Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ TO HTA TΩN ΝΙΚΟΜΑΧΕΙΩΝ ΗΘΙΚΩΝ ΑΡΙΣΤΟ ΤΕΛΟΥΣ.
Eustratius, In Aristotelis Ethica Nicomachea I Commentaria ΣΧΟΛΙΑ ΕΙΣ TO HTA TΩN ΝΙΚΟΜΑΧΕΙΩΝ ΗΘΙΚΩΝ ΑΡΙΣΤΟ ΤΕΛΟΥΣ..1
Not analysed yet
Διδάξας περὶ τῶν ἠθικῶν ἀρετῶν καὶ τῶν διανοητικῶν, νῦν διδάσκει καὶ περὶ ἐγκρατείας καὶ ἡρωικῆς τινος καὶ θείς ἀρετῆς. οὐκ ἐδίδαξε δὲ περὶ ἐγκρατείας, ἔνθα ἐδίδασκε περὶ τῶν ἠθικῶν ἀρετῶν, ἢ καὶ περὶ τῆς ἡρωικῆς καὶ θείας ἀρετῆς. ἀλλ’ ἰδίως διδάσκει περὶ ἐγκρατείας καὶ τῆς ἡρωικῆς καὶ θείας ἀρετῆς καὶ διεχώρισε ταύτας τῶν ἄλλων ἀρετῶν, εἰκότως. ἐπεὶ γὰρ ἡ ἐγκράτεια οὐκ ἔστι κυρίως ἀρετὴ ἀλλ’ ἐγγίζει τῇ ἀρετῇ, ἀρετὴ δὲ κυρίως οὐκ ἔστιν ᾗ μὲν γάρ ἐστιν ἡ ἐγκράτεια ἐκ προαιρέσεως γινομένη καὶ περὶ πρακτὰ καταγινομένη, ἔοικεν ἀρετῇ, ᾗ δὲ πάλιν οὐκ ἔστιν ἰσονομία ἐπὶ τῶν μερῶν τῆς ψυχῆς, ἀλλὰ μάχη τις καὶ στασιασμός, ἀρετὴ οὐκ ἔστιν. ὁ γὰρ ἐγκρατὴς ἔχει μὲν τὸν λόγον προστάσσοντα δεῖν ἀπέχεσθαι τῶν ἡδονῶν τῶν αἰσχρῶν, τὴν δὲ ἐπιθυμίαν ἔχει μὴ ἀκολουθοῦσαν τῷ λόγῳ ἀλλ’ ἀντιτείνουσαν καὶ τῶν αἰσχρῶν ἡδονῶν ἀντέχεσθαι σπεύδουσαν. ἐπὶ δὲ τῶν ἀρετῶν ἰσονομία τίς ἐστι καὶ οὐ μάχη τῶν μερῶν τῆς ψυχῆς, ἀλλὰ ὁ σώφρων ἔχει μὲν τὸν λόγον προστάσσοντα δεῖν ἀπέχεσθαι τῶν αἰσχρῶν ἡδονῶν καὶ εὐθὺς ἔχει τὴν ἐπιθυμίαν ἐπακολουθοῦσαν τῷ λόγῳ καὶ μὴ ἀντιτείνουσαν, ὁμοίως δὲ καὶ ὁ ἀνδρεῖος ἔχει τὸν λόγον προστάσσοντα δεῖν ἀπτόητον περὶ τὰ φοβερὰ διαμένειν, καὶ εὐθὺς ἔχει τὸν θυμὸν ὑπείκοντα καὶ μὴ ἀντιτείνοντα), ἐπεὶ οὖν οὐκ ἔστιν ἡ ἐγκράτεια κυρίως ἀρετὴ ἀλλ’ ἐοικυῖα ἀρετῇ, τούτου χάριν ἐδέησεν αὐτῷ ἰδίᾳ περὶ αὐτῆς διαλαβεῖν. ὁμοίως δὲ καὶ ἡ ἀκρασία, ἡ ἀντικειμένη τῇ ἀρετῇ, ἤτοι τῇ ἐγκρατείᾳ, ἑτέρα τίς ἐστι κακία παρὰ τὰς ἄλλας, τὰς ἀντικειμένας ταῖς ἠθικαῖς ἀρεταῖς, ἤγουν τὴν ἀκολασίαν τὴν δειλίαν καὶ τὰς λοιπάς. ὁ γὰρ ἀκρατὴς ἔχει μὲν τὸν λόγον ἐρρωμένον, ὅτι κακόν ἐστι τὸ μοιχεύειν, ἡττᾶται δὲ ὑπὸ τοῦ πάθους, καὶ γίνεται κἀνταῦθα μάχη τις τῶν μερῶν τῆς ψυχῆς. τῆς γὰρ ἐπιθυμίας σπευδούσης ἀντέχεσθαι τῶν αἰσχρῶν ἡδονῶν, ὁ λόγος ἀντιτείνει κἂν ἡττᾶται. ὁ δὲ ἀκόλαστος ἔχων τὴν ἐπιθυμίαν ῥέπουσαν πρὸς τὰς φαύλας ἡδονὰς εὐθὺς ἔχει καὶ τὸν λόγον ἐπακολουθοῦντα καὶ μὴ ἀντιτείνοντα. ὁμοίως δὲ καὶ ὁ θρασὺς ἔχει τὸν θυμὸν ἀτάκτως ὁρμῶν οἷς οὐ δεῖ καὶ ὅτε οὐ δεῖ, καὶ εὐθὺς ἔχει καὶ τὸν λόγον ἐπακολουθοῦντα. ὥστε καὶ ἐπὶ τῶν κακιῶν τῶν ἀντικειμένων ταῖς ἠθικαῖς ἀρεταῖς ἰσονομία τίς ἐστι τῶν μερῶν τῆς ψυχῆς καὶ οὐ μάχη. ἐπὶ δὲ τῆς ἀκρασίας οὐκ ἔστιν ἰσονομία τῶν μερῶν τῆς ψυχῆς. ἡ δὲ ἡρωικὴ καὶ θεία ἐπεί ἐστιν ὑπὲρ πᾶσαν ἀρετήν, τούτου χάριν ἐδέησεν αὐτῷ ἰδίᾳ καὶ περὶ αὐτῆς διαλαβεῖν. ἐπεὶ δὲ αἱ κακίαι, οἷον ἡ ἀκρασία καὶ ἡ θηριώδης, γνωριμώτεραί εἰσι τῶν ἀρετῶν, τῆς τε ἐγκρατείας καὶ τῆς ἡρωικῆς καὶ θείας ἀρετῆς, τούτου χάριν ἀπὸ τῶν γνωριμωτέρων ἤρξατο, ἵνα δι’ αὐτῶν καὶ τὰς ἀρετὰς πιστώσηται. Ὅτι τῶν φευκτῶν, ἤτοι τῶν κακιῶν τῶν περὶ τὰ ἤθη ἤτοι τῶν θεωρουμένων ἐν ταῖς ἠθικαῖς ἀρεταῖς, τρία εἰσὶν εἴδη κακιῶν. ἡ γὰρ κακία 45 ἀντίκειται πάσαις ταῖς ἠθικαῖς ἀρεταῖς. ἡ γὰρ δειλία καὶ ἡ θρασύτης καὶ ἡ ἀκολασία, ᾗ κακίαι, ἀντίκεινται ταῖς ἠθικαῖς ἀρεταῖς ὡς κακίαι. τὰ δὲ ἐναντία, ἤτοι ἀπὸ τῶν τριῶν ἤτοι αἱ δ’ ἀρεταί, αἵ εἰσιν ἐναντίαι τοῖς δυσί, τῇ τε κακίᾳ καὶ τῇ ἀκρασίᾳ, φανεραί εἰσι. τὸ μὲν γάρ, ἤτοι τὸ ἐναντίον τῇ κακίᾳ, καλοῦμεν ἀρετήν ἡ γὰρ κακία ἀντίκειται τῇ ἠθικῇ ἀρετῇ), τὸ δέ, ἤτοι τὸ ἐναντίον τῇ ἀκρασίᾳ, καλοῦμεν ἐγκράτειαν. πρὸς δἑ τὴν θηριότητα, ἤτοι ἰὴ δὲ θηριότητι, μάλιστα ἁρμόζει εἰπεῖν ἀντικεῖσθαι τὴν ὑπὲρ ἡμάς ἀρετήν, ἤτοι τὴν ἡρωικὴν καὶ θείαν. τῇ γὰρ θηριότητι ἐναντία ἐστὶν ἡ ἡρωικὴ καὶ θεία ἀρετή. ἡρωικὴ δὲ καὶ θεία ἀρετή ἐστιν, ὅταν τις κατορθώσῃ πάσαν ἀρετὴν ὑπὲρ πάντα ἄνθρωπον, οἷόν ἐστι φιλάνθρωπος ὑπὲρ πάντα ἄνθρωπον, |ὅταν τις κατορθώσῃ τὴν σωφροσύνην ὑπὲρ πάντα σώφρονα· λέγεται ἡ τοιαύτη ἀρετὴ ἡρωικὴ καὶ θεία. ὁμοίως δὲ καὶ εἴ τις ἀνδρεῖος γένηται ὑπὲρ πάντα ἀνδρεῖον, ἡ τοιαύτη ἀνδρεία ἡ ὑπὲρ πᾶσαν ἡρωικὴ καὶ θεία λέγεται. ἡ τοιαύτη γοῦν ἀρετὴ ἡ ἡρωικὴ καὶ θεία τοῖς ἀνθρώποις τοῖς ἤδη τῷ θεῷ ἑνωθεῖσι καὶ θεοῖς θέσει οὖσι προσαρμόζει, ἢ ἰοῖς ἁγίοις τοῖς ἐν ἀρεταῖς, τοῖς κατορθώσασι πᾶσαν ἀρετὴν ὑπὲρ πάντα ἄνθρωπον. ἡρω· ικὴ δὲ λέγεται αὕτη, ὡς μόνοις τοῖς ἥρωσιν, ἤτοι ἡμιθέοις, προσαρμόζουσα, θαυμαστή τις οὖσα καὶ ὑπερφυής. ὥσπερ καὶ Ὅμηρος παράγει τὸν Πρίαμον ἐπαινοῦντα τὸν Ἕκτορα, ὅτι σφόδρα ἦν ἀγαθὸς ὑπὲρ πάντα ἄνθρωπον, ἅτε τὴν ἡρωικὴν καὶ θείαν ἀρετὴν ἔχων. ἐκπληττόμενος γὰρ τὸν Ἕκτορα ἔλεγε μὴ εἶναι παῖδα ἀνδρὸς αὐτὸν ἀλλὰ θεοῦ. ἑώρα γὰρ αὐτὸν ὄντα ἀνδρεῖον ὑπὲρ πάντα ἄνθρωπον καὶ σώφρονα ὑπὲρ πάντα. ὥστε ὥσπερ λέγουσιν, ὅτι οἱ ἄνθρωποι γίνονται θεοὶ καὶ ἐγγίζουσι τῷ θεῷ δι’ ἀρετῆς ὑπετβολήν, ἤτοι ὅταν εἰς ἄκρον πάσης ἀρετῆς φθάσωσι καὶ πᾶσαν ὑπὲρ πάντα ἄνθρωπον κατορθώσωσι· τοιαύτη ἐστὶ καὶ ἡ ἕξις ἡ ἀντικειμένη τῇ θηριώδει, ἤτοι ἡ ἡρωικὴ καὶ θεία ἀρετή, ἡ ὑπὲρ πᾶσαν ἀρετὴν οὖσα, θεοὺς τοὺς ἀνθρώπους ποιοῦσα καὶ τῷ θεῷ ἐγγίζειν παρασκευάζουσα. ἴσως δέ 118r τις εἶπεν, ὅτι ἐπεὶ ἡ τοιαύτη ἀρετή, <ἡ> ἡρωικὴ καὶ θεία, ὑπὲρ ἀρετήν ἐστι, λοιπὸν τοῖς θεοῖς προσήκει. λύων οὖν ταύτην τὴν ἔνστασιν φησίν, ὅτι τοῖς μὲν θηρίοις ἀρετὴ οὐκ ἔστι, διότι ἡ ἀρετὴ προαιρετή ἐστιν, ἡ δὲ προαίρεσις τῶν λογικῶν ἐστιν· ἀλλ’ οὐδὲ τοῖς θεοῖς ἀρετή ἐστι, διότι ὑπὲρ πᾶσαν ἀρετήν εἰσιν οἱ θεοί. ἀλλ’ ἡ μέν, ἤτοι ἡ ἡρωικὴ καὶ θεία ἀρετή, τιμιωτέρα ἐστὶ πάσης ἀρετῆς καὶ ὑπὲρ πᾶσαν ἀρειήν, ἡ δέ, ἤτοι ἡ θηριώδης, ἡ ἀντικειμένη αὐτῇ, ἕτερόν τι γένος, ἤτοι εἶδος, κακίας ἐστίν, ἥτις ὑπὲρ πᾶσαν κακίαν ἐστί. θηριῶδες γάρ ἐστι τὸ πίνειν αἵματα ἀνδρῶν καὶ ἐσθίειν ὠμὰ κρέατα. ὁ γοῦν ἔχων τὴν ἡρωικὴν καὶ θείαν ἀρετὴν λέγεται θεῖος, τὸ δὲ θεῖόν τινα εἶναι σπάνιόν ἐστιν. ὀλίγοι γὰρ ἔχουσι ταύτην τὴν ἀρετήν, καὶ οἱ Λάκωνες οὖν ὅταν ἠγάσθησάν του, ἤτοι τινός, ἤτοι ὅταν ἐθαύμασάν τινα ὡς ὑπὲρ πάντα ἄνθρωπον ὄντα, ἔλεγον, οὗτος ἀνὴρ σεῖός ἐστιν, ἤτοι θεῖος. οὕτω καὶ τὸ εἶναί τινα θηριώδη ὥστε πίνειν αἵματα ἀνθρώπων καὶ ἐσθίειν <ὠμὰ> κρέατα σπάνιόν ἐστιν. ἐπὶ μὲν τῶν Ἑλλήνων οὐκ ἔστιν ἰδεῖν ἄνθρωπον τοιοῦτον θηριώδη. οἱ γὰρ Ἕλληνες πεπαιδευμένοι εἰσὶ καὶ συντεθραμμένοι λόγῳ, μάλιστα δὲ ἐν τοῖς βαρβάροις ἔστιν ἰδεῖν τοιοῦτον θηριώδη. οἱ γὰρ βάρβαροι ἀπαίδευτοι καὶ οὐ συντεθραμμένοι λόγῳ. γίνονται δέ τινες θηριώδεις καὶ διὰ νόσον εἰ μανίαν νοσοῦσι καὶ μαίνονται καὶ διὰ πήρωσιν. εἰσὶ γάρ τινες πεπηρωμένον, ἤτοι βεβλαμμένον, ἔχοντες τὸ λογιστικὸν καὶ τῶν οἰκείων φρενῶν ἐκστάντες θηριώδεις γίνονται καὶ πίνουσιν αἵματα καὶ ὠμὰ ἐσθίουσι. ἐσθίουσι. καὶ ἐπιδυσφημοῦμεν, ἤγουν ὑβρίζομεν, τὸν ὑπερβάλλοντα τῇ κακίᾳ καὶ ὑπὲρ πᾶσαν κακίαν ὄντα, οἳ τὸν ἄδικον ὄντα καὶ ἀκόλαστον ὑπὲρ πάντα ἄδικον καὶ ἀκόλαστον ἐπιδυσφημοῦντες καὶ διασύροντες ἐκεῖνον θηριώδη αὐτὸν ἀποκαλοῦμεν, οἷον ἦν ὁ Ἔχετος. περὶ μὲν τῆς τοιαύτης διαθέσεως, ἤτοι τῆς θηριώδους, ὕστερον ἐροῦμεν. περὶ δὲ τῆς κακίας, τῆς ἀντικειμένης ταῖς ἠθικαῖς ἀρεταῖς, εἴπομεν πρότερον ὅτε περὶ τῶν ἠθικῶν ἀρετῶν ἐλέγομεν. Περὶ δὲ τῆς ἀκρασίας καὶ τῆς μαλακίας καὶ τρυφῆς (τὸ καὶ ἀντὶ τοῦ ἤτοι τρυφῆς· ἡ γὰρ μαλακία τρυφή ἐστιν· ὁ γὰρ τρυφηλὸς ἄνθρω- πος μαλακὸς λέγεται) λεκτέον· ἡ γὰρ ἐγκράτεια καὶ ἀκρασία περὶ ὧν μέλλομεν εἰπεῖν νῦν, οὔκ εἰσιν ἕξεις αἱ αὐταὶ τῇ ἀρετῇ καὶ μοχθηρίᾳ, ἤτοι τῇ κακίᾳ. οὔτε γὰρ ἡ ἐγκράτεια ἡ αὐτή ἐστι τῇ ἀρετῇ οὔτε ἡ ἀκρασία ἡ αὐτή ἐστι τῇ κακίᾳ. οὔθ’ ὡς ἕτερον γένος, ἤτοι οὔτε ἑτέρα ἐστὶν ἡ ἐγκράτεια καὶ ἀκρασία τῆς ἀρετῆς καὶ τῆς κακίας, οὔτε ἡ ἀκρασία ἐστὶν ἑτέρα τῆς κακίας, ἀλλὰ πῇ μέν εἰσιν αἱ αὐταί, πῇ δ’ ἕτεραι. ἡ γὰρ ἐγκράτεια, ᾗ μέν ἐστιν ἕξις προαιρετή, ἐγγίζει τῇ ἀρετῇ καὶ ἔστιν ἡ αὐτὴ τῇ ἀρετῇ, ᾗ δὲ ἐπὶ τῆς ἀρετῆς ἐστιν ἰσονομία τῶν μερῶν τῆς ψυχῆς καὶ οὐ μάχη τίς ἐστιν, ἀλλ’ οἷον ἐπὶ τοῦ σώφρονος, τοῦ λόγου προστάσσοντος δεῖν ἀπέχεσθαι τῶν αἰσχρῶν ἡδονῶν, εὐθὺς ἔχει τὴν ἐπιθυμίαν ἐπακολουθοῦσαν, ἐπὶ δὲ τῆς ἐγκρατείας οὐκ ἔστιν ἰσονομία ἀλλὰ μάχη τις. τοῦ γὰρ λόγου προστάσσοντος δεῖν ἀπέχεσθαι τῶν αἰσχρῶν οὐκ εὐθὺς ἐπακολουθεῖ ἡ ἐπιθυμία ἀλλ’ ἀντιπίπτει καὶ σπεύδει μᾶλλον ὡς ἀνδράποδον ἑλκύσαι τὸν λόγον ταῖς ἑαυτῆς ὀρέξεσι ταῖς αἰσχραῖς. οὐκ ἔστιν ἀρετὴ ἡ ἐγκράτεια. καὶ πάλιν, ᾗ μέν ἐστιν ἡ κακία ἕξις παρὰ τὸν ὀρθὸν λόγον, ἔστι δὲ καὶ ἡ ἀκρασία ἕξις παρὰ τὸν ὀρθὸν λόγον, ἔστιν ἡ ἀκρασία ταὐτὸν τῇ κακίᾳ, ᾗ δὲ πάλιν ἐπὶ τῆς κακίας ἐστὶν ἰσονομία τῶν μερῶν τῆς ψυχῆς, οἷον ἐπὶ τῆς ἀκολασίας, τῆς ἐπιθυμίας ὀργώσης πρὸς τὰς αἰσχρὰς ἡδονάς, οὐκ ἔχει τὸν λόγον ἀντιτείνοντα ἀλλ’ εὐθὺς ἑπόμενον. ἐπὶ δὲ τῆς ἀκρασίας, οὐκ ἔστιν |ἰσονομία τῶν μερῶν τῆς ψυχῆς. τῆς γὰρ ἐπιθυμίας ὀργώσης πρὸς τὰς αἰσχὰς ἡδονάς, οὐκ εὐθὺς ἕπεται ταῖς ὀρέξεσιν αὐτῆς ὁ λόγος ἀλλ’ ἀντιτείνει, κἀν ἡττᾶται, κατ’ αὐτὸ τοῦτο ἑτέρα πάλιν ἡ ἀκρασία τῆς κακίας ἐστί. τοῦτο δὲ εἶπεν, ἵνα δείξῃ, ὅτι οὐ μάτην μέλλει διαλαβεῖν περὶ αὐτῶν ἀλλ’ ὡς ἑτέρων οὐσῶν ἐκείνων τῶν ἠθικῶν ἀρετῶν καὶ τῶν κακιῶν, εἰκότως καὶ ἰδίως περὶ αὐτῶν διέλαβεν. ὥσπερ δὲ τὰς ἄλλας ἀρετὰς ἐπιστοῦμεν ἀπὸ τῶν φαινομένων, ἤτοι ἀπὸ τῆς τῶν πολλῶν δόξης, οὕτω δεῖ καὶ ἐνταῦθα θεῖναι ἃ ἐδόξασαν πάντες περὶ ἐγκρατείας καὶ ἀκρασίας, καὶ διαπορήσαντας, ἤτοι ἐνσταθέντας πρὸς τὰς δόξας καὶ ὅσαι μὲν τῶν δοξῶν ἔχονται ἀληθείας, ταύτας λαβεῖν, ὅσαι δέ εἰσι πεπλανημέναι καὶ τῆς ἀληθείας ἔξω, ταύτας ἐᾶσαι καὶ οὕτω δεῖξαι τήν τε ἐγκράτειαν καὶ ἀκρασίαν. μάλιστα μὲν οὖν δεῖ πάσας τὰς δόξας ὅσας ἐδόξασαν περὶ ταῦτα τὰ πά θῆ, ἤτοι τὴν ἐγκράτειαν καὶ τὴν ἀκρασίαν, λαβεῖν, εἰ δὲ μή, ἤτοι εἰ δὲ μὴ δύναται πάσας τὰς δόξας λαβεῖν, τέως οὖν λαβεῖν δεῖ τὰς πλείονας τῶν δοξῶν καὶ κυριωτέρας, ἤτοι τιμιωτέρας τῶν ἄλλων. μέλλει γὰρ διαλαβεῖν πρῶτον περὶ αὐτῶν, εἶτα λαβεῖν τὰς δόξας, ἃς οἱ παλαιοὶ περὶ ἐγκρατείας καὶ ἀκρασίας διέλαβον, καὶ μέλλει ἐκ τούτων χωρίσαι τὰς ἀληθεῖς καὶ λαβεῖν αὐτάς, τὰς δ’ ἄλλας ἀπελέγξαι ὡς κακῶς ἐχούσας, εἶτα εἰπεῖν καὶ τὴν αὑτοῦ δόξαν περὶ αὐτῶν. ἐὰν γὰρ λύσωμεν τὰς δυσχερεῖς τῶν δοξῶν, ἤτοι ὅσαι κακῶς ἔχουσι, τὰ δ’ ἔνδοξα, ἤτοι αἱ δόξαι αἳ καλῶς ἔχουσαι καταληφθῶσιν ἱκανῶς ἔσονται ἡ ἐγκράτεια καὶ ἡ ἀκρασία δεδειγμέναι. δοξάζουσιν οὖν πάντες, ὅτι ἡ ἐγκράτεια καὶ ἡ καρτερία τῶν σπουδαίων εἰσίν, ἤτοι ἀρεταί εἰσιν, ἡ δὲ ἀκρασία καὶ ἡ μαλακία, ὅτι τῶν φαύλων εἰσίν, ἤτοι ὅτι εἰσὶ κακίαι, καὶ ὅτι ὁ αὐτός ἐστιν ὁ ἐγκρατὴς καὶ ὁ ἐμμενετικὸς τῷ λογισμῷ, ἤτοι τῇ δόξῃ, ἤτοι καὶ δοξάζουσιν, ὅτι ὁ ἐγκρατὴς ἐμμένει τῇ οἰκείᾳ δόξῃ καὶ οὐκ ἐξίσταται ταύτης, καίτοι τῆς ἐπιθυμίας ἀντιτεινούσης πολλά, οἷον δοξάζει ὁ ἐγκρατής, ὅτι κακόν ἐστι τὸ μοιχεύειν, ἡ δὲ ἐπιθυμία ἀντιτείνει καὶ οἴεται τοῦτο ἡδὺ καὶ ἐπιζητεῖ αὐτό. ἐμμένει οὖν ὁ ἐγκρατὴς τῇ οἰκείᾳ δόξῃ, ὅτι κακὸν τὸ μοιχεύειν, καὶ οὐκ ἐξίσταται αὐτῆς ποτε οὐδ’ ἕπεται τῇ ἐπιθυμίᾳ τὸ μοιχεύειν ἐπιζητούσῃ, ὁ δ’ ἀκρατὴς καὶ ἐκστατικὸς τοῦ λογισμοῦ, ἤτοι τῆς οἰκείας δόξης, ἐστὶν ὁ αὐτός. ἀκρατὴς γάρ ἐστιν ὃς ἔχει τὸν λόγον ἐρρωμένον καὶ δοξάζει κακὸν τὸ μοιχεύειν, <τῆς δὲ ἐπιθυμίας ἀντιτεινούσης καὶ ἡδὺ τὸ μοιχεύειν νομιζούσης καὶ ἐξίσταται τῆς δόξης, ἤτοι τοῦ δοξάζειν κακὸν τὸ μοιχεύειν> καὶ αὐτὸ καὶ νομίζει ὡς ἡδύ. καὶ ὁ μὲν ἀκρατὴς γινώσκων, ὅτι φαῦλόν ἐστι τὸ μοιχεύειν, πράττει αὐτὸ διὰ τὸ πάθος, ἤτοι ἡττηθεὶς ὑπὸ τοῦ πάθους, τουτέστι τῆς ἐπιθυμίας, ὁ δ’ ἐγκρατὴς γινώσκων ὅτι φαῦλαί εἰσιν αἱ ἐπιθυμίαι οὐδ’ ὅλως πράττει αὐτὰς οὐδ’ ἀκολουθεῖ τῇ ἐπιθυμίᾳ οἰομένῃ τὰς ἡδονὰς ἀγαθὸν εἶναι διὰ τὸν λόγον, ἤτοι τοῦ λόγου προστάσσοντος, ὅτι κακὸν τὸ μοιχεύειν, οὐχ ἡττᾶται ὑπὸ τῆς ἐπιθυμίας νομιζούσης αὐτὸ ἀγαθὸν εἶναι, καὶ ἀντιτεινούσης τῷ λόγῳ. καὶ δοξάζουσιν, ὅτι ὁ σώφρων ἐστὶν ἐγκρατὴς καὶ καρτερικός. πάντα δὲ τὸν τοιοῦτον, ἤτοι τὸν ἐγκρατῆ, οἱ μὲν δοξάζουσιν εἶναι σώφρονα, οἱ δὲ οὐ δοξάζουσιν, ὅτι ὁ ἐγκρατὴς σώφρων ἐστὶ συγκεχυμένως. μὴ γὰρ εἰδότες διαφορὰν ἀκολάστου καὶ ἀκρατοῦς συγκεχυμένως, ἤτοι ἀδιαφόρως, δοξάζουσι τὸν ἀκόλαστον ἀκρατῆ εἶναι καὶ τὸν ἀκρατῆ ἀκόλαστον. οἱ δὲ δοξάζουσιν εἶναι ἕτερον τὸν ἀκόλαστον τοῦ ἀκρατοῦς, τὸν δὲ φρόνιμόν ποτε μέν τινες δοξάζουσιν εἶναι ἀκρατῆ, ποτὲ δὲ δοξάζουσί τινές τινας φρονίμους καὶ δεινούς. τὸ καὶ ἀντὶ τοῦ ἤτοι δεινοὺς ἀκρατεῖς. τοὺς γὰρ φρονίμους τοὺς δεινοὺς ἀκρατεῖς λέγουσιν εἶναι. ἔτι δοξάζουσιν ὅτι οὐ μόνον ἀκρατὴς λέγεται ὃς ὑπὸ τῆς ἐπιθυμίας ἡττᾶται, ἀλλὰ καὶ ὃς ἡττᾶται ὑπὸ τοῦ θυμοῦ καὶ ὑπὸ τῆς τιμῆς καὶ ὑπὸ τῆς φιλοχρηματίας. λέγομεν γὰρ ὅτι ἀκρατής ἐστι θυμοῦ. ὁμοίως δὲ καὶ ὁ ἀγαπῶν ὑπερβολικῶς κερδαίνειν ἢ ὑπερβολικῶς τιμᾶσθαι λέγεται ἀκρατὴς κέρδους, ἤτοι φιλοχρηματίας, <καὶ ἀκρατὴς τιμῆς>. τὰ ἤιοι αἱ φερόμεναι δόξαι, περὶ ἐγκρατείας καὶ ἀκρασίας αὗταί εἰσιν. εἶτα ἐπαπορεῖ καὶ πρὸς τὰς δόξας, καί φησιν ὅτι εἰ ὁ ἀκρατής ἐστιν ὃς γινώσκει, ὅτι κακόν ἐστι τὸ μοιχεύειν, καὶ ἔχει τὸν λόγον ἐρρωμένον, ἡττᾶται δὲ ὑπὸ τῆς ἐπιθυμίας καὶ μοιχεύει, <ἀπορήσει τις πῶς ἀκρατὴς ὑπολαμβάνων ὀρθῶς, ἤτοι γινώσκων ἀκριβῶς, ὅτι κακόν ἐστι τὸ μοιχεύειν, ἀκρατεύεται καὶ ἡττᾶται ὑπὸ τοῦ πάθους καὶ μοιχεύει. >γάρ φασιν οἷόν τε εἶναι καὶ δυνατὸν τὸν ἔχοντα ἐπιστήμην τοῦ πράγματος παρασφαλῆναί ποτε. δεινὸν γὰρ ᾤετο ὁ Σωκράτης τὸ ἔνθα πάρεστιν ἐπιστήμη, ἐκεῖ ἄλλο τι κρατεῖν καὶ ἕλκειν τὸν λόγον ὥσπερ ἀνδράποδον. εἰ οὖν καὶ ὁ ἀκρατὴς ἐπιστήμην ἔχει τοῦ κακοῦ, ὅτι κακόν ἐστι, πῶς ἡττᾶται ὑπὸ τῆς ἐπιθυμίας καὶ περιέλκεται, ὡς ἀνδράποδον; ὁ Σωκράτης μὲν ἐμάχετο πρὸς τὸν λόγον τὸν ἀληθῆ, ὅτι ἀκρασία οὐκ ἔστι, καὶ ταῦτα φανεροῦ ὄντος ὅτι ἔστιν ἀκρασία. ἔλεγε γὰρ ὁ Σωκράτης ἀδύνατον εἶναί τινα ὑπολαμβάνοντα, ἤτοι δόξαν ἔχοντα καὶ γινώσκοντα βέλτιστον