Ancient Greek · ~1 min
Fragment 15
Eustathius Scr. Eccl. et Theol., De anima contra Arianos (fragmenta) 15
Not analysed yet
Διὰ τί δὲ περὶ πολλοῦ ποιοῦνται δεικνύναι τὸν Χριστὸν ἄψυχον ἀνειληφέναι σῶμα, γεώδεις πλάττοντες ἀπάτας; Ἵνα εἰ δυνηθεῖεν ὑποφθεῖραί τινας, ταῦθ' οὕτως ἔχειν ὁρίζεσθαι, τηνικαῦτα τὰς τῶν παθῶν ἀλλοιώσεις τῷ θείῳ περιάψαντες Πνεύματι, ῥᾳδίως ἀναπείσωσιν αὐτοὺς, ὡς οὐκ ἔστι τὸ τρεπτὸν ἐκ τῆς ἀτρέπτου φύσεως γεννηθέν.