Ancient Greek
Fragment 82
Eustathius Scr. Eccl. et Theol., Commentarius in evangelium secundum Joannem [Sp.] (fragmentum) 82
Not analysed yet
Ὑποτάττει καὶ μᾶλλον κυροῖ ὑπὲρ τὸ ἑαυτοῦ ὁ Χριστὸς τὸ τοῦ Πατρὸς θέλημα, ἐν διαφόροις τόποις· οὐχ ὅτι θέλημα ἦν ἐν αὐτῷ δεόμενον καταλύσεως οὔτε θεϊκὸν οὔτε μὴν τὸ τῆς αὐτοῦ ἀνθρωπήσεως (καθάπερ ἂν γὰρ τὴν φύσιν καὶ τὰ τῆς φύσεως ἀπειργάσατο)· ἀλλὰ πρὸς Ἰουδαίους λαλῶν τοὺς νομίζοντας αὐτὸν ἀντίθεον τοῦ Πατρὸς εἶναι, οἰκονομικῶς ταῦτα ἔφασκε λέγων ὅτι· οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.