εἶναι τὸ μὴ μοιχεύειν, πράττειν παρὰ τὸ βέλτιστον, ἤτοι μοιχεύειν, ἀλλὰ τότε πράττει τις παρὰ τὸ βέλτιστον, ἤτοι τότε πράττει τὸ κακὸν δι’ ἄγνοιαν, ἤτοι ὅταν τις ἀγνοῇ τόδε κακὸν εἷναι, γινώσκων δέ τις ὅτι τόδε κακόν ἐστιν, οὐκ ἄν ποτε τοῦτο δράσῃ. οὗτος μὲν οὖν ὁ λόγος, ἤτοι ὅτι εἰ γινώσκει τις τόδε, ὅτι κακόν ἐστιν, οὐκ ἂν τοῦτο δράσῃ, μάχεται τοῖς φαινομένοις, ἤτοι τοῖς φανεροῖς πράγμασιν. ὁρῶμεν γάρ τινας καθ’ ἑκάστην γινώσκοντας, ὅτι τὸ μοιχεύειν κακὸν καὶ πράττοντας τοῦτο. δέ ὂν οὗν ζητῆσαι περὶ τὸ πάθος, ὅτι εἰ ὁ ἀκρατὴς ἀγνοεῖ τὸ πάθος, ἤτοι ὅτι τὸ μοιχεύειν κακόν. εἰ οὖν δι’ ἄγνοιαν τοῦ πάθους ἡττᾶται ὁ ἀκρατὴς καὶ πράττει τὸ κακόν, τίς ὁ τρόπος τῆς ἀγνοίας; ὅτι μὲν γὰρ ὁ ἀκρατὴς καὶ πρὸ τοῦ γενέσθαι ὅλος τοῦ πάθους καὶ πρὶν ἡττηθῇ ὑπὸ τῆς αἰσχρᾶς ἐπιθυμίας, οὐκ οἴεται, ἤτοι οὐ δοξάζει, καλὸν εἶναι τὴν αἰσχρὰν ἡδονήν, φανερόν ἐστι τοῦτο. ὥστε δῆλον ὅτι οὐκ ἄγνοιαν ἔχων ἀκρατεύεται. εἶπεν ἄνω ὅτι ἀδύνατόν ἐστι, τινὰ ἐπιστήμην ἔχοντα πλανηθῆναι καὶ πταῖσαι, καὶ εἶπε . . . . τί φημι, ὅτι ὁ ἐπιστάμενος οὐ παρασφαλεῖ ἀλλ’ οὐδὲ ὁ ὑπολαμβάνων, ἤτοι οὐδὲ ὁ ἔχων δόξαν, ὅτι τόδε βέλτιστόν ἐστι, καὶ οὐχὶ ἐπιστήμην, οὐδὲ οὗτος πράξει τι παρὰ τὸ βέλτιστον, καὶ φησὶ νὺν ὅτι εἰσί τινες οἳ τὰ μὲν συγχωροῦσιν, ἤτοι ὅτι λέγουσι καὶ ὁμολογοῦσιν, ὡς ὁ ἔχων ἐπιστήμην οὐκ ἄν ποτε παρασφάλῃ, οὐδὲ δυνατόν ἐστι περιγενέσθαι τι τῆς ἐπιστήμης, τὰ δὲ οὐχ ὁμολογοῦσιν, ἤτοι τόδε, εἰ δόξαν ἔχει τις, ἤτοι εἰ δοξάζει τις, ὅτι τὸ μοιχεύειν βέλτιστόν ἐστι, μὴ πρᾶξαί τι παρὰ τὸ νομισθὲν αὐτῷ βέλτιστον εἶναι, ἤτοι μὴ παρασφῆλαί ποτε καὶ δρᾶσαι τὸ κακόν, ἤτοι τὴν μοιχείαν, οὐχ ὁμολογοῦσιν. ἡ γὰρ δόξα πταιστή ἐστι καὶ οὐκ ἔχει τὸ βέβαιον καὶ τὸ ἄπταιστον, καὶ ἐπεὶ ἀπιστεῖ δοξάζει τις, ὅτι ὁ μὲν ἔχων ἐπιστήμην οὐ ὤ’ παρασφαλεῖ, ὁ δὲ δόξαν ἔχων παρασφαλεῖ. ἀβέβαιος γὰρ ἡ δόξα ἐστίν. ὁρῶσι μὲν γὰρ τὸν ἀκρατῆ ἡττώμενον ὑπὸ τῶν αἰσχρῶν ἡδονῶν, καὶ διὰ τοῦτό φασιν, ὅτι ὁ ἀκρατὴς κρατεῖται, ἤτοι ἡττᾶται, οὐχὶ ἐπιστήμην ἔχων ὅτι τόδε κακόν ἐστιν ἀλλὰ δόξαν. Εἶτα φέρει ἔνστασιν, ὅτι εἰ ὁ ἀκρατὴς δόξαν ἔχει, ὅτι τόδε κακόν ἐστι, καὶ εἰ ἡ γνῶσις, ἣν ἔχει ὁ ἀκρατὴς ἡ ἀντιτείνουσα πρὸς τὴν ἐπιθυμίαν ὀργῶσαν πρὸς αἰσχρὰς ἡδονάς, οὐκ ἔστιν ἐπιστήμη ἰσχυρὰ καὶ ὑπόληψις, ἤτοι γνῶσις, ἀλλ’ ἠρεμαία, ἤτοι ἀσθενὴς γνῶσίς ἐστι, καθάπερ οἱ διστάζοντες καὶ γνῶσιν ἔχοντες οὐ βεβαίαν ἀλλ’ ἀσθενῆ τινα καὶ ἀμυδράν. εἰ οὖν ὁ ἀκρατὴς δόξαν ἔχει καὶ οὐκ ἐπιστήμην, ἡ δὲ δόξα ἀβέβαιός ἐστι, συγγνώμη ἄρα ἐστὶν αὐτῷ ἐν τῷ μὴ ἐμμένειν ἐν ταύταις, ἤτοι ταῖς ἀγαθαῖς δόξαις πρὸς τὰς ἰσχυρὰς ἐπιθυμίας, ἤτοι ἂν ἡττᾶται ὑπὸ τῶν ἰσχυρῶν ἐπιθυμιῶν τῶν αἰσχρῶν, συγγνώμη ἔστιν αὐτῷ. τότε γὰρ ἦν ἄξιος τιμωρίας, ὅταν γὰρ ἀκριβῶς γινώσκων, ὅτι τόδε κακόν ἐστι, <καὶ πάλιν ὑπὸ τῆς ἐπιθυμίας ἡττώμενος αὐτὸ ἔπραττεν. ἐπεὶ δὲ ἀκριβῶς γνώσκει, ὅτι τόδε κακόν ἐστιν, εἰ μὴ ἐμμένῃ τῇ οἰκείᾳ δόξῃ, ὅτι τόδε κακόν ἐστιν>, ἀλλ’ ἡττηθῇ ὑπὸ τῆς αἰσχράς ἐπιθυμίας ἰσχυρὰς οὔσης, ὡς ἀγαθὸν αὐτὸ δράσει, συγγνώμη ἐστὶν αὐτῷ, καὶ εἰ συγγνώμη τῷ ἀκραὅτι τεῖ πράττοντι τὸ κακόν, λοιπὸν ἡ ἀκρασία κακία οὐκ ἔστι. τῇ δὲ μοχθηρία̣, ἤτοι τῇ κακίᾳ, οὐκ ἔστι συγγνώμη, οὔτε ἄλλῳ τινὶ τῶν φευκτῶν. τὸν γὰρ κακόν, ἤτοι τὸν ἀκόλαστον ἢ τὸν δειλόν, οὐ συγἴ̀νωuιονουuιεν ἀλλὰ τιμωροῦμεν. ἡ ἀντιτείνουσα γνῶσις. ὁ γὰρ ἀκρτὴζ τῆς ἐπιθυμίας ὀργώσης πρὸς τὰς αἰσχρὰς ἡδονὰς ἔχει τὸν λόγον ἀντιτείνοντα μὴ ἐπα. κολουθεῖν αὐτῇ, κἄν καὶ κρτῆῇται καὶ καταδουλοῦται αὐτῇ, ὃ οὖν ἄτο- πόν τι συμβαίνει, ὅτι ἡ ἀκρασία κακία οὐκ ἔστιν ἐν τῷ δοῦναι, ὅτι δόξαν ἔχει ὁ ἀκρατής, οὐχὶ ἐπιστήμην, λοιπὸν φρόνησίς ἐστιν ἡ ἀντιτείνουσα ἐπὶ τοῦ ἀκρατοῦς μὴ ἐπακολουθεῖν τῇ ἐπιθυμίᾳ. ὁ γὰρ ἀκρατὴς τὴν φρόνησιν ἔχει ἀντιτείνουσαν πρὸς τὴν ἐπιθυμίαν. αὕτη γὰρ ἡ φρόνησίς ἐστιν ἰσχυροτάτη, καὶ διὰ τοῦτο τῷ ἀκρατεῖ συγγνώμη οὐκ ἔστιν, ἀλλ’ εἰ καὶ τοῦτο δώσομεν, ὅτι ἡ φρόνησίς ἐστιν ἡ ἀντιτείνουσα, ἄλλ’ οὖν ἄτοπον συμβαίνει. ἔσται γὰρ φρόνιμος καὶ ἀκρατὴς ὁ αὐτός, ὁ δὲ φρόνιμος ἑκὼν τὸ κακὸν οὐδέποτε πράξει. φρονήσεως γὰρ παρούσης, ὡς εἴπομεν. πᾶ- σί’ αἱ ἠθικαὶ ἀρεταὶ ἕπονται. ἡ γὰρ φρόνησις ἀντιληπτική τίς ἐστι τῶν ἐσχάτων, ἤτοι τῶν μερικῶν, ἔχουσα ἑπομένας καὶ τὰς ἄλλας ἀρετὰς τὰς ἠθικάς, ἔνθα πάρεστιν· ἔτι εἰ ὁ ἐγκρατὴς ἐγκρατὴς λέγεται διότι αἰσχρὰς ἐπιθυμίς ἔχει καὶ ἰσχυρὰς τὰς ἀντιτεινούσας καὶ μὴ θελούσας ἕπεσθαι τῷ λόγῳ προστάσσοντι ἀπέχεσθαι τῶν αἰσχρῶν ἡδονῶν, καὶ ἰσχυρῶς ἡττᾶται lo ὑπ’ αὐτῶν, λοιπὸν ὁ ἐγκρατὴς σώφρων οὐκ ἔστιν. ὁ γὰρ σώφρων οὐδ’ ὅλως ἔχει αἰσχρὰς ἡδονὰς ἐπηρεαζούσας αὐτόν, ἀλλὰ τοῦ λόγου προστάσ- σοντος δεῖν ἀπέχεσθαι τῶν αἰσχρῶν ἡδονῶν, εὐθὺς ἔχει τὴν ἐπιθυμίαν ἐπακολουθοῦσαν αὐτῷ καὶ μένει ἠρεμῶν. οὐ γὰρ τοῦ σώφρονός ἐστι τὸ ἄγεσθαι ἢ τὸ πολεμεῖσθαι ὑπὸ αἰσχρῶν ἡδονῶν καὶ ἰσχυρῶν, οὐδὲ τὸ φαύ- λς ἔχειν ἐπιθυμίας τοῦ σώφρονός ἐστιν. ἀγαθῶν γὰρ ὁ σώφρων ἐφίεται. ἀλλὰ μὴν δεῖ γε, ἤτοι ἀλλὰ μὴν εἰ ὁ ἐγκρατὴς καὶ ὁ σώφρων ταὐτόν ἐστιν, ἔδει καὶ τὸν σώφρονα φαύλας καὶ ἰσχυρὰς ἡδονὰς ἔχειν, ἐπηρεα- ζούσς αὐτὸν παραπλησίως τῷ ἐγκρατεῖ. ἐπεὶ δὲ οὐκ ἔχει φαύλας ἡδο- νάς, ἕτερος ἄρα ὁ σώφρων τοὐ ἐγκρατοῦς ἐστιν, ὁ οὖν ἐγκρατῆὴς ἔχει τὸν λόγον ἀντιτείνοντα καὶ διισχυριζόμενον μὴ ἐπακολουθεῖν τῇ ἐπιθυμίᾳ. Μέλλει οὖν ἐνταῦθα δεῖξαι ὅτι ἡ ἐγκράτεια ἔχει ὑποκείμενα τὰς φαύ- so λᾶς ἐπιθυμίας καὶ ἰσχυράς, καί φησιν ὅτι εἰ τοὐ ἐγκρατοῦς ἐπιθυμίαι ἀγαθαί εἰσι, λοιπὸν ἡ ἕξις, ἤτοι ὁ λόγος ὁ κωλύων μὴ ἀκολουθεῖν τῇ ἐπιθυμίᾳ, φαύλη ἐστὶ καὶ λοιπὸν ἄρα πᾶσα ἐγκράεια σπουδαία ἐστίν, ἤτοι ἀγαθή. ἀλλ’ ἡ μὲν ἐγκράτεια, ᾗ ἔχει τὸν λόγον κωλύοντα μὴ ἐπε- ἕπεσθαι ταῖς αἰσχραῖς ἐπιθυμίαις, ἐστὶ χρηστή, ᾗ δὲ ἔχει τὸν λόγον κωλύ- κωλύοντα ἕπεσθαι ταῖς αἰσχραῖς ἐπιθυμίαις, φαύλη ἐστίν. εἰ δ’ ἀσθενεῖς εἰσιν αἱ ἐπιθυμίαι καὶ ἀνίσχυροι, μὴ κακαὶ δέ, οὐκ ἔστι τι σεμνόν, εἰ ἔχει τὸν λόγον μὴ ἐπακολουθοῦντα τῇ ἐπιθυμίᾳ ὁ ἐγκρατής, ἀλλὰ κρατεῖ τῆς ἐπιθυμίας. τότε γὰρ ἦν σεμνόν, ὅτε μεγάλων οὐσῶν τῶν ἐπιθυμιῶν καὶ ἀγαθῶν, ἐκράτει αὐτῶν, εἰ δὲ φαῦλαί εἰσιν αἱ ἐπιθυμίαι, ἀσθενεῖς δὲ καὶ μικραί, οὐδὲν μέγα ἐστιν, εἰ τούτων κρατεῖ ὁ ἐγκρατής, μικρῶν οὐσῶν καὶ οὐδαμινῶν. λείπεται οὖν περὶ μεγάλας καὶ ἰσχυρὰς ἐπιθυμίς καὶ φαύλας τὴν ἐγκράτειαν καταγίνεσθαι, καὶ διὰ τοῦτο καὶ ὁ ἐγκρατὴς θαυμάζεται, ὡς μεγάλων ἐπιθυμιῶν καὶ ἰσχυρῶν κρατῶν. εἶπεν ὄπισθεν, ὅτι ὁ ἐγκρατὴς ἐμμενετικός ἐστι δόξης τῆς οἰκείας καὶ φησὶ νῦν, ὅτι εἰ ὁ ἐγκρατὴς πάσῃ δόξῃ ὀφείλει ἐμμένειν, λοιπόν ἐστιν ὁ ἐγκρατὴς φαῦλος, εἰ καὶ τῇ ψευδεῖ, ἤτοι τῇ κακῇ, δόξῃ ἐμμένει. εἰ γὰρ ὁ ἐγκρατὴς φαύλην ἔχει δόξαν, ἤτοι ὅτι καλόν ἐστι τὸ μοιχεύειν, καὶ ἐπιμένει πάλιν τῇ δόξῃ, λοιπὸν φαύλη ἐστὶν ἡ ἐγκράτεια. ὥστε ὁ ἐγκρατὴς οὐ πάσῃ δόξῃ ἐστὶν ἐμμενετικὸς ἀλλὰ τῇ ἀγαθῇ δόξῃ. καὶ πάλιν εἶπεν ὄπισθεν, ὅτι εἰ ὁ ἀκρατὴς ἐκστατικὸς πάσης δόξης, καί φησιν ἔνστασιν φέρων, ὅτι εἰ πάσης δόξης ἐκστατική ἐστιν ἡ ἀκρασία, ἔστι καί τις ἀκρασία ἀγαθή. εἰ γάρ τις ἔχει δόξαν φαύλην, οἷον εἰ ὅτι καλόν ἐστι τὸ μοιχεύειν δοξάζων, καὶ ἐκστῇ τῆς τοιαύτης δόξης καὶ οὐ πράττει τὴν μοιχείαν, ἡ τοιαύτη ἀκρασία ἐστὶν ἀγαθή. τοῦτο δὲ ἄτοπον. ἡ γὰρ ἀκρασία κακία ἐστίν, ὥστε οὐ πάσης δόξης ἐκστατικὴ ἡ ἀκρασία, ἀλλὰ τῆς ἀγαθῆς. εἰ γὰρ ἔχω δόξαν, ὅτι κακὸν τὸ μοιχεύειν, καὶ ἐκστὰς τῆς τοιαύτης δόξης π· ράττω τὴν μοιχείαν, τότε ἀκρατὴς κληθήσομαι, καὶ ὁ Νεοπτόλεμος πεισθεὶς παρὰ τοῦ Ὀδυσσέως, δόξαν εἶχεν ἀπατῆσαι τὸν Φιλοκτήτην, εἶθ’ ὕστερον ἐκστὰς τῆς τοιαύτης δόξης καὶ οὐκ ἐμμείνας οἷς ὑπὸ τοῦ Ὀδυσσέως ἐπείσθη μὴ φέρων ψεύσασθαι, ἐπαινετός ἐστιν. ἔτι ὁ σοφιστικὸς λόγος, ἤτοι ὁ σοφιστεύων, γίνεται ψευδόμενος ἀπορία. οἱ γὰρ σοφισταὶ βουλόμενοι ἐλέγχειν τὸν ἐρωτώμενον ἐρωτῶσιν αὐτόν, ὁμολογοῦντα, ὅτι ἐστὶν αὐτῷ δόξα, ὅτι ὁ λίθος οὐχ ὁρᾷ, καὶ ἐρωτῶσιν· ‘ἆρα ὃ ὁρᾷ τοῦτο ὁρᾷ’, τοῦ δὲ |εἰπόντος ‘ναί’, ἐπάγουσιν, ‘ἀλλὰ μὴν τὸν λίθον ὁρᾷ, ὁ λίθος ἄρα ὁρᾷ. ὁ τοιοῦτος οὖν συλλογισμὸς ἀπορία, οὐ φανερὰ καὶ δεινή, καὶ ὅταν ἐπιτύχωσι καὶ μᾶλλον πείσωσι τὸν ἐρωτώμενον ὅτι ὁ λίθος ὁρᾷ. ἀπορία γάρ ἐστιν ὅταν ἡ διάνοια οὐ βούληται ἐμμένειν τῷ συμπεράσματι, ᾧ συγκατέθετο, οἷον ὅτι ὁ λίθος ὁρᾷ, μὴ ἀρεσκόμενος αὐτῷ, προιέναι δὲ ἀδύνατον διὰ τὸ μὴ δύνασθαι λῦσαι τὸν λόγον, ἤτοι τὸ σόφισμα. εἰ οὖν ἡ ἐγκράτειά ἐστι πάσῃ δόξῃ ἐμμενετική, ἡ δὲ ἀκρασία πάσης δόξης ἐκστατική, ἐπὶ τῶν σοφιστικῶν συλλογισμῶν εὑρεθήσεται ἡ μὲν ἐγκράτεια φαύλη (εἴπερ μὴ αἱρεῖται ὁ ὁμολογήσας, ὅτι ὁ λίθος ὁρᾷ, ἐμμένειν τῇ τοιαύτῃ δόξῃ), ἡ δ’ ἀκρασία ἀγαθή. εἰ γὰρ ἐκστῇ τῆς τοιαύτης δόξης, ἤτοι τοὐ δοξάζειν, ὅτι ὁ λίθος ὁρᾷ, ἀγαθόν ἐστι. συμβαίνει δὲ ἐκ τούτου τοῦ λόγου, ὅτι ἡ ἀκρασίᾳ ἐστὶν ἐκστατικὴ πάσης δόξης τὸ τὴν ἀφροσύνην συνέρχεσθαι τῇ ἀκρασία καὶ ἀπογεννᾶν ἀρειήν. εἰ γὰρ ἔστι τις ἄφρων καὶ ἀκρατής, ᾗ μὲν ἄφρων, δοξάζει τὸ ἀγαθὸν κακόν, ἤτοι ὅτι τὸ μοιχεύειν ἐστὶ κακόν, ᾗ δὲ ἀκρατής, ἐξίσταται τῆς τοιαύτης δόξης, ἤτοι τοῦ δοξάζειν, ὅτι τὸ μοιχεύειν ἐστὶ κακόν, ὑπολαμβάνει δὲ ἀγαθὸν αὐτὸ καὶ πράττει τὸ ἀγαθόν, τὸ δὲ πράττειν τὸ ἀγαθὸν ἀρετή ἐστιν. ᾗ γὰρ ἀκρατής, τὰ ἐναντία πράττει ὧν ὑπολαμβάνει, ὡς δὲ ἄφρων δοξάζει ὅτι τὸ ἀγαθόν, ἤτοι τὸ μοιχεύειν, ἐστὶ κακόν. ὥστε τὰ ἀγαθὰ πράξει διὰ τὴν ἀκρασίαν, καὶ οὐ τὰ κακά. Ἐνταῦθα μέλλει διδάξαι, ὅτι ὁ ἀκόλαστος τιμιώτερός ἐστι τοῦ ἀκρατοῦς. φησὶ γάρ, ὅτι ὁ ἀκόλαστος μὴ ἔχων τὸν λόγον ἐρρωμένον, ἤτοι μὴ γινώσκων ὅτι κακόν ἐστι τὸ πορνεύειν, πράττει αὐτό, ἂν δὲ παρ’ ἑτέρου ἀκούσῃ, ὅτι τοῦτο κακόν ἐστιν, ἐκφεύγει αὐτό, ὁ δὲ ἀκρατὴς εἰ γινώσκων, ὅτι τὸ πορνεύειν κακόν ἐστιν, οὐκ ἐκφεύγει αὐτό, πῶς ἄν παρ’ ἑτέρου ἀκούσας τοῦτο κακὸν εἶναι, ἐκφεύγει αὐτό; ὥστε λοιπὸν τιμιώτερός ἐστιν ὁ ἀκόλαστος τοῦ ἀκρατοῦς. ἔτι ὁ ἀκόλαστος πράττων τὰ ἡδέα, ἤτοι τὸ πορνεύειν, καὶ προαιρούμενος ἐν τῷ πεπεῖσθαι, ἤτοι πειθόμενος, καὶ οἰόμενος τὸ πορνεύειν ἀγαθὸν εἶναι, ἅτε μὴ ἔχων τὸν λόγον ἐρρωμένον, βελτίων δόξειε τοῦ ἀκρατοῦς, τοῦ πράττοντος τὸ ἀγαθόν, ἤτοι τὸ μὴ πορνεύειν διὰ τὸν λογισμόν. ἤτοι διὰ τὸ ἔχειν τὸν λόγον παρεφθαρμένον. ὁ γὰρ ἀκρατὴς τὸν λόγον ἔχει ἐρρωμένον, ἀλλὰ δι’ ἀκρασίαν. ὁ γὰρ ἀκόλαστος εὐιατώτερός ἐστι διὰ τὸ δύνασθαι παραπεισθῆναι καὶ φυγεῖν τὸ πορνεύειν, εἰ παρ’ ἑτέρου ἀκούσει, ὅτι τὸ πορνεύειν κακόν ἐστιν. ὁ δ’ ἀκρατὴς ἔνοχος τῆ παροιμίᾳ φαίνεται, ὅτι ὅταν τὸ ὕδωρ πνίγῃ καὶ βλάπτῃ, τί ἕτερον δεῖ πίνειν; λέγεται αὕτη ἡ παροιμία ἐπὶ τῶν ἀνθρώπων τῶν βλαπτομένων ἀφ’ ὧν οἴονται ὠφεληθῆναι. εἰ γὰρ ἀπὸ τῶν δυναμένων ὠφελεῖν, ἤτοι εἰ ἀπὸ τῶν ὠφελίμων πραγμάτων, βλάπτονται, τί ἄν οὗτοι πάθωσιν ὑπὸ τῶν μὴ δυναμένων ὠφελεῖν πραγμάτων ἀλλὰ βλάπτειν; εἰ οὖν ὁ ἀκρατὴς ἔχων τὸν λόγον ἐρρωμένον καὶ γινώσκων, ὅτι τὸ πορνεύειν κακόν ἐστιν, οὐκ ὠφελεῖται, πῶς ἄν ὠφεληθῇ εἰ παρ’ ἑτέρων ἀκούσει τόδε κακὸν εἷναι, καὶ ἐάσει αὐτό; εἰ γὰρ ὁ ἀκρατὴς μὴ ἐπέπειστο, ἤτοι οὐκ ἐγίνωσκεν, ὅτι ἃ πράττει, ἤτοι ὅτι τὸ πορνεύειν κακόν ἐστι ὃ πράττει, τάχα ἄν μεταπεισθεὶς τῷ παρ’ ἑτέρου ἀκοῦσαι, ὅτι τοῦτο κακόν ἐστιν, ἐπαύσατο τοῦ πορνεύειν, νῦν δὲ καὶ πεπεισμένος, ἤτοι γινώσκων κακὸν εἶναι τὸ πορνεύειν, οὐδὲν ἧττον πράττει ἕτερον, ἀλλ’ αὐτό. πρὸς τὸ ἄνω ῥηθέν ἐστι τοῦτο, ἄτοπον δέ ἐστι τὸ ἐκ δύο κακιῶν ἀρετὴν ἀπογεννᾶσθαι, ἢ μᾶλλον εἰπεῖν ἀδύνατον. οὐδὲ γὰρ ἐκ δειλίας καὶ θρασύτητος ἀρετή τις ἀπογεννηθῇ. εἶπεν ὄπισθεν, ὅτι λέγεται καὶ ἀκρατὴς θυμοῦ καὶ ἀκρατὴς ἐπιθυμίας καὶ ἀκρατὴς τιμῆς. φησὶν οὖν νῦν ὅτι εἰ περὶ πάντα, ἤτοι τὸν θυμὸν καὶ τὴν τιμὴν καὶ τὸ κέρδος καὶ ἁπλῶς περὶ πάντα ἡ ἐγκράτεια καὶ ἡ ἀκρασία καταγίνεται, ὁ ἁπλῶς, ἤτοι ὁ κυρίως, ἀκρατὴς τίς ἐστιν; οὐδεὶς γὰρ ἔχει πάσας τὰς ἀκρασίας ἀλλ’ ὁ μέν ἐστιν ἀκρατὴς θυμοῦ, ὁ δὲ ἀκρατὴς τιμῆς, ὁ δὲ 45 ἀκρατὴς φιλοχρηματίας. εἰ οὖν ὁ μὲν ἔχει τήνδε τὴν ἀκρασίαν, ἤτοι τοῦ θυμοῦ, ὁ δὲ τήνδε, καὶ οὐδεὶς ἔχει πάσας, λοιπὸν ὁ κυρίως ἀκρατὴς τίς ἐστι; λέγομεν γὰρ ὅτι εἰσί τινες ἁπλῶς, ἤτοι κυρίως, ἀκρατεῖς. Πρῶτον δὲ σκεπτέον πότερον οἱ ἀκρατεῖς εἰδότες, ὅτι τὸ πορνεύειν κακόν, πορνεύουσιν ἢ μὴ εἰδότες καὶ |ἐὰν εἰδότες πορνεύωσι, πῶς ὡς εἰδότες, ἐπιστήμην ἔχοντες ἢ δόξαν, εἰδότες εἰσίν. εἰπὼν τὰς δόξας τῶν παλαιῶν νῦν προανακρούεται τί μέλλει ζητῆσαι. μέλλει οὖν ζητῆσαι περὶ ποῖα ὑποκείμενα καταγίνεται ὁ ἐγκρατὴς καὶ ἀκρατής, ἤτοι περὶ πᾶ ’σαν ἡδονὴν καὶ λύπην καταγίνεται ὁ ἐγκρατὴς καὶ ὁ ἀκρατὴς ἢ περί τινας ὡρισμένας. τῶν γὰρ ἡδέων τὰ μὲν φύσει εἰσὶ καθ’ αὑτὰ αἱρετά, ὡς τιμὴ νίκη, τὰ δέ εἰσιν ἡδέα θέσει. εἰπὼν ὄπισθεν ὅτι δοξάζουσί τινες, ὡς ὁ ἐγκρατὴς καὶ ὁ καρτερικός ἐστιν ὁ αὐτός, νῦν ζητῆσαι λέγει, εἰ αὐτός ἐστιν ἢ ἕτερος. ὁμοίως δὲ καὶ ἄλλα τινὰ μέλλομεν ζητῆσαι συγγενῆ συμβαλλόμενα εἰς ταύτην τὴν διδασκαλίαν. πᾶν τὸ διαφέρον τινὸς ἢ κατὰ τὰ ὑποκείμενα διαφέρει ἢ κατὰ τὸν τρόπον ἢ καὶ κατ’ ἄμφω, ἤτοι καὶ κατὰ τὰ ὑποκείμενα καὶ κατὰ τὸν τρόπον, οἷον ἡ σωφροσύνη διαφέρει τῆς ἀνδρείας καὶ κατὰ τὰ ὑποκείμενα (ἡ μὲν γὰρ περὶ · ἡδονὰς καὶ λύπας καταγίνεται, ἡ δὲ περὶ θάρρη) καὶ κατὰ τὸν τρόπον (ἡ μὲν γὰρ ἥδεται οἷς δεῖ, ἡ δὲ θαρρεῖ οἷς δεῖ). πρῶτον θεωρήσωμεν, εἰ ὁ ἐγκρατὴς καὶ ὁ ἀκρατὴς διαφορὰν ἔχοντές εἰσιν, ἤτοι διαφέρουσιν ἐν τῷ περὶ ἅ, ἤτοι τὰ ὑποκείμενα καὶ περὶ ἄλλα μὲν ὑποκείμενα καταγίνεται ὁ ἐγκρατής. περὶ ἄλλα δὲ ὁ ἀκρατής, ἢ τῷ πῶς, ἤτοι κατὰ τὸν τρόπον διαφέρουσι, κατὰ δὲ τὰ ὑποκείμενα οὔ, ἤτοι πότερον ὁ ἀκρατὴς διαφέρει τοῦ ἐγκρατοῦς τῷ περὶ ταδὶ τὰ ὑποκείμενα εἶναι ὁ ἀκρατής, τοῦ ἐγκρατοῦς περὶ ἕτερα ὄντος, ἤτοι διαφέρουσι κατὰ τὰ ὑποκείμενα ἢ οὐ διαφέρουσι κατὰ τὰ ὑποκείμενα, ἀλλὰ τῷ ὥς, ἤτοι κατὰ τὸν τρόπον, ἢ οὐ κτὰ τὸν τρόπον διαφέρει ὁ ἐγκρατὴς τοῦ ἀκρατοῦς. ἔστι δὲ τὸ ἀληθές, ὅτι