Ancient Greek
Page 30
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 30
Not analysed yet
Σινώπην, ἔνθα ἐκεῖνον ἔγνω εἶναι· καὶ ἔσχεν εὐόδως, ὡς οὐκ ἄν τις οὐδὲ ἀνὴρ δεξιώτατος. Ἔοικε γὰρ ἡ φύσις φιλοτιμήσασθαι καὶ αὐτῇ τέχνην τοῦ φεύγειν, καθάπερ καὶ τῷ πατρί, ὃν μικροῦ ἂν δεήσῃ τις εἰπεῖν ὡς διὰ βίου κατώρθου τὸ καὶ φυγὰς εἶναι καὶ διαδιδράσκειν τοὺς ἐπιτρέχειν ἐθέλοντας. Ἡ τοίνυν θυγάτηρ ἐκείνη οὕτως ἀνδρισαμένη τὰ εἰς δρασμὸν καὶ εἰς ἓν γενομένη τῷ πατρὶ καὶ τὰ τῆς πόλεως περιηγησαμένη τά τε ἄλλα ἐνέγραψεν εἰς ἀναπάλειπτον ἐκείνου ψυχῇ καὶ ὅτι δὲ θεὸς τοῖς Κωνσταντινουπολίταις αὐτὸς περὶ γῆν μετὰ τὸν οὐράνιον. Καὶ τὴν καρδιακὴν γραφὴν ταύτην ἀνελίττων συχνὰ ὁ Ἀνδρόνικος καὶ διαλογισμοὺς ἀναβιβάζων ἀεὶ ἐν καρδίᾳ ποικίλους, ἐκνικᾶται λογισμῷ ἑνί, ὃς τὸ σύμπαν εἰς φθορὰν ἐκύκησεν. Ἀρξάμενος γὰρ ἐκεῖθεν ἀκροβολίζεσθαι κατὰ τῆς βασιλίδος καὶ τοῦ Πρωτοσεβαστοῦ καὶ μέμψεις ἐπιπέμπειν διά τε γραμμάτων καὶ στομάτων, ὡς ἄρα τὸ τῆς βασιλείας καθάρειον καπηλεύοντες παροινοῦσι κατὰ τοῦ βασιλέως παιδός, καὶ σκώπτων καὶ ἀπειλούμενος καὶ τῶν ὁμοίων αὖθις ἀντιπειρώμενος καὶ οἷα ἔλεγεν ἐπακούων, ὡς τοῖς ὑβριζομένοις ἤρεσκεν, εἶτα καὶ παραινῶν δῆθεν καὶ μὴ εἰσακουόμενος, ὅτι μηδὲ ἦν ἐπιτάσσων φορητά, ἐκμαίνεται εἰς ὁδὸν ὡς ἐπὶ ἀμύνῃ τῇ ὑπὲρ [τοῦ] τοῦ βασιλέως, οἷα καὶ φημιζόμενος ἐπιτετάχθαι πρὸς τοῦ μακαρίου Μανουὴλ συνδιαφέρειν καὶ αὐτὸς τὸ βάρος τῆς ἐπιτροπῆς. Καὶ ἦν ἡ τοῦ Ἀνδρονίκου εἰς τὴν Μεγαλόπολιν τὸ ἐντεῦθεν ὁρμή· βασιλεὺς πρόφασις, Ἀλέξιος δηλαδὴ ὁ μικρός, ληψόμενος ἄμυναν· ἄλλως μέντοι ἀληθῶς πρόθεσις βασιλεὺς ἐκεῖνος ἄωρος θανούμενος, ὡς οὐκ ἐχρῆν. Καὶ γοῦν συλλεξάμενός τινα στρατιάν, τὴν μὲν κατὰ γῆν, τὴν δὲ λοιπὴν κατὰ θάλασσαν, ὡς εἶχεν ἰσχύος, εἶχε δὲ ἀμυδρᾶς, ἤλαυνε πῆ μὲν κατὰ σπουδήν, τὰ πολλὰ δὲ σχολαίτερον, μεθοδεύων τῇ σχολῇ δοκεῖν βαρὺς εἰς ὁδὸν εἶναι διὰ τὸ πολὺ τοῦ στρατοῦ· ὅπερ οὐχ οὕτως εἶχεν. Ὡς δέ, τὴν τῶν Θυνῶν καὶ Βιθυνῶν γῆν περιελθών, ἦν τῆς τῶν Βεβρύκων καὶ περὶ τὴν ἀντιπέραν τῆς Μεγαλοπόλεως Χαλκηδόνα ἐστρατοπεδεύσατο, ἦν μὲν ἥκιστος τὸν λαὸν ὁ ἀνήρ, διασπείρας δὲ τὴν ἀμφ' αὐτὸν στρατιὰν πρὸς τέχνην καὶ σκηνὰς πηξάμενος ἐν τόποις καιρίοις, ὡς φαίνεσθαι πυκνοῦσθαί τε καὶ πλῆθος ἔχειν, καὶ τὰ πλοῖα δέ, οἷς ἐνέβαλέ τι τοῦ στρατιωτικοῦ, περὶ τὰ κατ' αἰγιαλὸν βράχεα καὶ λοιπὰς θαλαττίους ἀγκάλας δεξιῶς μερίσας καὶ καταστήσας, ὡς μὴ σαφῶς διαφαίνεσθαι οἷά τε καὶ ὁπόσα ἐκεῖνα, τοιαύτην σκότωσιν ἔπεμψε τοῖς Μεγαλοπολίταις, τοῖς τε ἄλλοις καὶ αὐτοῖς δὴ τοῖς πρὸς ἐκεῖνον ἐχθραίνουσιν, ὡς δοκεῖν τήν τε περαίαν γῆν καὶ τοὺς αὐτῇ προσκυροῦντας αἰγιαλοὺς πεπλῆσθαι, τὴν μὲν στρατευμάτων πεπυκνωμένων, τοὺς δὲ συχνῶν τριήρεων καὶ ἑτέρων πλοίων, ὅσα προμήκη σκευωροῦσιν αἱ