Ancient Greek
Section 737
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 737
Not analysed yet
Ὅτι Παρνησοῦ τινος ὄρους Βακτρίου ἐνταῦθα ὁ Διονύσιος μέμνηται· καὶ ζητητέον εἴτε οὕτω γραπτέον αὐτὸ, ὁμωνύμως τῷ Εὐρωπαίῳ Παρνασῷ, εἴτε καὶ Παρπαμισὸν ὀνομαστέον αὐτό· οὕτω γὰρ πολλὰ τῶν ἀντιγράφων ἔχουσι. Μεμνήσεται δέ που καὶ ὁ Περιηγητὴς ὄρους Παρπαμισοῦ.