Ancient Greek
Section 765
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 765
Not analysed yet
Ὅτι καὶ οἱ Μάκρωνες ἔθνος Ποντικὸν, Βεχείρων νοτιώτερον. Τούτους νῦν Σάννους φαμὲν, ἰδιωτικώτερον δὲ Τζάνους, ὡς καὶ τὴν Κελσηνὴν Κετζηνήν· καὶ τὴν χώραν δὲ τῶν Σάννων Τζανικὴν λέγουσιν οἱ τὴν φράσιν ἰδιωτεύοντες. Ὅτι τοὺς Μοσυνοίκους περιφράζων ἢ ἐτυμολογῶν ὁ Διονύσιος λέγει μόσυνας ἔχειν δουρατέους, ἤγουν ξυλίνους. Οὗτοι δὲ ἀπὸ θηρείων ζῶσι σαρκῶν καὶ ἀκροδρύων. Λέγει δὲ καὶ ὁ Γεωγράφος ἀπὸ μοσύνων, ὃ ἔστι πύργων, αὐτοὺς ὀνομάζεσθαι. Ξενοφῶν δὲ στέατι δελφίνων χρᾶσθαι τοὺς Μοσυνοίκους ἱστορεῖ, ὡς οἱ Ἕλληνες τῷ ἐλαίῳ, καὶ κάρυα πολλὰ ἔχειν τὰ πλατέα οὐκ ἔχοντα διαφυὴν, ἤτοι σχισμὴν, οὐδεμίαν. Καὶ παῖδας αὐτοῖς εἶναι φησι σιτευτοὺς, τεθραμμένους καρύοις ἑφθοῖς, ἁπαλοὺς καὶ λευκοὺς σφόδρα, καὶ οὐ πολλοῦ δέοντας ἴσους τὸ μῆκος καὶ τὸ πλάτος εἶναι· καὶ οἶνον παρ' αὐτοῖς λέγει εὑρίσκεσθαι, ὃς ἄκρατος μὲν ὀξὺς ἦν ὑπὸ αὐστηρότητος, κερασθεὶς δὲ εὐώδης τε καὶ ἡδύς. Λευκοὶ δὲ πάντες, φησὶν, οἱ ἄνδρες καὶ αἱ γυναῖκες. Βαρβαρώτατοι δὲ οἱ ἐκεῖ, ἐν ὄχλῳ μὲν ποιοῦντες ἅπερ ἄν τινες ἐν ἐρημίᾳ ποιήσειαν, ἐν δὲ τῷ ἰέναι μόνοι πράττοντες ἄπερ ἂν μετ' ἀλλήλων ἰόντες· καὶ γὰρ, φησὶ, καὶ ἐγέλων καὶ ἑαυτοῖς διελέγοντο καὶ ὠρχοῦντο ἐφιστάμενοι ὅπη τύχοιεν.