Ancient Greek
Fragment 86
Eustathius Scr. Eccl. et Theol., In Genesim de creatione [Sp.] (fragmenta) 86
Not analysed yet
Οὐχ οὕτως, ὦ φιλόσοφε, ἀλλ' ἢ τὸ εἰπεῖν τὸν Θεόν· ἀρχέτωσαν πάσης τῆς γῆς, καὶ τὸ· κατακυριευσάτωσαν αὐτῆς καὶ πάντων τῶν ἐν αὐτῇ, τοῦτο τὸ κύριόν ἐστι τοῦ ποιῆσαι τὸν ἄνθρωπο κατ' εἰκόνα Θεοῦ καὶ ἄρχειν αὐτὸν πάσης τῆς γῆς. Ἐπείπερ, ὡς ἄρχει ὁ Θεὸς ἁπάσης τῆς γῆς καὶ τῶν ἐν αὐτῇ πάντων, οὕτω καὶ τὸν ἄνθρωπον δεύτερον ἄρχοντα πάσης τῆς γῆς καὶ τῶν ἐν αὐτῇ κατέστησε, τοῦτο εἶναι τὸ κατ' εἰκόνα Θεοῦ καὶ καθ' ὁμοίωσιν γενέσθαι τὸν ἄνθρωπόν φημι.