Ancient Greek
Section 783
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 783
Not analysed yet
Ὅτι ἐφεξῆς τῷ Θερμώδοντι ὁ Ἶρις ποταμὸς καθαρὸν ῥόον εἰς ἅλα βάλλει. Περὶ τούτου ὁ Ἀρριανὸς ταῦτά φησιν· «Αἷμος βασιλεὺς Σκυθῶν, οὗ υἱὸς Ἐρίδιος, ἀφ' οὗ ὁ Ποντικὸς ποταμὸς κληθεὶς Ἐρίδιος ὕστερον εἰς τὸ δεξιώτερον μετωνομάσθη Ἶρις.» Ὁ δὲ Γεωγράφος φησὶν ὅτι ὁ Θερμώδων ἐκ πολλῶν πληροῦται ποταμῶν, ᾧ πάρισος ἐκ Φαναροίας ῥέει Ἶρις. Ῥέει δὲ, φησὶ, καὶ δι' Ἀμασείας ὁ Ἶρις, παραλαβὼν τόν τε Σκύλακα καὶ ἄλλους ποταμοὺς καὶ τὸν ἐξ Ἀρμενίας ῥέοντα Λύκον.