Ancient Greek
Page 18
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 18
Not analysed yet
ἀναγκαῖα σφίσι, σοῦ δὲ οὐκ ἄν, οἶμαι, οὐδὲ μνήμην ἔσχον, εἰ μὴ ἐνεφάνισας σεαυτόν. Οἴδασι γὰρ οἱ εὐγενῶς ἀνδρεῖοι ἐξαθερίζειν τὸν μὴ τοιοῦτον στρατηγόν, ὁποῖον δή τινα κατέγνων καὶ σέ, οἶς τῶν τῆς σῆς ἀβελτηρίας πεπείραντο. Ἀλλὰ τί δὴ παρενεχθεὶς ὑπὸ τοῦ πάθους καὶ τῶν ἄρτι καὶ ἐν ὀφθαλμοῖς γενόμενος ἀποπλανῶ τὸν χρόνῳ ποθ' ὕστερον ἀκουσόμενον τοῦ συγγραφικῶς εἰδέναι τὰ τῶν καθ' ἡμᾶς ἐξ ἀρχῆς ἄχρι καὶ πέρατος, ἵνα παρακολουθῶν εἰδείη ἐξ οἵων τῶν πάλαι οἷα τὰ νῦν, καὶ τὰ μὲν παθαίνοιτο, τὰ δὲ ἄλλως θαυμάζοι, τὰ δὲ καί, εἴπερ ἐθέλοι, μανθάνοι καθ' ἱστορίαν, ἐπιλεγομένην ὅσα τοῖς νῦν συγκυρήμασι χρήσιμα; Τί δὲ μὴ κεφαλήν τινα ἐφιστῶ, καθά τινι σώματι, τῇ συγγραφῇ ταύτῃ, δι' ἧς καταβαίνων τῷ λόγῳ προποδίσω εὐόδως ἔνθα τὸ ἔσχατον, ἔνθεν ἑλών; Μέλλον εἶναι φαίνεται, καθὰ θεῷ εὐηρέστητο, πεσόντι τῷ Κομνηνῷ βασιλεῖ Μανουὴλ συγκαταπεσεῖν καὶ εἴ τι ἐν Ῥωμαίοις ὄρθιον καὶ ὡς οἷα ἡλίου ἐκείνου ἐπιλιπόντος ἀμαυρὰν γενέσθαι πᾶσαν τὴν καθ' ἡμᾶς. Οὐκοῦν ἀπῆλθεν ἐκεῖνος ἔνθα ἐχρῆν, διαδοχὴν ἀφεὶς γένους οὐχ οἵαν ἐχρῆν. Παῖδα γὰρ μικρόν τι παρηλλαχότα τὸν παναφήλικα, μὴ ὅτι γε βασιλείας μεγίστης κρατεῖν οὐκ ἔχοντα δι' ἑαυτοῦ, ἀλλ' οὐδὲ κατὰ παῖδας διατεθεῖσθαι στερεῶς, ἀμέλει καὶ ἐπέτρεψε φθάσας κηδεμόνι τὸν υἱὸν τῇ μητρί, ἐρώτων οὔσῃ ὡραίᾳ, εἰ καὶ κρύπτεσθαι αὐτοὺς ἐπηγγείλατο ἐκείνη, τὸν τοῦ κάλλους ἥλιον πνευματικῶς νεφώσασα κατὰ περιβολὴν μέλαιναν. Οἱ δὴ ἔρωτες ἐκεῖνοι πυρσεύσαντες, ὡς ἂν εἰδεῖεν αὐτοί, ἀνῆψαν κακὸν κοσμικόν. Καὶ ἦσαν μὲν καὶ ἄλλοι τοῦ ἐπιτροπεύειν, ἐν οἷς καὶ ὁ λαχὼν πατριαρχεῖν, ὁ καὶ τὰς ἀρετὰς καὶ τὸν λόγον περιττὸς Θεοδόσιος, ὃν ἡ τῶν Ἀντιοχέων τῇ Μεγαλοπόλει ἐχορήγησεν ἀγαθὸν πολυτίμητον, ἀλλ' ἡ γυνὴ προεῖχεν, οἷα καὶ γυνὴ καὶ μήτηρ, καὶ ἦν τοῦ λοιποῦ σκοπὸς αὐτὴ διὰ τὸ προφαίνεσθαι, καί τινες ἔρωτος νόμῳ ἐτοξάζοντο κατ' αὐτῆς λανθάνοντες, εἴ πως μεσιτεύσει τὰ τῆς βολῆς, ὡς ἐῴκει, πρὸς βασιλείας ἐπιτυχίαν. Ὑπερηκόντιζε δὲ τοὺς λοιποὺς Ἀλέξιος ὁ Κομνηνός, ἀδελφιδοῦς μὲν ὢν τῷ αὐτοκράτορι Μανουήλ, τὴν τοῦ πρωτοσεβαστοῦ δὲ ζώ-