κατὰ τὰ ὑποκείμενα οὐ διαφέρουσι. καὶ ὁ ἐγκρατὴς γὰρ καὶ ὁ ἀκρατὴς περὶ τὰ αὐτὰ ὑποκείμενα καταγίνονται, ἤτοι περὶ τὰ ἀφροδίσια, ἤτοι περὶ τὰς ἐν ἁφῇ ἡδονάς, κατὰ δὲ τὸν τρόπον διαφέρουσιν. ὁ γὰρ ἐγκρατὴς κρατεῖ τῶν ἀφροδισίων, ἤτοι τῶν αἰσχρῶν ἡδονῶν, καὶ νικᾷ, ὁ δὲ ἀκρατὴς ἡττᾶται. Ἔτι μέλλομεν ζητῆσαι καὶ εἰ περὶ ἅπαντα, ἤτοι τὸν θυμὸν καὶ τὴν τιμὴν καὶ τὴν νίκην καταγίνεται καὶ ὁ ἐγκρατὴς καὶ ὁ ἀκρατὴς ἢ οὐ περὶ ἅπαντα καταγίνεται. ἔλεγε γὰρ ὄπισθεν, ὅτι ἐστὶν ἀκρατὴς θυμοῦ καὶ τιμῆς καὶ κέρδους. λύει οὖν τὸ ἄπορον, ὅτι οὐ περὶ πάντα, ἤτοι καὶ τὴν τιμὴν καὶ τὸ κέρδος καταγίνεται ὁ κυρίως ἀκρατὴς ἀλλὰ περὶ τὰ ἀφροδίσια καταγίνεται ὁ κυρίως ἀκρατής, περὶ ἃ καταγίνεται καὶ ὁ ἀκόλαστος. οὔτε ἐν τῷ πρὸς· τοῦτο ἁπλῶς ἔχειν, ἤτοι οὔτε κατὰ τὸν τρόπον κοινωνοῦσιν. ἐπεὶ γὰρ περὶ τὰ αὐτὰ ὑποκείμενα καταγίνεται ἡ ἀκρασία καὶ ἡ ἀκολασία, εἰ καὶ κατὰ τὸν τρόπον ἐκοινώνουν, ταὐτὸ ἄν ἦν ἡ ἀκρασία τῇ ἀκολασίᾳ, ἀλλὰ διαφέρει ἡ ἀκρασία τῆς ἀκολασίας ἐν τῷ ὡδὶ ἔχειν περὶ τὰ ὑποκείμενα, ἤτοι κατὰ τὸν τρόπον. ὁ μὲν γὰρ ἀκρατὴς γινώσκων, ὅτι κακαί εἰσιν αἱ αἰσχραὶ ἐπιθυμίαι, ἡττᾶται ὑπ’ αὐτῶν, ὁ δὲ ἀκόλαστος οὐδ’ ὅλως γινώσκει, εἰ κακαί εἰσιν αἱ αἰσχραὶ ἐπιθυμίαι ἀλλ’ ὡς ἀγαθὰς αὐτὰς οἴεται. ὁρᾶς ὅπως κατὰ τὸν τρόπον διαφέρουσιν ὁ ἀκρατὴς καὶ ὁ ἀκόλαστος· ὁ μὲν γὰρ ἔχει τὸν λόγον ἐρρωμένον, ἤτοι ὁ ἀκρατής, ὁ δὲ ἀκόλαστος ἔχει τὸν λόγον διεφθαρμένον. ὁ μὲν γὰρ ἀκόλαστος ἄγεται καὶ ἡττᾶται ὑπὸ τῶν αἰσχρῶν ἡδονῶν προαιρούμενος καὶ οἰόμενος αὐτὰς εἶναι ἀγαθόν, καὶ νομίζων ἀεὶ δεῖν ὡς ἀγαθὸν τὸ παρὸν ἡδύ διώκειν, ἤτοι ἐπιζητεῖν, ὁ δὲ ἀκρατὴς οὐκ οἴεται εἶναι τὸ πορνεύειν ἀγαθὸν ἀλλὰ κακόν, διώκει δὲ αὐτό, ἤτοι ἐπιζητεῖ ἄκων καὶ ἀπροαιρέτως ὑπὸ τῆς αἰσχρᾶς ἐπιθυμίας 15 ἡττώμενος. ὄπισθεν εἶπεν ὅτι ὁ ἀκρατὴς οὐκ ἐπιστήμην ἔχει ἀλλὰ δόξαν. εἰ γὰρ εἶχεν ἐπιστήμην, οὐκ ἄν παρέσφηλεν· ἡ γὰρ ἐπιστήμη ἄπταιστός ἐστιν. ἐπεὶ δὲ παρασφάλλει ἡττώμενος ὑπὸ τῆς ἐπιθυμίας, λοιπὸν ἔχει δόξαν. ἡ γὰρ δόξα πταιστή ἐστι καὶ ἀβέβαιος. φησὶν οὖν πρὸς τοῦτο, ὅτι κἂν λέγωμεν, ὅτι ὁ ἀκρατὴς δόξαν ἔχει καθ’ ἣν ἀκρατεύεται, καὶ οὐχὶ ἐπιστήμην, οὐδὲν διαφέρει, ταὐτὸν γάρ ἐστιν. εἰ μὲν γὰρ πᾶσα δόξα ἦν πταιστὴ καὶ ἀβέβαιος, οὐ καλῶς ἄν ἔλεγον ὅτι δόξαν ἔχει ὁ ἀκρατής, καὶ οὐκ ἐπιστήμην. ἐπεὶ δέ ἐστι δόξα ἄπταιστος καὶ βεβαία οὐδὲν ἧττον τῆς ἐπιστήμης, λοιπὸν οὐ καλῶς λέγουσιν. εἴτε γὰρ δόξαν λέγουσιν ἔχειν τὸν ἀκρατῆ εἴτε ἐπιστήμην, οὐδὲν διαφέρει, ἐπεί ἐστι καὶ δόξα ἄπταιστος οὐδὲν ἧττον τῆς ἐπίστη μὴς. τινὲς γὰρ τῶν δοξαζόντων οὐ διστάζουσι καὶ ἀμφιβάλλουσιν οἷς δοξάζουσιν, ἀλλ’ οἴονται ἀκριβῶς εἰδέναι, ὡς ὁ Δημόκριτος ἐδόξαζεν, ὅτι τὰ σώματα ἐκ τῶν ἀτόμων εἰσί, καὶ ἀκριβῶς δοξάζειν ἔλεγεν. εἰ οὖν οἱ δοξάζοντες διὰ τὸ ἠρέμα πιστεύειν, ἤτοι διὰ τὸ ἔχειν δόξαν ἀσθενῆ |καὶ ἀμυδρὰν πίστιν περὶ τοῦ πράγματος πράττουσι παρὰ τὴν ὑπόληψιν, ἤτοι δόξαν, τουτέστι πταίουσι καὶ παρασφάλλουσι μᾶλλον ἢ οἱ ἐπιστήμονες· ἀλλ’ οὐ διὰ τοῦτο διαφέρει δόξα καὶ ἐπιστήμη, ἐπεί ἐστι καὶ δόξα ἄπταιστος. ἔνιοι γὰρ πιστεύουσιν οἷς δοξάζουσιν οὐδὲν ἧττον παρὸ ἕτεροι, ἤτοι οἱ ἐπιστήμην ἔχοντες πιστέυουσιν, οἷς ἐπίστανται. δηλοῖ δὲ καὶ Ἡράκλειτος, ὅτι ἐστὶ βέβαιος καὶ ἰσχυρὰ δόξα καὶ οὐ πᾶσα δόξα ἐστὶν ἀσθενής. ἐκεῖνος γὰρ δοξάζων, ὅτι κίνησις οὐκ ἔστιν, ἔλεγεν ὅτι ἀκριβῶς οἶδα, δείξας ὅτι κἂν δόξαν ἔχειν λέγωσι τὸν ἀκρατῆ κἄν ἐπιστήμην, τῷ αὐτῷ ἀτοπήματι ἐμπίπτουσι. Λύει τὸ πῶς οἶδε ὁ ἀκρατὴς διὰ τεσσάρων ἐπιχειρημάτων. φησὶ οὖν, ὅτι τὸ ἐπίστασθαι δύο σημαίνει· λέγεται γὰρ καὶ ἐπιστήμων ὁ ἔχων τὴν ἕξιν καὶ τὴν ἐπιστήμην, μὴ χρώμενος δὲ τῇ ἐπιστήμη, ἤτοι μὴ ἐνεργῶν δὲ κατὰ τὴν ἐπιστήμην· λέγεται καὶ ἐπιστήμων ὁ ἔχων τὴν ἕξιν τῆς γεωμετρίας καὶ τὴν ἐπιστήμην καὶ χρώμενος ταύτῃ, ἤτοι ἐνεργῶν κατὰ τὴν οἰκείαν ἐπιστήμην. διαφέρει οὖν τὸ πταῖσαί τινα ἐπιστήμονα, ἔχοντα μὲν τὴν ἐπιστήμην μὴ θεωροῦντα δέ, ἤτοι μὴ ἐνεργοῦντα δὲ κατὰ τὴν ἐπιστήμην, καὶ τὸ πταῖσαι τὸν ἐπιστήμονα, ἔχοντα μὲν τὴν ἐπιστήμην καὶ θεωροῦντα, ἤτοι καὶ ἐνεργοῦντα κατὰ τὴν ἐπιστήμην, καὶ τὸ πράττειν αὐτὸν ἐν τῷ ἐνεργεῖν ἃ μὴ δεῖ ποιεῖν τοῦ καὶ ἔχοντα τὴν ἐπιστήμην καὶ θεωροῦντα, ἤτοι ἐνεργοῦντα. τοῦ τὸ γάρ ἐστι δεινὸν καὶ ἄτοπον, τὸ ἐάν τις ἔχων τὴν ἐπιστήμην καὶ ἐνεργῶν περὶ αὐτὴν παρασφάλλῃ, ἀλλ’ οὐκ ἔστι ἄτοπον οὐδὲ δεινόν, ἐάν τις παρασφάλλῃ, ἔχων μὲν τὴν ἐπιστήμην μὴ θεωρῶν δέ, ἤτοι μὴ ἐνεργῶν δέ, οἷον εἴ τις τῆς γραμματικῆς μὲν ἔχει τὴν ἐπιστήμην, οὐκ ἐνεργεῖ δὲ περὶ αὐτήν, ἀλλ’ ἕτερόν τι σκοπεῖ καὶ περὶ αὐτὸ τὸν νοῦν ἔχει, ἐρωτηθεὶς τὸ ”ὀ Αἴας, τὸ ο“, καὶ εἴπῃ ”μέγα“, οὐκ ἔστιν ἄτοπον, ἀλλ’ ἄτοπον, εἴ τίς ἐστι γραμματικὸς καὶ ἐνεργῶν ὡς γραμματικὸς πταίσει. καὶ ὁ ἀκρατὴς ἔχει μὲν τὴν ἐπιστήμην, ὅτι κακόν ἐστι τὸ πορνεύειν, οὐκ ἐνεργεῖ δὲ περὶ αὐτήν, ὥστε ἀπέχεσθαι τούτου, καὶ εἰ ἐπιστήμην ἔχει μὲν οὐκ ἐνεργεῖ δέ, οὐδέν ἐστιν ἄτοπον εἰ παρασυρεὶς ὑπὸ τῆς ἐπιθυμίας πορνεύσει. Ἔτερον ἐπιχείρημα ὅτι δύο τρόποι εἰσὶ τῶν προτάσεων. τῶν γὰρ προτάσεων ἡ μέν ἐστι καθόλου, ἡ δὲ μερική. εἴ τις μὲν οὖν γινώσκει τὴν καθόλου πρότασιν, καὶ τὴν μερικὴν ἐξ ἀνάγκης δυνάμει γινώσκει ἢ ἐνεργείᾳ. ἡ γὰρ μερικὴ πρότασις ὑπὸ τῆς καθόλου προτάσεως περιέχεται. οὐδὲν οὖν κωλύει πράττειν παρὰ τὴν ἐπιστήμην, ἤιοι παρασφάλλειν καὶ πταίειν τὸν ἔχοντα μὲν ἀμφοτέρας τὰς προτάσεις, καὶ τὴν καθόλου καὶ τὴν μερικήν, καὶ χρώμενον μὲν τῇ καθόλου, ἤτοι ἐνεργοῦντα περὶ τὴν καθόλου καὶ ταύτην γινώσκοντα ἐνεργείᾳ, ἀλλὰ μὴ χρώμενον τῇ μερικῇ, ἤτοι μὴ ἐνεργοῦντα περὶ τὰ μερικά, ἀλλὰ δυνάμει ταύτην γινώσκοντα. τὰ γὰρ καθ’ ἕκαστα πρακτά εἰσιν, ἤτοι περὶ τὰ μερικὰ πᾶς ἐνεργεῖ, οὐ περὶ τὰ καθόλου, καὶ ἐπεὶ περὶ τὰ μερικὰ ἐνεργεῖ, διὰ τοῦτο καὶ παρασφάλλει τὴν μερικὴν πρότασιν ἀγνοῶν. εἰ γὰρ γινώσκει μὲν καθόλου, ὅτι πᾶς ἐλλέβορος θανατηφόρος ἐστὶ καὶ καθαίρει, ἀγνοεῖ δὲ τὸ μερικόν, ὅτι τόδε ἐλλέβορός ἐστιν, εἶτα παρασφάλλει προσαγαγὼν τοῦτο ὡς φάρμακον, οὐδὲν ἄτοπον, ἀλλὰ τότε ἐστὶν ἄτοπον, ὅταν γινώσκων τὸ μερικόν, οἷον ὅτι τόδε ἐλλέβορός ἐστι καὶ προσφέρῃ τοῦτόν τινι. διαφέρει δὲ καὶ τὸ καθόλου. τὸ μὲν γάρ ἐστιν ἐφ’ ἑαυτοῦ, τὸ δὲ ἐπὶ τοῦ πράγματος. εἰ οὖν ἐφ’ ἑαυτοῦ μέν ἐστι τὸ καθόλου, τότε ἐξ ἀνάγκης γινώσκει καὶ τὴν μερικήν. ἑαυτὸν γὰρ πάντως οὐδεὶς ἀγνοεῖ· οἷον ὅτι παντὶ ἀνθρώπῳ συμφέρει τὰ ξηρά, καθόλου πρότασίς ἐστιν ἐφ’ ἑαυτοῦ, καὶ διὰ τοῦτο ἐξ ἀνάγκης γινώσκειν μέλλει καὶ τὴν μερικήν, οἷον ὅτι ἐγὼ ξηρός εἰμι, καὶ διὰ τί ἐμοὶ συμφέρει τὰ ξηρά· ἢ οὗτος ξηρός ἐστιν, ἐπεὶ καὶ ἄνθρωπός ἐστι, καὶ διὰ τοῦτο συμφέρει αὐτῷ τά ξηρά. καὶ πάλιν ἑτέρα πρότασις καθόλου ἐφ’ ἑαυτοῦ· ὅτι παντὶ ἀνθρώπῳ συμφέρει τὰ δίκαια πράττειν· ἐξ ἀνάγκης οὖν γινώσκειν μέλλει καὶ τὰ μερικά, ὅτι καὶ ἐγὼ ἄνθρωπός εἰμι· συμφέρει ἄρα καὶ ἐμοὶ καὶ τὰ δίκαια πράττειν. ὅταν δὲ ἐπὶ τοῦ πράγματος ᾖ τὸ καθόλου, οἷον ὅτι πᾶν ξηρὸν τοιόνδε ἐστίν, ἤτοι ὠφέλιμον, οὐκ ἐξ ἀνάγκης μέλλει γινώσκειν τὸ μερικόν, ἢ τὸ ὅτι ξηρὸν τὸ τοιόνδε. παράδειγμά ἐστι τοῦ καθόλου τοῦ ἐπὶ τοῦ πράγματος· ὅτι πᾶν μὲν τὸ ξηρὸν τοιόνδε, ἤτοι ὠφέλιμόν ἐστι, γινώσκει, ἀλλὰ τὸ μερικόν, ὅτι τόδε τὸ ὁρώμενον τοιόνδε ἐστίν, ἤτοι ξηρόν, οὐκ ἐξ ἀνάγκης μέλλει γινώσκειν, ἀλλ’ εἰ τόδε τὸ ὁρώμενόν ἐστι τοιόνδε, ἤτοι ξηρόν. ἢ οὐκ ἔχει, ἤτοι ἢ |οὐ γινώσκει, ἢ εἰ καὶ γινώσκει, ἀλλ’ οὐκ ἐνεργεῖ περὶ αὐτό. ὁμοίως δὲ καὶ τὸ πᾶς ἐλλέβορος καθαίρει γινώσκει μέν, ἀλλ’ εἰ τόδε ἐλλέβορός ἐστιν, οὐκ ἐξ ἀνάγκης μέλλει γινώσκειν. τὸ πᾶς ἐλλέβοπος καθόλου· καθόλου ἐστὶν ἐπὶ τοῦ πράγματος. κατὰ τοὺς δύο οὖν τρόπους τῶν προτάσεων, ἤτοι τὴν καθόλου καὶ μερικήν, διαφέρειν ἀμήχανον ὅσον, ἤτοι κατὰ πολύ, ὥστε δοκεῖν οὐδὲν ἄτοπον, οὕτως μὲν εἶναι, ἤτοι παρασφάλλειν καὶ πταίειν, εἰ τὸ καθόλου γινώσκει, τὸ δὲ μερικὸν ἀγνοεῖ. κατὰ γὰρ τὸ καθόλου οὐδεὶς ἀγνοεῖ, ἀλλὰ κατὰ τὰ μερικά, καὶ διὰ τοῦτο εἰ ἀγνοῶν τις τὴν μερικὴν πρότασιν παρασφάλλει, οὐδὲν ἄτοπον. θαυμαστὸν δέ ἐστι καὶ παράξενον ἄλλως, ἤτοι εἰ γινώσκων τις καὶ τὸ καθόλου καὶ τὸ μερικὸν παρασφάλλει. καὶ ὁ ἀκρατὴς οὐδὲν ἄτοπόν ἐστιν, εἰ γινώσκει μὲν τὸ καθόλου. ὅτι τὸ μοιχεύειν κακόν ἐστι, τὸ δὲ μερικὸν ἀγνοῶν καὶ ὑπὸ τῆς ἐπιθυμίας ἡττώμενος, ὡς ἀγαθὸν οἴεται εἶναι τὸ μοιχεύειν, παραπταίει καὶ μοιχεύει. ἔτι ἕτερον ἐπιχείρημά τι ἴσον αὐτὸ μὲν ὂν τῷ πρώτῳ ἐπιχειρήματι, διαφέρει δέ, διότι ἐκεῖ μὲν εἶχε τὴν ἐπιστήμην, ἑκὼν δὲ οὐκ ἐνήργει, ἐνταῦθα δὲ ἔχει μὲν τὴν ἐπιστήμην, ἄκων δὲ οὐκ ἐνεργεῖ. ὑπὸ γὰρ τῆς μέθης ἢ τοῦ θυμοῦ κωλύεται ἐνεργῆσαι. ἔτι ὑπάρχει μὲν τοῖς ἀνθρώποις τὸ ἔχειν τὴν ἐπιστήμην κατὰ ἄλλον τρόπον τῶν δύο ἐπιχειρημάτων τῶν νῦν ῥηθέντων. ἐν τῷ γὰρ ἔχειν μὲν τὴν ἐπιστήμην, μὴ χρῆσθαι, δέ, ἤτοι μὴ ἐνεργεῖν δὲ κατ’ αὐτὴν τῷ κωλύεσθαι, ὁρῶμεν τὴν ἔξιν διαφέρουσαν, ὥστε καὶ ἔχειν πὼς τὴν ἕξιν καὶ μὴ ἔχειν. οἷον ὁ καθεύδων, εἰ ἔστι γεωμέτρης, καὶ ἔχειν τὴν ἐπιστήμην ῥηθήσεται καὶ μὴ ἔχειν. ᾗ μὲν γὰρ ἔχει τὴν ἕξιν, ῥηθήσεται ἐπιστήμων, ἤτοι ἔχων τὴν ἐπιστήμην, ᾗ δὲ κωλύεται ὑπὸ τοῦ ὕπνου, ὥστε ἐνεργεῖν κατὰ τὴν ἐπιστήμην, οὐκ ἐπιστήμων ῥηθήσεται μηδὲ ἔχειν ἐπιστήμην. ὁμοίως δὲ καὶ ὁ οἰνωμένος, ἤτοι ὁ μεθύων, καὶ ὁ μαινόμενος καὶ ἔχειν τὴν ἐπιστήμην ῥηθήσεται καὶ μὴ ἔχειν, εἰ γεωμέτρης ἐστίν. ᾗ μὲν γὰρ ἔχει τὴν ἐπιστήμην καὶ τὴν ἕξιν, ῥηθήσεται ἔχειν ἐπιστήμην ᾗ δὲ κωλύεται ὑπὸ τῆς μέθης ἢ τῆς μανίας, ὥστε μὴ ἐνεργεῖν κατὰ τὴν οἰκείαν ἐπιστήμην, μὴ ἔχειν τὴν ἐπιστήμην ῥηθήσεται. ἀλλὰ καὶ οἱ ἐν τοῖς πάθεσιν ὄντες, ἤτοι οἱ τοῖς ἀφροδισίοις κατεχόμενοι ἢ ὑπὸ τοῦ θυμοῦ, οὕτω διατίθενται ὡς οἱ μεθύοντες καὶ οἱ μαινόμενοι. κεκαρωμένοι γὰρ καὶ οὗτοι καὶ μεθύοντες ὑπὸ τῶν ἀφροδισίων εἰσὶ καὶ ὥσπερ μαινόμενοι, ὁμοίως δὲ καὶ ὑπὸ τοῦ θυμοῦ. οἱ θυμοὶ γὰρ καὶ αἱ ἐπιθυμίαι τῶν ἀφροδισίων οὐ μόνον τὴν ψυχὴν ἀλλοιοῦσι καὶ οἱονεὶ μεθύειν αὐτὴν παρασκευάζουσιν, ἀλλὰ φανερῶς τὸ σῶμα μεθιστῶσιν, ἤτοι ἀλλοιοῦσιν. εἰ γάρ τις θυμῷ κατέχεται, ἴδοις ἄν τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐρυθρούς, ὁμοίως δὲ καὶ εἴ τις ἐρᾷ, ἴδοις ἄν τὸ πρόσωπον αὐτοῦ ὠχρόν. ὁμοίως δὲ καὶ οἱ ἐρῶντες ὑπὸ τοῦ ὑπερβολικοῦ ἔρωτος εἰς μανίαν ἐτράπησαν καὶ ἐξεστηκότες ἐγένοντο. δῆλον οὖν ὅτι οἱ ἀκρατεῖς ὁμοίως ἔχουσι τούτοις τοῖς μεθύουσι καὶ τοῖς μαινομένοις. ὥσπερ γὰρ οἱ μεθύοντες καὶ οἱ μαινόμενοι ἔχουσι μὲν τὴν ἐπιστήμην, κωλύονται δὲ ὑπὸ τῆς μέθης ἢ τῆς μανίας καὶ ἐνεργῆσαι κατὰ ταύτην, οὕτω καὶ οἱ ἀκρατεῖς ἔχουσι μὲν τὸν λόγον ἐρρωμένον καὶ γινώσκουσιν, ὅτι κακόν ἐστι τὸ πορνεύειν, κωλύονται δὲ ὑπὸ τῆς· σφοδρᾶς ἐπιθυμίας, τῆς αἰσχρᾶς, ἐνεργῆσαι καθὼς ὁ λόγος προστάττει. εἰ δὲ καὶ λέγουσιν οἱ ἀκρατεῖς τοὺς λόγους τοὺς ἀπὸ τῆς ἐπιστήμης (ἀπιστάμενοι γὰρ οἱ ἀκρατεῖς ὅτι κακὸν τὸ μοιχεύειν, λέγουσιν κακόν ἐστι τὸ μοιχεύειν), οὐδὲν σημεῖον, ἤτοι οὐδὲν πρὸς τὸν λόγον. καὶ γὰρ οἱ ὄντες ἐν τοῖς πάθεσι τούτοις, ἤτοι ἐν τῇ μέθῃ ἢ ἐν μανίᾳ, ἤτοι οἱ μεθύοντες καὶ οἱ μαινόμενοι, λέγουσιν ἀποδείξεις, ἤτοι ἀποδεικτικοὺς συλλογισμοὺς καὶ λόγους τοῦ Ἐμπεδοκλέους, οὐ νοοῦσι δὲ τί λέγουσιν. ὁμοίως δὲ καὶ οἱ παῖδες οἱ νῦν πρῶτον ἀρξάμενοι μανθάνειν συνείρουσι μὲν καὶ λέγουσι ”μῆνιν ἄειδε θεα“, οὔπω δὲ ἴσασι καὶ νοοῦσι τί λέγουσι. δεῖ γὰρ συμφῦναι, ἤτοι δεῖξιν λαβεῖν πρῶτον τῶν μαθημάτων καὶ οἱονεὶ φύσιν γενέσθαι τὴν ἕξιν ἐν αὐτοῖς, καὶ οὕτως ἕξουσι καὶ τὸ νοεῖν ἃ λέγουσι. τοῦτο δέ, ἤτοι τὸ λαβεῖν ἕξιν τῶν μάθη μάτων, διὰ χρόνου πολλοῦ καὶ κόπου γίνεται. καὶ καθάπερ οἱ ὑποκρινόμενοι λέγουσι μὲν ἔπη τοῦ Ομήρου, ὑπεισδυόμενοι πρόσωπον Ἕκτορος ἢ Ἀχιλλέως, οὐ μέντοι γε δὲ νοοῦσι τί λέγουσιν, οὕτω καὶ οἱ ἀκρατεῖς λέγουσι μέν, ὅτι κακόν ἐστι τὸ μοιχεύειν, σκοτιζόμενοι δὲ ὑπὸ τῶν αἰσχρῶν ἡδονῶν οὐ δύνανται νοῆσαι τί λέγουσι, καὶ ἐπεὶ οὐ νοοῦσι τί λέγουσιν, οὐκ ἄτοπόν ἐστιν, εἰ παρασφάλλουσι, καὶ τὴν μοιχείαν ὡς |ἀγαθὸν νομίζοντες πράττουσι. τοῦτο οὖν τὸ ἐπιχείρημα ὁ Ἀριστοτέλης μᾶλλον τῶν ἄλλων ἐπιχειρημάτων ἀποδέχεται. Τῶν δοξῶν ἡ μέν ἐστι καθόλου, ἡ δὲ ἑτέρα περὶ τὰ καθ’ ἕκαστα, ἤτοι μερικά, ὡντινῶν τῶν μερικῶν τῶν μὲν ὁρατῶν ἡ αἴσθησις, ἤτοι ἡ ὅρασις, ἐστὶ κυρία καὶ ἀντιληπτική. ὅταν δὲ μία γένηται ἐξ αὐτῶν συμπλακέντων. τῆς τε καθόλου καὶ τῆς μερικῆς, ἤτοι ὅταν δὲ μίξῃς τὴν μερικὴν δόξαν καὶ τὴν καθόλου καὶ συλλογίζῃ, ἀνάγκη ἐπί τινων φάναι, ἤτοι ὁμολογεῖν καὶ φάσκειν τὸ συμπέρασμα, οἷον ὅταν ὦσιν αἱ προτάσεις διανοητικαί, οἷον ὁ Σωκράτης ἄνθρωπος, ὁ ἄνθρωπος ζῷον, ὁ Σωκράτης ἄρα ζῷον. ἐνταῦθα οὐ δεῖ πρᾶξαι τὸ συμπέρασμα, ἐν δὲ ταῖς ποιητικαῖς, ἤτοι εἰ δὲ ὦσιν αἱ δόξαι ποιητικαί, ἤτοι πρακτικαί, οὐ δεῖ τὸ συμπέρασμα φάναι ἀλλὰ πρᾶξαι, οἷον εἰ εἴπω, τόδε γλυκύ ἐστι, παντὸς δὲ γλυκέος ἀπογεύεσθαι δεῖ· ὡς ἕν τι, ἐπεὶ τὸ συμπέρασμα ἀπὸ τῶν καθ’ ἕκαστα, ἤτοι μερικῶν ἐστι καὶ πρακτῶν, ἀνάγκη τὸν συλλογιζόμενον εἴ που δύναται καὶ οὐ παρά τινος κωλύεται καὶ ἐμποδίζεται, ἅμα τοῦτο πρᾶξαι καὶ ἀπογεύσασθαι τοῦδε τοῦ γλυκέος. ὅταν οὖν ἡ μὲν καθόλου δόξα κωλύῃ ἀπογεύεσθαι, ἡ λέγουσα, ὅτι οὐδενὸς γλυκέος ἀπογεύεσθαι δεῖ, ἡ δ’ ἄλλη, ἤτοι ἡ καθόλου δόξα λέγῃ πᾶν τὸ γλυκὺ ἡδύ, ἔστι δὲ καὶ μερικὴ δόξα, ὅτι τόδε γλυκύ· αὕτη δὲ ἡ μερικὴ δόξα ἐνεργεῖ, ἤτοι περὶ αὐτὴν τὴν μερικὴν δόξαν ἅπασαν ἐνεργεῖ. τύχῃ δὲ καὶ ἐπιθυμία ἐνοῦσα καὶ ἡ ἀναγκάζουσά σε τοῦδε τοῦ γλυκέος ἀπογεύεσθαι. ἡ μέν, ἤτοι ἡ καθόλου δόξα, ἡ λέγουσα, ὅτι οὐδενὸς γλυκέος ἀπογεύεσθαι δεῖ, κελεύει φεύγειν τόδε τὸ ἡδὺ καὶ μὴ ἀπογεύεσθαι τούτου, ἡ δὲ ἐπιθυμία ἄγει καὶ παρακινεῖ σε καὶ ἄκοντα ἀπογεύσασθαι τοῦδε τοῦ γλυκέος. ἡ γὰρ ἐπιθυμία οὐ μόνον παρακινεῖ τὴν ψυχὴν ἀλλὰ καὶ ἕκαστον τῶν μορίων τοῦ σώματος κινεῖ, ὥστε καταντῆσαι καὶ φθάσαι εἰς τὸ ὀρεκτὸν καὶ τούτου