Ancient Greek
Section 512
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 512
Not analysed yet
Ὅτι περὶ Φοινίκην νῆσος ἡ Ἄραδος. Λέγονται δὲ γενέσθαι ποτὲ ἔνδοξοι οἱ Ἀράδιοι, ὅτε στασιαζόντων τῶν ἀδελφῶν Σελύκου τοῦ Καλλινίκου καὶ Ἀντιόχου τοῦ Ἱέρακος, αὐτοὶ τῷ Καλλινίκῳ προσθέμενοι ἔλαβον ἐξουσίαν δέχεσθαι τοὺς καταφεύγοντας ἐκ τοῦ βασιλέως παρ' αὐτοὺς, καὶ μὴ ἐκδιδόναι ἄκοντας· μὴ μέντοι μηδὲ ἐκπλέειν ἐξ αὐτῶν τοὺς πρόσφυγας ἄνευ τοῦ ἐπιτρέψαι τὸν βασιλέα. Ἔστι δὲ καὶ ἑτέρα νῆσος Ἄραδος, ὡς ῥηθήσεται κατωτέρω.