Ancient Greek
Section 428
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 428
Not analysed yet
Ὅτι ὁ Αἷμος, ὃς καὶ οὐδετέρως τὸ Αἷμον λέγεται ἀπό τινος βασιλέως Σκυθῶν, Θρᾴκιόν ἐστιν ὄρος. Φησὶ γάρ «κορυφαὶ χιονώδεος Αἵμου Θρηϊκίου.» Τούτου πρὸς ζέφυρον Δωδώνη κεῖται, ἤπειρος ἀπείριτος. Καὶ ὅρα σχῆμα ἐτυμολογίας ἢ παρηχήσεως ἐν τῷ «ἤπειρος ἀπείριτος.» Τοιοῦτον καὶ τό «ἐν ἐκείναις ἠπείροις εἷς πόντος ἀπείριτος.» Ἰστέον δὲ ὅτι Δωδώνη οὐ μόνον ἡ χώρα, ἀλλὰ καὶ πόλις ἦν Δωδώνη, ἀπὸ Δωδώνης τῆς Διὸς καὶ Εὐρώπης, ἢ ἐκ ποταμοῦ Δώδωνος. Ἐλέγετο δὲ καὶ Δωδὼν δισυλλάβως. Ἀπ' αὐτῆς καὶ τὸ Δωδωναῖον χαλκεῖον ἐπὶ τῶν πολυλόγων. Ἐγένετο δέ ποτε Θεσπρωτὶς ἡ Δωδώνη, τουτέστιν ὑπὸ τοὺς Θεσπρωτοὺς, περὶ ἣν καὶ τὸ τοῦ Δωδωναίου Διὸς μαντεῖον διὰ τῆς δρυὸς, ὡς καὶ ἐν Ὀδυσσείᾳ εἴρηται.