Ancient Greek
Section 431
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 431.1
Not analysed yet
Ὅτι ἐς νότον Δωδώνης, ὑπὸ σκοπιὰν Ἀρακύνθου (Αἰτωλικὸν δὲ ὄρος ὁ Ἀράκυνθος) τὸ τῶν Αἰτωλῶν ἐστι πεδίον μέγα, δι' οὗ μέσου ὁλκὸν ἄγων Ἀχελώιος ἀργυροδίνης σύρεται ἐπὶ τὸν τῆς Θρινακίας πόντον, ἑλισσόμενος διὰ μέσων τῶν Ἐχινάδων, ὧν μία καὶ ἡ Ὁμηρικὴ Τάφος. Ταύτας δὲ, φασὶν, οὐκ ἔστιν ἄρτι εὑρεῖν· ὁ γὰρ Ἀχελῷος πολλὴν ἰλὺν ἐρευγόμενος προσέχωσεν αὐτάς. Ἡρόδοτος δὲ οὐ πάσας ἀφανισθῆναί φησιν, ἀλλά τινας· λέγει γὰρ ὅτι Ἀχελῷος ῥέων δι' Ἀκαρνανίας καὶ ἐξιὼν εἰς θάλασσαν τῶν Ἐχινάδων νήσων τὰς ἡμίσεας ἤπειρον πεποίηκε. Ταύταις δὲ ὅμοροι καὶ αἱ τῶν Κεφαλλήνων πόλεις. Ἰστέον δὲ ὅτι Αἰτωλοὶ μὲν τὸ ἔθνος ἀπὸ Αἰτωλοῦ υἱοῦ Ἐνδυμίωνος, νῆσοι δὲ Ἐχινάδες ἢ ἀπό τινος Ἐχίονος ἢ διότι πολλοὶ ἐκεῖ ἐχῖνοι· ὁποίου δὲ γένους ἐχῖνοι, ζητητέον ἐν ἄλλοις, εἴτε οἱ τῇ χέρσῳ φιληδοῦντες, εἴτε καὶ οἱ θαλάσσιοι. Καὶ ἄλλως δὲ Ἐχινάδες διὰ τὸ τραχὺ τοῦ τόπου καὶ οἷον ἀκανθῶδες κατὰ τοὺς ἐχίνους. Τοὺς δὲ Κεφαλλῆνας καὶ τὴν Κεφαλληνίαν ἐν δυσὶ λλ ἡ παλαιὰ χρῆσις ἅπασα ἔχει. Ἡ δὲ κλῆσις ἀπό τινος Κεφάλου, ὡς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν γέγραπται. Ἰστέον δὲ ὅτι τὸ Ἀχελῷος προσγεγραμμένον ἔχει τὸ ι, τῷ τύπῳ τῶν διὰ τοῦ ωος προπερισπωμένων κτητικῶν, τοῦ πατρῷος, Μινῷος καὶ τῶν λοιπῶν· καὶ ἔστιν οἷον κτητικόν. Διὰ τοῦτο καὶ ὁ Διονύσιος ἐκφωνήσας τὸ ι πεντασυλλάβως λέγει αὐτὸν Ἀχελώιον. Θρινακίας δὲ πόντον τὸν Σικελικὸν λέγει. Διὰ τί δὲ Θρινακίαν ἡ Σικελία λέγεται, ῥηθήσεται ἐν τοῖς ἑξῆς. Σημείωσαι δὲ ὅτι ὁ Γεωγράφος τὸν Ἀχελῷον οὐκ εἰς τὸν τῆς Σικελίας κόλπον, ἀλλ' εἰς τὸν Κορινθιακὸν κόλπον ἐκβάλλειν φησὶν, ὡς εἶναι τὸν αὐτὸν κόλπον Κορινθιακὸν μὲν κατὰ τὸν Γεωγράφον, Σικελικὸν δὲ κατὰ τὸν Διονύσιον. Ἀχελῷος δὲ οὗτός ἐστιν, ὃς κλασθεὶς τὸ ἀριστερὸν κέρας ὑφ' Ἡρακλεῖ τὸ τῆς Ἀμαλθείας κέρας ἀντέδωκε, δι' οὗ πᾶν ἀγαθὸν ἐχορηγεῖτο τῷ χρῄζοντι. Τοῦτο δὲ οἱ τῶν μύθων θεραπευταὶ πρὸς ἀλήθειαν συμβιβάζοντες τοιοῦτόν τί φασιν αἰνίττεσθαι· Ἡρακλῆς εὐεργετεῖν εἰδὼς τοὺς ὅποιποτε γῆς, εἶτα δὴ καὶ τὸν ποταμὸν τοῦτον μαθὼν πλημμελῶς ῥέοντα καὶ ταῖς καμπαῖς πολλὴν τῆς Αἰτωλικῆς παρατεμνόμενον, καὶ οὕτως ἀδικοῦντα, παραχώμασί τισι καὶ διώρυξι καὶ διοχετείαις αὐτὸν ἐβιάσατο· καὶ παρατρέψας καὶ ῥέειν σωφρόνως ποιήσας ἀνέψυξε τὴν γῆν, καὶ εἰς ἀγαθοποιὸν εὐχρηστίαν μετήγαγε, καὶ τὸ τοῖς ἐγχωρίοις ἐπαριστερὸν κέρας τοῦ ποταμοῦ, τὴν ἄτακτον καμπὴν δηλαδὴ τὴν ὡς εἰπεῖν ἀτέραμνον καὶ σκληρὰν τοῖς ἐκεῖ, εἰς μαλθακὴν οἷον ἀντιπεριέστησε δεξιότητα. Καὶ ταῦτά εἰσι τὰ κέρατα τοῦ Ἀχελῴου, τό τε βίαιον τὸ καταπονηθὲν, καὶ τὸ πλουτοποιὸν τὸ ἀντιδοθὲν, δι' οὗ καὶ Ἡρακλῆς εὐεργέτης ἔγνωσται· τὰς γάρ τοι τῶν ποταμίων ῥείθρων καμπὰς κέρατα ἐκάλουν οἱ παλαιοὶ, καὶ διὰ τοῦτο ταυροκράνους καὶ κερασφόρους ἐτύπουν αὐτούς. Καὶ οὕτω μέν τινες περὶ τῶν κατὰ τὸν Ἀχελῷον. Ἕτεροι δὲ αὐτὸν μὲν ἀφῆκαν ὅποι βούλοιτο ῥέειν, τὸ δὲ τῆς Ἀμαλθείας μόνον κέρας τὸ εὔδαιμον ἐν λόγῳ ἔθεντο, καὶ τὸ αὐτόθι τοῦ μύθου νοσοῦν ἐκθεραπεύοντες ἱστοροῦσι γραῦν τὴν Ἀμάλθειαν γενέσθαι κερδαλέαν, ἐμπορικὴν, τὸ πολὺ τῆς ἐμπολῆς ἐντιθεῖσαν κέρατι, ὃ διὰ τοῦτο Ἀμαλθείας κέρας ἐφημίζετο, πλουτοποιὸν καὶ βιωφελές. Ἐπεὶ δὲ Ἡρακλῆς ἀφελόμενος αὐτὸ πλῆρες τοῦ ἐγκειμένου κέρματος καὶ χρησάμενος ἔζησε πρὸς τρυφὴν, λόγος ἐντεῦθεν διεδόθη ἀστεῖος, ὡς ἄρα τῷ Ἡρακλεῖ τὸ τῆς Ἀμαλθείας κέρας ἐκβλύζει πᾶν ἀγαθὸν, οὐ τὸ τῆς μυθικῆς αἰγὸς τῆς θρεψαμένης τὸν Αἰγίοχον Δία, ἀλλὰ τὸ τῆς ῥηθείσης γραός. Ἄλλοι δὲ τὸ τῆς Ἀμαλθείας κέρας, δι' οὗπερ εὖ ἔχει τὰ κατὰ τὸν Ἡρακλέα, τὸ σκληρόν φασι τῆς διαίτης ἐκείνου καὶ τόν ποτε κατ' ἀρετὴν βίον αἰνίττεσθαι, ὁπηνίκα ἡμίγυμνος περιϊὼν καὶ ἐκκαθαίρων κακίας τὴν γῆν οὐ μαλθακῶς εἶχεν, ἀλλὰ σκληρότερον τοῖς φαύλοις προσεφέρετο. Καὶ τοῦτο ἦν τὸ τῆς Ἀμαλθείας κέρας, ἡ ἀμάλθακτος πρὸς πόνους ἀντιτυπία τοῦ ἥρωος. Ὅτε μέντοι ἐμελέτησεν οἰκουρεῖν, ἀναπεισθεὶς ὑπὸ γυναικὸς, καὶ σκιατραφούμενος ἱμάτια περιεβάλλετο θάλποντα, καὶ οὐκέτι πρὸς ψῦχος ἐγυμνάζετο, ἀλλ' ἐθάλφθη πρὸς τρυφὴν ἀποκλίνας, κατακαίει ὁ λόγος τὸν ἥρωα, τὴν ἐκ τῆς περιβολῆς θάλψιν εἰς πυρὰν αὐτῷ ὑπανάψας. Ἄλλος δέ τις λόγος Λιβυκόν τι χωρίον πάμφορον, ἐοικὸς βοὸς κέρατι κατὰ τὸ σχῆμα, ἐκτίθεται, καὶ εἰς κτῆμα γυναικί τινι Ἀμαλθείᾳ δίδωσιν, ὅπερ διὰ τὸ καρποῦ παντὸς εἰς πολλαπλάσιον δοτικὸν εἶναι ὁ μῦθος εἰς βόειον κέρας μεταλαβὼν τὰ θρυλούμενα περὶ αὐτοῦ διαδίδωσιν. Εἰ δέ τι παραπήλαυσεν ἀγαθὸν τοῦ τοιούτου κέρατος καὶ ὁ Ἡρακλῆς, ὅτε εἰς Λιβύην ἀπεδήμησε, λέγοιτο ἂν οὕτω μετεῖναι τῷ Ἡρακλεῖ τοῦ τοιούτου τῆς Ἀμαλθείας κέρατος. Καὶ ταῦτα μὲν ἐς τοσοῦτον ἱκανῶς, ἡμᾶς τοῦ κατὰ τὸν Ἀχελῷον ἐπὶ τὰ τοιαῦτα οἷον παρασύραντος ῥεύματος. Ἰστέον δὲ ὅτι ὥσπερ Ἀσωποὶ πολλοὶ, ἔτι δὲ καὶ Κηφισσοὶ, οὕτω καὶ Ἀχελῷοι, ὧν εἷς καὶ ὁ ἐν Πελοποννήσῳ κατὰ τὴν Ἀχαϊκὴν Δύμην.