Ancient Greek
Page 66
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 66
Not analysed yet
Καὶ ἐξεφόβει μὲν οὕτω τοὺς πέριξ μέχρι καὶ ἐς Θεσσαλονίκην τὸ οὕτω ταχὺ τῆς ἁλώσεως ἐκείνης καὶ ὅτι, καθά τις ἂν εἴποι τὸ τάχος τοῦ κακοῦ ἐνδεικνύμενος, θατέρῳ μὲν τοῖν ποδοῖν ἕκαστος τῶν πολεμίων ἐπέβη τῆς Ἰλλυριῶν γῆς, θατέρῳ δὲ κατενεπήδησε τῆς ἐχυρωτάτης ἐκείνης πόλεως. Ὅτι δὲ καὶ τὰ ἐκεῖθεν ἕως καὶ ἐς τὴν καθ' ἡμᾶς Μακεδονικὴν οὐδὲν αὐτοῖς ὁδοῦ προσέστη σκῶλον εἰς ἐμπόδιον, ἀλλὰ τοῦτο τὰς ἁπάντων ψυχὰς ἑτοίμους ἔστησε τῶν κατ' αὐτὰς ἀπαλλάττεσθαι σωμάτων, οἷς ἐταράχθησαν. Οὐκ ἔστι γὰρ ὅπου συνήντετό τι δεῖμα ἐκείνοις, οὐ μέγα, οὐ μικρόν, οὐ μέσον, ἀλλ' ὡς διὰ λείων πεδίων ποταμὸς πλήθων ἐκεῖνος ὁ πεζὸς κατέρρεε στρατός, ἕως ἡμῖν συνέμιξεν ἄσκυλτος. Ὁ δέ γε ναυτικὸς τὴν οἰκείαν τραπόμενος, ἔπλεε συνελευσόμενος ἐν καιρῷ μερίταις καὶ κορυφώσων ἡμῖν εἰς μέγα τὸ κακόν. Καὶ ὑστέρησε τοῦ πεζοῦ ἡμέρας τινάς, εἰς ἔνδειξιν οἶμαί τινα τῆς τε καθ' ἡμᾶς οὐθενείας τῆς τε κατ' αὐτοὺς ἰσχύος, ταύτης μὲν ὡς, εἴπερ ὁμοῦ ἐπῆλθον ἡμῖν, οὐκ ἂν οὐδὲ γοῦν μίαν ἡμέραν ἀντέσχομεν, ἐκείνης δέ, ὅτι καὶ μόνον τὸ πεζὸν τοῦ στρατοῦ περικαθήμενον ἔχοντες, οὕτως ἀρετῶντες ἦμεν τῷ φαύλῳ στρατηγῷ, ὡς μηδεμίαν ἐκδρομήν τινα κατ' αὐτὸν γενέσθαι στρατιωτικήν, ἀλλὰ φυλάττεσθαι τῷ ῥηγὶ τοὺς ἐκείνου εἰς ἀδνούμιον ἀπρονόμευτον καὶ οἷον μὴ παθεῖν κολόβωσιν. Καὶ ὁ μὲν πεζὸς λαὸς περιεκάθισε καθ' ὥραν ἀρίστου τὴν καθ' ἡμᾶς πόλιν, Αὐγούστου μηνὸς ἄγοντος ἕκτην ἡμέραν, <καθ' ἣν ἡ Μεταμόρφωσις τοῦ Σωτῆρος ἡμῶν ἑορτάζεται, ὁ δὲ ναυτικὸς κατὰ τὴν πέμπτην καὶ δεκάτην τὰς νῆας ἐλιμένισε>, καθ' ἣν ἡ ἔνδοξος κοίμησις τῆς πανάγνου Θεομήτορος μνημονεύεται. Καὶ τότε δὴ οὐκέτι φευκτὰ ἦν ἡμῖν, ἀλλ' οἱ ἀγχινούστεροι προεωρῶντο οἷα πείσονται, ὅπου γε οὔκουν ὀλίγοι καὶ πρὸ τούτων συνεώρων τὸ μέλλον, πολλαχόθεν αὐτὸ τεκμαιρόμενοι. Ἡμεῖς γοῦν, φθάσαντες τὴν τῶν πολεμίων ἔφοδον, τοὺς ὅσοι μεθ' ἡμῶν τῆς Κωνσταντινουπόλεως ἦσαν τέκνα ἐξεστείλαμεν εἰς τοὺς ἑαυτῶν, οὐ μόνον ὁδοιπόριον ἐνδαψιλευσάμενοι ἀλλά τι καὶ τῶν ἐς χάριν βαθυτέρας γνώμης, ὡς αὐτοὶ θανάτῳ ἀπολούμενοι. Καὶ τῶν ἐν Θεσσαλονίκῃ δέ τινας, οἷς οὐδὲν ἦν ἔργου, ἀλλ' ἢ μόνον φόβος, βουλὴν αἰτήσαντας, οὐκ ἐκρυψάμεθα ὃ δειλιᾶν ἡμῖν ἐπῆλθε καὶ παρωρμήσαμεν φυλάξασθαι, καὶ ἐφυλάχθησαν. Καὶ ἦν μὲν τὸ πρᾶγμα καὶ ἡμῖν ἐφετόν, οἷα ἐθελοψυχοῦσιν, ἐπεσχέθημεν δὲ δυοῖν ἕνεκεν, ὡς δοκεῖν· οὔτε γὰρ ὁ στρατηγὸς προεθυμήθη σωθῆναι ἡμᾶς δι' αἰτίαν, ἣν ὡς θυμοσόφῳ ἐκείνῳ εἰδέναι μόνῳ