Ancient Greek
Section 561
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 561
Not analysed yet
Ὅτι κατὰ τὴν ἱερὰν ἄκραν τὴν κατὰ τοὺς ἀφνειοὺς Ἴβηρας, ὃ ἔστι κατὰ τὸ οὕτω λεγόμενον ἱερὸν ἀκρωτήριον, ὃ καὶ κάραν Εὐρώπης ἄλλοι φασίν, αἱ Κασσιτερίδες εἰσὶ δέκα νῆσοι ἐγγὺς ἀλλήλων, πρὸς ἄρκτον κείμεναι, ἃς ὁ Διονύσιος ἑσπερίδας καλεῖ διὰ τὸν τόπον τῆς θέσεως· δυτικαὶ γάρ εἰσιν· ὅθεν, φησὶ, κασσιτέροιο γενέθλη, διὸ καὶ Κασσιτερίδες λέγονται. Οὐκ ἐπιπολῆς δὲ, φασὶν, ὁ κασσίτερος, ἀλλ' ὀρυττόμενος εὑρίσκεται. Τούτων τῶν δέκα νήσων μία ἔρημος, τὰς δ' ἄλλας οἰκοῦσι μελάγχλαινοι ἄνθρωποι ποδήρεις ἐνδεδυκότες χιτῶνας, ἐζωσμένοι τὰ στέρνα, μετὰ ῥάβδων περιπατοῦντες, ὅμοιοι ταῖς τραγικαῖς Ποιναῖς, ὥς φασιν οἱ παλαιοί. Ἡρόδοτος δέ φησιν ὅτι «οὐκ οἶδα νήσους Κασσιτερίδας, ἐξ ὧν ὁ κασσίτερος ἡμῖν φοιτᾷ.»