ἀπογεύσασθαι. ὥστε συμβαίνει ὑπὸ τοῦ λόγου τοῦ καθόλου, ὅτι οὐδενὸς γλυκέος ἀπογεύεσθαι δεῖ, καὶ ὑπὸ τῆς δόξης τῆς μερικῆς, ὅτι τόδε γλυκύ ἐστιν, ἀκρατεύεσθαί πὼς. εἶπε δὲ τὸ πὼς ἵνα δείξῃ, ὅτι οὐκ ἀμέσως ἀκρατεύεται ὑπὸ τοῦ λόγου τοῦ καθόλου καὶ τῆς μερικῆς δόξης, ἀλλὰ διὰ μέσης τῆς ἐπιθυμίας, ἣ ἐναντία ποιεῖ τὴν δόξαν τὴν καθόλου καὶ τὴν μερικήν. οὐκ ἐναντία δέ ἐστι καθ’ αὑτὸ ἡ δόξα ἡ μερική, ἡ λέγουσα ὅτι τόδε γλυκύ ἐστι, τῷ λόγῳ τῷ καθόλου, τῷ λέγοντι οὐδενὸς γλυκέος ἀπογεύεσθαι δεῖ. ποιὰν γὰρ ἐναντιότητα ἔχουσι, γίνονται δὲ ἐναντία κατὰ συμβεβηκός. διότι γὰρ συμβέβηκε τῇ ἐπιθυμίᾳ συνελθεῖν τῇ μερικῇ δόξῃ καὶ καταναγκάσαι τὴν γεῦσιν γεύσασθαι τοῦδε τοῦ γλυκέος, τούτου χάριν εἰσὶν ἐναντία ἡ δόξα ἡ μερικὴ καὶ ἡ καθόλου. ἡ γὰρ ἐπιθυμία ἐστὶν ἡ ποιοῦσα ταῦτα ἐναντία, ἤτοι τὸν λόγον τὸν καθόλου καὶ τὴν δόξαν τὴν μερικήν, ἀλλ’ οὐχὶ ἡ δόξα ἡ μερικὴ αὐτὴ καθ’ αὑτήν ἐστιν ἐναντία τῷ ὀρθῶ λόγῳ, ἤτοι τῷ καθόλου. ὥστε ὁ ἀκρατὴς ἔχει μὲν τὸν λόγον τὸν καθόλου, ὅτι κακόν ἐστι τὸ μοιχεύειν, καὶ γινώσκει καὶ τὸ μερικόν, ὅτι τόδε μοιχεία, ὑπὸ δὲ τῆς ἐπιθυμίας ἄκων παρακινεῖται καὶ μοιχεύει. ὥστε καὶ τὰ θηρία διὰ τοῦτο οὐ λέγεται ἀκρατῆ, διότι οὐκ ἔχουσι τὴν καθόλου ὑπόληψιν, ἤτοι γνῶσιν, ἤτοι τὸν λόγον τὸν καθόλου, ἀλλὰ τῶν μερικῶν ἔχουσι μνήμην ἢ φαντασίαν, οἷον ὁ ὄνος ἐνέπεσε τῷδε τῷ βοθύνῳ, διὸ καὶ ἔκτοτε ἰδὼν τὸν βόθυνον φαντάζεται ὅτι ἐκεῖ ἔπεσε καὶ ἀποφεύγει αὐτόν. ὁ δὲ ἀκρατὴς τὸν λόγον τὸν καθόλου ἔχων ὑπὸ τῆς ἐπιθυμίας ἀκρατεύεται καὶ παραβαίνει αὐτὸν καὶ οἱονεὶ ἀγνοεῖ αὐτὸν ἐν οἷς μοιχεύει. |Πῶς δὲ λύεται ἡ ἄγνοια τοὐ ἀκρατοῦς, ὁ αὐτὸς λόγος, ἤτοι ἡ αὐτὴ αἰτία ἐστί, καὶ ἐπὶ τοῦδε τοῦ πάθους, ἤτοι τῆς ἀκρασίας, καὶ οὐκ ἴδιος, ἤτοι οὐχ ἕτερος ἀλλ’ ὁ αὐτός ἐστιν, ὃς ἦν καὶ ἐπὶ τοῦ μεθύοντος, ὅντινα δὴ τὸν λόγον, ἤτοι ἥν τινα δὴ τὴν αἰτίαν, δεῖ ζητῆσαι φυσιολόγον καὶ μαθεῖν παρ’ αὐτοῦ. ἐκεῖνος γὰρ ὁ φυσιολόγος ἀκριβῶς οἶδε, ποῖον μόριον τῆς ψυχῆς πάσχει καὶ ποία δύναμις αὐτῆς πάσχει. ὥσπερ οὖν εἴ τίς ἐστι γραμματικός, εἶτα μεθύσοι, ἀνέρχονται ἀναθυμιάσεις καὶ τὸν νοῦν συσκοτίζουσι καὶ μέχρις οὗ ἐπικρατεῖ ἡ ἀναθυμίασις, οὐ δύναται ὡς γραμματικὸς ἐνεργῆσαι, μετὰ δὲ τὸ λυθῆναι τὴν ἀναθυμίασιν, τότε καὶ ἐνεργεῖ, οὕτω καὶ ἐπὶ τοῦ ἀκρατοῦς· γινώσκει μέν, ὅτι κακόν ἐστι τὸ μοιχεύειν, ὑπὸ δὲ τῆς ἐπιθυμίας τῆς ἄγαν καροῦται ὁ νοῦς αὐτοῦ καὶ ἀπόλλυσι τὴν τοιαύτην γνῶσιν καὶ ἐπιστήμην, μέχρις οὗ κρατεῖ ἡ ἐπιθυμία ἡ σφόδρα, μετὰ δὲ τὸ διαλυθῆναι τὴν ἐπιθυμίαν ἐκείνην τὴν σφοδρὰν εὐθὺς διαλύεται καὶ ἡ ἄγνοια καὶ πάλιν τὴν ἐπιστήμην καὶ γνῶσιν, ἣν εἶχε περὶ τοῦ μοιχεύειν, ἐπαναλαμβάνει, ὅτι κακόν ἐστι τὸ μοιχεύειν. ἐπεὶ δὲ ἡ τελευταία πρότασις, ἤτοι ἡ μερικὴ δόξα γνῶσίς ἐστι τοῦ αἰσθητοῦ ἤτοι τοῦ μερικοῦ, αὕτη δὲ ἡ μερικὴ δόξα κυρία ἐστίν, ἤτοι ἀρχὴ τῶν πράξεων, ταύτην δὲ τὴν μερικὴν δόξαν, ὅτι κακόν ἐστι τὸ μοιχεύειν ἢ οὐκ ἔχει, ἤτοι οὐ γινώσκει ὁ ἀκρατὴς ἐν τῷ πάθει ὤν, ἤτοι ἐν οἷς μοιχεύει, ἢ οὕτως ἔχει αὐτήν, ὥστε ουκ ἦν επιστασθαι, ἤτοι ὥστε μὴ ἐπίστασθαι αὐτὴν καὶ γινώσκειν καὶ ἐν νῷ ἔχειν, ἀλλ’ ὥσπερ ὁ μεθύων λέγει μὲν τὰ ἔπη τοῦ Ἐμπεδοκλέους, οὐκ ἐπίσταται δὲ τί λέγει, οὕτως καὶ ὁ ἀκρατὴς λέγει μέν, ὅτι ἡ μοιχεία αὕτη κακόν ἐστιν, οὐ γινώσκει δὲ τί λέγει, καὶ διὰ τὸ μὴ εἶναι τὸν ἔσχατον ὅρον, ἤιοι τὴν μερικὴν πρότασιν καθόλου μηδὲ δοκεῖν αὐτὴν εἶναι έπιστημονικὴν ὁμοίως τοῖς καθόλου. ἡ γὰρ ἐπιστήμη τῶν καθόλου ἐστίν, οὐ τῶν μερικῶν, καὶ διὰ τοῦτο οὐκ ἔστιν ἐπιστημονική. οὐκ ἔστιν ἄτοπον, εἰ ἐπιστήμην μὴ ἔχων, ὅτι τόδε κακόν ἐστι, παρασφάλλει καὶ πταίει ὁ ἀκρατής. ἐπεὶ γὰρ ἡ ἐπιστήμη τῶν καθόλου ἐστίν, οὐκ ἐνεργεῖ δέ τις περὶ τὰ καθόλου, ἀλλὰ τὰ μερικά, τῶν δὲ μερικῶν ἐπιστήμη οὐκ ἔστι, περὶ δὲ τὰ μερικὰ σφάλλει ὁ ἀκρατής, οὐ περὶ τὰ καθόλου, οὐκ ἔστιν ἄτοπον εἰ σφάλλει ὁ ἀκρατὴς οὐκ ἐπιστήμην ἔχων. τότε γὰρ ἦν ἄτοπον, εἰ περὶ τὰ καθόλου ἐσφάλη, ὧν καὶ τὴν ἐπιστήμην ἔχει· ἐπεὶ δὲ περὶ τὰ μερικὰ σφάλλει, οὐδέν ἐστιν ἄτοπον. τῶν γὰρ μερικῶν ἐπιστήμη οὐκ ἔστι. καὶ ἔοικε συμβαίνειν ὃ ἐζήτει ὁ Σωκράτης. ὁ γὰρ Σωκράτης ἔλεγεν, ἀδύνατον εἶναί τινα ἔχοντα ἐπιστήμην παρασφάλλεσθαι κατὰ τὴν οἰκείαν ἐπιστήμην ἣν ἔχει· τοῦτο συμβαίνει κἀνταῦθα. ὁ γὰρ ἀκρατὴς οὐ σφάλλει περὶ τὰ καθόλου, ὧν καὶ τὴν ἐπιστήμην ἔχει, ἀλλὰ περὶ τὰ μερικά, ὧν οὐκ ἔστιν ἐπιστήμη. οὐ γὰρ τῆς ἐπιστήμης παρούσης, ἣ κυρία πάντων ἐστὶ καὶ κρατοῦσα, γίνεται τὸ πάθος, ἤτοι, ἡττᾶται ὁ ἀκρατὴς ὑπὸ τοῦ πάθους, οὐδὲ ἡ αὐτὴ ἐπιστήμη περιέλκεται καὶ σύρεται ὑπὸ τῆς ἐπιθυμίας, ἀλλ’ ἡ αἰσθητική, ἤτοι ἡ μερικὴ δόξα ἡττᾶται ὑπὸ τῆς ἐπιθυμίας. περὶ γὰρ ταύτην σφάλλει ὁ ἀκρατὴς καὶ ταύτης, τῆς μερικῆς δόξης προύσης, ἡττᾶται ὑπὸ τοῦ πάθους. τὸν γὰρ λόγον τὸν καθόλου λέγει μόνον, καὶ τῷ ἀέρι διαλύεται, περὶ δὲ τὰ μερικὰ ἐνεργεῖ. περὶ μὲν τοῦ εἴτε εἰδὼς ὁ ἀκρατὴς ἡττᾶται εἴτε μὴ εἰδώς, καὶ εἰ εἰδὼς ἡττᾶται, πῶς οἶδεν, ἆρά γε κατὰ ἐπιστήμην ἢ δόξαν, ἱκανῶς διελέχθημεν. Πότερον δὲ ἔστι τις ἀκρατὴς ἁπλῶς, ἤιοι ἄνευ προσθήκης λεγόμενος, ἤτοι ἀκρατὴς μόνον, ἢ πάντες λέγονται ἀκρατεῖς κατὰ μέρος, ἤτοι μετὰ προσθήκης ἀκρατεῖς θυμοῦ, ἀκρατεῖς ὀργῆς, καὶ εἰ ἔστιν ἀκρατὴς ἄνευ προσθήκης, λεκτέον περὶ ποῖα ὑποκείμενα καταγίνεται ὁ κυρίως ἀκρατὴς ὁ ἄνευ προσθήκης λεγόμενος. ποιεῖται διαίρεσιν τῶν ἡδέων, ἵνα εἴπῃ περὶ ποῖα ἡδέα καταγίνεται ὁ ἀκρατὴς καί φησιν, ὅτι τῶν ἡδέων <τῶνx003E; ποιούντων ἡδονὴν τὰ μέν εἰσιν ἀναγκαῖα (ἀναγκαῖα δὲ λέγω τὰ σωματικά, τὰ περὶ τροφάς, οἷον τὸ ἐσθίειν καὶ πίνειν συμμέτρως), |ἀναγκαῖόν ἐστι καὶ ἡδύ. ἔστι γὰρ καὶ ἐν τούτοις ὑπερβολή, ἥτις ἐστὶ ψεκτὴ. τὸ γὰρ ὑπὲρ κόρον ἐσθίειν καὶ πίνειν ψεκτόν ἐστιν. ὁμοίως δὲ καὶ τὰ ἀφροδίσια ἡδέα εἰσι καὶ ἀναγκαῖα τοῖς ἔχουσι λιθῖτιν νόσον ἢ νεφρῖτιν, τὰ δὲ οἷον τιμὴ πλοῦτος νίκη ἀναγκαῖα μὲν οὔκ εἰσιν, αἱρετὰ δὲ καθ’ αὑτά. πάντες γὰρ αἱροῦνται πλουτεῖν νικᾶν καὶ τὰ τοιαῦτα τῶν ἀγαθῶν, οἷον κτήματα δόξαν δυναστείαν. τοὺς μὲν ὑπερβάλλοντας πρὸς ταῦτα, ἤτοι τοὺς ὑπερβολικῶς ζητοῦντας πλουτεῖν καὶ νικᾶν καὶ δοξάζεσθαι καὶ παρὰ τὸν ὀρθὸν λόγον. ὁ γὰρ ὀρθὸς λόγος προστάττει συμμέτρως ἐπιζητεῖν καὶ πλουτεῖν καὶ νικᾶν. οἱ δὲ παρὰ τὸν ὀρθὸν λόγον τὸν ἐν αὐτοῖς, ἤτοι πλούτῳ δόξῃ καὶ ὑπερβαλλόντως καὶ ἀμέτρως ζητοῦντες πλουτεῖν καὶ νικᾶν, οἱ τοιοῦτοι οὐ λέγονται ἀκρατεῖς ἀπλῶς, ἤτοι ἄνευ προσθήκης, ἀλλὰ μετὰ προσθήκης. προστιθέαμεν γὰρ ἀκρατεῖς χρημάτων, ἀκρατεῖς κέρδους. ἀπλῶς δέ, ἤτοι ἄνευ δὲ προσθήκης, οὐ λέγομεν αὐτοὺς μόνον ἀκρατεῖς, ὡς ἑτέρους ὄντας τοῦ κυρίως ἀκρατοῦς τοῦ ἄνευ προσθήκης, καὶ λεγομένους καὶ αὐτοὺς ἀκρατεῖς καθ’ ὁμοιότητα ἐκείνου τοῦ κυρίως ἀκρατοῦς. ὥσπερ γὰρ οἱ κυρίως ἀκρατεῖς λέγονται ἀκρατεῖς διὰ τὸ ὑπερβολικῶς χρᾶσθαι τοῖς ἀφροδισίοις, οὕτω καὶ οὗτοι λέγονται ἀκρατεῖς οἱ μετὰ προσθήκης ὡς ὑπερβολικῶς καὶ ἀμέτρως ἀσπα- ζόμενοι νικᾶν καὶ πλουτεῖν. διαφέρουσι δὲ ὅτι ἐκεῖνοι οἱ περὶ τὰ ἀφρο- δίσια λέγονται μόνον ἀκραιεῖς, οὗτοι δὲ ὡς περὶ τὰς τιμὰς καὶ νίκας καὶ πλοῦτον μετὰ προσθήκης λέγονται ἀκρατεῖς. ἔχουσι δὲ ὁμοιότητά τινα κατὰ τὸ ὑπερβολικόν. ὥσπερ καὶ ἦν τις νικήσας εἰς τὰ ’Oλύμπια, καὶ ἤκουεν ’́Ανθρωπος, ὥσπερ ὁ δεῖνα ἀκούει Σωκράτης ἢ Πλάτων’. ἐκείνου γὰρ ὁ κοινὸς λόγος, ἤτοι ὁ καθόλου ἄνθρωπος, ἤτοι τὸ ζῷον λογικὸν θνητόν, μικρὸν διέφερε τοῦ ἰδίου ὀνόματος· ἄνθρωπος γὰρ καὶ οὗτος ἤκουε· μικρὰ γάρ τις προσθήκη ποιεῖ τὴν διαφοράν. οἱ μέλλοντες γὰρ ὼ-) δηλῶσαι αὐτὸν καὶ διαχωρίσαι αὐτὸν ἀπὸ τοῦ καθόλου προσετίθουν, ὅτι ὁ ἄνθρωπος ὁ τὰ ’Oλύμπια νενικηκώς. ἀλλ’ ὅμως εἰ καὶ μικρῷ διέ- φερεν ὁ ἄνθρωπος τοῦ καθόλου ἀνθρώπου καὶ ὁμοιότητα εἶχόν τινα, ἁ λλ ὅμως ἕτερος ἦν ὁ καθόλου ἄνθρωπος τοῦ ἀνθρώπου τοῦ νενικη- κότος τὰ ’Oλύμπια. οὗτος γὰρ αἰσθητός, ὁ δὲ καθόλου ἄνθρωπος νοητός. οὕτω καὶ ὁ ἀπλῶς ἀκρατὴς καὶ οἱ μετὰ προσθήκης ἀκρατεῖς λεγόμενοι ὁμοιότητα μὲν ἔχουσί τινα, διαφέρουσι δὲ κατὰ τὰ ὑποκείμενα, καὶ ἕτεροι 2ο͂ οὔτοι εἰσιν ἐκείνου. Ὅτι δέ εἰσιν ἕτεροι, σημεῖον, ἤτοι δῆλον. ἡ μὲν γὰρ ἀκρασία ψέγεται οὐ μόνον ὡς ἁμαρτία καὶ ὡς ἐκπίπτουσα τοῦ ὀρθοῦ λόγου ἀλλὰ καὶ ὡς κακία, ἢ ἁπλῶς, ἤτοι τελεία κακία ἢ κατὰ μέρος τι, ἢ ἐγγίζοῦσα τῇ κακίᾳ, καθὸ ἡ μὲν κακία ἔχει τὸν λόγον διεφθαρμένον, ἡ δὲ ἀκρασία ἔχει τὸν λόγον ἐρρωμένον· οὐκ ἔστιν ἡ ἀκρασία τελεία κακία, ἀλλ’ ἐγγίζει τῇ κακίᾳ. οὐδεὶς δὲ τούτων τῶν μετὰ προσθήκης λεγομένων ἀκρατῶν τῶν περὶ τιμὴν καὶ πλοῦτον καταγινομένων ψέγεται, ἀπὸ δὲ τῶν καταγινομένων περὶ τὰς σωματικὰς ἀπολαύσεις, ἤτοι περὶ τὰς ἐν ἁφῇ ἡδονάς, ἤτοι περὶ τὰ ἀφροδίσια, περὶ ἃ λέγομεν τὸν σώφρονα καὶ ἀκόλαστον καταγίνεσθαι, ὁ διώκων τὰς ὑπερβολὰς τῶν ἡδονῶν, ἤτοι τὸ ὑπερβολικῶς ἀφροδισιάζεσθαι, οὐχὶ ἐν τῷ προαιρεῖσθαι, ἤτοι ἀπροαιρέτως, καὶ φεύγων τὰς ὑπερβολὰς τῶν λυπηρῶν, ἤτοι πείνης καὶ δίψης. καὶ ἐπι- ζητῶν τὰς ὑπερβολὰς πάντων τῶν περὶ ἁφὴν καὶ γεῦσιν παρὰ τὴν προαίρεσιν καὶ παρὰ τὴν διάνοιαν, ἤτοι παρὰ τὸν ὀρθὸν λόγον, ἀκρατής ἐστι ἀπλῶς ἄνευ προσθήκης καὶ οὐ κατὰ πρόσθεσιν. ὅτι περὶ τάδε, ἤτοι ὅτι ἀκρατὴς ὀργῆς ἐστιν. ὅτι ἀκρατὴς θυμοῦ ἀλλ’ ἁπλῶς μόνον, ἤτοι ἄνευ προσθήκης ἀκρατής. ὁ δὲ μετὰ προαιρέσεως ζητῶν τὰς ἡδονὰς λέ- γεται ἀκόλαστος. ὁ γὰρ ἀκρατὴς ἔχει τὸν λόγον ἐρρωμένον, ἀπροαιρέτως δὲ καὶ ἄκων ὑπὸ τῆς ἐπιθυμίας ἕλκεται, ὁ δὲ ἀκόλαστος διεφθαρμένον ἔχει τὸν λόγον. σημεῖον δέ, ὅτι ὁ κυρίως ἀκρατὴς οὗτός ἐστιν ὁ περὶ τὰς σωματικὰς ἡδονάς, ἤτοι περὶ τὰ ἀφροδίσια καταγινόμενος, διότι καὶ οἱ ἀκόλαστοι περὶ ταύτας, ἤτοι περὶ τὰς σωματικὰς ἡδονάς, ἤτοι περὶ τὰ ἀφροδίσια, καταγίνονται. περὶ δὲ οὐδεμίαν ἐκείνων, ἤτοι θυlμὸν καὶ ἐπιθυμίαν, ἤτοι οὐ καταγίνεται δὲ ὁ ἀκόλαστος οὔτε περὶ θυμὸν οὔτε περὶ τιμὴν ἢ ὀργήν. ὥστε κυρίως ἀκρατής ἐστιν, ὃς περὶ τὰ αὐτὰ καταγίνεται περὶ ἃ καὶ ὁ ἀκόλαστος, ἤτοι περὶ τὰ ἀφροδίσια. διὸ καὶ ἄνευ προσ- θήκης ἀκρατὴς λέγεται, καὶ ἐπεὶ περὶ τὰ αὐτὰ ὑποκείμενα καταγίνονται, διὰ τοῦτο τὸν αὐτὸν εἶναι λέγει ἀκρατῆ καὶ ἀκόλαστον, ἀλλ’ οὐδένα ἐκείνων, ἤτοι τῶν μετὰ προσθήκης ἀκρατῶν ταὐτὸν εἶναι λέγουσι τῷ ἀκολάστῳ. διὰ τοῦτο λέγουσι τὸν ἐγκρατῆ καὶ τὸν σώφρονα ταὐτὸν καὶ τὸν ἀκρατῆ καὶ ἀκόλαστον ταὐτόν, διότι περὶ τὰς αὐτὰς ἡδονὰς καταγίνονται, ἤιοι περὶ τὰ ἀφροδίσιά πὼς. εἶπε δὲ τὸ πὼς, ἵνα δείξῃ, ὅτι εἰ καὶ περὶ τὰ αὐτὰ ὑποκείμενα καταγίνεται ὁ ἀκρατὴς καὶ ὁ ἀκόλαστος, ἀλλ’ οὐχ ὁμοίως, ἀλλ’ οἱ μέν, ἤτοι οἱ ἀκόλαστοι, προαιρούμενοι πράττουσι τὸ κακόν, ἤτοι ὡς τοῦτο αὐτὸ προαίρεσιν ἔχοντες, ἅτε καὶ τὸν λόγον ἔχοντες ἐφθαρμένον, οἱ δέ, ἤτοι οἱ ἀκρατεῖς, οὐ προαιρούμενοι, ἤτοι ἀπροαιρέτως πράττουσι τὸ κακόν, μὴ τοῦτο αὐτὸ προαίρεσιν ἔχοντες ἀλλὰ τὸ ἀγαθόν, ἅτε τὸν λόγον ἐρρωμένον ἔχοντες, ὑπὸ δὲ τῆς ἐπιθυμίας καὶ ἄκων ἡττώμενος πράττει τὸ κακόν. διὸ καὶ μᾶλλον ὁ ἀκόλαστός ἐστι χείρων καὶ ἀκόλαστος ῥηθήσεται, ὃς καὶ μὴ ἐπιθυμῶν ἢ ἠρέμα, ἤτοι ἢ μικρόν τι ἐπιθυμῶν φιλεῖ ὑπερβολικῶς ἀφροδισιάζεσθαι. καὶ φεύγει τὸ μετρίως, ἤτοι μικρόν τι, λυπηθῆναι. παρὸ τὸ ὖ ’τον, ἤτοι τὸν ἀκρατῆ, εἴπομεν χείρονα, ὃς ὑπὸ τῆς σφοδρᾶς ἐπιθυμίας ἡττηθεὶς πράττει τὸ κακὸν ἀπροαιρέτως. εἰ γὰρ ὁ ἀκόλαστος μηδ’ ὅλως ὑπὸ τῆς ἐπιθυμίας ἐνοχλούμενος φιλεῖ ἀφροδι- σιάζειν ὑπερβολικῶς, εἰ προσγένηται αὐτῷ ἐπιθυμία νεανική, ἤτοι σφο- δρά, τί ἂν ποιήσει; ὁμοίως δὲ καὶ εἰ λυπηθῇ σφοδρῶς διὰ τὸ στερηθῆναι ἄρτου πέντε ἡμέρας, πάντως ἄν ἀθέμιτόν τι ποιήσει. Μέλλων διδάξαι περὶ θηριωδίας πρῶτον προανακρούεται τὰ ὑποκείμενα, περὶ ἃ ἡ θηριωδία καταγίνεται καὶ πρῶτον διῄρησε τὰ ἡδέα εἰς δύο, εἰς τὸ ἀναγκαῖον καὶ εἰς τὸ καθ’ αὑτό· νῦν δὲ διαιρεῖ ταῦτα εἰς τρία καί φησιν, ὅτι τῶν ἡδέων τὰ μέν εἰσι καλὰ καὶ σπουδαῖα, ἤτοι ἀγαθὰ ἐν τῷ γένει ἤτοι ἐν τῷ ὑποκειμένῳ. τῶν γὰρ ἡδέων τὰ μέν εἰσι φύσει αἱρετὰ καὶ ἀγαθά, οἷον νίκη πλοῦτος χρῆμα κέρδος, τά δ’ εἰσιν ἐναντία τούτοις, ἤτοι φύσει φευκτά τὸ γὰρ ἐσθίειν ὠμὰ κρέα τισὶ μὲν δοκεῖ ἡδύ, ἀλλ’ ἔστι φευκτόν), τὰ δέ εἰσι μεταξύ, ἤτοι τὸ ἐσθίειν καὶ φορεῖν ἐσθῆτας. ἡδέα εἰσὶν ἃ οὔτε τῇ ἑαυτῶν φύσει εἰσὶν αἱρετὰ οὔτε φευκτά, γίνονται δὲ ἡμῖν ἀναγκαῖα διὰ τὴν χρείαν. ἀποκριθέντων γὰρ ὧν ἐφάγομεν, δεόμεθα ἑτέρων, ὡς τὴν γαστέρα ἐμπλήσωμεν. πρὸς ἅπαντα δὲ καὶ τὰ τοιαῦτα, ἤτοι τὰ φύσει αἱρετὰ καὶ τὰ μεταξύ, ἃ οὔτε ἀναγκαῖά εἰσι φύσει οὔτε φευκτά, οὐ ψέγονταί τινες, εἰ ἀγαπῶσιν ἁπλῶς τιμᾶσθαι ἢ νικᾶν ἢ χρήματα συλλέγειν ἢ ἐὰν ἀγαπῶσιν ἁπλῶς ἐσθίειν ἢ πίνειν ἢ ἐσθῆτας φορεῖν, οὔκουν φευκτοὶ λέγονται οὗτοι ἐν τῷ ἐπιθυμεῖν τῶν τοιούτων, ἀλλ’ ἐν τῷ πὼς ἐπιθυμεῖν, ἤτοι ἐὰν ὑπερβολιλέγει κῶς. ἤτοι δι’ ὅλης τῆς ἡμέρας, ἐσθίειν βούληται, καὶ ἐὰν ἐντὸς τῆς οἰκίας ψιλῇ πορφυρίδι κοσμεῖσθαι καὶ ἐὰν ὑπερβολικῶς βούληται κερδαίνειν ἢ συλλέγειν χρήματα, τότε ψέγεται. οὐ γὰρ διὰ τὸ ἀπλῶς ἐπιθυμεῖν αὐ- τῶν ψέγεται ἀλλὰ διὰ τὸ ὑπερβολικόν. διὸ ὅσοι μὲν παρὰ τὸν ὀρθὸν λόγον, ἤτοι ὑπερβολικῶς, ἢ κρατοῦνται, ἤτοι κατέχονται, ἢ ζητοῦσί τι τῶν φύσει αἱρετῶν, οἷον εἰ φιλοῦσι τιμᾶσθαι μᾶλλον ἢ δεῖ, ἤτοι ὑπερβο- λικῶς, ἢ εἰ σπουδάζουσιν ὑπερβολικῶς νικᾶν, ψέγονται. πανταχοῦ γὰρ ἡ συμμετρία ἐπαινεῖται, ὅτι καὶ τὸ συμμέτρως βούλεσθαι τιμᾶσθαι ἢ κερδαίνειν ἢ ἀγαπᾶν οὐ ψέγεται, ἡ δ’ ὑπερβολὴ ψέγεται. ὁμοίως δὲ καὶ ἡ ὑπερβολικὴ ἀγάπη ἡ πρὸς τὰ τέκνα ἢ περὶ τοὺς γονεῖς ψέγεται, ἤτοι εἰ ὑπερβολικῶς οἱ γονεῖς τὰ τέκνα φιλοῦσιν ἢ τὰ τέκνα τοὺς γονεῖς. καὶ γὰρ καὶ ταῦτα, ἤτοι τὸ ἀγαπᾶν τοὺς γονεῖς τὰ τέκνα ἢ τὰ τέκνα τοὺς γονεῖς ἀπὸ τῶν φύσει ἀγαθῶν καὶ αἱρετῶν εἰσι, καὶ οἱ περὶ ταῦτα σπουδάζοντες, ἀλλὰ συμμέτρως, ἐπαινοῦνται ἀλλ’ ὅμως ἔστι τις ὑπερβολὴ καὶ ἐν τούτοις. τινὲς γὰρ ὑπερβολικῶς ἀγαπῶσι τὰ ἑαυτῶν τέκνα, οἳ καὶ ψέγονται διὰ τὸ ὑπερβολικόν, εἴ τις ἀγαπᾷ τὰ ἑαυτοῦ τέκνα