Ancient Greek
Page 122
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 122
Not analysed yet
σκηνικώτερον, ὁ δὲ συγγεγευμένος τοῦ πάθους οὐκ ἂν ὀκνήσοι μὴ ἐκθανεῖν λυπούμενος. Ἐτρύπησέ τις ψίαθον καὶ περιβαλόμενος ἔκρυπτε μόγις τὴν προσθίαν αἰσχύνην καὶ ἠγάπα οὕτω καλυψάμενος, εὐδαίμων αὐτὸς τῇ πρὸς ἑτέρους παραβολῇ, ὅσοι τὸ κατὰ χεῖρα θέναρ καὶ τὰ δάκτυλα καθά τι παραπέτασμα προθέμενοι καὶ κρύπτοντες ἅπερ ἐχρῆν ἠρκοῦντο, μὴ ἔχοντες ὅ,τι πλέον δράσουσι. Καὶ ἦν μὲν καὶ αὐτὸ οὐ θέας ἄξιον· εἰ δὲ καὶ γυναῖκες τοῦ πάθους ἐκοινώνουν τοῦδε, τί δὴ ἔλαμπεν ἥλιος, ὡς καὶ τοιαῦτα καθορᾶν; Ἀλλ' αὐτὸς μὲν εἶχεν ἄλλως ἐνδείκνυσθαί τι καλόν, ἐκτρέπων τοὺς αὐταῖς ἐνυβρίζοντας, ὁ δὲ ἐπιὼν ἕσπερος πάνδεινα ἐποίει, σκότον προβαλλόμενος εἰς ἀποκρυφὴν καὶ ἀναίδειαν. Ἡ μὲν γὰρ ἡμέρα εἶχέ τι σῶφρον δέει τῶν ὑπερεχόντων, ἡ δὲ νὺξ ἐπαρρησίαζε τὰ μὴ ὅσια. Ἦν τις τότε καὶ ὃς ῥάκος εὑρηκὼς παρερριμμένον που ἀποκαθημένης τυχὸν ἢ καὶ ἀλλοῖον, ὁποίοις πολλοῖς αἱ λεωφόροι κατέστρωνται, καὶ συχνὰ τοιαῦτα συγκεκρουκὼς εἰς ῥαφήν, ὡς εἶχε, καὶ λεντίου τρόπον συσκευασάμενος, ἄκων ἤθελε τὴν ἀσυνήθη περιστολήν. Ἄλλοι συνθέματα ἐρεᾶ μαδῶντα ἐξευρίσκοντες καὶ ἐναπτόμενοι, κοιλίαν μὲν καὶ ῥάχιν καὶ τὰ κατωτέρω ἔσκεπον, σχοίνῳ σαθρᾷ καὶ ῥυπαρᾷ τῇ ἐκ φιλύρας ἢ τοιοῦδέ τινος περιζωσάμενοι, τὰ δὲ λοιπὰ ἐν χρῷ κατ' αὐτὴν σάρκα τῷ ἀέρι γινόμενοι. Ἱματισμένον δέ τινα ἰδεῖν τὸ ὅλον ὅμοιον ἦν ὡς εἰ καὶ ῥῆγα εἶδεν ἢ ἄλλον ἄνδρα λαμπρότητος. Πόρναις μόναις ἐνέλαμπε κάλλος ἱματισμοῦ, αἳ τοῖς ἱεροῖς πεπλώμασιν ἠγλαΐζοντο, εὐπάρυφοι τοῖς μιαροῖς ἐρασταῖς παρομαρτοῦσαι καὶ βλεπόντων ἡμῶν παρρησιαζόμεναι τὴν ἁμαρτίαν καὶ συγκαταχορεύουσαι. Ὢ κἀνταῦθα θείας ἀνοχῆς. Αἱ δὲ κεφαλαὶ τοῖς μὲν πλείοσιν ἦσαν ἀκατακάλυπτοι, τῶν Λατίνων οὕτω σκευωρησάντων, ὡς ἂν ἔχοιμεν τὸ ὁμόστολον. Καὶ τοῦτο μὲν οἱ δυνάμενοι ἔπασχον· ὅσοις δὲ τὰ τῆς κεφαλῆς οὐκ εἶχεν ἀπαθῶς, ἀλλ' ἔδει κατακεκαλύφθαι αὐτὰς διὰ τὸ ἄρρωστον, ἀλλ' αὐτοὺς βλέπων τις παντοῖος ἂν τὴν λύπην γένοιτο, τῇ ποικιλίᾳ τῶν βλεπομένων συμπεριαγόμενος. Πῖλον μὲν γὰρ ἀσκητὸν περιτεθεῖσθαι οἱ εὐτυχέστατοι κατεπλούτουν, τῶν δ' ἄλλων οἱ πλείους ψιάθων πλέγματα ἢ σχοίνων ἢ καλάμης ἐσχεδίαζον εἰς τοιαύτην σκέπην, τὰ πολλὰ καὶ διατετρημένα τὴν κορυφὴν κατὰ καπνοδόκην, τὰ μὲν εὐρῶτος καταβοσκησαμένου, τὰ δὲ καὶ κατὰ βαρβαρικὸν ἄθυρμα, οὐκ ὀλίγα δὲ καὶ πρὸς τέχνην, ἵνα διὰ τοῦ τρήματος ὁ πῖλος, οἷα καί τις χώνη τοῖς διψῶσιν ἐνερεύγηται συμβολήν.