Ancient Greek
Section 963
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 963
Not analysed yet
Ὅτι ἀντιπέραν τῆς εὐδαίμονος Ἀραβίας πρὸς ζέφυρον λυπρὸν οὖδας Ἐρεμβῶν, ἤτοι τῶν ἐν ἀρχῇ τοῦ βιβλίου ῥηθέντων Τρωγλοδυτῶν· οἳ, φησὶν, οὐχ ὡς οἱ ἀντιπαρακείμενοι ἁβρόβιοι Ἄραβες ζῶσιν, ἀλλὰ τὸν βίον ὑπὸ πέτραις κατωρυχέεσι, μᾶλλον δὲ καταρρωγέσι, τίθενται, γυμνοὶ καὶ κτεάνων ἐπιδεεῖς καὶ αὐαλέοι τὸν χρῶτα, διὰ τὸ καύματι θάλπεσθαι, οἷα θῆρες ἀλώμενοι, ἄλγεα ἔχοντες. Καὶ ἐπάγει γνωμικόν «οὐ γὰρ ἐν ὄλβῳ ἴσην μοῖραν ἐν ἀνδράσι θήκατο θεός·» ὅπερ ὅμοιόν ἐστι τῷ «οὐ πᾶσι πάντα δέδωκε θεός.»