Ancient Greek
Page 152
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 152
Not analysed yet
κίαν δοκοίην ἀπανθρωπίζεσθαι. Καὶ ἦν θαυμάζειν ὡς κρίκων μὲν σιδηρέων καὶ ἡλαρίων καὶ μαχαιριδίων καὶ πυρείων καὶ βελονίων ἐπιμελῶς εἶχον, ὡσεὶ καὶ μεγάλων τινῶν, τὰ δὲ ἄλλως ἁδρὰ ποσὶν ἐδίδουν πατεῖσθαι. Ἔλυε δὲ τὸ θαῦμα ἡ κατ' αὐτοὺς ἀπειρία καὶ τὸ πρὸς βίον ἥμερον καὶ πολιτικὸν ἀνέθιστον. Ἐντεῦθεν οὖν κατὰ τὴν κερκυραίαν παροιμίαν ἦν ἐπιλέγειν αἰσχρῶς καὶ τῇ καθ' ἡμᾶς πόλει τὸ ἀπευκταῖον ἐλεύθερον, ὡς ἐξὸν ὂν καὶ ἐν ταύτῃ ἀποπατεῖν, ὅποι ἐθέλει, τὸν βουλόμενον. Οὐκ ἂν δέ τις ἐπ' αὐτῆς ἀφυῶς εἴποι καὶ ἐρημίαν μεγάλην εἶναι τὴν μεγαλόπολιν, καὶ ἐρημίαν οὐ Σκυθῶν, οὐ μὴν οὐδὲ Λατίνων τῶν ἑλόντων, ἀλλ' ἡμῶν αὐτῶν, οἵ, ψυγέντες ἁμαρτιῶν βαρυτάτῳ χειμῶνι, ἔρημον τηλικαύτην πόλιν ἀφέντες ἐθέμεθα καὶ τὴν σικελικὴν Σκύλλαν ἐπηγαγόμεθα. Εἴθε μὲν οὖν Σκύλλαν, ὀλίγαις ἡμᾶς κεφαλαῖς ζημιώσουσαν, ἄρτι δὲ Χάρυβδις ἡ ἐκεῖθεν κατέσπακεν ἡμᾶς, ὀλέθριον ἀναρροιβδήσασα. Καὶ ἦν μὲν ἐνταῦθά μοι τόπος θρήνων κατάρξαι καὶ ἀποιμώξασθαι τὰ ἐφ' ἡμᾶς κακά· οὔτε δὲ γέροντι τὰ τοιαῦτα προσευπορεῖται καὶ οὐδὲ Θεοῦ ἐπίσκοπος τοιούτοις λόγοις πρέπων ἐστίν, ἀλλ' ἢ μόναις εὐχαριστίαις καὶ δόξῃ τῇ εἰς τὸν Ὕψιστον, ἐξ οὗ καὶ δι' οὗ τὰ ἡμέτερα. Τί δὲ δὴ κωλύει ἓν γοῦν τοῦτο μόνον εἰπόντα με πεπαύσεσθαι, ὡς εἴ τις ἐρεῖ μὴ ἂν ἰδέσθαι πω τὸν ἥλιον ἄλλοθι μείζω πάθη, οὐκ ἂν ἔξω λόγου ἀπισχυρίσαιτο. Καὶ εἴπερ εὑρήσω τὸν ἀντιπεσούμενον, ἀλλ' ἐνταῦθα οὐκ αἰδέσομαι εἰς λαλιὰν οὔτε τὸ βαθὺ γῆρας οὔτε τὴν ἐπισκοπήν, ἀλλ' ἐνστήσομαι καὶ ἐπαγωνισάμενος οὐκ ἂν πόρρω σκοποῦ τὸ τῆς ῥητορείας βέλος ῥίψαιμι. Τοιόνδ' ἀπέβη τόδε πρᾶγμα, εἴ τι χρὴ τραγῳδικῶς συντελέσαι τὸν λόγον, ἔνθα τὸ πάθος τραγῳδίας ἄξιον καὶ οὔτε λόγῳ καθ' ὅλον οἷόν τε παραστῆναι οὔτε κατὰ ἔργον φέρεσθαι. Εἴη δὲ μέχρι τοῦδε λωφῆσαι τὸ πᾶν, μὴ καὶ ἀκούσωμεν καὶ αὐτοὶ ὡς οὐκέτι ὁ τοῦ Θεοῦ καθ' ἡμῶν θυμὸς ἀπεστράφη, ἀλλ' ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλὴ καὶ οἵα τε κατενεχθεῖσα πατάξαι εἰς θάνατον. Οὐκ ἀκουσόμεθα δὲ μένειν <θυμὸν> Θεοῦ καθ' ἡμῶν, εἴπερ διορθωσόμεθα. Διόρθωσις δὲ ἡμῖν ἔσται, εἰ μεταβαλώμεθα τοῦ περιπονήρου βίου, δι' ὃν ἡμῖν ταῦτα. Μηδένα γὰρ νοῦς πλανάτω φίλαυτος, ὡς οὐκ ἐνδίκως πεποινηλατήμεθα.