ὑπερβολικῶς ὡς ἡ Νιόβη, μάχεται πρὸς τοὺς θεούς. αὕτη γὰρ εἶχε δώ- δεκα παῖδας, ἓξ μὲν ἄρρενας, ἓξ δὲ θηλείας. ἡ οὖν Νιόβη ὑπερβολικῶς τὰ ἑαυτῆς τέκνα φιλοῦσα ἐπῄνει αὐτὰ πρὸς τὴν Λητὼ καὶ ἔλεγεν ὅτι κρείττων εἰμὶ ἐγὼ τῆς Λητοῦς διὰ τὸ δώδεκα παῖδας ἔχειν, ταύτην δὲ δύο. τοῦτο δ’ αὖ ψεκτόν. τὸ γὰρ ἀγαπᾶν |τινα τὰ ἑαυτοῦ τέκνα τοσοῦτον ὡς καὶ τοὺς θεοὺς ὑβρίζειν καὶ μάχεσθαι αὐτοῖς, ψεκτόν. ἢ ὥσπερ Σάτυρος, ὃς καὶ φιλοπάτωρ ἐλέγετο. οὗτος γὰρ ἐρῶν τινος κόρης καὶ πρὸς τὴν μοιχείαν εὑρὼν τὸν ἑαυτοῦ πατέρα Σώστρατον συνεργοῦντα, τοσοῦτον ἔκτοτε τὸν ἑαυτοῦ πατέρα ἐφίλησεν, ὥστε καὶ πατρὸς τελευ- τήσαντος ἑαυτὸν κατεκρήμνισε καὶ τῆς ζωῆς ἀπεστέρησε. τὸ οὖν ἀγαπᾶν τὸν ἑαυτοῦ πατέρα ὑπερβολικῶς ὡς καὶ θνήσκειν τοῦ πατρός τι παθόντος, ψεκτόν. ἐπεὶ καὶ ὁ Σάτυρος λίαν μωραίνειν ἔδοξεν ἑαυτὸν θανατώσας διὰ τὴν τοῦ πατρὸς τελευτήν. Οὐδεμία οὖν κακία περὶ ταῦτα, ἤτοι περὶ τιμὴν καὶ πλοῦτον καὶ ἀγάπην καὶ κέρδος δοὰ τὸ τὸ εἰρημένον, ἤτοι διότι ἕκαστον αὐτῶν, ἤτοι καὶ ὁ πλοῦτος καὶ ἡ τιμὴ καὶ ἡ ἀγάπη, δι’ αὑτό, τουτέστιν αὐτὸ καθ’ αὑτό, ἀπὸ τῶν φύσει αἱρετῶν εἰσιν, αἱ δὲ ὑπερβολαὶ αὐτῶν, ἤτοι τὸ ὑπερ- βολικῶς τιμᾶσθαι ἐπιζητεῖν καὶ τἄλλα φευκτά ἐστιν. ὁμοίως οὐδ’ ἀκρασία κυρίως ἐστιν τὸ ὑπερβολικῶς σπουδάζειν κερδαίνειν ἢ τιμᾶσθαι. ἡ γὰρ ἀκρασία οὐ μόνον φευκτόν ἀλλὰ καὶ ψεκτόν. δι’ ὁμοιότητα δὲ τοῦ πάθους, τουτέστιν ἐπεὶ τὸ ὑπερβολικῶς ζητεῖν τιμᾶσθαι ἢ κερδαί- νεῖν ἢ ἀγαπᾶν ὁμοιότητα ἔχει τινὰ διὰ τὴν ὑπερβολὴν πρὸς τὸ πάθος ἤτοι πρὸς τὴν ἀκρασίαν, ἐπεὶ καὶ ὁ ἀκρατὴς ὑπερβολικῶς ἀφροδισιάζειν βούπορφυρίδη λεται, προσεπιτιθέντες τὴν ἀκρασίαν περὶ ἕκαστον αὐτῶν λέγομεν, οὗτος ἀκρατής ἐστι χρημάτων, ἀκρατής ἐστι θυμοῦ, καὶ οὐκ ἄνευ πρόσ’, θήκης ἀκρατῆ τοῦτον λέγομεν, ὡς καὶ εἰ ἴδωμεν ἰατρὸν κακῶς ἰατρεύοντα ἢ ὑποκριτὴν κακῶς ὑποκρινόμενον, οὐ λέγομεν τοῦτον ἁπλῶς κακὸν ἀλλὰ μετὰ προσθήκης κακὸν ἰατρόν, κακὸν ὑποκριτήν. ἡ γὰρ ἁμαρτία αὐτῶν οὐκ ἔστιν ἁπλῶς κακία, οἷον ἀκρασία ἢ δειλία, ἀλλὰ κακία τις περὶ τὴν ἑαυτοῦ τέχνην. διὸ καὶ μετὰ προσθήκης λέγομεν κακὸν ἰατρόν. ὥσπερ οὖν οὐδὲ ἐνταῦθα, ἤτοι ἐπὶ τοῦ ὑποκριτοῦ καὶ τοῦ ἰατροῦ διὰ τὸ μὴ ἁπλῶς κακίαν εἶναι τὴν ἁμαρτίαν αὐτῶν ἀλλὰ διὰ τὸ ἀνάλογον, ἤτοι ὁμοίαν, διὰ τὸ ἔχειν τὴν ἑαυτῶν ἁμαρτίαν ὁμοιότητά τινα πρὸς τὴν ἁπλῶς κακίαν. ὡς γὰρ ὁ ἀκόλαστος τοῦ ὀρθοῦ λόγου ἀποτυγχάνει, οὕτω καὶ οὗτος περὶ τὴν οἰκείαν τέχνην, εἰ κακῶς ἰατρεύειν ἐπιχειρεῖ, οὐχ ἁπλῶς κακὸς ἀλλὰ μετὰ προσθήκης, καὶ ἰατρὸν κακὸν καὶ κακὸν ὑποκρι- τὴν λέγομεν, οὕτω δηλονότι καὶ ἐκεῖ ὑποληπτέον ἐπὶ τοῦ ἀκρατοῦς. μόνην γὰρ ἀκρασίαν καὶ ἐγκράτειαν λέγομεν εἶναι καὶ ἄνευ προσθήκης λέγεσθαι, ἥτις περὶ τὰ αὐτὰ ὑποκείμενα καταγίνεται, περὶ ἃ ἡ σωφροσύνγ καὶ ἡ ἀκολασία. τὴν δὲ ἀκρασίαν καὶ ἐγκράτειαν τὴν πρὸς θυμὸν καὶ τιμὴν καὶ χρήματα καταγινομένην οὐ κυρίως ἀκρασίαν καὶ ἐγκράτειαν ταύτην λέγομεν εἶναι ἀλλὰ καθ’ ὁμοιότητά τινα λέγομεν καὶ ταύτην ἀκρασίαν εἶναι καὶ ἐγκράτειαν διὰ τὸ ὑπερβολικόν. διὸ καὶ εἰ ἴδωμέν τινα μηδ’ ὅλως φιλοῦντα τὰ χρήματα, οὐχ ἁπλῶς ἐγκρατῆ τοῦτον λέγομεν ἀλλὰ προστιθέντες ἐγκρατῆ τοῦτον χρημάτων λέγομεν εἶναι, ὁμοίως καὶ εἰ ἴδωμέν τινα ὑπερβολικῶς φιλοῦντα τὰ χρήματα ἢ θυμούμενον, οὐχ ἁπλῶς ἀκρατῆ τοῦτον λέγομεν, ἀλλὰ μετὰ προσθήκης ἀκρατῆ θυμοῦ καὶ χρημάτων λέγομεν. Ἐπεὶ δέ εἰσί τινα ἡδέα φύσει καὶ τούτων τὰ μέν εἰσιν ἁπλῶς ἡδέα, οἷον τὸ ὑγρᾶς τροφῆς δέεσθαι καὶ ξηρᾶς καὶ τὸ ἐσθίειν καὶ πίνειν ἀπλῶς ἡδὺ δοκεῖ πᾶσι τοῖς ζῴοις, τὰ δὲ ἡδέα δοκοῦσι κατὰ γένος καἰ ζῴων καὶ ἀνθρώπων. τοῖς μὲν γὰρ τῶν ζῴων ἡδὺ δοκεῖ τὸ ποηφαγεῖν, τοῖς δὲ τὸ κρεωφαγεῖν, ὁμοίως δὲ καὶ τοῖς ἀνθρώποις ἄλλη τροφὴ ἄλλοις ἡδέα δοκεῖ, τὰ δ’ οὔκ εἰσι φύσει ἡδέα ἀλλὰ φευκτά. τούτων δὲ |τῶν μὴ φύσει ἡδέων τὰ μὲν ἡδέα δοκοῦσί τισι διὰ πηρώσεις, ἤτοι διὰ νόσον ἢ διὰ μανίαν, τὰ δὲ δι’ ἔθος ἡδέα δοκοῦσιν, ὅλον δὲ δι’ ἕξιν καὶ φύσιν κακήν. ἔστι δὲ καὶ περὶ ἕκαστα τούτων τῶν μὴ φύσει ἡδέων ἰδεῖν ἕξεις τινὰς παραπλησίας, λέγω δὴ θηριώδεις, ἤτοι θηριώδεις ἀκρα- σίας καὶ ἐγκρατείας. περὶ γὰρ τὰ μὴ φύσει ἡδέα ἡ θηριωδία καταγίνεται. καταλέγει ἃ οὔκ εἰσιν ἡδέα φύσει καί φησιν ὅτι τὸ ἐσθίειν τὰ παιδία φύσει ἡδὺ οὐκ ἔστιν. ἐδόκει δὲ τῇ Λαμίᾳ ἡδύ. ἡ Λαμία γυνή τις ἦν περὶ τὸν Πόντον, ἥτις διότι ἀπώλετο τὰ οἰκεῖ τέκνα, τὰ τῶν ἄλλων γυναικῶν βρέφη ἤσθιεν. ἢ ἡδέα εἰσὶ παρὰ φύσιν, οἷς χαίρουσί τινες τῶν. ἀπηγριωμένων, ἤτοι τῶν ἀγρίων. οἱ γὰρ Σκύθαι οἱ περὶ τὸν Πόντον οἱ μὲν ἔχαιρον ἐσθίειν ὠμοὺς ἰχθῦς, ἄλλοι δὲ κρέα ὠμὰ ἤσθιον, ἄλλοι δὲ ἐδάνειζον τὰ οἰκεῖα τέκνα ἀλλήλοις, ἵνα ταῦτα κατεσθίωσι, καὶ τοῦτο ἡδὺ ἐδόκει αὐτοῖς. ὁ δὲ Φαλαρὶς λέγεται φαγεῖν τὸν ἑαυτοῦ παῖδα. αὗται μέν εἰσιν αἱ ἕξεις θηριώδεις, αἵτινες παρὰ φύσιν εἰσί, καὶ γίνεται ἀπὸ μοχθηρᾶς καὶ κακῆς φύσεως τῶν ἀνθρώπων. ἄλλαι δέ εἰσιν ἕξεις θηρι- ώδεις καὶ παρὰ φύσιν ἡδεῖαί τισιν, αἳ ἐπιγίνονται ἢ ἀπὸ νόσου ἢ ἀπὸ ἔθους, οἷον ἡ τρῶξις, ἤγουν τὸ ἐσθίειν τοὺς ὄνυχας αὑτοῦ, ἢ τὸ κόπτειν τάς ἑαυτοῦ τρίχας ἐξ ἔθους τις ἐπεκτήσατο ἢ ἀπὸ νόσου. ἔτι δὲ μανεὶς δοῦλος ἔφαγε τὸ ἧπαρ τοῦ συνδούλου αὐτοῦ, καὶ ὁ Ξέρξης ὁ τῶν Περσῶν βασιλεὺς μανεὶς ἔφαγε τὴν ἑαυτοῦ μητέρα κρεουργήσας. ἔτι δὲ ἡδὺ δοκεῖ τισι, παρὰ φύσιν δὲ δοκεῖ, τὸ ἐσθίειν ἄνθρακας. ἐν ὅσοις γὰρ πλεονάζει ὁ μελαγχολικὸς χυμός, ἡδὺ δοκεῖ τὸ ἐσθίειν κάρβωνας. ἄλλοις δὲ ἡδὺ δοκεῖ τὸ ἐσθίειν γῆν, ἤτοι πηλόν, ὅσοις ὀξώδης χυμὸς ἔγκειται. ἀπό τινος οὖν συμπτώματος ἢ μελαγχολικοῦ χυμοῦ ἢ ὀξώδους τοῦτο αὐτοῖς ἐπιγίνεται. τὸ δὲ ἀρρενογαμεῖν τοῖς μὲν ἐπιγίνεται ἐκ φύσεως κακῆς καὶ ἐπιρρε- πούσης πρὸς τὸ κακόν, ἄλλοις ἐξ ἐθισμοῦ τινος, οἷον γυμναζόμενοι ἐκ παίδων τοὺς ἄρρενας γαμεῖν, οὗτοι ἐθίζουσι τοῦτο παιδόθεν κακοῖς ἀνδράσι συναναστρεφόμενοι, καὶ ταῦτα φύσιν ἔχοντες πρὸς τὸ καλὸν ἐπιρρεπῆ. Ὅσοις μὲν οὖν φύσις ἐστὶ κακὴ καὶ αἰσχρὰ καὶ αἰτία αὐτοῖς γίνεται τοῦ τοὺς ἄρρενας γαμεῖν, τούτους οὐδενὸς εἴπω ἀκρατεῖς, διότι ἡ φύσις αὐτοῖς τοιαύτη ἐστὶ φαύλη καὶ πρὸς τοῦτο ῥέπουσα. ὡς οὐδὲ τὰς γυναῖκας εἴποι τις ἀκρατεῖς, διότι οὐ γαμοῦσιν ἀλλὰ γαμοῦνται. οὔτε γὰρ πεφύκασιν ἔχειν ὁμοίως, οὐδὲ τοὺς νοσηματωδῶς ἔχοντας, ἤτοι οὐδὲ τοὺς νοσοῦντας τὸ γαμεῖν τοὺς ἄρρενας οὐκ ἐκ φύσεως ἀλλ’ ἐξ ἔθους τινὸς ἀκρατεῖς εἴποι τις, διότι οὗτοι καὶ τὸν λόγον ἔχουσι διεφθαρμένον καὶ οὐ γινώσκουσιν, εἰ ὅλως κακόν ἐστι τοῦτο, οἱ δ’ ἀκρατεῖς ἐρρωμένον ἔχουσι τὸν λόγον. τὸ μὲν οὖν ἔχειν ἕκαστον τούτων, ὧν ἀπηριθμήσαμεν, ἤτοι ἐσθίειν κρέα ὠμὰ ἀνθρώπων καὶ κάρβωνας καὶ τὰ λοιπὰ ὑπὲρ πᾶσαν κακίαν ἀνθρώπων ἐστί, καὶ ἔξω εἰσὶ τῆς ἀνθρωπίνης κακίας. θηρίοις γὰρ ταῦτα μᾶλλον προσήκει, οὐκ ἀνθρώποις. καθάπερ καὶ ἡ θηριότης ὑπὲρ πᾶσαν κακίαν ἀνθρωπίνην ἐστί. τὸ δὲ τὸν ἔχοντα ταῦτα κρατεῖν, ἤτοι εἰ ἐπιθυμεῖ <φαγεῖν> κρέα ὠμὰ ἢ πηλὸν καὶ κρατήσει τῆς καὶ οὐ φάγῃ, οὐχ ἁπλῶς, ἤτοι ἄνευ προσθήκης, ἐγκρατῆ λέγομεν, ἀλλὰ μετὰ προσθήκης ἐγκρατῆ θηριώδη. ὁμοίως καὶ εἰ ἡττηθῇ ὑπὸ τῆς ἐπι- θυμίας καὶ φάγῃ πηλὸν ἡ ἄλλο τι, ὧν εἴπομεν, οὐχ ἀπλῶς καὶ ἄνευ προσθήκης ἀκρατῆ λέγομεν, ἀλλὰ καθ’ ὁμοιότητα διὰ τὴν ὑπερβολὴν τῆς κακίας καὶ μετὰ προσθήκης ἀκρατῆ θηριωδίας εἶναι λέγομεν, ὡς καὶ τὸν σφοδρῶς θυμούμενον ὡς ὁμοιότητα ἔχοντα διὰ τὸ ὑπερβολικὸν πρὸς τὸν κυρίως ἀκρατῆ. τοῦτον <τὸν> τρόπον, ἤτοι μετὰ προσθήκης ἀκρατῆ τοῦ πάθους ἤτοι τοῦ θυμοῦ, καὶ οὐ λέγομεν αὐτὸν ἀκρατῆ μὴ ἄνευ προσθήκης. πᾶσα γὰρ ὑπερβάλλουσα κακία καὶ χαλεπότης, ἤτοι ὀργιλότης, καὶ δειλία, αἱ μὲν θηριώδεις εἰσίν, αἱ δὲ νοσηματώδεις, ἤτοι ἐκ νόσου ἡμῖν ἐπιγινόμεναι. ὡς μὲν γὰρ ἐκ φύσεως ὢν τοιοῦτος, ὥστε φο- βούμενος κἄν μῦς κτυπήσῃ, δειλὸς λέγεται, κἂν τὴν τῆς θηριώδους δειλίαν, ὁμοίως δὲ εἰ ἐκ φύσεως τις ὑπερβολικῶς ὑβρίζεται, ὀργίλος λέγεται κατὰ τὴν θηριώδη ἀγριότητα, ὁ δὲ φοβεῖται, εἰ ἴδῃ γαλῆν διὰ νόσον, ἤτοι μανίαν νοσήσας. καὶ τῶν ἀφρόνων ὅσοι μὲν ἐκ φύσεως εἰσὶν ἀλόγιστοι, ἤτοι ἄφρονες καὶ λόγῳ μὴ διοικούμενοι, ἀλλὰ τῇ αἰσθήσει ζῶντες ὡς τὰ ἄλογα, οἷοί εἰσί τινες βάρβαροι, οἷον οἱ Σκύθαι θηριώδεις λέγονται. Οἱ δὲ ὄντες ἄφρονες ἐκ νόσου, ἤτοι ἐξ ἐπιλήψεως ἢ μανίας, καὶ μόνῃ τῆ αἰσθήσει ζῶντες, νοσηματώδεις ἄφρονες λέγονται, ὡς καὶ ὁ τὴν γαλῆν δεδιὼς νοσηματώδης δειλός. τούτων δὲ τῶν θηριωδῶν μὲν κακιῶν συμβαίνει μὲν ἔχειν τινάς, μὴ κρατεῖσθαι δέ, ἤτοι μὴ ἡττᾶ- σθαι δὲ ὑπ’ αὐτῶν ἀλλὰ κρατεῖν, οἷον εἰ ὁ Φαλαρὶς κατεῖχε παιδίον, ἐπιθυμῶν φαγεῖν αὐτό, ἢ πρὸς ἀφροδισίων ἄτοπον, ἤτοι ἢ ἐπιθυμῶν συνουσιασθῆναι αὐτῷ, κρατήσει δὲ τῆς ἐπιθυμίας καὶ μὴ ἡττηθῇ, οὗτος ἐγκρατὴς ῥηθῇ, οὐκ ἄνευ προσθήκης ἀλλὰ μετὰ προσθήκης ἐγκρατὴς θηριώδης, ἤτοι διὰ τὸ κρατεῖν θηριωδῶν κακιῶν. ἔστι δὲ πολλάκις καὶ κρατεῖσθαι, ἤτοι ἡττᾶσθαι ὑπὸ τῶν θηριωδῶν ἐπιθυμιῶν τὸν ἔχοντα ταύτας καὶ μὴ μόνον ἔχειν, ἤτοι κρατεῖν ὃς καὶ ῥηθῇ ἀκρατὴς μετὰ προσ- θήκης, ἤτοι ἀκρατὴς θηριωδίας, ἤτοι διὰ τὸ ἡττᾶσθαι ὑπὸ θηριωδῶν ἐπιθυμιῶν. ὥσπερ οὖν ἡ μοχθηρία, ἤτοι ἡ ἀκολασία, ἡ μὲν κατ’ ἄνθρωπον, ἤτοι ἡ καταγινομένη περὶ τὰς ἀνθρωπικὰς ἡδονάς, ἤτοι περὶ τὰ ἀφροδίσια τὰ ἀνθρώποις ἀνήκοντα, ἤτοι τὸ μετὰ γυναικὸς συνουσιάζειν, ἁπλῶς μοχθηρία, ἤτοι ἀκολασία ῥηθῇ ἄνευ προσθήκης, ἡ δὲ καταγινομένη περὶ τὰ ἀφροδίσια τὰ μὴ ἀνθρώποις ἀνήκοντα, ἀλλὰ θηρίοις, οἷον τὸ μετὰ ἀρρένων συνουσιάζειν, λέγεται μοχθηρία, ἤτοι ἀκολασία μετὰ προσθήκης, ἀκολασία θηριώδης ἢ ἀκολασία νοσηματώδης. ἀπλῶς δέ, ἤτοι χωρὶς δὲ προσθήκης, οὐ ῥηθῇ ἀκόλαστος μόνον. οὕτως οὖν καὶ ἀκρασία, ἡ μὲν ἡ μετὰ προσθήκης, ἤτοι ἀκρασία θηριώδης ἢ ἀκρασία νοσηματώ- δης. ἀκρατὴς γὰρ νοσηματώδης ἐστὶν ὁ ἡττώμενος ὑπὸ τῶν θηριωδῶν ἐπιθυμιῶν διά τινα νόσον. οἱ γὰρ νεφρῖτιν νόσον νοσοῦντες ἐπιθυμοῦσιν ὑπερβολικῶς συνουσιάζειν, ἐκ τούτων γὰρ ὠφελοῦνται. ἀπλῶς δέ, ἤτοι ἄνευ προσθήκης ἀκρασία μόνη λέγεται, ἣ καὶ κυρίως ἀκρασία ἐστίν, ἡ κατὰ τὴν ἀνθρωπικὴν ἀκολασίαν, ἤτοι ἣ καταγίνεται περὶ τὰ ἀφροδίσια τὰ ἀνθρώποις ἀνήκοντα, ἤτοι περὶ τὰς ἐν ἁφῇ ἡδονάς, περὶ ἃς καὶ ἡ ἀκολασία καὶ ἡ σωφροσύνη καταγίνεται. καὶ ὅτι ἔστιν ἄλλο εἶδος ἀκρασίας καταγινόμενον περὶ τὰ ἄλλα, ἤτοι περὶ θυμοὺς καὶ χρήματα καὶ περὶ τὰς θηριώδεις ἡδονάς, ἣ οὐχ ἁπλῶς, ἤτοι οὐ κυρίως καὶ ἄνευ προσθήκης ἀκρασία λέγεται, ἀλλὰ μεταφορικῶς καὶ καθ’ ὁμοιότητά τινα καὶ μετὰ προσθήκης. Μέλλει δεῖξαι ὅτι ἡ ἀκρασία ἡ τοῦ θυμοῦ, ἧττον κακόν ἐστι τῆς ἄκραι σίας τῶν ἐπιθυμιῶν, δι’ ἐπιχειρημάτων πολλῶν. ἓν μέν, ὅτι ὁ θυμὸς ἔοικε τῷ ἀκούοντι μὲν τοῦ λόγου, ἀλλ’ οὐκ ἀκριβῶς, ἀλλὰ παρακούοντι. ὥσπερ καὶ οἱ ὀξεῖς ὑπηρέται, οἳ πρὸ τοῦ ἐκπληρῶσαι τοῦ δεσπότου τὸν λόγον, ὃν μέλλει εἰπεῖν, ἤτοι τὸ πρόσταγμα, ὃ μέλλει κελεῦσαι, εὐθὺς ἐκθέουσιν, ἵνα τὸ προσταχθὲν ποιήσωσιν, εἶτα ἁμαρτάνουσι τῆς πράξεως, ἤτοι εἶτα οὐ καλῶς τὸ προσταχθὲν ἐνεργοῦσι διὰ τὸ μὴ ἐξ ὁλοκλήρου ἀκοῦσαι, ὅπερ ὁ δεσπότης αὐτοῖς προσέταξεν, ἀλλὰ παρακοῦσαι. καὶ οἱ κύνες ὑλακτοῦσιν, εἰ κτύπον τινὰ ἀκούσωσι, μὴ νοήσαντες <πρῶτον>, εἰ ὁ προσιὼν φίλος ᾖ εἴτε ἐχθρός. οὕτω καὶ ὁ θυμὸς μὲν ἀπὸ τοῦ λόγου, ὅτι ὁ δεῖνα ἐμοίχευσεν, οὐκ ἀκοῦσαι δὲ ἐμμείνας τὸ πρόσταγμα, εἴτε δεῖ τιμωρῆσαι αὐτὸν εἴτε μή, ὁρμᾷ πρὸς τὸ τιμωρῆσαι αὐτὸν διὰ τὸ θερμὸν τῆς φύσεως. ὁ μὲν γὰρ λόγος ἢ ἡ φαντασία, ἤτοι ἡ διάνοια αὐτοῦ, ἐδήλωσε τῷ θυμῷ, ὅτι τὸ πραχθὲν ὕβρις, ἤτοι μοιχεία ἦν, ἢ ὀλιγωρία, ἤτοι καταφρόνησις, οὗτος δὲ μὴ ἐμμείνας ἀκοῦσαι, εἰ δεῖ καὶ τιμωρῆσαι αὐτὸν τὸν μοιχεύσαντα, ὥσπερ συλλογισάμενος ὅτι ὁ δεῖνα ἐμοίχευσε. τῷ δὲ τοιούτῳ, ἤτοι τῷ μοιχεύσαντι δεῖ πολεμεῖν, ἤτοι τιμωρεῖν δεῖ τὸν μοιχεύσαντα ἢ τὸν καταφρονήσαντα εὐθὺς χαλεπαίνει καὶ ὁρμᾷ πρὸς τιμωρίαν. ἡ δ’ ἐπιθυμία ὁρμᾷ εὐθὺς πρὸς ἀπόλαυσιν τοῦ ὀρεκτοῦ, εἰ μόνον εἴπῃ ὁ λόγος ὁ διεφθαρμένος ἢ ἡ αἴσθησις, ὅτι τόδε ἡδύ ἐστιν, ὥστε ἐπεὶ ὁ θυμὸς ἀκολουθεῖ τῷ λόγῳ τῷ ὀρθῷ. εἶπε δὲ τὸ πώς, ἵνα δείξῃ, ὅτι πῇ μὲν ἀκούει αὐτοῦ, πῇ δὲ παρακούει διὰ τὴν ἄγαν ὀξύτητα μὴ ἐμμένων ἐξ ὁλοκλήρου ἀκοῦσαι τὸ |πρόσταγμα, ἡ δ’ ἐπιθυμία τῷ ὀρθῷ οὐδ’ ὅλως ἀκολουθεῖ, ἀλλὰ τῷ διεφθαρμένῳ, λοιπὸν ἄρα αἰσχίων ἐστὶ μᾶλλον ὁ ἐπιθυμία ἀκρατὴς ἢ ὁ ἀκρατὴς θυμοῦ, διότι ὁ μὲν θυμοῦ ἀκρατὴς ἡττᾶται ὑπὸ τοῦ λόγου πὼς. προσέθηκε δὲ τὸ πὼς, ἵνα δείξῃ, ὡς οὐκ ἐξ ὁλοκλήρου ἡττᾶται <ἀλλὰ κατά τι, ὅς, ἤιοι ὁ ἀκρατὴς ἐπιθυμίας, ὑπὸ τῆς ἐπιθυμίας ἡττᾶται>, ἑλκούσης αὐτὸν οὐχ ὑπὸ τοῦ λόγου. Ἕτερον ἐπιχείρημα δεικνύον, ὅτι ὁ θυμός ἐστι φυσικός, ὅτι δέ ἐστι φυ- σικὸς δῆλον, διότι καὶ κατὰ γενεὰς ἐπακολουθεῖ. εἰ γὰρ ὁ ἐμὸς πατὴρ θυ- μώδης, καὶ ἐγὼ θυμώδης ἔσομαι καὶ ὁ ἐμὸς υἱὸς καὶ τοῦ ἐμοῦ υἱοῦ ὁ υἱὸς καὶ δι’ ὅλης διέλθοι τῆς γενεᾶς τὸ φυσικὸν τοῦτο πάθος, ἤτοι ὁ θυμός. ἡ δὲ ἐπιθυμία οὐκ ἔστι φυσική. ἔτι ταῖς φυσικαῖς ὀρέξεσι συγγνώμη ἀκολουθεῖ ἐπεὶ καὶ ταῖς ἐπιθυμίαις ταῖς τοιούταις μᾶλ- λον ὅσαι εἰσὶ κοιναί, ἤτοι τὸ ἐσθίειν τὸν πεινῶντα καὶ εἰ διψᾶ̣ τις καὶ ἐπιθυμεῖ πιεῖν· αἱ τοιαῦται γὰρ ἐπιθυμίαι κοιναὶ πᾶσι τοῖς ἀνθρώποις καὶ φυσικαί. πᾶς γὰρ ἄνθρωπος πεινῶν ἐπιθυμεῖ φαγεῖν καὶ διψῶν ἐπι- θυμεῖ πιεῖν. καὶ ἐφ’ ὅσον κοιναί, ἤτοι τὸ μὴ ὑπὲρ κόρον ἐπιθυμεῖν δι’ ὅλης τῆς ἡμέρας ἐσθίειν καὶ πίνειν. ἡ γὰρ τοιαύτη ἐπιθυμία ἡ ὑπερ- βολική, ἤτοι ἡ ὑπὲρ κόρον ψεκτή ἐστιν, οὐ συγγνωμονική. ταῖς τοιαύταις οὖν ἐπιθυμίαις κοιναῖς ταῖς μὴ καθ’ ὑπερβολὴν ἐπακολουθεῖ συγγνώμη. εἰ γάρ τις ἴδῃ τινὰ πεινῶντα ζητοῦντα φαγεῖν καὶ ὀργιζόμενον διὰ τοῦτο, οὐκ ἄν αὐτὸν ψέξει, ἀλλὰ συγγνωμονήσει. οἶδε γὰρ ἀκριβῶς, ὡς ἡ φύσις αὐτὸν καταναγκάζει φαγεῖν, ὁ δὲ θυμὸς καὶ ἡ χαλεπότης φυσικωτέρα ἐστὶ τῶν ἐπιθυμιῶν τῶν καθ’ ὑπερβολὴν καὶ τῶν μὴ ἀναγκαίων, ἤτοι τῆς ἐπιθυμίας τῶν χρημάτων καὶ νίκης, οἷον εἴ τις ἐπιθυμεῖ ὑπερβο- λικῶς κερδαίνειν ἢ νικᾶν. οἷόν τις ἔτυψε τὸν ἑαυτοῦ πατέρα, ἑλκόμενος δὲ εἰς τὸ δικαστήριον ἔλεγε “καὶ οὗτος ὁ ἐμὸς πατὴρ τὸν ἑαυτοῦ πατέρα ἔτυψε καὶ ὁ πατὴρ τοῦ πατρός μου τὸν ἑαυτοῦ πατέρα καὶ οὗτος ὁ ἐμὸς υἱὸς ἐμὲ τύψει, ὅταν ἀνδρωθῇ. συγγενὴς γὰρ ἡμῖν ὁ θυμός.’’ ταῦτα δὲ ἔλεγε, δεικνύων ὅτι ὁ θυμὸς αὐτοῖς φυσικῶς ἕπεται καὶ κατὰ διαδοχὴν τοῦ γένους καὶ διὰ τοῦτο ζητῶν συγγνώμην, καὶ πάλιν εἵλκετό τις ὑπὸ τοῦ υἱοῦ κατὰ βίαν, εἶτα καταντήσας πρὸς τὰς θύρας ἐκέλευσε τὸν ἑαυτοῦ υἱὸν παύεσθαι, ὅταν πρὸς ταῖς θύραις ἐγγίσῃ, ἐπεὶ καὶ ἐγὼ τὸν ἐμὸν πατέρα ἑλκύσας ἐνταῦθα, ἤτοι ἐπὶ τῶν θυρῶν τοῦ δικαστηρίου γενόμενος, αὐτὸν ἀπέλυσα. Τρίτον ἐπιχείρημα, ὅτι ἀδικώτεροί εἰσιν οἱ ἐπίβουλοι. ὁ μὲν θυμώ- δης οὐκ ἐπίβουλός ἐστιν, οὐδὲ ὁ θυμὸς ἐπίβουλός ἐστιν ἤτοι λάθρα χωρῶν κατὰ τοῦ ἀδικήσαντος, ἀλλὰ φανερός ἐστιν. φανερῶς γὰρ χωρεῖ κατ’ αὐ- τοῦ. ἡ δ’ ἐπιθυμία ἐπίβουλός ἐστιν. λάθρα γὰρ καὶ μετὰ δόλου ἐπεισβάλλει τῷ ὀρεκτῷ. εἰ γάρ τις ἐπιθυμεῖ συνδυασθῆναι κόρῃ τινί, οὐ φανερῶς καὶ εὐθὺς αὐτὴν μοιχεύει, ἀλλὰ βουλεύεται πῶς ἄν μοιχεύσῃ αὐτὴν λάθρα, καὶ οὐκ ἄν τις νοήσῃ αὐτόν, ὡς καὶ Ὅμηρος τὴν Ἀφροδίτην δολοπλόκον ὀνομάζει. ἡ γὰρ Ἀφροδίτη ἐπιθυμία ἐστίν, ἡ δ’ ἐπιθυμία οὐ φανερῶς ἐπεισέρχεται τῷ ὀρεκτῷ, ἀλλὰ μετὰ δόλου καὶ λάθρα, καὶ ὁ κεστὸς ἱμὰς πάρφασις, ἤτοι ἀπάτη ἐστίν, ἥτις ἔκλεψε καὶ τὸν νοῦν τῶν φρονίμων. καὶ ἐνταῦθα γὰρ κλοπὴν εἰπὼν τὴν λαθραίαν ἀπάτην ἐδήλωσεν, ὥστ’ ἐπεὶ ὁ θυμὸς οὐκ ἔστιν ἐπίβουλος, ἡ δ᾿ ἐπιθυμία ἐπίβουλός ἐστιν. οἱ δ’ ἐπίβουλοί εἰσιν, ἤτοι οἱ λάθρα βλάπτοντες καὶ κρύφα, ἀδικώτεροι τοῦ φανερῶς βλάπτοντος. ἴσως γάρ τις ἐκφύγῃ τὸν ἐπιχειροῦντα βλάψαι αὐτὸν φανερῶς. λοιπὸν ἄρα καὶ ἡ ἀκρασία τῆς ἐπιθυμίας ἀδικωτέρα καὶ αἰσχίων ἐστὶ τῆς ἀκρασίας τῆς ἐπὶ τὸν θυμόν, καὶ ἔστιν ἡ ἀκρασία τῆς ἐπιθυμίας ἁπλῶς ἀκρασία καὶ κακία πὼς. προσέθηκε δὲ τὸ πὼς, ἵν δείξῃ, ὅτι ὅσον πρὸς τὴν ἀκρασίαν τὴν περὶ τὸν θυμόν ἐστιν ἡ ἀκρασία τῆς ἐπιθυμίας ἀπλῶς ἀκρασία καὶ κακία καὶ αἰσχροτέρα καὶ ἀδικωτέρα ὑπάρχουσα, ὅσον δὲ πρὸς τὴν ἁπλῶς ἀκρασίαν καὶ κακίαν συγκρινομένη, ἡ περὶ τὴν ἐπι- θυμίαν ἀκρασία μερική ἐστι καὶ καθ’ ὁμοιότητα λεγομένη οὐδὲ ἀπλῶς κακία ἐστιν. αὕτη <γὰρ> ἡ περὶ ἐπιθυμίαν ἀκρασία, ἀλλὰ μερικὴ καὶ κακίᾳ τῇ ἀπλῶς ἐγγίζουσα. ὕβριν ἐνταῦθα τὴν μοιχείαν νοητέον. |Τέταρτον ἐπιχείρημα. ἔτι οὐδεὶς ὑβρίζει, ἤτοι μοιχεύει, λυπούμενος. πᾶς γὰρ ὁ μετὰ θυμοῦ καὶ ὀργῆς τι ποιῶν, λυπούμενος ποιεῖ. ἡ γὰρ ὀργὴ ὄρεξις ἀντιλυπήσεως ἐστιν, ὁ δ’ ὑβρίζων, ἤτοι μοιχεύων, μεθ’ ἡδονῆς μοιχεύει διὰ τὸ ἐπιθυμεῖν αὐτῆς. εἰ οὖν ταῦτά εἰσιν ἀδικώτερα τὰ πάθη, οἷς δέον μᾶλλον ὀργίζεσθαι, λοιπὸν ἄρα καὶ ἡ δι’ ἐπιθυμίαν ἀκρασία ἀδικωτέρα ἐστιν. εἰ γάρ τινα ἴδωμεν ἀκρατευόμενον δι’ ἐπιθυμίαν ὑπερβολικὴν χρημάτων καὶ κέρδους καὶ ἀφροδισίων, μᾶλλον ὀργιζόμεθα κατ’ αὐτοῦ καὶ φερόμεθα παρὸ εἰ ἴδωμέν τινα ὑπερβολικῶς θυμούμενον· θυμοῦται γὰρ διὰ τὸ ἀδικηθῆναι· οὐ γάρ ἐστιν ὕβρις ἤτοι μοιχεία καὶ συνδυασμὸς ἐν θυμῷ, ἤτοι μετὰ θυμοῦ γενόμενος· καὶ ὅτι ἡ ἐγκράτεια καὶ ἡ ἀκρασία περὶ τὰς σωματικὰς ἡδονάς, ἤτοι περὶ τὰς ἐν ἀφῇ ἡδονὰς καταγίνεται. Αὐτῶν δὲ τούτων τῶν σωματικῶν ἡδονῶν τὰς διαφορὰς δεῖ λαβεῖν. Μέλλει γὰρ ἰδεῖν τὰς διαφορὰς τῶν σωματικῶν ἡδονῶν καὶ θέλει εἰπεῖν περὶ ποίας ἡδονὰς καταγίνεται ἡ σωφροσύνη ἡ ἀκολασία ἡ καρτερία. τούτων οὖν τῶν σωματικῶν ἡδονῶν αἱ μέν εἰσιν ἀνθρωπικαὶ καὶ φυσικαὶ ἐν τῷ γένει, ἤτοι τῷ ὑποκειμένῳ, καὶ ἐν τῷ μεγέθει, ἤτοι ἐν τῷ μὴ ὑπερβάλλειν, οἷον ἀνθρωπικὴ ἡδονή ἐστι τὸ ἐσθίειν ἄρτον καὶ γυναικὶ συνδυάζεσθαι, ἀλλ’ εἰ μὴ ὑπὲρ κόρον καὶ ὑπερβολικῶς ἐσθίει, τότε λέγεται ἀνθρωπική, εἰ δ’ ὑπερβολικῶς καὶ ὑπὲρ κόρον, θηριωδία μᾶλλον ἢ ἡδονὴ οὐκ ἀνθρωπική. αἱ δὲ τῶν ἡδονῶν εἰσι θηριώδεις, οἷον τὸ ἐσθίειν κρέατα ἀνθρώπων, αἱ δέ εἰσι τῶν ἡδονῶν διαπηρώσεις. ἀπὸ δὲ τούτων τῶν ἡδονῶν ἡ σωφροσύνη καὶ ἡ ἀκολασία περὶ τὰς πρώτας μόνον ἡδονὰς καταγίνεται, ἤτοι περὶ τὰς ἀνθρωπικὰς ἡδονάς, ἤτοι περὶ τὰ ἀνθρωπικὰ ἀφροδίσια. διὸ καὶ τὰ θηρία οὔτε σώφρονα οὔτε ἀκόλαστα λέ- γομεν εἶναι, ἀλλὰ μεταφορικῶς καὶ καθ’ ὁμοιότητα λέγομεν ταὐτὰ καὶ σώφρονα καὶ ἀκόλαστα. καὶ εἴ τινι ὅλως ἕτερον γένος τῶν ζῴων διαφέρει ἑτέρου, ἤτοι ἐν ὕβρει ἤτοι ἐν ὀχείᾳ· οἷον οἱ ἵπποι διαφέρουσι τῶν ἄνων ζῴων ἐν τῷ εἶναι ὀχευτικοὶ μᾶλλον τῶν ἄλλων, ἢ ἐν τῷ εἶναι σινάμωρα, ἤτοι βλαπτικά, ὡς οἱ λέοντες, ὡς οἱ λύκοι, ἢ ἐν τῷ εἶναι παμ- φάγα. κατὰ γοῦν τὰς διαφορὰς ταύτας, καθ’ ἃς ἀλλήλοις τὰ ζῷα δια- φέρουσι, τὰ μὲν λέγομεν ἀκόλαστα ὡς τοὺς ἵππους, τὰ δὲ σώφρονα. εἶτα λέγει καὶ τὴν αἰτίαν, δι’ ἣν τὰ ζῷα οὔτε ἀκόλαστα οὔτε σώφρονα λέγεται κυρίως καὶ φησίν, ὅτ· ι ὁ μὲν σώφρων προαιρούμενος ποιεῖ τὰ σώφρονα καὶ λογισμὸν ἔχει, ἤτοι καὶ τὸν λόγον ἔχει ἐρρωμένον· ὁμοίως δὲ καὶ ὁ ἀκόλαστος προαιρούμενος ἀκολασταίνει, ἔχει δὲ καὶ τὸν λόγον, ἀλλὰ διε- φθαρμένον. τὰ δὲ θηρία οὔτε προαίρεσιν ἔχει οὔτε λογισμόν, ἤτοι οὔτε τὸν λόγον, ἀλλ’ ἐξέστηκε τῆς φύσεως οὐ τοῦτό φησιν, ὅτι ἔξω τῆς φύσεως τοῦ ἀλόγου ἐγένοντο καὶ λογικὴν φύσιν ἔλαβον, ἀλλ’ ὅτι τὰ θηρία ἐοίκασι τοῖς ἐξεστηκόσι τῆς φύσεως, ἤτοι τοῖς μαινομένοις. ὡς γὰρ οἱ μαινόμενοι προαίρεσιν οὐκ ἔχουσιν ἀλλ’ ἀπροαιρέτως δρῶσιν ὃ ἂν δρῶσιν οὔτε λόγον ἔχουσι τῶν γὰρ μαινομένων καὶ ὁ λογισμὸς καὶ ὁ λόγος διέφθαρται), οὕτω καὶ τὰ θηρία οὔτε λογισμὸν οὔτε προαίρεσιν ἔχου· σιν. ἄνευ λογισμοῦ γὰρ καὶ βουλῆς καὶ διανοίας τὰ θηρία εἰσίν. ἡ δὲ θηριότης ἡ ἐν τοῖς θηρίοις οὖσα ἔλαττον κακόν ἐστι τῆς κακίας. φοβερω- τέρα δέ ἐστι ἡ θηριότης. Εἶτα λέγει καὶ τὴν αἰτίαν, πῶς ἡ θηριότης ἔλαττον κακόν ἐστι τῆς κακίας καί φησι, διότι οὐκ ἐν τοῖς θηρίοις ἔνι μὲν τὸ βέλτιστον, ἤτοι ὁ λόγος, διέφθαρται δέ, ἤτοι ἐστὶ διεφθαρμένος, ὡς καὶ ὁ ἄνθρωπος ὁ ἀκόλαστος ἔχει μὲν τὸν λόγον, ἀλλ’ ἔχει αὐτὸν διεφθαρμένον. ἀλλ’ οὐδ’ ὅλως ἔχουσι τὰ θηρία λόγον ἀλλὰ πάντα διέφθαρται. εἶτα φησίν, ὅτι οὐδὲ δεῖ συγκρίνειν ὅλως τὴν θηριότητα πρὸς τὴν κακίαν, ὡς οὐδὲ τὸ ἄψυχον πρὸς τὸ ἔμψυχον· ἀσύμβλητα γάρ εἰσι ταῦτα. εἰ γάρ τις θηριότητα πρὸς τὴν κακίαν συμβάλλει, ταὐτὸν καὶ ὅμοιόν ἐστι καὶ εἰ ἔμψυχον συγκρίνει πρὸς ἄψυχον, πότερον, ἤτοι ποῖόν ἐστι, κάκιον, ἡ δικαιοσύνη, ἄψυχος οὖσα καὶ ἕξις, ἢ ὁ δίκαιος ἔμψυχος ὤν. δείκνυσιν ὅτι ἡ τῶν θηρίων φαυλότης, ἤτοι θηριότης τῶν θηρίων, τῶν μὴ ἐχόντων ἀρχήν, ὦ ἤτοι νοῦν ὁ γὰρ νοῦς ἀρχὴ πάντων) ἀσινεστέρα ἐστι τῆς κακίας τῶν ἀνθρώπων τῷ λόγῳ καὶ νοὶ διοικουμένων. ὁ μὲν γὰρ ἄνθρωπος μετὰ σκέψεως καὶ βουλῆς ἐπιχειρεῖ βλάψαι τινά, τὸ δὲ θηρίον ἀπερισκέπτως πρὸς βλάβην ἐπι|χειρεῖ, καὶ διὰ τοῦτο ἀβλαβέστερόν ἐστι. τὸ συγκρίνειν οὖν θηριότητα πρὸς κακίαν παραπλήσιόν ἐστιν, εἴ τις συγκρίνει ἄψυχον, ἤτοι ἀδικίαν, πρὸς ἔμψυχον, ἤτοι ἄδικον. ἡ γὰρ σύγκρισις ὁμοίων ὀφείλει εἶναι, ἕξεως πρὸς ἕξιν, καὶ ἑκτοῦ πρὸς ἑκτόν. οὐ γάρ τις νοῦν ἔχων τὴν ἕξιν ἄψυχον οὖσαν συγκρίνοι πρὸς τὸ ἑκτὸν ἔμψυχον ὄν. ἐμψύχου σύγκρισις πρὸς ἔμψυχον ὀφείλει εἶναι καὶ ἀψύχου πρὸς ἄψυχον. ἔστι γὰρ ὡς ὖ ἑκάτερον, ἤτοι ἡ ἀδικία καὶ ὁ ἄδικος, κάκιον ἑκατέρου, ἤτοι ἀλλήλων· ἐπεὶ οὖν ὁ ἄδικος βλαπτικός ἐστι καὶ κακὸς διὰ τὸ μετέχειν τῆς ἀδικίας, πολλῷ μᾶλλόν ἐστι κακιώτερον, ἤτοι φαυλότερον, ἡ ἀδικία. εἰ γὰρ τὸ προσσινάμορα εγγίζον τῷ πυρὶ θερμαίνεται, πολλῷ μᾶλλον ἔσται τὸ πῦρ θερμότερον. ᾗ δὲ πάλιν ἡ ἀδικία πρᾶγμα ἄψυχόν ἐστι, καὶ διὰ τὸ ἄψυχον εἶναι μηδὲ δυνάμενον βλάψαι τινὰ αὐτὸ καθ’ αὑτὸ θεωρούμενον, ὁ δὲ ἄδικος δύνα. τᾶι βλάπτειν, λοιπὸν ἄρα ὁ ἄδικος φαυλότερον τῆς ἀδικίας ἐστίν. ὥστε ἡ ἀδικία ἐστὶ μὲν ὡς φαυλοτέρα, ἔστι δ’ ὡς †φαῦλον οὔκουν. μυριοπλάσιον γὰρ κακόν, καθὸ τὸ μὲν ἄλογόν ἐστι καὶ μὴ δυνάμενον βουλεύεσθαι, τὸ δὲ λογικὸν καὶ βουλευτικόν. Περὶ δὲ τὰς δι’ ἁφῆς ἡδονὰς καὶ γεύσεως, περὶ ἃς ἡ σω- φροσύνη διωρίσθη καταγίνεσθαι, ἔστι μέν τινας οὕτως ἔχειν πρὸς τὰς ἐπιθυμίας τὰς τοιαύτας, ὥστε καὶ ἡττᾶσθαι ὑπὸ τῶν ἐπιθυμιῶν, ὧν οἱ πολλοὶ κρείττους εἰσὶ καὶ οὐχ ἡττῶνται, οἷον εἴ τις ἐπιθυμεῖ οἶνον πιεῖν, δύντι κρατῆσαι τῆς ἐπιθυμίς ταύτης, κἄν χυδαῖος ἡ, εἰσὶ δέ τινες, οἳ ἡττῶνται καὶ ὑπὸ τῶν ἐπιθυμιῶν, ὧν οἱ πολλοὶ κρείττους εἰσίν, εἰσὶ δέ τινες οἳ κρατοῦσι καὶ τῶν ἰσχυρῶν ἐπιθυμιῶν, ἤτοι τῶν ἀφροδισίων, ὧν ἡττῶνται οἱ πολλοί. ἡττῶνται γὰρ ὑπὸ τῶν ἀφροδισίων μὴ δυ- νάμενοι διακρῖναι, ὅτι ἡ μοιχεία κακόν ἐστιν. ἀπὸ τούτων τῶν τε κρατούντων ὧν οἱ πολλοὶ ἥττους εἰσὶ καὶ τῶν μὴ κρατούντων, ὧν οἱ πολλοὶ οὐχ ἥττους εἰσίν, ὁ μὲν περὶ ἡδονάς, ἤτοι ὁ ἡττώμενος ὑπὸ τῶν ἐπιθυμιῶν, ὧν οἱ πολλοὶ οὐχ ἡττῶνται, ἀκρατής ἐστιν, ὁ δὲ κρατῶν ὧν οἱ πολλοὶ ἡττῶνται, ἐγκρατής· ὁ δὲ περὶ λύπας, ἤτοι ἡττώμενος ὑπὸ τῶν λυπῶν, ὧν οἱ πολλοὶ οὐχ ἡττῶνται, μωκός ἐστι. τὸ οὖν ἀπολέσαι φίλους ἴσως λύπην ἐπάγει τινί· ταύτης δὲ τῆς λύπης καὶ ὁ τυχὼν δύναται κρατῆσαι. ὁ οὖν ἡττώμενος τοιαύτης λύπης μαλακός ἐστιν. οὐχ ὅτι δὲ καὶ ἡ ἀκρασία καὶ ἡ ἐγκράτεια οὐ περὶ λύπας καταγίνεται, διὰ τοῦτο εἶπεν, εἰδὼς ὅτι ὁ μαλακὸς περὶ λύπας καταγίνεται. καταγίνεται γὰρ καὶ ἡ ἀκρασία καὶ ἡ ἐγκράτεια καὶ περὶ λύπας, ἀλλὰ μᾶλλον περὶ ἡδονὰς καταγίνεται. τῆ γὰρ ἀπουσίᾳ τῶν ἡδονῶν οὐ λυπεῖται ὁ ἐγκρατής. ὁμοίως δὲ καὶ ὁ μαλακὸς καὶ περὶ ἡδονὰς καταγίνεται, ἀλλὰ μᾶλλον περὶ λύπας καταγίνεται. τῆς γὰρ ἐπιθυμίας καὶ τῆς τυχούσης ἀπούσης λυπεῖται ὁ μαλακός, οἷον εἰ ἐπιθυμεῖ οἶνον Πράμνιον πιεῖν καὶ τὴν ἐπιθυμίαν οὐ δύναται πληρῶσαι, λυπεῖται σφόδρα ὁ μαλακὸς καὶ τὴν ζωὴν ἀπολέγεται. ταύτης δὲ τῆς λύπης τῆς ἐπιγινομένης ἐκ τοῦ μὴ δύνασθαι πιεῖν οἶνον Πράμνιον οἱ πολλοὶ κρείττους εἰσίν. ὁ δὲ κρατῶν τῆς λύπης, ἧς οἱ πολλοὶ κρείττους οὔκ εἰσι, λέγεται καρτερικός, οἷον εἴ τις περιπεσὼν μεγάλῳ κινδύνῳ φέρει γενναίως καὶ οὐ λυπεῖται, ἀλλὰ τῆς λύπης τῆς ἐκ τοῦ μεγάλως πειράζε- σθαι ἐπιγινομένης αὐτῷ περιγίνεται καὶ κρατεῖ ἧς οἱ πολλοὶ ἡττῶνται. αἱ δὲ ἕξεις τῶν πολλῶν μεταξύ εἰσιν, ἤτοι μεσότητές εἰσιν. ἐπεὶ δ’ ἡ μεσότης ἀρετή ἐστι, διὰ τοῦτο εἶπεν ὅτι εἰ καὶ μεσότης ἐστίν, ἀλλ’ οὖν πρὸς τὸ χεῖρον ῥέπει. μεσότητας γὰρ λέγει τὰς ἕξεις τῶν πολλῶν, ὡς μέσας οὔσας τῶν τε μαλακῶν καὶ καρτερικῶν. οἱ γὰρ πολλοὶ ἡττῶνται μὲν ὑπὸ τῶν λυπῶν, ὧν ὁ καρτερικὸς κρείττων ἐστί, κρατοῦσι δὲ τῶν λυπῶν, ὧν ὁ μαλακὸς ἡττᾶται, καὶ πάλιν κρατοῦσι τῶν ἡδονῶν οἱ πολλοί, ὧν ὁ ἀκρατὴς ἡττᾶται, ἡττῶνται δὲ τῶν ἡδονῶν, ὧν ὁ ἐγκρατὴς κρείττων ἐστίν. εἰ οὖν οἱ πολλοὶ μεταξύ εἰσι τῶν ἀκρατῶν καὶ ἐγκρατῶν, ἀλλ’ οὖν πρὸς τὰς χείρους ἡδονὰς ῥέπουσιν. Ἐπεὶ δέ τινες τῶν ἡδονῶν ἀναγκαῖαι μέχρι τινός τὸ γὰρ φαγεῖν ὦ ἄχρι τοὐ πληρῶσι τὴν γαστέρα ἀναγκαῖόν ἐστι, τὸ δὲ ὑπὲρ κόρον καὶ ὑπερ- βολικῶς δι’ ὅλης ἡμέρας ἐσθίειν ἀναγκαῖον οὐκ ἔστιν), αἱ δὲ τῶν ἡδονῶν, οἷον τὸ ἥδεσθαι τιμᾶσθαι πλουτεῖν ἀναγκαῖον οὐκ ἔστι, καὶ ἐν ταῖς ἡδοωαῖς ταῖς ἀναγκαίαις καὶ ταῖς μὴ ἀναγκαίαις οὔτε αἱ ὑπερβολαί εἰσιν ἀναγκαῖαι οὔτε αἱ ἐλλείψεις. τὸ γὰρ μηδ’ ὅλως ἥδεσθαι ψεκτόν ἐστι, τὸ δὲ ὑπερβολικῶς ἥδεσθαι καὶ πίνειν καὶ ἐσθίειν καὶ πλουτεῖν περιττόν ἐστι καὶ οὐκ |ἀναγκαῖον. ὁμοίως δὲ ἔχει καὶ περὶ τὰς ἐπιθυμίας καὶ λύπας· ὁ μὲν διώκων, ἤτοι ἐπιζητῶν, τὰς ὑπερβολὰς τῶν ἡδέων, ἤιοι τὸ ὑπερβολικῶς ἥδεσθαι, ἢ καθ’ ὑπερβολάς, ἤτοι ἢ ζητεῖν τὰς ἰσχυροτάτας καὶ μεγάλας τῶν ἡδονῶν καὶ ἐπιθυμιῶν, ἤτοι τὰ ἀφροδίσια, ἢ κἄν μικραί εἰσιν αἱ ἡδοναί, οἷον τὸ πλουτεῖν, τὸ τιμᾶσθαι αἱρούμενος τὸ ὑπερβάλλειν ἔχειν ἐν ταύταις, ἤτοι τὸ ὑπερβολικῶς ἥδεσθαι ἢ ζητῶν ταύτας τὰς ἡδονὰς διὰ προαίρεσιν, ἤτοι μετὰ προαιρέσεως καὶ οὐκ ἀπροαιρέτως καὶ δι’ αὐτάς, ἤτοι αὐτὰς καθ’ αὑτὰς ἀγαπᾶν τὰς ἡδονὰς τὰς τοιαύτας καὶ μὴ δι’ ἕτερον ἀποβαῖνον, ἀκόλαστόν ἐστιν. εἰ γὰρ ἀγαπᾷ μοιχεύειν διὰ τὸ κερδαίνειν, οὐκ ἀκόλαστος ῥηθῇ οὗτος ἀλλὰ φιλοχρήματος. ὁμοίως καὶ εἰ μοιχεύει γυναῖκα τυράννου τις δι’ ἕτερον ἀποβαῖνον, ἤτοι διὰ σω- τηρίαν τῆς πόλεως, ἵν’ ἰσχύσῃ διὰ τούτου καταβαλεῖν τὸν τύραννον, οὐκ ἀκόλαστος οὗτος ῥηθῇ. ἀνάγκη γὰρ τὸν ἀκόλαστον τὸν μετὰ προαιρέσεως ζητοῦντα τὰς ἡδονὰς μὴ εἶναι μεταμελητικόν, ὥστε εἶναι καὶ ἀνίατον τὸν ἀκόλαστον. ὄπισθεν μὲν ἔλεγεν, ὅτι ὁ ἀκόλαστός ἐστιν εὐιατότερος τοῦ ἀκρα- τοῦς· ἔλεγε δὲ τοῦτο, οὐχ ὅτι καὶ αὐτὸς τοῦτο δοξάζει ἀλλ’ ὡς δόξα ὂν ἑτέρων τινῶν. ἡ δόξα δὲ τοῦ Ἀριστοτέλους ἐστὶ τοῦτο, ὅτι ὁ ἀκρατής ἐστι μᾶλλον εὐιατότερος τοὐ ἀκολάστου, ἅτε καὶ τὸν λόγον ἔχων ἐρρωμένον, ὁ δ’ ἀκόλαστος ἀνίατός ἐστιν. ὁ δ’ ἐλλείπων, ἤτοι ὁ μηδ’ ὅλως θέλων ἥδεσθαι, ἐστὶν ἠλίθιος, ὃς ἀντίκειται τῷ ἀκολάστῳ. ὁμοίως δὲ ἀκόλαστός ἐστι καὶ ὁ φεύγων τὰς λύπας τὰς ἐπιγινομένας αὐτῷ τῇ ἀπουσίᾳ τῆς ἡδονῆς, ἀλλὰ φεύγει αὐτὰς μὴ ἀπροαιρέτως διὰ τὸ ἡττᾶσθαι τῶν ἰσχυρῶν ἐπιθυμιῶν καὶ ἡδονῶν καὶ διὰ τοῦτο μὴ ἐώμενος λυπεῖσθαι, ἀλλὰ διὰ προ- αίρεσιν, ἤτοι μετὰ προαιρέσεως. Τὦν δὲ μὴ προαιρουμένων, ἤτοι τῶν δ’ ἀπροαιρέτως ἡττωμένῶν ὁ μέν, ἤγουν ὁ ἀκρατής, ἄγεται, ἤτοι ἡττᾶται ὑπὸ τῆς ἡδονῆς καὶ ἕλκεται ὑπ’ αὐτῆς ἀπροαιρέτως, ὁ δέ, ἤτοι ὁ μαλακός, ἄγεται ἀπροαιρέτως ὑπὸ τῆς λύπης τῆς τυχούσης καὶ ἧς οἱ πολλοὶ κρατοῦσι, διὰ τὸ μηδ’ ὅλως αἱρεῖσθαι λυπεῖσθαι ἐν τῷ τὴν ἐπιθυμίαν ἀπεῖναι, ἀλλ’ ἀεὶ θέλειν ἥδεσθαι καὶ τὴν ἐπεισελθοῦσαν αὐτοῖς ἐπιθυμίαν ἐκπληροῦν. ὥστε διαφέρουσιν ἀλλήλων ὅ τε ἀκρατὴς καὶ ἀκόλαστος. ὁ μὲν γὰρ ἀκό- λαστος μετὰ προαιρέσεως ζητεῖ τὴν ἡδονήν, ὁ δ’ ἀκρατὴς ἀπροαιρέτως. παντὶ δὲ δοκεῖ χείρων εἶναι ὁ ἀκόλαστος, ὃς καὶ μὴ ἐπιθυμῶν ἢ ἠρέμα, ἤτοι ἢ καὶ μικρῶς ἐπιθυμῶν, πράττει τὰ αἰσχρὰ καὶ τοῖς ἀφρο- δισίοις ἀεὶ προσκυλίεται παρὸ ὁ ἀκρατής, ὃς σφόδρα ἐπιθυμῶν ἡττᾶται τῆς ἡδονῆς καὶ χείρων ἐστίν, ὃς καὶ μὴ ὀργιζόμενος τύπτει τινά, παρὸ εἰ τύπτει ὀργιζόμενος. εἰ γάρ τις καὶ μὴ ὀργιζόμενος τύπτει, ἐν τῷ πάθει ὤν, ἤτοι εἰ ὀργισθείη, τί ἄν ποιήσῃ; εἰ οὖν καὶ μὴ ἐπιθυμῶν ὁ ἀκόλαστος μοιχεύει, εἰ ὑπὸ σφοδρᾶς ἡδονῆς κολάζεται, τί