Ancient Greek
Page 108
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 108
Not analysed yet
τὰ γόνατα κάμψαντες ἔν τινι μικροκαλύβῃ καὶ ξηροῦ ἄρτου ἀποδακόντες, ἵνα ὕδατος ἐμπιώμεθα, ἦν γὰρ ἡ καρδία ἡμῶν καιομένη ἐν ἡμῖν, ὡς καὶ πάντα τὰ ἐντός, εἶτα κατὰ τιμὴν μυαρίου κελευσθέντες ἐπιβῆναι (μὴ γὰρ οὐ τοιοῦτον ἐκεῖνο τὸ ἱππαρίδιον;) ,πεισθέντες τῷ ἐπιτάξαντι καὶ ἀνατεθέντες εἰς ἐκεῖνο, ἡγόμεθα ἔνθα τὸ ναύσταθμον, μετὰ καὶ γωρυτοῦ καὶ φαρέτρας, ἅπερ ἡ σελλὶς ἔτυχε φέρουσα. Ὤ μοι τῶν ἐντεῦθεν κακῶν. Ὡς γὰρ μὴ ἀρκεσάντων τῶν νεκρῶν, δι' ὧν πεζεύων ὥδευσα θερμοῖς ἀτμιζόντων αἵμασι, διὰ σωρείας ἑτέρων ἱππότης περιηγόμην, ὧν οἱ πλείους κατεστρωμένοι πρὸ τοῦ τείχους ἔκειντο οὕτω πεπυκνωμένοι, ὡς τὸ ἱππίδιον ἢ μὴ ἔχειν ὅποι γῆς θήσει πόδα ἢ ἀλλὰ μεταξὺ τῶν τε προσθίων καὶ <τῶν ὀπισθίων> ποδῶν δύο ἢ τρεῖς ἔχειν ὑποκειμένους νεκρούς. Τὰς δὲ δυσκολίας τῆς τῶν πυλῶν ἐξόδου ἐν οὕτω μυρίοις Ἀγριολατίνοις καὶ ὅσα δὲ ἔξω ἕως καὶ εἰς τοὺς λιμένας ἐγὼ μὲν ἐδάκρυσα καὶ οἱ βλέποντες Χριστιανοί, οὐκ ἂν δὲ αὐτὰ ἐκθήσομαι, ἵνα μὴ ἐν οἷς ἐπιτέμνειν ἐθέλω περιττολογῶ. Ταῦτα καὶ μόνον κεφαλαιώσομαι, ὅτι τέσσαρας χρυσίνων χιλιάδας ἐγκρατῶς ἐζητήθημεν οἱ μηδὲ ψαμμίων ἢ χοὸς δράκα ἢ τὸ καθωμιλημένον σίελον ἐπὶ στόματος ἔχοντες, ἀκούσαντες καὶ ὀλίγα ταῦτα εἶναι ἐξ ἀνθρώπου, ὃς ἀρχιεπισκοπὴν περιέπει κεντηνάρια ἐς ἑκατόν, ὢ πλούτου, ἔτους ἑκάστου δωροφοροῦσαν αὐτῷ, καὶ ὅτι ἐν τῇ τοῦ Σιφάντου νηΐ, ὡς ἦν ἐγχωροῦν, ἀναπαυσάμενοι τῇ καραδοκίᾳ τῶν χιλιάδων, ἃς ἡμῖν ἐπέγραψαν οἱ μεγαλοπρεπεῖς πειραταί, αὐτὴ γὰρ ἡμῖν κατάλυμα πρῶτον εὐτυχήθη, αἰχμαλώτων γέμουσα κατὰ τὰς λοιπὰς ἁπάσας, οἳ καὶ γοᾶσθαι ἡμᾶς ὀργῶντες αὐτὸ μὲν ποιεῖν οὐκ εἶχον τόλμαν, ὡσίουν δὲ τὸ πένθος προσώπου συναγωγῇ πρὸς σκυθρωπότητα καὶ δυσωπίᾳ ἐκθλιβούσῃ δάκρυα, ὁποίοις καὶ ἡμεῖς, ὁ κατ' ἐκείνους δυστυχὴς φόρτος, αὐτοὺς ἠμειβόμεθα· οὐδὲ γὰρ οὐδὲ προσφωνῆσαι ἑξῆν. Ἐν τοίνυν τῇ τοιαύτῃ νηῒ τότε καταπαύσαντες, τῇ ἐπαύριον μετὰ τιμῆς ὁμοίας ἀνήχθημεν εἰς τὸν Κομνηνὸν Ἀλέξιον. Ἔνθα θῆρα εἰκονομάχον, Γελίελμόν τινα, ὃς ἐκ τῆς Νικαέων διέδρα τὸν Ἀνδρόνικον, ὁ τόπος ἡμῖν ἐξέφηνεν, ἄγριον ἐκεῖνον καὶ οἷον θανατοῦν καὶ προτοῦ ἐμφαγεῖν. Ὃς οἶά τις Ἐριννὺς τραγῳδική, ἔχων κατ' ἐκείνην καὶ δᾷδας, ἐρεβοδιφήσας ἡμᾶς, ἦν γὰρ ἤδη νύξ, καὶ εὑρὼν ἔνθα γῆς ἐκοιταζόμεθα οὐ πρὸς ὕπνον, ἐπτερύξατο γὰρ καὶ αὐτὸς ἐξ ἡμῶν ἐπὶ νύκτας ἤδη πολλάς, ἀλλ' ὅτι μὴ εἴχομεν ἢ καθῆσθαι ἢ ἵστασθαι, οἷα πολυημέροις καταπεπονημένοι κακοῖς, ἀνάθεμα