Ancient Greek
Section 373
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 373
Not analysed yet
Ὅτι Σύβαρις Ἀχαιῶν κτίσμα, μεταξὺ δύο ποταμῶν, τοῦ τε Κράθιδος καὶ τοῦ Συβάριδος, πέντε καὶ εἴκοσι πόλεις ποτὲ ὑπηκόους ἔχουσα, κατὰ τὸν Γεωγράφον, καὶ τριάκοντα μυριάσιν ἀνδρῶν ἐπὶ Κροτωνιάτας στρατεύσασα. Ἀφῃρέθη δὲ, φασὶ, τὴν εὐδαιμονίαν ὑπὸ τρυφῆς ἐν ἡμέραις ἑβδομήκοντα. Ἑλόντες γὰρ τὴν πόλιν οἱ Κροτωνιᾶται ἐπήγαγον τὸν ποταμὸν καὶ κατέκλυσαν αὐτήν. Ὕστερον δὲ τῆς πόλεως μετατεθείσης καὶ συνοικισθείσης ὑπὸ Ἀθηναίων καὶ ἄλλων Ἑλλήνων, Θούριοι προσηγορεύθησαν ἀπὸ κρήνης τινὸς ὁμωνύμου. Ἱστορεῖται δὲ καὶ ὅτι τῶν μνημονευθέντων ποταμῶν ὁ Σύβαρις μὲν τῶν ἵππων τοὺς πίνοντας ἀπ' αὐτοῦ πτυρτικοὺς ποιεῖ, ὁ Κρᾶθις δὲ τοὺς ἐν αὐτῷ λουομένους ξανθοτριχεῖν ποιεῖ καὶ λευκοτριχεῖν· ὃ καὶ περὶ τοῦ Ὁμηρικοῦ Ξάνθου ὁ Ἀριστοτέλης ἱστόρησεν.