Ancient Greek
Section 652
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 652
Not analysed yet
Ὅτι περὶ τὴν προϊστορηθεῖσαν Μαιῶτιν αὐτοί τέ εἰσιν οἱ Μαιῶται, οἱ τῆς Μαιώτιδος δηλονότι παρώνυμοι, ἢ καὶ τυχὸν ἐξ ὧν ἡ Μαιῶτις λίμνη κέκληται· καὶ οἱ Σαυρομάται δὲ πρὸς αὐτῇ κεῖνται, ὕλην ναίοντες ἀπείριτον, δι' ἧς μέσης ὁ Τάναϊς συρόμενος ἐς μέσα πίπτει τῆς Μαιώτιδος· ὃς Εὐρώπην Ἀσίας ἀποτέμνεται, εἰς δύσιν μὲν Εὐρώπην, εἰς δ' αὐγὰς τὴν Ἀσίαν. Περὶ δὲ τούτων εἴρηται ὅσα ἔδει ἐν τοῖς φθάσασιν.