Ancient Greek
Page 98
Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica 98
Not analysed yet
ἀπετρέποντο. Ἐδεδίεσαν γὰρ οἱ τειχοποιοὶ τοὺς ὑπερτέλλοντας πέτρους, οὐ Ταντάλειον ταύτην φαντασίαν ὀνειροπολοῦντες, ἀλλὰ πρόοπτον ἔχοντες τὸ κακόν. Ἔνθα καί τι γελοῖον συνέπεσεν, εἴ τι χρὴ τοῖς πικροῖς γλευκάζοντα συγκιρνᾶν εἱρμῷ τε ἱστορίας καὶ ἵνα μὴ ὁ μανθάνων τὰ καθ' ἡμᾶς ἀκράτως παθαίνοιτο. Ἦν μὲν γὰρ πολιτικὸν μυστήριον ἡ τοῦ τείχους ἀντανάστασις, ἐλαφρίαν δέ τις ἄνω παθὼν ἐξεβόησε τοῖς ἐχθροῖς ἄπρακτα μωροὺς ἐκείνους πονεῖσθαι κατὰ τοῦ τείχους, ἔσωθεν ἀντεγειρομένου ἑτέρου. Ὃς δὴ λόγος καὶ μᾶλλον ἡμᾶς προσέβλαψεν. Ἀραιὰ γὰρ τὰ πρὸ τούτου ἀφιέντες τοὺς τειχοσείστας λίθους οἱ ἔξω, ἐπύκνουν αὐτοὺς ἔκτοτε, μεθ' ἡμέραν τε οὕτω βλάπτοντες ἡμᾶς καὶ οὐδὲ νυκτὸς <βάλλοντες> βέλη ἀνιέντες διὰ τῆς μεγίστης μηχανῆς· καθ' ἧς ἡμεῖς λαλήσαντες ὡς δεινῆς, εἴ πως ἀποκρουσθείη μηχανικῶς τοῦ καθ' ἡμῶν τείνεσθαι, ἐσοφίσθημεν εἰς μάθησιν ἐξ ἀγαθῆς κεφαλῆς, ἀκούσαντες ὡς πόλις ἐκ τοιαύτης πέτρας οὐ βλάπτεται. Τί δέ; ἀλλ' ὠφελεῖται, ὦ σοφὲ μηχανὰς ἐξουθενοῦν; Ἀλλὰ συνίσταται; Οὔκουν πάντως. Οὐκοῦν τὸ ἀνάπαλιν, εἴγε καὶ καταρρίπτεται οὕτω τὰ ἐρυμνότατα. Εἴπομεν ἡμεῖς οὕτως καὶ ὁ λόγος εἰκῇ ἀπέρρευσε καὶ αὐτός. Καὶ ἐλύπουν μὲν τὴν πόλιν καὶ τὰ μικρὰ πετροβόλα, οὕτω δεξιῶς βάλλοντα, ὡς καὶ τοὺς μοδίους, οἳ πλοίων ἱστοῖς ἐνδεδεμένοι μετέωροι ἔκρυπτον ἔνδον ἄνδρας, εἰωθότας ἐκεῖθεν καταπέμπειν τὰ βλάπτοντα, συνεχῶς εὔσκοπα βάλλειν καὶ κατακλᾶν καὶ ἀγῶνα παρέχειν τοῖς μαχηταῖς ἐκεῖθεν διεκχεῖσθαι κάτω καὶ περισῴζεσθαι· ἦσαν δὲ τὰ τοιαῦτα ὡσεὶ καὶ βέλη νηπίων πρὸς τὴν μητέρα μεγάλην μηχανὴν παραβαλλόμενα, εἴ τι χρὴ ἐκ τοῦ σοφοῦ στρατηγοῦ πορίσασθαί τι νόημα, ὃς τοὺς ἐκεῖθεν ἐπαφιεμένους λίθους τεθηπὼς τοῦ κτύπου «ἄκουε τὴν γραῖαν» ἔλεγεν, ἀπαθὴς οὕτω τι καὶ μέτριος ὢν καὶ τὴν θρεψαμένην μαῖαν, οἶμαι, φαντάζεσθαι δοκῶν, παθαινομένην ἐπ' αὐτῷ καὶ κλαίουσαν. Λακωνίζων δὲ καὶ ἄλλως ἐκεῖνος τὴν φράσιν ὡς ἐν μεταποιήσει «κάμνει ἡ γραῖα πάλιν» ἐμογγιλάλει. Ἀπεφοίβαζε δὲ ἄρα ὁ λόγος οὗτος κατά τι πυθωνικὸν ὡς ἡ πρεσβυτάτη Θεσσαλονίκη πρὸς εἴδωλα καμόντων οἴχεται, καθὰ καὶ πάλαι ποτέ, ὡς ἐξ ἱστορίας καθήκει καὶ εἰς ἡμᾶς. Καὶ ἦσαν οἱ λίθοι ἀκριβῶς ἀνδραχθεῖς, ὁποίους κατὰ τῶν ἀμφὶ τὸν Ὀδυσσέα οἱ Λαιστρυγόνες διεχειρίζοντο. Τοῦ τοίνυν κακοῦ κάτω μὲν ἀναστομοῦντος εἰς ἀξιόλογον χάσμα τὴν τοῦ τείχους στεγανότητα, ἄνω δὲ τοιούτοις λίθοις εἰς τρόμον βιαζομένου,