Ancient Greek
Page 42
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 42
Not analysed yet
γύζων καὶ κατὰ σχῆμα δυσανασχετῶν καὶ τῇ μὲν ψυχῇ νεμόμενος βασιλικῶς τὴν Μεγαλόπολιν, τῇ δὲ γλώσσῃ τὴν Παφλαγονίαν προφέρων καὶ ἅπερ αὐτὸς ἐρρητόρευεν ἐκεῖσε καλά, ὧν δῆθεν Κωνσταντινούπολις ἐστέρετο, καὶ θησαυροὺς ἐκόμπαζεν ἐκεῖ πεφυλαγμένους αὐτῷ, Φανίου δή τινα θύραν καὶ αὐτὸς ταύτην ἀναπλαττόμενος τοῖς ἀγνοοῦσιν οἵα τύχη αὐτὸν τὰ πρὸ τούτων ἤλαυνε. Καὶ ἦσαν τὰ τοιαῦτα προβλήματα φωνασκούμενα τῷ ἀνδρὶ ἐν συχνοῖς ὄχλοις καὶ συνεχῶς, καί ποτε καὶ παρά τισι τῶν θερμοτέρων ἐν τῷ κοινῷ καὶ οὓς οὐδέν τι ἐκφοβεῖ διὰ τὸ μὴ ἔχειν πρᾶγμα, καθ' ὃ δεδίξονται· καὶ ἤρεσε τοῖς τοιούτοις ἀναβοῆσαι ὡς «εἰ μὴ καλά σοι τὰ ἐνταῦθα, οὐδ' ἔστι προσμένειν ἐπ' ἀγαθῷ τῆς Μεγαλοπόλεως, τίς ἂν εἴη ὁ προσίστασθαι φρονῶν σωτηρίᾳ τοιούτου ἀνδρός;» καὶ ὅτι «ἡ Ὁδηγήτρια, ἡ πολιοῦχος ἡμῶν, ἀρκέσει αὐτὴ ἀντὶ πάντων καταπράξεσθαι τὰ ἡμῖν σύμφορα». Ὡς τοίνυν, ἐφ' οἷς παίζων ἐλάλει, οὕτως ἐμπεφορβείωτο, σιγᾷ εὐθὺς τὴν ὑποκριτικὴν σκηνὴν καθελὼν καὶ μηδέν τι πλέον εἰπεῖν προσθέμενος. Καὶ γοῦν τὴν μηχανὴν ταύτην εἰς κενὸν ἰδὼν σχάσασαν καί που καὶ αὐτὸς παροιμιωδῶς εἰπὼν ὡς αὕτη μὲν ἡ μήρινθος ἡμῖν οὐδὲν ἔσπασε καὶ τὸν ἀκκισμὸν τοῦ ἐθέλειν ἀπελθεῖν γνωματεύσας οὐκ ἀγαθὸν εἶναι, οἷα τοῦ σχηματισμοῦ καὶ τοῦ χρώματος ἀναποιοῦντος ἅπερ κατὰ τῆς βασιλείας ἐβουλεύσατο καὶ ἀποτελοῦντος αὐτὸν ἀντὶ ἄρχοντος ὕπαρχον, ἑτέρας γίνεται σοφωτέρας περιεργίας. Ἡ δὲ ἦν μηκέτι ἀμέσως τοὺς ὀχλικοὺς καὶ ξύγκλυδας εἰς ὁμιλίαν ἀξιοῦν ἥκειν αὐτῷ, ἀλλὰ τοὺς ἐν αὐτοῖς προύχοντας καὶ οἵους ἔχειν περιάγειν τοὺς πλείονας καὶ κεφαλαρχεῖν ὡς ἐν οὐραῖς. Ἀλιτήριοι ἄνθρωποι ἐκεῖνοι, φιλοστασιασταί, ὀχλοκόποι, βασιλεῖς οἷον ἕκαστος περὶ τοὺς ὁμοήθεις. Φιλοῦμεν γὰρ οἱ ἐλαφρότεροι εὐκόλως ἕπεσθαι κελεύουσι τοῖς πρὸς ἃ πεφύκαμεν ὁδηγοῦσι· πεφύκαμεν δὲ οἱ πολλοὶ πρὸς τὸ φιλόκαινον, ἐπιθυμηταὶ ὄντες καινῶν ξυμβαμάτων καὶ τὸν χρόνον ἀπαιτοῦντες ἐγκαινίζειν ἡμῖν ἄλλοτε ἄλλα ξενίζοντα. Οἱ τοίνυν τῶν τοῦ δήμου τὰ πρῶτα φέροντες καὶ ἀνεγείρειν τοὺς λοιποὺς ἔχοντες προβληματισθέντες οἷον ὑπὸ τοῦ Ἀνδρονίκου τὸ βουλητέον ἐκείνῳ, εἶτα τόπους αὐτοὶ ἐξεύρισκον κατὰ τοὺς δεινοὺς τοιαῦτα σοφίζεσθαι, δι' ὧν ἐπιχειρήσαντες συμπερανοῦσι τὸ ἔκτοπον καί, ὀκνητέον δὲ εἰπεῖν, καὶ ἄτοπον· καὶ μυστηριασθέντες τὸ μὴ ὅσιον, ἐτελοῦντο πρὸς ἐκεῖνο καὶ ἐδᾳδούχουν εἰς ἐμφανὲς τὰ σκότους ἄξια, καὶ ἀναπείσαντες τοὺς ὄχλους μὴ ἂν ἐκφυγεῖν τὴν πόλιν τὸ ἀπολεῖσθαι, εἰ μὴ τῷ μικρῷ καὶ ἀγυμνάστῳ Ἀλεξίῳ τὰ εἰς βασιλείαν τὸν Ἀνδρόνικον συνδυάσουσιν, εὖ μάλα δεδασμένον καὶ