Ancient Greek
Page 38
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 38
Not analysed yet
ἐναντιωσομένους αὐτῷ. Ἦν δὲ ἐν αὐτοῖς κορυφαῖον μέρος οἱ, ὡς ἐρρέθη, ἐπὶ γῆς Ἄγγελοι, φῦλον ἐκεῖνο καὶ γένους ἔχον τὸ ὑπερέχον καὶ ἀνδρίας εὖ ἧκον καὶ πίστεως βασιλικῆς καὶ συνέσεως, καὶ ὁ μέγας δοὺξ ὁ Κοντοστέφανος, ἀνὴρ δραστικὸς καὶ φρενῶν γέμων, καὶ ἕτεροι μυρίοι ὅσοι. Ἐλάνθανε δὲ ταῦτα τὸν ὄχλον καὶ οὐκ ᾔδεσαν ὅτι κατὰ τοιούτων ἀνδρῶν μέμηνε. Διὸ καὶ ἀξιοῦντα μεταπλέειν καὶ ὑποχωρεῖν ὅθεν ἦλθε διὰ τὸ μηδὲν ἔχειν σπουδαῖον πράττειν τῇ ἐκ τῶν πολλῶν κωλύμῃ ἐπεῖχον ἐγκείμενοι, προσκλαίοντες, ποτνιώμενοι, γουναζόμενοι πρὸς θεοῦ καὶ ψυχῆς καὶ τῶν φιλτάτων καὶ ἐνδιδόντες ἐξεῖναι αὐτῷ κατὰ πάντων κρατεῖν, εἰς ὅπερ ἂν αἱροῖτο. Μὴ γὰρ ἄν φασι διὰ τούσδε ἢ ἐκείνους τὸ πᾶν ἐξολέσθαι. Ἀφίησιν οὖν ἐπὶ τούτοις ὁ Ἀνδρόνικος τὴν θρύψιν ἐκείνην, καὶ βαθμίδα ταύτην πρώτην ὑπαναβὰς τοῦ μέγιστα δύνασθαι διὰ τὴν δημοτικὴν ἰσχύν, οὕτω προσκολλωμένην αὐτῷ καὶ τὸ κατ' αὐτὸν ὀλίγον εἰς μυρίον ἐπαύξουσαν, βαθύνει σκέμμα λαβυρινθῶδες. Καὶ τέως τρέπεται κατὰ τοῦ ἀρχιερέως, οὐ δεσμοῦ μόνον, ἀλλὰ καὶ τοῦ μὴ εἶναι ὅλως ἀξιῶν ἐκεῖνον, ὡς ἑαυτῷ δύσχρηστον, καὶ μάλισθ' ὅτι καὶ ᾔσθετο προορώμενον ἃ πράξει οὗτος εἰς τὸν βασιλέα κακά. ᾜσθετο δὲ τρόποις πολλοῖς, ὧν εἷς καὶ οὗτος διακεκήρυκται. Ὠνείδισέ ποτε ὁ Ἀνδρόνικος τὸν ἐν ἁγίοις γέροντα, ὅτι βασιλεωπάτορος τόπον ἐπέχων οἷς ἐπιτροπεύει τοῦ βασιλεύοντος, οὐ συχνὰ παραβάλλει ἐπισκέπτεσθαι τὸν εἰς υἱὸν τεθειμένον, τοιοῦτον ὄντα. Ὁ δ' ὑπειπὼν ἀρκεῖν εἰ διαλείπων βραχέα ἥκει πρὸς ἐπίσκεψιν τοῦ παιδός, ἄνθρωπος τοσούτοις μεριζόμενος πράγμασι, καὶ οὕτως ἠπίως τῷ τοῦ Ἀνδρονίκου προσενεχθεὶς ὀνειδισμῷ, εἶτα καὶ καυτῆρα δριμὺν ἐπήγαγε, προσεπειπὼν ὡς ἄλλως τε καὶ ἐξεφρόντισα ἤδη τὸν βασιλέα ἐνδεδημηκότα σε ἐξευρών. Εἶπεν ὁ γέρων. Καὶ Ἀνδρόνικος, ἦν γὰρ ὀξύς, ὥσπερ στρεβλὰ εἰπεῖν, οὕτω καὶ ὑπονοῆσαι τὰ μὴ βαθέως ἑλικτά, πυνθάνεται τοῦ σοφοῦ γέροντος πῶς ποτὲ ἂν εἴποι δι' αὐτὸν ἐκπεφροντικέναι τὸν βασιλέα. Καὶ ὁ μέγας θατέρῳ σκέλει τοῦ σημαινομένου τῆς ἐκφροντίσεως ἐνερεισάμενος, φάναι εἶπε τὸν λόγον, «καθότι σοῦ εἰς ἀστραβῆ κίονα ὑποστήσαντος ἑαυτόν, βαστάζειν τὰ ὑπὲρ τοῦ παιδός, αὐτὸς ἀπεφορτισάμην τὸ πολὺ τοῦ φροντίζειν, ἀναθέμενος ὡς ἰσχυρῷ σοι αὐτῷ τὰ βαρήματα». Ἡσυχάζει ἐνταῦθα ὁ Ἀνδρόνικος καὶ τὸν θυμὸν ὑπενδακὼν καὶ τοῦτο μόνον ἀκροβολισάμενος δίχα ῥοίζου λιγέος κατὰ τοῦ γέροντος, ὡς ἄρα βαθὺς Ἀρμένιος, καὶ παραμίξας τῇ βαρύτητι καὶ σαρκασμόν, τὸν