Ancient Greek
Page 22
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 22
Not analysed yet
νουὴλ καὶ ὁ Ἰωάννης, πρὸς δὲ καὶ ὁ πρωτοστράτωρ Ἀλέξιος, ἔτι δὲ καὶ ὁ ἔπαρχος· τῶν δὲ λοιπῶν οἱ μὲν ἀφείθησαν, ἀληθῶς μὲν εἰς ἕωλον δεῖπνον τοῖς βουλομένοις αὐτῶν θοινήσασθαι, φαινομένως δὲ κατὰ φιλίαν καὶ τὸ εἶναι ἀνύποπτοι, οἱ δέ τινες ἀπώλοντο ποικίλως καὶ ὡς οὐκ ἄν τις ἴδοιτο· πολλοὶ δὲ καὶ ὑπερορίᾳ ἑκόντες ἐδικαίωσαν ἑαυτούς, ὧν ἦν καὶ ὁ καλὸς Λαπαρδᾶς, ὁ πάνσοφος τὰ στρατηγικά, ὃν ἱέρακα διὰ τὸ τῆς φρονήσεως καὶ τὸ κατὰ πρᾶξιν ὀξυπετὲς ὁ τῶν Τούρκων σουλτὰν ὀνομάζειν ἐπέκρινεν, ὁ τότε μὲν εὐτυχῶς περισωθείς, μετὰ δέ γε ἀθλίως ταῖς τοῦ βασιλέως Ἀνδρονίκου καὶ αὐτὸς πάγαις περιτετυχηκὼς καὶ ἐξολωλώς. Ἦν δὴ ταῦτα τότε. Καὶ τέως μὲν περὶ μίαν ἡμέραν οἱ τέσσαρες ἠτιμωμένοι ἑάλωσαν δῆθεν ξυνωμοσίας, ὁ Μανουὴλ καὶ Ἰωάννης οἱ ἀδελφοί, ὁ πρωτοστράτωρ Ἀλέξιος καὶ Ἰωάννης ὁ ἔπαρχος, καὶ εἶχεν αὐτοὺς ἡ κάθειρξις καὶ πρὸ αὐτῆς τὰ λίαν ἄτιμα. Τὸ δὲ ζέον τοῦ θυμοῦ τοῖς κρίνασιν ἐβράττετο καὶ κατὰ τῆς Πορφυρογεννήτου καὶ τοῦ συμβιοῦντος Καίσαρος, οὐκ εἶχε δὲ καὶ ἐκζέσαι αὐτίκα, ὡς καὶ ἀπαφρίσαι καὶ γενέσθαι πρόοπτον τὸ κακόν, ἀλλ' ἐνδομυχοῦν καὶ ὑποτυφόμενον ἐπέσχεν εἰς τοσοῦτον, ὡς καὶ τὸν πατριάρχην δοκῆσαι πρὸς αὐτῶν εἶναι τοὺς κρίνοντας. Διὸ καὶ αὐτὸς μὲν ἁπλοϊκῶς ἐμηνύσατο πρὸς ἑσπέραν τὰ λῴονα, οἱ δὲ οὐχ ἁπλοῖ ἐμελέτων ἀνυποστόλως διακειμένων αἴφνης τὸ κακὸν καταράξαι καὶ συλλαβέσθαι καὶ αὐτούς, ὡς ἂν οὕτω τὸ ἑσπέρας αὐλισθήσεται ἀγαλλίασις παρ' αὐτοῖς καὶ τὸ πρωῒ κλαυθμὸς ἀπεναντίας τῷ ψάλλοντι. Καὶ οὕτω μὲν ἡ κακία ἐπικρύπτειν ἤθελεν ἑαυτήν. Ὡς δὲ ἡ σποδιὰ ὦζε θείου καὶ ἡ ὀδμὴ κατεμήνυε πῦρ κρύπτειν σκηπτοῦ ὀλεθρίου καὶ οὐκ ἦν λαθεῖν, μανθάνουσι τὴν ἐπιβουλὴν οἱ Καίσαρες καὶ ἀπέριττοι, ὡς εἶχον, φεύγουσιν εἰς τὸ τῆς μεγίστης τοῦ Θεοῦ Σοφίας εὐαγέστατον τέμενος, ἄσυλον αὐτὸ εἰδότες καὶ πᾶσι προσώποις ἀβέβηλον. Διαπετάννυσι τὰς ἀγκάλας αὐτοῖς ὁ ἐν ἀρχιερεῦσι πρωτεύων, περιποιεῖται, ὡς ἐξῆν, δίδωσιν ἀνάπαυσιν, λεαίνει λόγοις τε τοῖς πρὸς παραμυθίαν καὶ ἔργοις, ὡς εἶχεν ἰσχύος· εἶχε δέ, ὅσα καὶ πατὴρ ἅγιος, ὑπὲρ ἀληθείας φίλαθλος. Οὐ διῆλθε τῆς ἡμέρας πολὺ καὶ οἱ τῆς δεσποίνης ἔτρεχον εἰς τὴν ἁγιωτάτην Μεγάλην ἐκκλησίαν, ὡσεὶ καὶ κυνηγέται κατά τινος ἀξιολόγου ἄγρας, εἰπεῖν μετριώτερον. Καὶ εὑρηκότες, τὰ μὲν ᾐτιῶντο, εἰ κατὰ μηδὲν αἴτιον φόβου ἔφυγον, τὰ δὲ παρεκάλουν τοῦ σφετέρου πάλιν ἀδεῶς οἴκου γενέσθαι παραπλέκοντες τοῖς λόγοις