Ancient Greek
Page 140
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 140
Not analysed yet
χειρίζοντο, ἐξ οὗ αὐτοφυῆ τὰ καλὰ ἐκέρδαινον ἕρμαια. Καὶ τοῖς ἀμφὶ τὸν ἥλιον μὴ ἀγαπῶντες πλουτισμοῖς, ἐπεβούλευον καὶ τοῖς κατὰ γῆς. Δοτέον μοι τοὺς αὐτοὺς καλέσαι καὶ χρυσωρύχους τὴν ἐπιβολὴν κατά γε τοὺς Ἰνδόθεν μύρμηκας· τοιαύτης γὰρ ὕλης ἔρωτι παρηνώχλουν τῇ γῇ· τοὺς δ' αὐτοὺς καὶ τυμβωρύχους μυριαχοῦ. Οὐδὲ γὰρ οὐδὲ τοὺς νεκροὺς ἀνεπιβουλεύτους παρέτρεχον, ὡς δὲ θησαυροφυλακοῦντας ἐλύπουν διασκαλεύοντες πλούτου χάριν καὶ οὕτω τὸν Ἅιδην Πλούτωνα καὶ αὐτοὶ νοεῖν ὑπεμφαίνοντες. Τί μοι πλείω γράφειν, ἔνθα οὐδὲ βίβλοι ὅλαι μακραὶ ἱκανώσαιειν ἄν με εἰς αὔταρκες διαγράφοντα τοῖς φιληκόοις ὁποῖα ἡμῖν συνέπεσε; Δι' ὧν ὀψέ ποτε σὺν κακῷ ἔμαθον οἱ ἐν ἡμῖν κομψοὶ τὴν νόησιν χρῆναι τὰ θεόθεν σημεῖα λεπτολογεῖν καὶ πρὸς αὐτοῖς διευκρινουμένοις ἔχειν τὸν νοῦν καὶ ποιεῖν τὰ δηλούμενα. Εἰ δέ τις ἐνταῦθα ποθῶν φαίνεται προσιστορηθῆναι καὶ οἷα σήματα τῶν μελλόντων προυφάνη, ἀκουέτω βραχυλογικῶς καὶ ταῦθ' ἡμῶν εἰς ἱστορίαν ἐκτιθεμένων. Ἐν πρώτοις μὲν ἀγαθῶν ἀνδρῶν ὀνείρατα, ὁποῖα καὶ ἡ ἱερὰ οἶδε γραφὴ μηνυτικὰ μελλόντων εἶναι, προελάλουν οἷα πεισόμεθα. Καὶ ἡμεῖς ἐγελῶμεν ἐξουθενοῦντες τὰς καθ' ὕπνους δηλώσεις καὶ διαστολὴν οὐκ ἐθέλοντες ἐξευρίσκειν ὁράματός τε καὶ τῶν λοιπῶν, ἅπερ ὕπνος φαίνει. Καὶ ἀπεῖναί τε τὸν Μυροβλύτην τῆς καθ' ἡμᾶς πόλεως καὶ κατ' αὐτὴν τὴν ἅλωσιν εἰσελεύσεσθαι οἱ αὐτοὶ ἑωράκασι. Καὶ ἡμεῖς οὐ πεπιστεύκαμεν. Ὡς γὰρ ὀχλοῦντες οἱ πιστοὶ πρὸς ἐπικουρίαν ἐνέκειντο, ἀνεκάλυψεν αὐτὸς προορατικῶς εἰς μάτην τύραννα δυσωπεῖσθαι· οὐ γὰρ ἄρτι, ἀλλ' ἢ μετὰ τρεῖς ἡμέρας ἐλεύσεσθαι. Ἦν δὲ τετάρτη μετὰ τὰς τρεῖς ἡ τῆς πορθήσεως. Καὶ συχνὰ μὲν ἐποτνιώμεθα «ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς, μή ποτε εἴπωσι τὰ ἔθνη, ποῦ ἔστιν ὁ πολιοῦχος αὐτῶν;» ,ὁ δ' οὐχ ὑπακούων ἐξετόπιζεν ἡμῶν ἑαυτόν. Ἐδάκρυον ἅγιοι ἐν εἰκονίσμασι καὶ ἔχαιρον οἱ κενέλπιδες λέγοντες δυσωπεῖν ἐκείνους ὑπὲρ ἡμῶν. Ἐλέγομεν ἡμεῖς «ναί, ἀλλ' οὐκ εἰσακούονται, διὸ καὶ ἐπιμένουσι κλαίοντες» καὶ ἠπίστουν ἡμῖν. Καὶ αὐτοὶ μὲν ἦσαν ἐν ἐλπίσιν, ἡμεῖς δὲ εὖ εἰδότες τὸν ὄλεθρον ἐξ ὧν καὶ ἑωρῶμεν καὶ ἐλλόγως συνήγομεν, οὐκ εἴχομεν ὅ τι καὶ δράσομεν, λέγοντες καὶ αὐτοὶ μή τι πρὸς ἀγαθῷ εἶναί τινι τὸ μέλλον εἰδέναι, ἔνθα τῷ φρονοῦντι μηδὲν ἡ γνῶσις λυσιτελεῖ, καὶ κατὰ τὴν τῆς ἱστορίας Κασάνδραν, ὀκνῶ γὰρ εἰπεῖν τὰ μείζω