Ancient Greek
Fragment 33
Eustathius Scr. Eccl. et Theol., Oratio in inscriptione psalmorum graduum (fragmenta) 33
Not analysed yet
Δόξαν δὲ ἐπίκτητον ὁ Πατὴρ οὐκ ἐπιδέχεται, τέλειος, ἄπειρος, ἀπερινόητος ὢν, ἀπροσδεὴς κάλλους καὶ παντοίας εὐπρεπείας. Ἀλλ' οὐδὲ ὁ Λόγος αὐτοῦ, Θεὸς ὢν ὁ γεννηθεὶς ἐξ αὐτοῦ, δι' οὗ γεγόνασιν ἄγγελοι καὶ οὐρανοὶ καὶ γῆς ἄπειρα μεγέθη καὶ πᾶσαι συλλήβδην τῶν γενητῶν ὕλαι τε καὶ συστάσεις· ἀλλ' ὁ ἄνθρωπος τοῦ Χριστοῦ, ἐκ νεκρῶν ἐγειρόμενος, ὑψοῦται καὶ δοξάζεται, τῶν ἐναντίων αἰσχύνην ἄντικρυς ἀραμένων.