Ancient Greek
Section 566
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 566.1
Not analysed yet
Ὅτι πρὸς βορρᾶν, ἔνθα Ῥῆνος ὑστατίαν εἰς ὠκεανὸν ἀπερεύγεται δίνην, αἱ Βρετανίδες εἰσὶ δύο νῆσοι, Ἰουερνία καὶ Ἀλουΐων, ἤτοι Ἰβερνία καὶ Ἀλβίων, Βρετανίδες δι' ἑνὸς τ παρὰ τούτῳ τῷ ποιητῇ γραφόμεναι· ὧν μέγεθος περιώσιον, ὅπερ καὶ ἐπὶ τῆς Κρήτης εἶπεν, οὐδέ τις ἄλλη νήσοις ἐν πάσαις ἰσοφαρίζει, ὃ ἔστιν ἐξισοῦται αὐταῖς καὶ τὸ ἴσον φέρεται· αἷς καὶ συγκρίνων τὰς ἐκεῖ νήσους τῶν Ἀμνιτῶν νησῖδας ἐν ὑποκορισμῷ καλεῖ. Ἔνθα, φησὶν, αἱ γυναῖκες τῶν ἀγαυῶν Ἀμνιτῶν ἀντιπέραθεν ἐρχόμεναι τελοῦσιν ἱερὰ τῷ Βάκχῳ κατὰ νόμον ἐννύχιαι, στεψάμεναι κισσοῦ μελαμφύλλου κορύμβοις· παταγῆς δὲ λιγύθροος ὄρνυται ἠχή. Λέγει δὲ κισσὸν μελάμφυλλον τὸν δασὺν, ὡς μελανίαν τοῖς φύλλοις παρέχοντα. Οὕτω δὲ καὶ ἐν τῷ «μέλαν δρυὸς ἀμφικεάσσας» παρ' Ὁμήρῳ δρυὸς μέλαν τινὲς εἶπον τὴν τῶν φύλλων περιττότητα καὶ τὴν πύκνωσιν, ἀφ' ἧς τὸ τῆς σκιᾶς μέλαν γίνεται, ὡς καὶ πρὸ τούτων γέγραπται. Κόρυμβοι δὲ νῦν οἱ βοτρυώδεις λέγονται καρποὶ τοῦ κισσοῦ. Ὅτι δὲ καὶ ἐπὶ ἐξοχῆς ὀρεινῆς ἡ λέξις κεῖται, δῆλον. Φησὶ γὰρ Ἡρόδοτος «οἱ μὲν ἔφυγον ἐπὶ τοῦ ὄρους τὸν κόρυμβον.» Τὸ δὲ παταγή κοινότερον μὲν ὀξύνεται, ὡς τὸ ἀλαλαγή, ὁ δὲ Ἡρωδιανὸς βαρύνει αὐτὸ, λέγων ὅτι οὐκ ἐκ τοῦ πατάσσω γίνεται, ὠξύνετο γὰρ ἂν ὡς τὸ ἀλαλαγή, ἀλλ' ἀπὸ τοῦ πάταγος, οὗ τὸ θηλυκόν φησιν ἡ πατάγη. Καὶ ταῦτα μὲν τοιαῦτα. Φασὶ δὲ νῆσον ὠκεανίαν εἶναι μικρὰν, οὐ πάνυ πελαγίαν, ἣν οἰκοῦσι γυναῖκες Ἀμνιτῶν Διονύσῳ κατεχόμεναι. Οὐκ ἐπιβαίνει δὲ ἀνὴρ τῆς νήσου, ἀλλ' αὐταὶ πλέουσι πρὸς τοὺς ἄνδρας, καὶ κοινωνοῦσαι αὐτοῖς ἐπανέρχονται. Εἶτα συγκρίνων ῥητορικῶς ταῦτα τὰ ἱερὰ πρὸς ἄλλα ὅμοιά φησιν, οὐχ οὕτως οἱ Ἀψίνθιοι Θρᾷκες, οὐδ' οὕτως οἱ Ἰνδοὶ μελανδίνην ἀνὰ ποταμὸν Γάγγην κῶμον, ἤγουν κωμαστικὴν ἑορτὴν ἄγουσι τῷ Διονύσῳ, ὡς αἱ νησιώτιδες αὗται γυναῖκες ἀνευάζουσι, τουτέστιν ὑμνοῦσι τὸν Εὔιον Διόνυσον, εὐοῖ εὐᾶν ἀνακράζουσαι, ταῦτα δὴ τὰ ἐπὶ Διονύσῳ ἐνθουσιαστικὰ ἐπιφωνήματα. Λόγος γὰρ τὰς τῶν Ἀμνιτῶν γυναῖκας δι' ὅλης νυκτὸς ἐξαλλομένας χορεύειν, ὥστε ἐν τούτῳ καὶ τοὺς Θρᾷκας εἴκειν αὐταῖς καὶ τοὺς Ἰνδοὺς, καίτοι καὶ αὐτοὺς κατόχους ὄντας τῷ Διονύσῳ, καὶ πάνυ ὀργιάζοντας αὐτῷ. Ὁ δὲ Γεωγράφος καὶ ἱερὸν εἶναι λέγει ταῖς γυναιξὶ τῶν Ἀμνιτῶν, ὅπερ κατ' ἐνιαυτὸν ἀποστεγάζουσαι αὐθημερὸν πάλιν πρὸ δύσεως ἡλίου στεγάζουσιν, ἑκάστης φορτίον ἐπιφερούσης, ὅπερ ἐὰν ἐκπέσῃ, διασπῶσι μανιωδῶς τὴν φέρουσαν. Ἰστέον δὲ ὅτι ἐννύχια τῷ Διονύσῳ ἐτελοῦντο τὰ μυστήρια, πρὸς αἴνιγμα τοῦ δεῖν τοὺς πίνοντας ἐπικρύπτειν τὸν οἶνον, καὶ μὴ ἐς προὖπτον ἀσχημονεῖν κωμάζοντας· ἢ καὶ διὰ τὴν σπουδὴν τοῦ ταμιεύεσθαι τὸν οἶνον καὶ κρύπτεσθαι ὡς εἰς παλαίωσιν. Διὸ καὶ Οἰκουρὸς Διόνυσος ἐλέγετο. Τὸ δὲ ἔθνος οἱ Ἀψίνθιοι ἀπὸ ποταμοῦ ἐοίκασι κεκλῆσθαι Ἀψίνθου. Φησὶ γὰρ ὁ Διονύσιος, «Θρήικος ἐπ' ᾐόσιν Ἀψίνθου.» Διχῆ δὲ γράφεται, καὶ διὰ τοῦ υ καὶ διὰ τοῦ ι· ὡς καὶ τὸ ἀψίνθιον τὸ φυτὸν, καθά φασιν οἱ παλαιοί. Τὸ δὲ εὐοῖ εὐᾶν ἀναφωνήσεις ἦσαν, ὡς εἴρηται, εἰς τὸν Διόνυσον ὑμνητήριοι, περὶ ὧν μετ' ὀλίγα ἐν τῷ περὶ Καμαριτῶν λόγῳ ῥηθήσεται. Ὁ δὲ Διόνυσος Εἰραφιώτης μὲν καλεῖται ἢ παρὰ τὸ ἐρράφθαι ἐν τῷ μηρῷ τοῦ Διὸς, ἢ παρὰ τὸ ἔριν φαίνειν· πατὴρ γὰρ ἔριδος οἶνος ὑπὲρ μέτρον πινόμενος. Ἐρίβρομος δὲ καὶ ἐριβρεμέτης ἢ διὰ τὰς τῶν μεθυόντων κραυγὰς (διὸ καὶ Βάκχος ὡς ἀπὸ τοῦ βάζειν λέγεται, προσληφθέντος τοῦ κ στοιχείου διὰ πλείονα τραχύτητα φωνῆς), ἢ διὰ τὸν βρόμον, ὃν ὁ γλευκάζων οἶνος ποιεῖ πνευματούμενος καὶ ζέων. Καὶ οὕτω μὲν καὶ ταῦτα. Τὴν δὲ μεγίστην Βρεττανικὴν νῆσον οἱ παλαιοὶ τρίγωνον ἱστοροῦσιν εἶναι τῷ σχήματι, εἰς ἣν διαίρων, ἤγουν ἀποπλέων, Καῖσαρ ὁ ἐπιλεγόμενος θεὸς νύκτωρ ἀνήχθη, καὶ τῇ ὑστεραίᾳ κατῆρε περὶ τετάρτην ὥραν, τριακοσίους σταδίους διάπλου τελέσας. Δὶς δὲ, φασὶ, διαβὰς ἐκεῖ ἐπανῆλθε διαταχέων, οὐδὲν μέγα διαπραξάμενος, οὐδὲ προελθὼν ἐπὶ πολὺ τῆς νήσου, ἀλλὰ δύο μὲν ἢ τρεῖς νίκας νικήσας, ἀπολέσας δὲ πλοῖα πολλὰ διὰ τὴν αὔξησιν τῶν ἐν τῷ ὠκεανῷ πλημμυρίδων καὶ τῶν ἀμπώτεων.