Ancient Greek
Section 310
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 310
Not analysed yet
Ὅτι οἱ Νευροὶ λέγονται ἐκλιπεῖν ποτε τὴν ἑαυτῶν χώραν ὑπὸ ὄφεων, καὶ ὅτι γόητες ἐλέγοντο εἶναι. Ἔτους τοίνυν ἑκάστου, φησὶν, ἅπαξ ἕκαστος τῶν Νευρῶν λύκος γίνεται ὀλίγας ἡμέρας, καὶ αὖθις εἰς ἄνθρωπον ἀποκαθίσταται. Σημείωσαι δὲ ὅτι νεβρός μὲν τὸ γέννημα τῆς ἐλάφου διὰ τοῦ β γράφεται, Νευροί δὲ τὸ ἐθνικὸν, οἱ καὶ Νευρῖται, διὰ τῆς ευ διφθόγγου. Ὅτι Ἡρακλέος υἱοὶ Γελωνὸς καὶ Ἀγάθυρσος, ἐξ ὧν ἔθνη βορειότερα τοῦ Ἴστρου οἱ Γελωνοί τε καὶ οἱ Ἀγάθυρσοι. Ὑπὸ μὲν οὖν ψυχροῖς Ἀγαθύρσοις, ὡς ὁ Διονύσιός φησιν, ἀδάμας ἐστὶ παμφανόων. Οἱ Γελωνοὶ δὲ, ὡς ἄλλοι φασὶν, γῆν τε ἐργάζονται καὶ σιτοφαγοῦσι καὶ κήπους ἔχουσιν. Ὁ δὲ τὰ Ἐθνικὰ γράψας οὕτω φησί· «Γελωνοὶ, πόλις Σαρματίας, ἀπὸ Γελωνοῦ, ὃς Ἀγαθύρσου μὲν ἦν ἀδελφὸς, υἱὸς δὲ Ἡρακλέος. Ἔστι δὲ περὶ αὐτοὺς πόλις ξυλίνη μεγάλη κατὰ Ἡρόδοτον, κειμένη ἐν Βουδίνοις, ἔθνει μεγάλῳ. Παρὰ τούτοις ζῶον λέγεται θαυμάσιον γίνεσθαι, τὸ μέγεθος ὅσον βοὸς, ἐοικὸς τὸν τοῦ προσώπου τύπον ἐλάφῳ, καλούμενον τάρανδος, δυσθήρατον διὰ τὴν μεταβολήν. Μεταβάλλει γὰρ τὰς χρόας τῶν τριχῶν καθ' ὃν ἂν τόπον ᾖ, καὶ ἀλλοιοῦται, καθὰ καὶ ὁ χαμαιλέων καὶ ὁ πολύπους.» Περὶ δὲ τῶν Ἀγαθύρσων ὁ αὐτὸς λέγει, ὅτι ἢ ἀπὸ Ἀγαθύρσου υἱοῦ Ἡρακλέος οὕτω λέγονται, ἢ ἀπὸ τῶν θύρσων τοῦ Διονύσου· κλάδοι δέ εἰσιν οἱ θύρσοι, οὓς ἐν ταῖς τοῦ Διονύσου τελεταῖς φέρουσιν. Ἡρόδοτος δὲ οὐ μόνον Γελωνὸν καὶ Ἀγάθυρσον υἱοὺς Ἡρακλέος λέγει, ἀλλὰ καὶ Σκύθην νεώτατον καὶ γενναιότατον, οὓς ἐγέννησεν Ἡρακλῆς ἐλθὼν εἰς τὴν τῶν Σκυθῶν γῆν, ὅτε τὰς Γηρυόνου βοῦς ἔλαυνε, μιγεὶς, φησὶν, Ἐχίδνῃ μιξοπαρθένῳ, γυναικὸς μὲν τὰ ἄνω ἀπὸ γλουτῶν ἐχούσῃ, τὰ δὲ κάτω ὄφεως. Λέγει δὲ τοὺς Ἀγαθύρσους ὁ αὐτὸς ἀνδρῶν ἁβροτάτους καὶ χρυσοφόρους, καὶ ἐπίκοινον τὴν μῖξιν τῶν γυναικῶν ποιουμένους. Τοὺς δὲ Γελωνοὺς Ἕλληνας τὸ ἀρχαῖον εἶναί φησι γῆς ἐργάτας.