ἄν ποιήσῃ; τῶν δὲ λεχθέντων τὸ μὲν μαλακίας εἶδός ἐστιν ἤτοι μαλακός ἐστιν ὁ ἡττώμενος ὑπὸ τῶν λυπῶν, ὧν οἱ πολλοὶ οὐχ ἡττῶνται, ὁ δέ, ὁ ἡττώμενος ὑπὸ τῶν ἡδονῶν, ὧν οἱ πολλοὶ ἡττῶνται, ἀκρατής ἐστι. τὸ γὰρ καρτερεῖν ἐστιν ἐν τῷ ἀντέχειν, ἤτοι ἐν τῷ μὴ ἐνδιδόναι, ἤτοι μὴ ἡττᾶσθαι ὑπὸ τῶν σφοδρῶν λυπῶν, ὧν οἱ πολλοὶ ἡττῶνται. ἡ δ᾿ ἐγκράτειά ἐστιν ἐν τῷ κρατεῖν τῶν ἡδονῶν, ὧν οἱ πολλοὶ ἡττῶνται. ἕτερον δέ ἐστι τὸ ἀντέχειν καὶ κρατεῖν. ὁ γὰρ ἀντέχων καὶ μὴ ἐνδιδοὺς οὐκ ἤδη καὶ κρατεῖ, κρεῖττον δὲ τοῦ ἀντέχειν τὸ κρατεῖν, ὥστε καὶ ἡ ἐγκράτεια αἱρετωτέρα ἐστὶ τῆς καρτερίας καὶ μᾶλλον ἀγαθόν ἐστιν. ὁ δ’ ἐλλείπων, ἤτοι ὁ ἡττώμενος ὑπὸ τῶν λυπῶν, πρὸς ἃς οἱ πολλοὶ διϊσχυρίζονται καὶ ἀντιτείνουσι καὶ δύνανται κρατεῖν αὐτῶν, μαλακός ἐστιν. ἡ τρυφὴ μαλακία ἐστιν. ὃς ἕλκει, ἤτοι σύρει, τὸ ἱμάτιον αὑτοῦ κάτω ἐν τῇ γῇ καὶ ὀκνεῖ ἀνασῦραι αὐτό, ἵνα μὴ πονήσῃ, ἤτοι <ἤτοι ἐνεργήσῃ> καὶ προξενίσῃ αὑτῷ τὴν λύπην τὴν γινομένη αὐτῷ ἀπὸ τοῦ αἴρειν, ἤτοι τοῦ σύρειν, καὶ μιμούμενος τὸν κάμνοντα, ἤτοι τὸν νοσοῦντα, ὃς οὐ δύναται ἀνασῦραι τὸ αὑτοῦ ἱμάτιον, ἀλλ’ ἀδυνατεῖ καὶ τὴν χεῖρα κινῆσαι, καὶ ἀθλίῳ, ἤτοι νοσοῦντι, ὅμοιος ὤν, οὐκ οἴεται ἄθλιος εἶναι, ἤτοι νοσῶν. οὐδὲ γὰρ ἄν τις ἡττᾶται ὑπὸ ἰσχυρῶν καὶ μεγάλων ἡδονῶν, θαυμαστός ἐστιν οὐδ’ ἀκρατὴς λέγεται ἀλλὰ συγγνωμονικός, οὐδ’ ἂν ἡττᾶται ὑπὸ λυπῶν μεγάλων θαυμαστός ἐστιν οὐδὲ μαλακὸς λέγεται ἀλλὰ συγγνωμονικός ἐστιν, εἰ ἀντιτείνων πρὸς τὰς μεγάλας λύπας ὕστερον ἡττηθῇ ὑπ’ αὐτῶν. |Ὁ Θεοδέκτης τραγικὸς ἦν, καὶ παράγει τὴν χεῖρα δεδηγμένον τὸν Φιλοκτήτην ὑπὸ ὄφεως, καὶ μέχρι μὲν πολλοῦ ἀντέτεινε πρὸς τὰς λύπας καὶ τοὺς πόνους, ὕστερον δὲ ἡττήθη καὶ ἐβόα ‘κόψατε τὴν ἐμὴν χεῖρα’. οὗτος οὖν οὐ ῥηθήσεται μαλακός, διότι ἡττήθη ὑπὸ τῶν λυπῶν μεγάλαι γὰρ ἦσαν αὗται), ἀλλὰ συγγνωμονικός ἐστι. καὶ ὁ Καρκῖνος τραγικὸς ἦν, ὁ δὲ Κερκύων εἶχε θυγατέρα τὴν Ἀλόπην. μαθὼν δὲ ὅτι ἐμοιχεύθη ἡ αὐτοῦ θυγάτηρ Ἀλόπη ἠρώτησεν αὐτήν, τίς ἦν ὁ μοιχεύσας, λέγων εἴ μοι τοῦτον εἴποις, οὐδ’ ὅλως ἂν λυπηθῇς. εἶτα εἰπούσης τῆς Ἀλόπης τὸν αὐτὴν μοιχεύσαντα, οὐκέτι ὁ Κερκύων ὑπὸ τῆς λύπης ἔφερε ζῆν, ἀλλὰ καὶ τὸ ζῆν ἀπελέγετο. οἷον καὶ ὁ Κερκύων, ὁ ὑπὸ τοῦ Καρκίνου παρα- γόμενος, ἡττηθεὶς ὑπὸ τῶν λυπῶν οὐ μαλακὸς ῥηθῇ. ὥσπερ καὶ ὁ πει- ρώμενος κατέχειν τὸν γέλωτα, εἶτα ἀθρόον ἐκκαγχάζει, οὕτως καὶ ὁ Κερκύων μέχρι μὲν πολλοῦ πρὸς τὴν λύπην ἀντέτεινεν, εἶτα ἡττήθη. καὶ ὁ Ξενόφαντος ἐπειρᾶτο κατέχειν τὸν γέλωτα, ἀθρόον δ’ ἐκάγχασεν. ἢ πρὸς τὸ ἄνω ἀποδοτέον, ὅτι καὶ ὁ Ξενόφαντος ὑπὸ ὄφεως δηχθεὶς τὴν ζωὴν ἐμίσει καὶ τὴν λύπην οὐκ ἔφερεν, ἢ τὸν γεγῶτα πειρώμενος κατέχειν ἀθρόον ἐκάγχασεν. ἁλλ’ εἴ τις πρὸς ἃς λύπας οἱ πολλοὶ δύνανται ἀντεχειν, υπο τούτων ἥτταται καὶ μὴ δύναται ἀντέχειν, ἢ διὰ φύσιν γένους, ἤτοι διὰ γυναικείαν ἀσθένειαν, ἢ διὰ φύσιν γένους, ἤτοι εἰ μὴ πολλάκις ᾖ ἐκ γενετῆς συντεθραμμένος ταῖς ἡδοναῖς, οἷον οἱ βασιλεῖς τῶν Περσῶν ἔχουσι τὴν μαλακίαν καὶ μαλακοί εἰσι διὰ τὸ γένος. βάρβαροι γὰρ ὄντες ἀεὶ πρὸς ἡδονὰς ἐγκυλίονται καὶ οὐ ταῖς λύπαις εἰθισμένοι εἰσί, καὶ διὰ τοῦτο, εἰ μικρὰ λύπη ἐπιπέσῃ αὐτοῖς, ἡττῶνται ὑπ’ αὐτῆς. ὁ οὗν ἡττώμενος ὑπὸ τῶν οὐδαμινῶν λυπῶν μὴ διὰ φύσιν τοῦ γένους ἢ διὰ νόσον, μαλακός ἐστιν. εἶτα ἑρμηνεύει τὸ δι’ ἁ φύσιν τοῦ γένους, ὡς τὸ θῆλυ, ἀσθενὲς ὂν διὰ τὴν φύσιν, πρὸς τ’ ἄρρεν διέστηκε. παιδιώδης δὲ λέγεται ὁ παιδιαῖς χαίρων, ἤτοι ὁ παίζειν ἀεὶ θέλων. ἡ γὰρ παιδιὰ ἄνεσίς ἐστιν, ἡ δ’ ἄνεσις ἀνάπαυσις, ὁ δὲ μαλακὸς ἀναπαύσει χαίρει καὶ ἡδονῇ ἀλλ’ οὐ λυπεῖται, παιδιώδης δέ ἐστιν, ὃς ὑπερβάλλει πρὸς ταύτας, ἤτοι ὑπερβαλλόντως χρᾶται τῇ ἀναπαύσει· λοιπὸν ἄρα ὁ παιδιώδης μαλακός ἐστιν. ἐπιδιαιρεῖ δὲ τὴν ἀκρασίαν εἰς τὴν προπέτειαν καὶ εἰς τὴν ἀσθένειαν. καὶ οἱ μέν, ἤτοι οἱ ἀσθενεῖς βουλεύονται μὲν ὡς κακόν ἐστι τὸ μοιχεύειν, οὐκ ἐμμένουσι δὲ οἷς ἐβουλεύσαντο ἀλλὰ μοιχεύουσιν ἡδὺ δοκεῖ οὖν αὐτὸ διὰ τὸ πάθος, ἤτοι ἡττωμένῳ ὑπὸ τοῦ πάθους, ἤτοι ὑπὸ τῆς ἐπιθυμίας, καὶ λέγονται οὗτοι ἀκρατεῖς), οἱ δέ, ἤτοι οἱ προπετεῖς, οὐ βουλεύονται, εἰ τόδε ἀγαθόν ἐστιν ἢ κακὸν ἀλλ’ εὐθὺς ἡττῶνται ὑπὸ τοῦ πάθους, ἤτοι τῆς ἐπιθυμίας, καὶ λέγονται οὗτοι ἀκρατεῖς προπετεῖς. τινὲς εὐθὺς τῷ προσψαυσθῆναι γαργαλίζονται, εἰ δὲ ποιήσουσι τρῖψιν εἰς τὸ μέρος τοῦ σώματος πρῶτον, ἔνθα γαργαλίζονται, εἶτα γαργαλίσει τις αὐτό, ἔνθα τὴν τρῖψιν ἐποίησαν, οὐ γαργαλίζονται. νῦν μέλλει †δοῦναι, ἤτοι, οὐ πᾶς ὁ προβουλευσάμενος ἡττᾶται. τινὲς γὰρ προαισθανόμενοι, ἤτοι προβουλευσάμενοι καὶ ἰδόντες ὅτι τόδε κακόν, οὐχ ἡττῶνται ὑπὸ τοῦ πάθους, κἄν τε ἡδὺ ᾖ κἄν τε λυπηρόν. ὥσπερ καὶ οἱ προγαργαλίσθέντες, ἤτοι οἱ τρῖψιν πρῶτον ποιήσαντες, οὐ γαργαλίζοντι. μαλιστα δὲ οἱ ὀξεῖς καὶ μελαγχολικοὶ ἀκρατεῖς εἰσι κατὰ τὴν προπετῆ ἀκρασίαν, ἤτοι ἀκρατεῖς προπετεῖς. οἱ μὲν γάρ, ἤτοι οἱ ὀξεῖς διὰ τὸ ταχὺ τῆς φύσεως, οἱ δὲ διὰ τὸ σφοδρὸν τοῦ πάθους, ἤτοι τῆς μελαγχολίας, οὐκ ἀναμένουσι τὸν λόγον, ἤτοι βουλεύσασθαι καὶ παρου- σιάσαι τὸν λόγον καὶ κρῖναι διὰ τὸ ἀκολουθεῖν τῇ φαντασίᾳ. ἡνίκα γὰρ ἴσχωσί τι ἡδύ, εὐθὺς ῥέπουσι πρὸς τοῦτο καὶ ἡττῶνται ὑπ’ αὐτοῦ. πᾶς δὲ ὁ ἀκόλαστος οὐκ ἔστι μεταμελητικός. διὸ οὐχ οὕτως ἔχει, ὥσπερ ἠπορήσαμεν πρῶτον, ὅτι εὐιατότερος ἦν ὁ ἀκόλαστος πρὸ ὁ ἀκρατής, ἀλλ’ ὁ μέν, ἤτοι ὁ ἀκόλαστος, ἀνίατός ἐστιν, ὁ δέ, ἤτοι ὁ ἀκρατὴς ἰατός. ἔοικε δὲ ἡ μὲν μοχθηρία, ἤτοι ἡ ἀκολασία, ἀπὸ τῶν #003E; τῷ ὑδέρῳ καὶ τῇ φθίσει, καὶ ὥσπερ εἰ νοσεῖ τις ὕδερον ἢ φθίσιν, οὐ σήμερον μὲν ἔχει τὸν ὕδερον καὶ τὴν φθίσιν, αὔριον δ’ οὔ, ἀλλὰ συνεχῶς εἰσιν, ἤτοι ἀδιαλείπτως, καὶ ἀεὶ τῷ νοσοῦντι ὑπάρχει τάδε τὰ νοσήματα, οὕτω καὶ ἡ ἀκολασία συνεχής, ἤτοι ἀδιάλειπτος καὶ ἀεὶ τῷ ἀκολάστῳ προσυπάρχει. διεφθαρμένον γὰρ ἀεὶ τὸν λόγον ἔχει, καὶ ἀεὶ τὸ ἀγαθὸν κακὸν αὐτῷ δοκεῖ. ἡ δὲ ἀκρασία ἔοικεν ἀπὸ τῶν νοσημάτων τοῖς ἐπιληπτικοῖς νοσήμασιν· ὡς γὰρ ἡ ἐπίληψις οὐ συνεχής, ἤτοι οὐ διηνεκὴς καὶ ἀδιάλειπτος ὑπάρχει τῷ ἔχοντι ταύτην, ἀλλὰ ἢ κατὰ δύο ἡμέρας αὐτῷ ἡ ἐπίληψις ἔρχεται ἢ τρὶς τῆς ἡμέρας καὶ οὐχὶ ἀεί, οὕτω καὶ ἥδε ἡ πονηρία, ἤτοι ἡ ἀκρασία, οὐ συνεχής ἐστιν, ἤτοι οὐκ ἀεὶ ὑπάρχει τῷ ἀκρατεῖ. οὐ γὰρ ἀεὶ τῷ πάθει ἐγκυλίεται ἀλλὰ μέχρι οὗ ὑπὸ τῆς ἐπιθυμίας κρατεῖται. καὶ ὅλως ἡ ἀκρασία ἕτερόν ἐστι τῆς κακίας, ἤτοι τῆς ἀκολασίας. καὶ ἡ μὲν κακία, ἤτοι ἡ ἀκολασία, λανθάνει ἑαυτήν· οὐ γινώσκει γὰρ ὅτι τὸ μοιχεύειν κακόν ἐστιν <ἀλλ᾿ ὡς ἀγαθὸν αὐτὸ οἴεται, ἡ δὲ ἀκρασία οὐ θάνει, ἤτοι οὐκ ἀγνοεῖ, ὅτι τὸ μοιχεύειν κακόν ἐστιν. >εἰπὼν ὅτι τῶν ἀκρατῶν οἱ μέν εἰσι προπετεῖς, οἱ δὲ ἀσθενεῖς, δείκνυσιν ὅτι οἱ ἐκστατικοί, ἤιοι οἱ ἀκρατεῖς προπετεῖς, κρείττους εἰσὶν ἧπερ οἱ ἀκρατεῖς ἀσθενεῖς, οἳ τὸν λόγον μὲν ἔχουσι καὶ βουλεύονται, οὐκ ἐμ- μένουσι δ’ οἷς ἐβουλεύσαντο. φαίνονται γὰρ οἱ ἀσθενεῖς ἀκρατεῖς ὅτι ἐπεὶ ἄδειαν ἔχει. ὥστε καὶ προβουλεύεσυαι] ὑπὸ ἀσθενῶν ἡδονῶν πολε- μοῦνται, καὶ διὰ τοῦτο ἄδειαν ἔχει,] ὥστε καὶ προβουλεύεσθαι, οἱ δὲ προπετεῖς ἀκρατεῖς φαίνονται, ὅτι ὑπὸ ἰσχυρῶν καὶ μεγάλων ἡδονῶν πολεμοῦνται, καὶ διὰ τοῦτο οὐδ’ ἄδειαν ἔχουσιν,], ὥστε μὴ προβουλεύεσθαι, ἀλλ’ εὐθὺς ὑπὸ τῆς σφοδρότητος τῆς ἡδονῆς περιέλκονται, ὥστε χείρους οἱ ἀσθενεῖς ἀκρατεῖς τῶν προπετῶν ἀκρατῶν, εἴπερ καὶ ὑπ’ ἀσθενῶν ἡδονῶν πολεμούμενοι καὶ βουλευόμενοι ἡττῶνται. τοῖς γὰρ προπετέσι συγγνώμη μᾶλλόν ἐστι διὰ τὸ <ὑπὸ> ἰσχυρῶν παθῶν πολεμεῖσθαι. οἱ ἀσθενεῖς ἀκρατεῖς ὑπὸ ἐλάττονος πάθους ἡττῶνται καὶ οὐκ ἀπροβού- λευτοι ἡττῶνται ὡς καὶ ἕτεροι ἤτοι οἱ προπετεῖς ἀκρατεῖς, ἀλλὰ πολλὰ βουλευσάμενοι· οἱ δὲ προπετεῖς οὐ δύνανται προβουλεύσασθαι· ὁ γὰρ ἀσθενὴς νῆς ἀκρατής, ἐπεὶ ὑπὸ ἐλαττόνων καὶ ἀνισχύρων ἡδονῶν ἡττᾶται, ὅμοιός ἐστι τοῖς μεθύουσιν συντόμως ὑπὸ ὀλίγου οἴνου, πρὸ ὡς οἱ πολλοί. οἱ γὰρ πολλοὶ πολὺν οἶνον πιόντες μεθύουσιν. ὅτι μὲν ἡ ἀκρασία κακία, ἤτοι ἀκολασία ἐστί, φανερόν, ἀλλ’ οὐ πάντῃ ἡ ἀκρασία ταὐτὸν καὶ ἴση ἐστι τῇ ἀκολασία, ἀλλὰ πῇ, καθὸ ἡττῶνται ὑπὸ τῶν ἡδονῶν καὶ περὶ τὰ αὐτὰ ὑποκείμενα, ἤτοι τὰ ἀφροδίσια καταγίνονται, ἀλλὰ διαφέρουσι. τὸ μὲν γάρ, ἤτοι ἡ ἀκρασία, παρὰ προαίρεσίν ἐστιν οὐ προαιρεῖται γάρ), τὸ δέ, ἤτοι ἡ ἀκολασία, κτὰ προαίρεσιν, ἤτοι προαιρεῖται. οὐ μὴν ἡ ἀκρα- σία ἑτέρα ἐστὶ τῆς ἀκολασίας, ἀλλ’ ὁμοία τῇ ἀκολασίᾳ κατὰ τὰς πράξεις. ἄμφω γὰρ ταῖς ἡδοναῖς ἐγκυλίονται. ὁ Δημόδοκος Μιλήσιος Λέριος ἦν τὸ γένος· πολλὰ δ’ ἀποσκώπτων τοὺς Μιλησίους ἔλεγεν, ὅτι οἱ Μιλήσιοι ἀσύ- νετοι μὲν οὔκ εἰσι, δρῶσι δὲ τὰ τῶν ἀσυνέτων, καὶ οἱ ἀκρατεῖς ἄδικοι μὲν οὔκ εἰσιν, ἤτοι ἀκόλαστοι, ἀδικοῦσι δέ, ἤτοι βλάπτουσι καὶ δρῶσι τὰ τῶν ἀκολάστων. Ἑπεὶ δὲ ὁ μέν, ἤτοι ὁ ἀκρατής, διώκει, ἤτοι ἐπιζητεῖ τὰς σωματικὰς ἡδονὰς ὑπερβολικῶς καὶ παρὰ τὸν ὀρθὸν λόγον μὴ διὰ τὸ πέπεισθι, ἤτοι οὐ πειθόμενος ὅτι καλόν ἐστι τὸ μοιχεύειν οὐδὲ προαι- ρούμενος ἀλλ’ ἀπροαιρέτως, ὁ δέ, ἤτοι ὁ ἀκόλαστος, πέπεισται, ἤτοι προαιρεῖται μοιχεύειν ἀεί, καὶ οἴεται καλὸν εἶναι τὸ μοιχεύειν, διὰ τὸ εἶναι τοιοῦτος διεφθαρμένος κατὰ τὸν λόγον καὶ ἀεὶ ζητῶν τὰς σωματικὰς ἡδο- νάς, ἐκεῖνος μὲν ὁ ἀκρατής, ἐπεὶ ἀπροαιρέτως μοιχεύει μεταπειστὸς, ἤτοι ἰατός, οὗτος |δ’ ἀκόλαστος, ἐπεὶ προαιρούμενος ζητεῖ τὰς ἡδονάς, οὔ, ἤτοι ἀνίατός ἐστιν. ἡ γὰρ ἀρετὴ καὶ ἡ μοχθηρία, ἤτοι ἡ κακία, ἡ μέν, ἤτοι ἡ κακία, φθείρει τὴν ἀρχὴν τὴν τελικήν. εἰ γὰρ ἔστι τις ἀκόλαστος, οὐ δύναται ὑποθεῖναι τέλος ἀγαθόν, ἤτοι ὅτι δεῖ τῶν ἡδονῶν ἀπ· έχεσθαι, ἀλλὰ διεφθαρμένος ὢν καὶ τέλος διεφθαρμένον ὑποτίθησιν, ὅτι καλόν ἐστι τῆς ἡδονῆς ἔχεσθαι. ἡ δέ, ἤτοι ἡ ἀρετή, σώζει καὶ συντηρεῖ καὶ τὸ τέλος ἀγαθόν. εἰ γὰρ ἔστι τις σώφρων, ὑποτίθησι καὶ τέλος ἀγαθόν. ἐν ταῖς πράξεσιν ἀρχή ἐστι τὸ οὗ ἕνεκα, ἤτοι τὸ τέλος. ὥσπερ ἐν τοῖς μαθηματικοῖς ἀρχί εἰσιν. αἱ γὰρ θέσεις, οἷον ὅτι σημεῖόν ἐστι, οὗ μέρος οὐδέν, ἢ γραμμή ἐστι μῆκος ἀπλατές. οὐκ ἔστι δὲ ἐκεῖ ἐπὶ τῶν μαθηματικῶν λόγος, ἤτοι συλλογισμὸς τῶν ἀρχῶν καὶ ἀπόδειξις ἀλλ’ ἀναποδείκτως ἀξιοῖ τὸν αὐτοῦ μαθητὴν ταύτην δέξασθαι. οὕτω καὶ ἐν· ταῦθα ἐπὶ τῶν πράξεων οὐκ ἔστιν ἀποδείξει γνῶναι τὸ τέλειον ἀλλ’ ἡ ἀρετή, ἤτοι ἡ φυσικὴ ἢ ἡ ἐθιστή, ἤτοι ἡ ἠθικὴ ὀρθοδοξεῖ, ἤτοι 10 ὀρθῶς ἐφευρίσκει τὴν ἀρχήν, ἤτοι τὸ τέλος καὶ οὐ πλανᾶται. εἰ γὰρ φύσει βλέπει τις πρὸς τὸ σωφρονεῖν, ὑποτίθησι καὶ τὸ τέλος ἀγαθόν. εἰ σώφρων μέν ἐστι τοιοῦτος, ἤτοι ὁ ἠδόμενος> οἷς δεῖ καὶ ὅτε δεῖ. λαστος δὲ ὁ ἐναντίος αὐτῷ, ἤτοι ὁ ἀντικείμενος. ἔστι δέ τις οἷον ὁ ἀκρατὴς ἐκστατικός, ἤτοι ἡττώμενος διὰ πάθος, ἤτοι ὑπὸ τοῦ πάθους παρὰ τὸν ὀρθὸν λόγον. ὅντινα τὸν ἀκρατῆ κρατεῖ, ἤτοι νικᾷ, τὸ πάθος, ἤτοι ἡ ἐπιθυμία, ὡς μὴ πράττειν κατὰ τὸν ὀρθὸν λόγον· οὐ κρατεῖ δὲ αὐτὸν ἡ ἐπιθυμία οὕτως ὥστε καὶ εἶναι τοιοῦτον, ἤτοι πε- πεισμένον, ἤτοι προαιρούμενον καὶ διώκειν τὰς σωματικὰς ἡδονὰς ἀνέδην ἀλλ’ ἀπροαιρέτως. ὁ οὖν ἀκρατὴς οὐ φαῦλος, ἤτοι οὐ κακός ἐστιν ἁπλῶς, ἐπεὶ τὸν λόγον ἔχει ἐρρωμένον, ἀλλὰ πῇ ἐστι φαῦλος, καθὸ ἡττᾶται. ὁ δὲ κακὸς οὐκ ἔχει τὸν λόγον ἐρρωμένον. ἐπὶ τοῦ ἀκρατοῦς γὰρ σώζεται τὸ βέλτιστον, ἤτοι ἡ ἀρχή, ἤτοι τὸ τῇς ψυχῆς βέλτιστον, ἤτοι ὁ λόγος, ὁ νοῦς. ὁ γὰρ ἀκρατὴς ἐρρωμένον ἔχει τὸν λόγον, ὁ ἄλλος δέ, ἤτοι ὁ ἐγκρατής, ὃς ἐμμένει, τῷ ὀρθῷ δηλονότι λόγῳ, καὶ οὐκ ἐξίσταται, ἤτοι οὐχ ἡττᾶται ὑπὸ τῆς ἐπιθυμίας, ἐναντίος ἐστὶ τῷ ἀκρατεῖ. φανερὸν οὖν ὅτι <ἠ μέν, ἤτοι ἡ> ἐγκράτεια, ἕξις σπουδαία, ἤτοι ἀγαθή ἐστιν, ἤτοι ἡ ἀκρασία, φαύλη ἐστὶν ἕξις. Ἐπειδήπερ ὄπισθεν εἶπεν, ὅτι τινὲς δοξάζουσιν, ὅτι ἐγκρατής ἐστιν ὁ ἐμμένων τῇ δόξῃ καὶ ἀκρατὴς ὁ ἐκσιατικὸς τῆς δόξης, νῦν ἀπορεῖ, πότερον ἐγκρατής ἐστιν ὁ ἐμμένων ὁποιῳοῦν λόγῳ, ἤτοι ὁποιᾳοῦν δόξῃ ἐμμένων ἤτοι καὶ ἀγαθῇ καὶ κακῇ, ἢ ὁ μήτε τῇ κακῇ μήτε τῇ ὀρθῇ, ἤτοι τῇ ἀγαθῇ δόξῃ. καὶ ἀρά γε ἀκρατής ἐστιν ὁ μὴ ἐμμένων ὁποιᾳοῦν προαιρέσει, ἤτοι μήτε τῇ ἀγαθῇ δόξῃ μήτε τῇ κακῇ, ἢ ἀκρατής ἐστιν ὁ μὴ ἐμμένων τῷ ψευδεῖ λόγῳ, ἤτοι τῇ φαύλῃ δόξῃ, καὶ τῇ προαιρέσει τῇ μὴ ὀρθῇ, ἤτοι τῇ φαύλῃ; λύσις· ἢ κατὰ συμβεβηκὸς καὶ οὐ κυρίως ῥη- θήσεται ἐγκρατὴς ὁ μὴ ἐμμένων ὁποιᾳοὐν δόξῃ, καὶ τῇ ἀγαθῇ καὶ τῇ 30 κακῇ, καὶ κατὰ συμβεβηκὸς ῥηθήσεται ἀκρατὴς ὁ μὴ ἐμμένων ὁποιαοῦν δόξῃ, μήτε τῇ ἀγαθῇ δόξῃ μήτε τῇ φαύλῃ. καθ’ αὑτὸ δέ, ἤτοι κυρίως δέ, ἐγκρατής ἐστιν ὁ μὴ ἐμμένων τῷ ἀληθεῖ λόγῳ, ἤτοι τῇ ἀγαθῇ δόξῃ. ὁ μέν, ἤτοι ὁ κυρίως‘ ἐγκρατὴς ἐμμένει τῇ ἀληθεῖ, ἤτοι τῇ ἀγα- θῇ, δόξῃ. εἰ γάρ τις ᾖ φιλόγλυκυς, ἢ διώκει, ἤτοι ζητεῖ καὶ ἀγαπᾷ τοδί, ἤτοι τὸν γλυκὺν οἶνον, διὰ τοδί, ἤτοι διὰ τὸ γλυκύ, καθ’ αὑτὸ μὲν καὶ κυρίως καὶ πρώτως διώκει, ἤτοι ζητεῖ τοῦτο, ἤτοι τὸ γλυκύ. κατὰ συμβεβηκὸς δὲ αἱρεῖται καὶ τὸ πρότερον, ἤτοι τὸν οἶνον. διότι γὰρ τῷ οἴνῳ συμβέβηκε γλυκὺ εἶναι, διὰ τοῦτο τὸν οἶνον ἀγαπᾶ. οὕτω καὶ ὁ ἐγκρατὴς κυρίως τῇ ἀγαθῇ δόξῃ ἐμμένει. εἰ δέ που φαύλην δόξαν ἔχων ἐμμένει ταύτῃ, οὐχ ὡς φαύλῃ ἐμμένει ταύτῃ. ἀλλ’ ὡς ἀγαθῇ· οἴεται γὰρ τὴν φαύλην δόξαν ἀγαθὴν εἶναι, ὥστε κυρίως τῇ ἀγαθῇ δόξῃ ἐμμένει. ἐπεὶ δὲ πολλάκις συμβέβηκε ταύτην φαύλην εἶναι, κατὰ συμβε- βηκὸς ἐμμένει καὶ τῇ φαύλῃ, καὶ πάλιν ἀκρατής ἐστι κυρίως ὁ μὴ ἐμμένων τῇ ἀγαθῇ δόξῃ. εἰ δέ που πολλάκις φαύλην δόξαν ἔχων οὐκ ἐμμένει αὐ- τῇ, οὐχ ὡς φαύλῃ οὐκ ἐμμένει αὐτῇ ἀλλ’ ὡς ἀγαθῇ. οἴεται γὰρ αὐτὴν ἀγαθὴν εἶναι, ὥστε κυρίως καὶ ὁ ἀκρατὴς οὐκ ἐμμένει τῇ ἀγαθῇ δόξῃ. εἰ δέ που πάλιν συμβέβηκεν αὐτῇ φαύλῃ εἶναι, κατὰ συμβεβηκὸς οὐκ ἐμμένει αὐτῇ. κυρίως δὲ ὁ ἐγκρατὴς καὶ τῇ φαύλῃ δόξῃ οὐχ ὡς φαύλῃ ἐμμένει ἀλλ’ ὡς ἀγαθῇ. |Εἶτα ἑρμηνεύει τί ἐστι τὸ καθ’ αὑτό. τὸ δὲ καθ’ αὑτό ἐστι τὸ ἁπλῶς, ἤτοι τὸ κυρίως. ὥστε ὁποιᾳοῦν δόξῃ ἐμμένων, καὶ τῇ ἀγαθῇ καὶ τῇ φαύλῃ, ὥς, ἤτοι κατὰ συμβεβηκός ἐστιν ὁ ἐγκρατής. ὁμοίως δὲ καὶ ὁ μὴ ἐμμένων. ὁποιᾳοῦν δόξῃ ἀκρατὴς λέγεται, ὥς, ἤιοι κατὰ συμβεβηκός, ἁπλῶς δέ, ἤτοι