Ancient Greek
Section 19
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 19
Not analysed yet
Ὅτι ὁ Διονύσιος μὲν τὰς τρεῖς ἠπείρους, τὴν Λιβύην, τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν, τὰ μέγιστα τῆς οἰκουμένης τμήματα, ὕδασιν ἀλλήλων νοσφίζει, τουτέστι χωρίζει καὶ διαιρεῖ, καὶ τοὺς αὐτῶν ὅρους ἐξ ὑδάτων μεσολαβούντων γνωρίμους ποιεῖ, διὰ τὸ σημειωδέστερόν τε καὶ εὐκρινέστερον. Ἄλλοι δὲ, οἷς οὐκ ἀρέσκεσθαι αὐτὸς φαίνεται, διὰ τὸ δυσόριστον καὶ οὐκ εὐκρινὲς, τὰς τοιαύτας τρεῖς μεγίστας ἠπείρους ἀπ' ἀλλήλων ἠπείροις ἑτέραις σμικροτέραις διαχωρίζουσι, λέγοντες Ἀσίας μὲν καὶ Εὐρώπης ὅρον εἶναι τὸν μέγιστον καὶ πλατύτατον ἰσθμὸν τὸν μεταξὺ Κασπίας καὶ Εὐξείνου, περὶ ὃν ἰσθμὸν σὺν πολλοῖς ἄλλοις τόποις καὶ ὁ θρυλούμενός ἐστι τοῦ Προμηθέως Καύκασος καὶ ἡ ἑῴα γῆ τῶν Ἰβήρων, ἡ μεταξὺ Κόλχων καὶ Ἀλβανίας. Ἄλλον δὲ καὶ αὖθις ἰσθμὸν μέγαν τὸν μεταξὺ Ἀραβίου κόλπου καὶ Αἰγύπτου ὅρον εἶναί φασι Λιβύης καὶ Ἀσίας. Καὶ ὅρα ὅπως ἰσθμοῦ λεγομένου συνήθως καὶ κοινότερον τοῦ μεταξὺ δύο θαλασσῶν στενοῦ τόπου, αὐτὸς τῇ λέξει παραχρησάμενος ἰσθμοὺς ἐνταῦθα ἐτόλμησεν εἰπεῖν τὰς οὕτω πλατυτάτας καὶ πολυτενεῖς ἠπείρους, ὡς δηλοῖ τὸ «ἰσθμὸς τέταταί τις», καὶ τὸ «μακρὸς καὶ ἀθέσφατος ἐς νότον ἕρπει». Καὶ ἐν τοῖς ἑξῆς δὲ ἠπείρου πλατὺν ἰσθμὸν λέγει τὸν μεταξὺ τοῦ Εὐξείνου πόντου καὶ τοῦ Ἰσσικοῦ κόλπου, οὗ ἐντὸς «ἄσπετά,» φησι, «φῦλα τιταίνεται.» Ἐν τούτοις δὲ ἐκθεραπεύει τὴν τόλμαν, καὶ δοκεῖ ἀνθομολογεῖσθαι διὰ τοῦ τέταται, καὶ διὰ τοῦ μακρὸς καὶ ἀθέσφατος καὶ πλατὺς, ὡς οἶδε μὲν τὸν κυρίως ἰσθμὸν, τίθησι δὲ ὅμως γενικώτερον τὴν λέξιν καὶ ἐπὶ πάσης ἠπείρου ἁπλῶς, ἣν μέσην ἀπείληφεν ἡ ἑκατέρωθεν θάλασσα.