Ancient Greek
Page 82
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 82
Not analysed yet
σωτηρίᾳ μὲν τῶν ἄλλων, βλάβῃ δὲ αὐτοῦ, ἣν ἔπαθεν ἄν, σεσωσμένης τῆς πόλεως. Οὕτως ὁ Δαυΐδ, κυνηγετούμενος ὑπὸ τοῦ Ἀνδρονίκου, ἐμηχανᾶτο μὴ πεσεῖν ὑπὸ ἄγραν ἐκείνῳ, παρ' οὐδὲν μὴ ὅτι γε τὴν καλὴν Θεσσαλονίκην, εἰ μόνον περισωθείη αὐτός, ἀλλ' οὐδὲ τὸν πάντα κόσμον τιθέμενος. Οὐκοῦν ἡμέραι συχναί, αἱ μὲν πρὸ τοῦ σφοδροῦ πολέμου, αἱ δὲ κατὰ τὴν τούτου ἀκμήν, καὶ οὐδεὶς ἐκεῖνον εἶδεν οὔτε ἐν ὅπλοις δεινοῖς δύναντα οὔτε ἵππου εὐγενοῦς ἐπιβάντα, ἡμίονος δὲ ὤχει αὐτὸν ἀπὸ βράκας καὶ πεδίλων νεωτερικῶν. Ἔσκεπε δὲ καὶ τὴν κεφαλὴν ἰβηρικώτερον ἔκφυλος πῖλος ἐρυθρός· βάρβαροι ἐκεῖνον καὶ τεχνῶνται καὶ καλοῦσιν ᾗ φιλοῦσι, πολύπτυχον μὲν καὶ οὕτω συνεσταλμένον κάτω τὴν λοιπὴν περίθεσιν, τὰ δὲ περὶ πρόσωπον εὐρυνόμενον καὶ πρηνεύοντα ἐς ἱκανὸν κατὰ ἡλίου, ἵνα καὶ οὕτω τὸν στρατιώτην ἀπολέγοιτο τρυφερευόμενος ἀνηλίαστα. Ἑορτὴ φιληδεῖ τοιούτοις ἀνδράσι· πανήγυρις οἶδε τοιούσδε στολμούς· νυμφίος ἂν οὕτω θρύπτοιτο ἁβρυνόμενος. Τόξον δ' ἐκεῖνος εἴ που καὶ χειρισθείη, πειρᾶσθαι εἶπες ἂν αὐτὸν ἐκείνου κατὰ τοὺς ὠνουμένους, ὅπως ἂν ἔχοι τοῦ τείνεσθαι. Κατὰ δέ γε τὴν ἀκρόπολιν λέγεται ὀϊστὸν ἕνα κατὰ τῶν ἐκεῖ περικαθημένων ἀφεῖναι καὶ λίθον ἕνα ἐκ σφενδόνης, εἶτα καὶ ὑποθέσθαι τοῖς ἐπὶ τῶν τειχέων πεδίλων ῥαφέας ἐξονειδίζειν τοὺς πέριξ Λατίνους, οὓς καὶ τοσοῦτον ἠμύνατο, κακὰ ἡμῖν ῥάπτοντας καὶ ἐγγελῶντας οἷς ἤκουον. Ἔλεγον δὲ οἱ ἀμφ' αὐτὸν σκώπτοντες ἐκεῖνον καὶ ὅτι καθήμενος ἔσω τειχέων κάτω περὶ σκιὰν καὶ βέλη βλέπων ἔξωθεν ἐπιπεταννύμενα εἰώθει λέγειν ὡς «ναί, καλέ, κακὰ τὰ ὧδε», καὶ εὐθὺς ἀναπηδῶν μετεκάθιζεν εἰς ἄσυλόν τινα σκιατραφίαν καὶ ἄσκυλτον πρὸς τὸν εὖ ἔχοντα τοῖχον μεταρρέπων, ὅ φασι, καὶ ζῆν κυρώσας ἔξω βελῶν. Καὶ τοιοῦτον ὄντα ἐκόλαπτον ἐς καρδίαν αὐτὴν οἱ τρῶκται ἄρεσκοι, καθαρώτερον δ' ἐκφῆναι, οὐκ ἀνίεσαν θωπεύοντες οἱ τὴν κολακείαν περίεργοι. Καὶ ἔρρεπε πρὸς αὐτοὺς τῷ κούφῳ ἡ πλάστιγξ, κῆρας ἔχουσα κατὰ τὰς ποιητικάς, νευούσας εἰς Τάρταρον. Οἳ δὴ καρδιοκολάπται κόλακες καὶ παρηύγαζον ἐν σφίσιν αὐτοῖς κατὰ τῆς πόλεως μῖσος, οἷς τῷ τὴν πόλιν μισοῦντι κακοήθως συνδιετίθεντο. Καὶ ἦν ἐπ' αὐτοῖς τὸ τοῦ Παιανιέως ῥήτορος, ὅπερ ἐκεῖνος περὶ κλοπῆς γνωματεύων κυκλικῶς περιήγαγεν, ὧδέ πως παρατεκτή-