Ancient Greek
Section 457
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 457
Not analysed yet
Ὅτι μετὰ τὰ Γάδειρα αἱ Γυμνήσιαι νῆσοι, οὕτω κληθεῖσαι ἢ διὰ τὸ γυμνοὺς καὶ ἀχλαίνους κατὰ τὸν Λυκόφρονα ἐκεῖ ἐξενεχθῆναι διὰ ναυαγίαν τινὰς τῶν Βοιωτῶν, ἢ ὅτι γυμνοὶ διάγουσιν οἱ ἐκεῖ. Ἐκλήθησαν δέ ποτε καὶ Βαλιαρίδες αἱ τοιαῦται νῆσοι. Ἄριστοι δὲ σφενδονᾶν οἱ ἐν αὐταῖς, ὡς καὶ Λυκόφρων ἱστορεῖ, σφενδόνας ἀνὰ τρεῖς ἔχοντες ἐν τῇ κεφαλῇ. Διὸ καὶ Βαλιαρεῖς λέγονται, ὃ ἔστι σφενδονῆται, κατὰ τὴν ἐγχώριον γλῶσσαν. Ἑπτὰ δὲ εἰπόντων τινῶν εἶναι τὰς Γυμνησίας νήσους, ὁ Γεωγράφος δύο αὐτὰς ἱστορεῖ, ὧν ἡ μὲν, φησὶ, μείζων, ἡ δὲ ἐλάττων, εὐδαίμονες ἄμφω· καὶ εὐλίμενοι μὲν, χοιραδώδεις δὲ, ἤτοι πετρώδεις καὶ τραχεῖαι, κατὰ τὰ στόματα τῶν λιμένων. Οἱ δὲ ἐν αὐταῖς ἄνθρωποι πρῶτοι πλατυσήμους χιτῶνας ἐφεῦρον. Λέγεται δὲ καὶ ὅτι εἰς τούτους κομισθέντες πέραθέν ποθεν δύο λαγιδεῖς, ἄρρην καὶ θήλεια, οὕτως εἰς ἐπιγονὴν πολλὴν ηὐξήθησαν, ὥστε καὶ οἴκους ἀνατρέπειν ἐξ ὑπονομῆς καὶ δένδρα. Ὅθεν καὶ ἠναγκάσθησαν οἱ ἐκεῖ πρεσβεῦσαι εἰς Ῥωμαίους διὰ χώρας αἴτησιν. Εἰσὶ δὲ γεωρύχοι καὶ ῥιζοφάγοι οἱ λαγιδεῖς, οὓς καὶ λεβηρίδας ἐκάλουν τινές. Ὅτι ἐπὶ ταῖς Γυμνησίαις νήσοις ἡ Βοῦσός ἐστιν, ἣν Ἡρωδιανὸς ἐν τῇ καθόλου προσῳδίᾳ ὀξύνει, Βουσός ἀναγινώσκων. Ταύτης ὁ κύκλος τετρακοσίων σταδίων, ὡς ὁ Γεωγράφος φησίν.