Ancient Greek
Section 321
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 321
Not analysed yet
Ὅτι τὰ ἀνωτέρω ῥηθέντα Ὠρίκια ἄστεα ἐρυμνά τινες δίχα τοῦ κατ' ἀρχὰς ν γράφουσι. Τάχα δὲ ἀπὸ τούτων καὶ Ὤρικος λιμήν. Φησὶ γοῦν Ἑκαταῖος· Μετὰ δὲ Βουθρωτὸς πόλις, μετὰ δὲ Ὤρικος λιμήν. Καὶ Ἀπολλώνιος· Ὤρικον εἰσαφικέσθαι. Καὶ Πολύβιος ἐν ἑβδόμῳ· Οἱ δὲ τὸν Ὤρικον κατοικοῦντες, οἳ καὶ πρῶτοι κεῖνται περὶ τὴν εἰσβολὴν τὴν πρὸς τὸν Ἀδρίαν ἐκ δεξιῶν εἰσπλέοντι. Τινὲς δὲ καὶ Νωρίκια γράφουσι μετὰ τοῦ ν. Τὸ δὲ ἐρυμνά τινὲς ἐρεμνά γράφουσιν, ὃ ἔστι σύμφυτα καὶ δασέα καὶ κάταλσα, ὅθεν καὶ φαίνονται μέλανα διὰ τὸ πολὺ τῆς σκιᾶς. Διὸ καὶ παρ' Ὁμήρῳ ἐν τῷ «μέλαν δρυὸς ἀμφικεάσσας» μέλαν δρυός τινὲς τὴν τῶν φύλλων εἶπον δασύτητα, διὰ τὴν ἐξ αὐτῶν ἀποτελουμένην μελανίαν τῆς σκιᾶς. Καὶ ταῦτα μὲν περὶ Ὠρικίων ἀστέων. Ὁ δὲ Γεωγράφος ἔθνος τι συνάπτον τοῖς περὶ Ἀκυληΐαν χωρίοις Νωρικοὺς γράφει μετὰ τοῦ ν, ἄλλα τε λέγων καὶ ὅτι ἐγγὺς τοῦ Ἀδριατικοῦ μυχοῦ καὶ τῶν κατὰ Ἀκυληΐαν τόπων οἰκοῦσι Νωρικῶν τινες, καὶ ὅτι κατὰ Ἀκυληΐαν ἐν Ταυρίσκοις τοῖς Νωρικοῖς χρυσεῖον εὐφυὲς, ὥστε ἐπὶ δύο πόδας ἀποσύραντα τὴν ἐπιπολῆς γῆν εὐθὺς ὀρυκτὸν χρυσίον εὑρίσκεσθαι. Ἔχεις οὖν τάχα Νωρικῶν τε καὶ Ὠρίκων διαφορὰν, ὡς Ὠρίκων μὲν ὄντων κατὰ Πολύβιον τῶν περί που τὴν τοῦ Ἀδρίου εἰσβολὴν, ὅπου καὶ ὁ Ὤρικος λιμὴν καὶ ἡ Βουθρωτὸς, Νωρικῶν δὲ τῶν πρὸς τῷ μυχῷ τοῦ αὐτοῦ κόλπου κατά τε τὸν Γεωγράφον καὶ κατὰ πολλὰ τῶν ἀντιγράφων τοῦ Διονυσίου. Ἔοικε δὲ ὅτι καὶ ὁ Διονύσιος Ὠρίκους οἶδεν, οὓς καὶ ὁ Πολύβιος· ἐν γοῦν τοῖς ἑξῆς ἐρεῖ περὶ τὴν Ὠρικίαν γῆν εἶναι τὴν τῆς Ἑλλάδος ἀρχὴν, ζωννυμένην τῇ τε Σικελικῇ θαλάσσῃ καὶ τῇ Αἰγαίῃ. Καὶ οὕτω μὲν ταῦτα. Τινὲς δὲ ἱστοροῦσι καὶ ὅτι Νώρικον οἱ Φρύγες τὸν ἀσκὸν καλοῦσι τῇ σφετέρᾳ διαλέκτῳ, καὶ ὅτι, ὁπηνίκα Μαρσύας ἐκεῖνος ὁ μουσικὸς ἀπεδάρη τὸ σῶμα ὑπ' Ἀπόλλωνος, ὁ ἀσκὸς κρεμασθεὶς καὶ τῷ χρόνῳ κατενεχθεὶς ἔπεσεν εἰς τὴν Μίδου λεγομένην κρήνην, καὶ αὐτὴ μὲν μετεκλήθη Μαρσύας, ὁ δὲ ἀσκὸς καταφερόμενος ὑπὸ τοῦ ποταμοῦ ἁλιεῖ προσηνέχθη· καὶ Πεισίστρατος ὁ Λακεδαιμόνιος κατὰ χρησμὸν ἀπὸ τοῦ συγκυρήματος πόλιν κτίσας Νώρικον προσηγόρευσεν, ὡς ἂν εἴποι τις ἀσκόν. Ἐὰν δὲ Φρυγία οὖσα ἡ τοῦ Πεισιστράτου πόλις αὕτη οὐδὲν ἔχῃ κοινὸν πρὸς τοὺς ἀνωτέρω ῥηθέντας Νωρίκους, ἀλλ' οὖν ἡ ἱστορία πρὸς πολυπειρίαν οὐκ ἄχαρις.