Ancient Greek
Section 66
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 66
Not analysed yet
Ὅτι ὁ Ἄτλας ὁ κατὰ βαρβάρους Δύρις μέγιστον ὄρος περὶ τὰ τῆς Λιβύης πρὸς δύσιν ἔσχατα, ἀφ' οὗ καὶ πέλαγος ὠκεάνιον Ἀτλαντικόν. Διὰ δὲ τὸ πολὺ τοῦ ὄρους μέγεθος Ἄτλαντας αὐτὸ πολυσπερέας ὁ Διονύσιος καλεῖ, ποιητικῷ τρόπῳ· ὡς καὶ ὁ Ποιητὴς Μάλειαν καὶ Μαλείας φησὶ, καὶ Κρήτην καὶ Κρήτας, καὶ Ἀθήνην καὶ Ἀθήνας, καὶ τὸ πρόσωπον δέ που πληθύνει δι' ἔμφασιν, πρόσωπα λέγων, καὶ τὸ τόξον τόξα, καὶ τὸ ἅρμα ὁμοίως ἅρματα. Ὁ δὲ τὰ Ἐθνικὰ γράψας ἔθνος Λιβυκὸν λέγει τοὺς Ἄτλαντας. Καὶ Ῥιανὸς δὲ, ὥς φασιν, Ἀτάραντάς τινας ἱστορεῖ, καὶ μετ' ἐκείνους κεῖσθαι τοὺς ἄτλαντας, οἳ καὶ λέγονται μὴ βλέπειν ὀνείρους. Ὠνόμασται δὲ τὸ ὄρος ἀπ' ἀνδρὸς ἐγχωρίου Ἄτλαντος, περὶ οὗ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν κάλλιον γέγραπται. Ἐνταῦθα δὲ, ὥς φησιν ὁ Διονύσιος, καὶ χάλκεος εἰς οὐρανὸν ἔδραμε κίων, ἠλίβατος, πυκνοῖς καλυπτόμενος νεφέεσσι. Καὶ τάχα ὁ Διονύσιος ἐν τούτοις ἱστορικήν τινα θεραπείαν παρακαλεῖ τῆς μυθικῆς κιονοφορίας τοῦ Ἄτλαντος. Ὁ γάρ τοι κίων οὗτος, οὗπερ, ὡς αὐτὸς λέγει, κορυφὴν οὐκ ἔστιν ἰδεῖν διὰ τὰ καλύπτοντα νέφη, δόξοι ἂν τῷ πολλῷ τοῦ ὕψους ἕως εἰς τὸν αἰθέρα ἀνήκειν, καὶ οὕτως λέγοιτ' ἂν ἀνέχειν τὸν οὐρανὸν, ὡς εἶναι τούτῳ τῷ τρόπῳ τὸν Ἄτλαντα τὸ ὄρος οἷόν τινα κιονοφόρον, εἴτε καὶ αὐτόχρημα κίονα κατὰ τὸν Ἡρόδοτον. Τινὲς δὲ ἐνταῦθα ἀντὶ τοῦ χάλκεος κίων «χάλκεος ἄξων» γράφουσιν· ὡς ἐκεῖ που τάχα διήκοντος τοῦ κοσμικοῦ ἄξονος, ὡς καὶ τοῦτο ἐν τῷ ἄλφα τῆς Ὀδυσσείας γέγραπται. Ἡρόδοτος δὲ τοιαῦτα περὶ τούτων λέγει· «Μετὰ τοὺς Γαράμαντας ἔθνος διὰ δέκα ἡμερῶν ὁδοῦ Ἄτλαντες, ἄνθρωποι ἀνώνυμοι, τουτέστι κοινῶς μὲν λεγόμενοι Ἄτλαντες, ἑνὶ δὲ ἑκάστῳ μὴ ἔχοντες κείμενον ὄνομα. Λέγει δὲ καὶ ὅτι καταρῶνται ὑπερβαλλόντως τῷ ἡλίῳ οἱ Ἄτλαντες, διότι κατακαίων ἐπιτρίβει αὐτοὺς, καὶ ὅτι στενὸν καὶ κυκλοτερὲς τὸ τοιοῦτον ὄρος ὁ Ἄτλας καὶ ὑψηλότατον, ὡς μὴ εἶναι δυνατὸν ἰδεῖν τὰς αὐτοῦ κορυφὰς, καὶ μηδὲ νέφη αὐτάς ποτε ἐπιλείπειν· ὅθεν καὶ κίονα οὐρανοῦ φασιν αὐτὸ οἱ ἐπιχώριοι, καὶ ὅτι ἐπώνυμον αὐτοῦ τὸ ἔθνος οἱ Ἄτλαντες, οὔτε ἔμψυχον οὐδὲν σιτούμενοι, οὔτε ἐνύπνια ὁρῶντες.» Ἰστέον δὲ ὅτι ὥσπερ τὸν Ἄτλαντα κίονα εἴπομεν οὐρανοῦ λέγεσθαι, οὕτω καὶ τὴν Αἴτνην οὐρανίαν κίονα εἶπεν ὁ Πίνδαρος.