Ancient Greek · ~2 min
Fragment 13
Eustathius Scr. Eccl. et Theol., De anima contra Arianos (fragmenta) 13
Not analysed yet
Πρὸ μὲν τοῦ πάθους ἑκάστοτε τὸν σωματικὸν αὑτοῦ προὔλεγε θάνατον, τοῖς ἀμφὶ τοὺς ἀρχιερέας ἐκδοθήσεσθαι φάσκων, καὶ τὸ τοῦ σταυροῦ τρόπαιον ἀπαγγέλλων. Μετὰ δὲ τὸ πάθος, τριταῖος ἐκ τῶν νεκρῶν ἀναστὰς, ἐνδοιαζόντων αὐτὸν ἐγηγέρθαι τῶν μαθητῶν, ἐπιφανεὶς αὐτοῖς αὐτῷ σώματι, σάρκα μὲν ἅπασαν σὺν ὀστέοις ἔχειν ὁμολογεῖ, ταῖς δὲ ὄψεσι τούτων τὰς τετρωμένας ὑποβάλλων πλευρὰς, καὶ τοὺς τύπους αὐτοῦ ὑποδεικνύει τῶν ἥλων.