Ancient Greek
Section 140
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 140
Not analysed yet
Ὅτι μετὰ τὴν Προποντίδα τὸ τοῦ Θρᾳκικοῦ Βοσπόρου στόμα ἐστιν, ἤγουν ὁ Θρᾳκικὸς Βόσπορος, ὁ καὶ Μύσιος, ὃν ζεύξας ὁ Δαρεῖος περί που τὸ Ἱερὸν στόμα εἰς Θρᾴκην διέβη, μεθ' ὃ καὶ εἰς Σκύθας ἐπέρασε, γεφυρώσας καὶ τὸν Ἴστρον. Τὸν δὲ Θρᾳκικὸν τοῦτον Βόσπορον οἱ μέν φασιν εἶναι τὰ κατὰ Χαλκηδόνα καὶ Βυζάντιον στενά. Φησὶ γοῦν περί τινος ὁ Ἀρριανός, ὅτι «ἐλαύνει ἐπὶ Χρυσόπολιν, ἔνθα ὑπὸ νύκτα περάσας τὸν Βόσπορον·» καὶ τὰ ἑξῆς. Οἱ δὲ μάλιστα τὰ ἄνω που τοῦ καλουμένου Ἀνάπλου. Τοῦτον δὲ τὸν Βόσπορον ἐνήξατο, φησὶ, ποτὲ ἡ Ἰὼ βουλαῖς Ἥρας δάμαλις οὖσα. Διὸ καὶ Βόσπορος λέγεται, οἱονεὶ βοὸς πόρος τῆς ἐκείνης οἰστροπλῆγος, περὶ ἧς Ἀρριανὸς οὕτω φησί· «Πορθμὸς ὁ κατὰ Χαλκηδόνα καὶ Βυζάντιον, ὅ ποτε Μύσιος, διότι Μυσοὶ ἀντιπέραν ᾤκουν ποτὲ τῆς Θρᾴκης· ὕστερον δὲ Βόσπορος, ἐπὶ τῇ συμφορᾷ τῆς Ἰοῦς, ἣν κατὰ μῆνιν Ἥρας οἰστρηθεῖσαν εἰς τοὺς χώρους τούτους ἀφικέσθαι καὶ ταύτῃ διαπεραιώσασθαι οἱ μῦθοι ἐποίησαν.» Λέγει δὲ ὁ αὐτὸς καὶ ὅτι κατά τινας οὐκ ἀπὸ τῆς ῥηθείσης βοὸς ὁ τοιοῦτος Βόσπορος, ἀλλ' ἀπό τινος ἑτέρας ὠνόμασται, ἥτις, φησὶ, Φρυγῶν ἐπικειμένων, ἐμβάλλει ἀδεῶς εἰς τὴν θάλασσαν, καὶ περαιοῦται ἀβλαβῶς τὸν κατὰ Χαλκηδόνα καὶ Βυζάντιον Βόσπορον· καὶ οὕτω καθηγεμὼν ἐκείνοις γίνεται κατά τινα θεοφορίαν (ἤγουν μαντείαν), ἥτις διεκελεύετο βοῦν ἡγεμόνα καταστῆσαι τῆς ὁδοῦ. Ὃ καὶ ποιήσαντες ἐκεῖνοι διεπεραιώσαντο ἀσφαλῶς· καὶ μνῆμα, φησὶ, τοῦ πόρου τούτου ἕστηκε βοῦς χαλκῆ, ὑστέρῳ ποτὲ χρόνῳ ὑπὸ Χαλκηδονίων ἱδρυθεῖσα· καὶ τάχα ἐκ ταύτης καί τις ἐκεῖ τόπος καλεῖται Δάμαλις ἕως καὶ νῦν. Θρᾴκιος δὲ ὁ Βόσπορος καλεῖται ἀπὸ τῶν πρὸς δύσιν αὐτοῦ οἰκούντων Θρᾳκῶν, ὥσπερ ἀπὸ τῶν ἀντιπέραν ποτὲ Μυσῶν ἐκλήθη, ὡς εἴρηται Μύσιος.