Ancient Greek
Section 496
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 496
Not analysed yet
Ὅτι Χαλκὶς ὄρος ἐστὶν Αἰτωλίας, ἀφ' ἧς ὁ Ἀχελῷος ἕρπει δίναις ἀργυρέαις. Εἰσὶ δὲ καὶ ἄλλαι Χαλκίδες, ὄρη δηλοῦσαι ἢ πόλεις, οἷον καὶ ἡ κατὰ Εὔβοιαν, ὡς καὶ πρὸ βραχέων ἐρρέθη πλατύτερον, καὶ ἡ Θρᾳκικὴ, ἣ καὶ μέχρι νῦν σώζει τὸ ὄνομα.