ἱστορεῖ Σκυθικὸν, ὃν Ἀλέξανδρος ἐπικινδύνως διεπέρασεν.