κυρίως δὲ ἐγκρατής ἐστιν ὁ τῇ ἀληθεῖ, ἤτοι τῇ ἀγαθῇ δόξῃ ἐμμένων, καὶ ἀκρατὴς κυρίως ὁ μὴ ἐμμένων τῇ ἀγαθῇ δόξῃ. εἰσὶ δέ τινες, οἳ τῇ οἰκείᾳ δόξῃ ἐμμένοντες καὶ οὐδ’ ὅλως πείθονται μεταπεσεῖν ταύτης, οἳ καὶ λέγονται ἰσχυρογνώμονες, ὡς διϊσχυριζόμενοι ἐμμένειν τῇ οἰκείᾳ δόξῃ καὶ μὴ μεταπίπτειν αὐτῆς. ἐπεὶ δὲ καὶ ὁ ἐγκρατὴς ἐμμένει τῆ δόξῃ τῇ οἰκείᾳ, ἐμμένει δὲ καὶ ὁ ἰσχυρογνώμων τῆ οἰκείᾳ, κατ’ αὐτὸ τοῦτο ὁμοιότητά τινα ἔχουσιν ὅ τε ἐγκρατὴς καὶ ἰσχυρογνώμων, εἰσὶ δὲ καὶ ἕτεροι, ἤτοι διαφέρουσι δὲ ἀλλήλων κατὰ πολύ. ὁ μὲν γάρ, ἤτοι ὁ ἐγκρατής, διὰ πάθος καὶ ἐπιθυμίαν, ἤτοι τῆς δόξης, ἣν ἔχει περὶ τὰ πάθη, ὅτι δεῖ ἀπέχεσθαι τῶν παθῶν καὶ τῶν αἰσχρῶν ἐπιθυμιῶν, ταύτῃ οὐ μεταβάλλει, ἤτοι οὐ μεταπίπτει, ἐπεὶ ὁ ἐγκρατής, εἰ δόξαν ἔχει περί τινων ἄλλων πραγμάτων φαύλων, εἰ τύχῃ ὑπὸ φρονίμου παραι- νούμενος, εὔπειστος γίνεται αὐτῷ παραινοῦντι τὰ συμφέροντα, ὁ δὲ ἰσχυρογνώμων ὑπὸ λόγου οὐ πείθεται, ὑπὸ δὲ τῶν ἐπιθυμιῶν ἄγεται καὶ τῶν ἡδονῶν. ὁ ἐγκρατὴς δὲ ὑπὸ ἐπιθυμιῶν οὐκ ἄγεται. ὑπὸ δὲ λόγου εὔπειστός ἐστιν. οἱ ἰδιογνώμονες, ἤτοι οἱ ἐμμένοντες τῇ οἰκείᾳ γνώμῃ καὶ οἱ ἀμαθεῖς καὶ ἄγροικοι, ἤτοι οἱ χωρῖται, οὗτοι γὰρ ἀπαίδευτοι ὄντες πείθονται λόγῳ τινί, οἱ μέν, ὅτι οἱ ἰσχυρογνώμονές εἰσιν ἰδιογνώμονες, δι’ ἡδονὰς καὶ λύπας. χαίρουσι γάρ, εἰ μὴ μεταπείθονται, καὶ λυποῦνται, εἰ ἄκυροί εἰσιν οἱ λόγοι αὐτῶν. θέλουσι γὰρ τοὺς λόγους αὐτῶν, καὶ εἴ τι ἁπλῶς εἴπωσιν, ὥσπερ ψηφίσματα καὶ νόμους κρατεῖν, καὶ εἰ ἡμέρας οὔσης εἴπῃ, ὅτι νύξ ἐστιν, οὐ βούλεταί τινα ἀντιπεσεῖν αὐτῷ. ἐπεὶ οὗν οἱ ἰσχυρογνώμονός ἡττῶνται ὑπὸ τῶν παθῶν καὶ τῶν ἡδονῶν τῶν αἰσχρῶν, μᾶλλον ἐοίκασι τῷ ἀκρατεῖ. εἰσὶ δέ τινες οἳ τοῖς δόξασιν αὐτοῖς οὐκ ἐμμένουσιν οὐ δι’ τὸν Φιλοκτήτην, οὐκ ἐνέμεινε τῇ δόξῃ, οὗτός ἐστιν ἀκρατής. ἔστι δέ τις χαίρων τοῖς σωματικοῖς πάθεσιν ἧττον παρ’ ὃ δεῖ, καὶ οὐδὲ οὗτος ἐμμένει τῷ λόγῳ προστάσσοντι ἀπέχεσθαι τῶν ἡδονῶν, ὁ τοιοῦτος δὲ ἀνώνυ- μός ἐστιν. διαφέρει δὲ τοῦ ἀκρατοῦς, διότι ὁ μὲν ἀκρατὴς κατὰ πολὺ ἡττᾶται τῶν σωματικῶν ἡδονῶν, ἤτοι τῶν αἰσχρῶν, οὗτος δὲ ὁ ἀνώνυμος μι- κρόν τι ὑπὸ τούτων ἡττᾶται τῶν αἰσχρῶν ἡδονῶν. τούτου δὲ τοῦ ἀνω- νύμου καὶ τοῦ ἀκρατοῦς μέσος ἐστὶν ὁ ἐγκρατής· ὥστε καὶ ἡ ἐγκράτεια μεσότης ἐστὶ δύο κακιῶν. ὁ μὲν γὰρ ἀκρατὴς οὐκ ἐμμένει τῷ λόγῳ διὰ τὸ μᾶλλον ἡττᾶσθαι ὑπὸ τῶν αἰσχρῶν ἡδονῶν, οὗτος δὲ ὁ ἀνώνυμος οὐκ ἐμμένει τῷ λόγῳ διὰ τὸ ἧττον, ἤτοι μικρόν τι, ἡττᾶσθαι ὑπὸ τῶν αἰσχρῶν ἡδονῶν, ὁ δὲ ἐγκρατὴς ἐμμένει τῷ ὀρθῷ λόγῳ καὶ οὐ μεταβάλλει, ἤτοι οὐχ ἡττᾶται ὑπὸ τῶν αἰσχρῶν ἡδονῶν δι’ ἕτερόν τι, ἤτοι ὑπὸ ἄλλου τινός, ἀλλὰ διὰ τὸ εἶναι τὴν ἑτέραν ἀνώνυμον καὶ ἐν ἀλίγοις ἲς θεωρεῖσθαι, ὥσπερ ἡ ἠλιθιότης οὐ δυνατὸν γὰρ εἶναί τινα ἠλίθιον) ἡ ἀκρασία ἐστὶ μᾶλλον ἐναντία τῇ ἐγκρατείᾳ παρὸ ἡ ἀνώνυμος ἕξις. εἶπεν ὄπισθεν ὅτι δοξάζουσί τινες, ὅτι ὁ ἐγκρατὴς καὶ ὁ σώφρων ταὐτόν ἐστιν. ἐπεὶ δὲ καθ’ ὁμοιότητα πολλὰ λέγεται, λοιπὸν καὶ ἡ ἐγκράτεια καὶ ἡ σωφροσύνη ὁμοιότητά τινα ἔχουσι, καὶ λέγεται καὶ ὁ ἐγκρατὴς σώφρων καθ’ ὁμοιότητά τινα. καὶ γὰρ καὶ ὁ ἐγκρατὴς οὐδὲν ποιεῖ, ἤτοι πράττει παρὰ τὸν ὀρθὸν λό’ γον ἡττώμενος ὑπὸ τῶν σωματικῶν ἡδονῶν οὐδ’ ὅλως γὰρ ἡττᾶται ὑπὸ τῶν σωματικῶν ἡδονῶν), ἀλλὰ τῷ ὀρθῷ λόγῳ ἐμμένει, καὶ ὁ σώφρων οὐδὲν πράττει παρὰ τὸν ὀρθὸν <λογισμόν. ἀλλ’ ὁ μέν, ἤτοι ὁ ἐγκρατής, ἔχων φαύλας ἐμμένει τῷ ὀρθῷ λόγῳ καὶ κρατεῖ αὐτῶν, ὁ δέ, ἤτοι ὁ σώφρων, οὐκ ἔχων φαύλας ἐπιθυμίας ἐμμένει τῷ ὀρθῷ λόγῳ. καὶ ὁ μέν, ἤτοι ὁ σώφρων δυνατός ἐστι μὴ ὅλως ἥδεσθαι παρὰ τὸν ὀρθὸν λόγον. οὐ γὰρ ὅλως πολεμεῖται ὑπὸ αἰσχρῶν ἡδονῶν. ὁ δέ, ἤτοι ὁ ἐγκρατής, δυνατός ἐστι ἥδεσθαι 30 παρὰ τὸν ὀρθὸν λόγον· >ἔχει γὰρ ἡδονὰς φαύλας ἀλλὰ δύναται μὴ ἄγεσθαι, ἤτοι μὴ ἡττᾶσθαι ὑπὸ αἰσχρῶν ἀλλὰ κρατεῖν. πάλιν εἶπεν ὄπισθεν, ὅτι τινὲς δοξάζουσιν, ὅτι ταὐτόν ἐστιν ὁ ἀκρατὴς καὶ ὁ ἀκόλαστος. τοῦτο οὖν ἐπαναλαβὼν δείκνυσιν, ὅτι ὁ ἀκρατὴς καὶ ὁ ἀκόλαστος καὶ ταυτοὶ μέν εἰσι καὶ ἕτεροι· ᾗ μὲν ἀμφότεροι τὰ σωματικὰ ἡδέα διώκουσιν, ἤτοι ζητοῦσιν, εἰσὶν αὑτοί, ἕτεροι δέ, καθὸ ὁ μέν, ἤτοι ὁ ἀκόλαστος, προαιρεῖται καὶ οἴεται δεῖν ζητεῖν τὰς αἰσχρὰς <ἡδονάς, ὁ δέ, ὁ ἀκρατὴς οὐ προαιρεῖται οὐδ’ οἴεται δεῖν ζητεῖν τὰς αἰσχράς> ἀπροαιρέτως ἡττᾶται ὑπὸ τῶν ἡδονῶν τῶν αἰσχρῶν. πάλιν ὄπισθεν εἶἀπατῆσαι πεν, ὅτι δοξάζουσί τινες ταὐτὸν εἶναι τὸν ἀκρατῆ καὶ τὸν φρόνιμον. ἀναἀνάγκης καὶ σπουδαῖος, ἤτοι ἔχειν πάσας τὰς ἀρετάς, ὡς ὄπισθεν εἴπομεν, ἡ δ’ ἀκρασία κακία ἐστί, λοιπὸν ἀδύνατον τὸν αὐτὸν εἶναι καὶ φρόνιμον καὶ ἀκρατῆ. ἔτι ὁ φρόνιμος οὐ λέγεται φρόνιμος μόνον ἐν τῷ εἰδέναι τὰ ἀγαθὰ καὶ τὰ συμφέροντα, ἀλλὰ καὶ ἐν τῷ εἶναι πρακτικός, ἤτοι ἐν τῷ πράττειν τὰ ἀγαθά, ὁ δ’ ἀκρατὴς οὐ πρακτικός ἐστι τῶν ἀγαθῶν, ὧν πρακτικός ἐστιν ὁ φρόνιμος, ἀλλὰ τῶν κακῶν. Γινὲς δὲ λέγουσι καὶ τὸν δεινὸν φρόνιμον. οὐδὲν οὖν κωλύει τὸν δεινὸν ἀκρατῆ εἶναι. δοκοῦσι γὰρ δεινοί τινες φρόνιμοι εἶναι, ἀκρατεῖς δὲ λέγονται οἱ φρόνιμοι διὰ τὸ διαφέρειν τὴν δεινότητα τῆς φρονήσεως μικρόν τι, ὡς καὶ πρότερον εἴπομεν. κατὰ μὲν τὸν λόγον, ἤτοι τὸν ὁρισμόν, ἐγγύς ἐστιν ἡ φρόνησις καὶ ἡ δεινότης καὶ ὁμοιότητά τινα ἔχουσι. καὶ ἡ δεινότης γὰρ ἕξις ἐστὶν ἐφευρετικὴ τῶν πρὸς τὸ τέλος· διαφέρουσι δὲ κατὰ τἠν προαίρεσιν. τοῦ μὲν γὰρ φρονίμου ἡ προαίρεσις ἀγαθὴ καὶ ἀεὶ προαιρεῖται τὰ πρὸς τὸ τέλος τὸ ἀγαθὸν ἄγοντα, τοῦ δὲ δεινοῦ ἡ προ- αίρεσίς ἐστιν φαύλη. προαιρεῖται γὰρ τὰ πρὸς τὸ τέλος φαῦλον ἄγοντα. καὶ πάλιν ὄπισθεν εἶπεν, ὅτι τινὲς δοξάζουσιν, ὅτι ὁ ἀκρατὴς οὐδ’ ὅλως ἡττᾶται ὑπὸ τῶν αἰσχρῶν ἡδονῶν. εἰ γὰρ τὸν ὀρθὸν λόγον ἔχει ὁ ἀκρατὴς ἐρρωμένον, λοιπὸν πῶς ἐστιν δυνατὸν αὐτὸν παρὰ τὸν ὀρθὸν λόγον τι διαπράξασθαι. λύει οὖν καὶ ταῦτα καί φησιν, ὅτι ἡττᾶται ὁ ἀκρατὴς οὐχ ὡς εἰδώς, ἤτοι ὡς ἔχων τὸν ὀρθὸν λόγον καὶ τὴν ἐπιστήμην, καὶ θεω- ρῶν, ἤτοι ἐνεργῶν κατ’ αὐτήν, ἀλλ’ ὡς καθεύδων. ὥσπερ γὰρ ὁ καθεύ- δων ἔχει μὲν τὴν ἐπιστήμην καὶ τὴν ἕξιν, ἤτοι τῆς γραμματικῆς ἢ ἄλλης τινὸς τέχνης κωλύεται δὲ ὑπὸ τοῦ ὕπνου ἐνεργεῖν, οὕτω καὶ ὁ ἀκρατὴς ἔχει μὲν τὸν ὀρθὸν λόγον, κωλύεται δὲ ὑπὸ τῶν παθῶν ἐνεργεῖν κατ’ αὐτόν, καὶ ἑκὼν μὲν πράττει τὸ κακὸν >καὶ οὐ ἄγνοιάν τινα. γὰρ οἶδεν ὃν ποιεῖ, πονηρὸς δὲ οὐκ ἄν ῥηθήσεται. πονηρὸς γάρ ἐστιν καὶ κακός, οὗ καὶ ἡ προαίρεσις φαύλη ἐστίν, ἡ δὲ προαίρεσις τοῦ ἀκρατοῦς ἐπιεικής, ἤτοι ἀγαθή ἐστιν· ἀπροαιρέτως γὰρ πράττει τὸ κακόν>. οὖν ἡ προαίρεσις αὐτοῦ ἀγαθή ἐστι, ἐξ ὁλοκλήρου οὐκ ἄν ῥηθήσεται πο- νηρὸς ἀλλ’ ἡμιπόνηρος, καὶ οὐκ ἄδικός ἐστιν ὁ ἀκρατής. ὁ γὰρ ἄδικος βλαπτικός ἐστιν καὶ ἐπίβουλος, ὁ δὲ ἀκρατὴς ἐπίβουλος οὐκ ἔστιν οὐδὲ βλαπτικός. οὐδένα γὰρ βλάπτει οὐδὲ ἀδικεῖ. Ἑπεὶ δὲ ὁ ἀκρατὴς ἢ προπετής ἐστιν ἢ ἀσθενής ὁ μὲν γὰρ αὐτῶν, ἤτοι ὁ ἀσθενὴς καὶ ἀκρατής, οὐκ ἐμμένει οἷς ἂν βούληται, ὁ δὲ μελαγχο- λικός ἤτοι ὁ προπετὴς ἀκρατής, οὐδὲ ὅλως βούλεται, ἀλλ’ ὑπὸ τοῦ πάθους καὶ τῶν ἡδονῶν συναρπάζεται, καὶ ἔοικε μὲν οὗτος πόλει, ἣ ψηφίζεται |μὲν ἀγαθὰ καὶ νόμους ἔχει ἀγαθούς, οὐ χρῆται δὲ τούτοις ἀλλὰ πονῇ· ροῖς, ὡσπερεὶ ὁ Ἀναξανδρίδης ὁ ποιητὴς ἀποσκώπτων πόλιν τινά, ἣ νόμους μὲν ἀγαθοὺς εἶχεν, οὐκ ἐχρῆτο δὲ αὐτοῖς, εἶπεν ‘ἡ πόλις, ᾗ οὐδὲν μέλει τῶν νόμων τῶν ἀγαθῶν, ἠβούλετο νόμους ἔχειν ἀγαθοὺς καὶ ψη- φίσματα ἀγαθὰ ψηφίζεσθαι.’ ὁ γὰρ ἀκρατὴς ἔχει μὲν τὸν λόγον ὀρθόν, οὐ πράττει δὲ ἃ ὁ λόγος προστάττει, ἀλλὰ τἀναντία. ὁ δὲ πονηρός, ἤτοι ὁ ἀκόλαστος, ἔοικε πόλει, ἣ χρᾶται μὲν νόμοις ἀλλὰ πονηροῖς. ἔστι δὲ ἡ ἀκρασία καὶ ἡ ἐγκράτεια περὶ τὸ ὑπερβάλλον τῆς τῶν πολλῶν ἕξεως. ὁ μὲν γάρ, ἤτοι ὁ ἐγκρατής, ἐμμένει τῷ λόγῳ καὶ κρατεῖ μᾶλλον τῆς τῶν πολλῶν δυνάμεως ἤτοι ἕξεως τούτων γὰρ τῶν ἡδονῶν κρατεῖ, ὧν <οἱ> πολλοὶ ἡττῶνται), ὁ δέ, ἤτοι, ὁ ἀκρατὴς ἐμμένει τῷ λόγῳ ἀλλ’ ἡττᾶται ὑπὸ τῶν ἡδονῶν, ὧν οἱ πολλοί κρείττους εἰσὶ καὶ οὐχ ἡττῶνται. εὐιατοτέρα δέ ἐστιν ἀπὸ τῶν ἀκρασιῶν ἡ προπετὴς ἀκρασία, ἣν οἱ μελαγχολικοὶ νοσοῦσι, τῶν ἀσθενῶν ἀκρατῶν, τῶν βουλευσαμένων μέν, μὴἐμμένοντων δὲ οἷς ἐβουλεύσαντο. εἰ γὰρ οἱ ἀκρατεῖς καὶ οἱ προπετεῖς ἐπεὶ ἀπροβουλεύτως συναρπάζονται τοῖς πάθεσιν, εἰ προβουλεύσαιντο, οὐκ ἄν ἡττηθῶσιν ὑπὸ τῶν παθῶν, οἱ δ’ ἀσθενεῖς καὶ ἀκρατεῖς, εἰ καὶ προβουλεύονται, ἀλλ’ οὖν ἡττῶνται, καὶ ταῦτα ὑπὸ μικρῶν τινων ἡδονῶν. καὶ τῶν ἀκρατῶν οἱ μέν εἰσι φυσικοί, ἤτοι ἐκ φύσεως ἀκρατεῖς, ὥσπερ εἰσὶν οἱ θηριώδεις, οἱ μετὰ ἀρρένων συνδυαζόμενοι, οἱ δέ εἰσιν ἀκρατεῖς ἑαυτοὺς ταῖς αἰσχραῖς ἡδοναῖς ἐθίσαντες, καὶ οἱ δι’ ἐθισμοῦ ἀκρατεῖς εὐιατότεροί εἰσι τῶν ἐκ φύσεως ἀκρατῶν, οἳ καὶ θηριώδεις εἰσίν. ὥσπερ Εὔηνος ὁ ποιητὴς εἶπεν, ὅτι τὸ ἔθος πολυ- χρόνιος μελέτη ἐστιν, αὕτη δὲ ἡ μελέτη τελευτῶσα, ἤτοι εἰς τέλος ἐλθοῦσα, φύσις γίνεται. εἰ οὖν τὸ ἔθος μετὰ τοῦτό ἐστιν δυσμετακίνητον, διότι φύσει ἔοικε, πολλῷ μᾶλλον ἡ φύσις ἔστι δυσμετακινητοτέρα. Τοὗ δὲ φιλοσοφοῦντος τὴν πολιτικήν, ἤτοι τοῦ πολιτικοῦ ἀνδρός, ἔστιν καὶ τὸ θεωρῆσαι περὶ ἡδονῆς καὶ λύπης, εἴτε ἀγαθόν ἐστιν ἡ ἡδονὴ εἴτε οὔ. οὗτος γὰρ ὁ πολιτικὸς ἀρχιτέκτων ἐστίν, ἀρχιτέκτων δὲ λέ- γεται, ὃς προστάσσει περὶ πάντων. καὶ ὁ πολιτικὸς ἀνὴρ προστάσσει, τοὺς μὲν τῶν νέων δεῖ γενέσθαι μουσικούς, ὡς ἐπιτηδείους ὄντας πρὸς αὐτήν, τοὺς δὲ στρατιώτας, καὶ ἁπλῶς ἀρχιτέκτων ἐστὶν καὶ θεωρητικὸς παντὸς τέλους ὁ πολιτικὸς καὶ τοῦ στρατηγικοῦ τέλους, ὅπερ ἐστὶν ἡ νίκη, καὶ τοῦ μουσικοῦ τέλους, ὅπερ ἐστὶν τὸ ἐναρμόνιον λέγειν· εἶτα καὶ προσ- τάσσει, τίνας τῶν νέων δεῖ μετέρχεσθαι τοῦτο τὸ τέλος καὶ τί δεῖ ποιεῖν, ὥστε πρὸς τοῦτο τὸ τέλος καταντῆσαι, πρὸς ὅπερ τὸ τέλος ἀποβλέποντες ἕκαστον ὧν ποιοῦμεν, τὸ μὲν ὅπερ οὐ συντείνει καὶ ἄγει πρὸς αὐτὸ τὸ τέλος, λέγομεν εἶναι ἁπλῶς κακόν, τὸ δέ, ὃ συντείνει καὶ ἄγει πρὸς αὐτὸ τὸ τέλος, λέγομεν εἶναι ἁπλῶς ἀγαθόν. ἐπεὶ οὖν ὁ πολιτικὸς περὶ πάντῶν "ζητεῖ, λοιπὸν οἰκεῖόν ἐστιν αὐτῷ καὶ τὸ σκοπῆσαι, εἴτε ἀγαθόν ἐστιν ἡ ἡδονὴ εἴτε οὔ, ἄλλως τε καὶ ἀναγκαῖόν ἐστι περὶ αὐτῶν, ἤτοι περὶ ἡδονῆς διαλαβεῖν καὶ λύπης. ἐπεὶ γὰρ ἡ διδασκαλία ἡμῶν περὶ ἀρετῶν καὶ κακιῶν ἐστιν ἠθικῶν, πᾶσα δὲ ἀρετὴ καὶ κακία ἠθικὴ περὶ ἡδονὰς καὶ λύπας καταγίνεται καὶ τὴν εὑ δαιμονίαν οἱ πλεῖστοι λέγουσιν εἶναι ἐνέργειαν ψυχῆς μεθ’ ἡδονῆς, καὶ μέρος τῆς εὐδαιμονίας τὴν ἡδονὴν λέγουσιν εἶναι. διὸ καὶ τὸν εὐδαίμονα ὠνομάκασι μακάριον ἀπὸ τοῦ χαίρειν, ἤτοι ἥδεσθαι ἐν ὅλῳ τῷ βίῳ. διὰ τοῦτο οὗν ἀναγκαῖόν ἐστιν περὶ ἡδονῆς καὶ λύπης διαλαβεῖν. μέλλων δὲ περὶ ἡδονῆς εἰπεῖν, πρῶτον λέγει τί ἐδόξασεν ἕκαστος αὐτῶν τῶν παλαιῶν περὶ αὐτῆς καὶ ἰσχυροποιεῖ τὰς δόξας αὐτῶν, εἶτα καὶ ἀνατρέπει αὐτάς. τινὲς μὲν ἐδόξασαν, ὅτι οὐ- δεμία ἐστὶν ἡδονὴ ἀγαθὸν οὔτε καθ’ αὑτὸ οὔτε κατὰ συμβεβηκός. οὐ γ ἂρ ἡ ἡδονὴ καὶ τὸ ἀγαθὸν ταὐτόν ἐστιν. οὐ γὰρ ἀντιστρέφει, εἴ τι ἀγαθὸν ἡδονὴ καὶ εἴ τι ἡδονὴ ἀγαθόν. ἄλλοι δὲ δοξάζουσιν ὅτι ἔνιαι, ἤτοι τινὲς μὲν ἡδοναί εἰσιν ἀγαθαί αἱ δὲ πλείονες τῶν ἡδονῶν φαῦλαί εἰσιν. τρίτην δόξαν τινὲς ἐδόξασαν, ὅτι εἰ καὶ πᾶσαι αἱ ἡδοναί εἰσιν ἀγαθαί, ὅμως οὐκ ἐνδέχεται εἶναι τὴν ἡδονὴν τὸ ἄριστον, ἤτοι τὸ τελικώτατον τέλος. ἦσαν γάρ τινες, ὧν εἷς ἦν καὶ ὁ Φιλόξενος, οἳ τὴν ἡδονὴν ἐπρέ- σβευον καὶ ἔλεγον εἶναι τέλος τελικώτατον καὶ τὸ κυρίως ἀγαθόν, οὗ πάντα ao ἐφίεται. Εἰπὼν πρῶτον τὰς δόξας τῶν . παλαιῶν νῦν καὶ κατασκευάσαι ταύτας πειρᾶται, ὡς δυνατόν. οἱ μὲν οὖν λέγοντες, ὅτι ὅλως οὐδεμία ἡδονὴ ἀγα- θόν ἐστιν, κατεσκεύαζον τοῦτο οὕτως. ὅτι πᾶσα ἡδοlνή ἐστι γένεσις εἰς φύσιν αἰσθητήν, ἡ δὲ γένεσις ἀτελές, τὸ δὲ ἀτελὲς οὐκ ἀγαθόν. οὐδεμία ἄρα ἡδονὴ ἀγαθόν. οὐδεμία γένεσις συγγενής ἐστιν καὶ ὁμοία τοῖς τέλεσιν, ἡ γὰρ γένεσις κίνησίς τίς ἐστιν ἄγουσα τὸ ἀτελὲς εἰς τελειότητα καὶ τὸ μὴ ὂν εἰς τὸ ὄν. πᾶν γὰρ τὸ γινόμενον ᾗ γίνεται ἀτελές ἐστιν, τὸ δὲ τέλειον τετελειωμένον ἐστίν. πῶς οὖν ἡ γένεσις ἀτελὴς οὖσα ἔσται ὁμοία τῷ τέλει τετελειωμένῳ ὄντι; οἷον ἡ οἰκοδόμησις, γένεσίς τις οὖσα (κίνησις γάρ ἐστιν πρὸς τὸ τέλος καταντῆσαι σπεύδουσα), οὐκ ἔσται ὁμοία τῷ τέλει αὐτῷ, ἤτοι τῇ οἰκίᾳ. τὸ δὲ γένεσις εἰς φύσιν αἰσθητήν, τοῦτο δη- λοὶ, ὅτι ἡ ἡδονὴ γένεσις, ἤτοι ἀναπλήρωσίς ἐστιν εἰς φύσιν, ἤτοι τῆς ἐν· δείας τῆς φύσεως. ἡ γὰρ ἡδονὴ ἀναπληροῖ, ᾗ ἐλλείπεται καὶ ἐνδεῖ ἡ φύσις, οἷον. εἴ τις πεινᾶ, οὗτος ἐλλείπεται τροφῆς καὶ ἐπιθυῳῖ τραφῆναι, ἡ ἡδονὴ δὲ ἀναπληροῖ, ᾗ ἐνδεῖ ἡ φύσις, καὶ πληροῖ ταύτην τροφῶν. τὸ δὲ αἰσθητὴν κεῖται, διότι ὁ πεινῶν καὶ φαγὼν καὶ χορτάσας αἰσθάνεται, ὅτι ἐχόρτασεν, ἢ προσέθηκε τὸ αἰσθητὴν πρὸς ἀντιδιαστολὴν τῶν πέψε- πέψεων, καὶ ἡ πέψις γὰρ κίνησίς ἐστιν. ἀλλοίωσις γάρ ἐστιν τῶν βρωμάτων, ἀλλὰ οὐκ αἰσθάνεταί τις, ὅτε ἡ πέψις γίνεται. ὁμοίως δὲ καὶ αἱ ἐκκρίσεις τῶν διαχωρημάτων κινήσεις εἰσὶν εἰς φύσιν, ἀλλ’ οὐκ αἰσθηταί. οὐ γάρ τις αἰσθάνεται, ὅταν αἱ ἐκκρίσεις γίνωνται. ὅλως μὲν οὐδεμία ἡδονὴ ἀγαθή ἐστιν· αἱ γὰρ ἡδοναὶ γενέσεις εἰσίν, ἡ δὲ γένεσις ἀτελής ἐστιν. Ἄλλο ἐπιχείρημα δεικνύον, ὅτι ἡ ἡδονὴ ἀγαθὸν οὐκ ἔστι. συλλογίζεται ἐν δευτέρῳ σχήματι, ὁ σώφρων φεύγει τὰς ἡδονάς, οὐδὲν δὲ ὃ <μὴ> ὑπὸ τοῦ σώφρονος διώκεται ἀγαθόν, ἡ ἡδονὴ ἄρα οὐκ ἔστιν ἕτερον ἐπιχείρημα ἐν δευτέρῳ σχήματι καὶ τοῦτο, τὸ ἄλυπον οὐκ ἔστιν ἡδύ, ἤτοι ὁ φρόνιμος τὴν ἡδονὴν μισεῖ, οὐδὲν δὲ ὃ μισεῖ ὁ φρόνιμος ἀγα- θόν ἐστιν, οὐκ ἔστιν ἄρα ἡ ἡδονὴ ἀγαθόν. ἔτι αἱ ἡδοναὶ ἐμποδιστικαί εἰσι τῆς φρονήσεως, οὐδὲν δὲ ἐμποδιστικὸν τῇς φρονήσεως ἀγαθόν, ἡ ἡδονὴ ἄρα οὐκ ἔστιν ἀγαθόν. ὅσον γάρ τις χαίρει μᾶλλον τῇ τῶν ἀφροδισίων ἡδονῇ, τοσοῦτον κωλύεται τοῦ φρονεῖν. οὐδεὶς γὰρ ἐν αὐτῇ, ἤτοι τῇ τῶν ἀφροδισίων ἡδονῇ ὢν δυνηθῇ νοῆσαί τι. ἕτερον ἐπιχείρημα· πᾶν ἀγαθὸν ἔργον ἐστὶν τέχνης τινός. ἡ γὰρ ὑγίεια ἔργον ἐστὶν τῆς ἰατρικῆς καὶ τὸ ὀρθογραφεῖν ἀγαθὸν ὂν ἔργον ἐστὶν τῆς γραμματικῆς, οὐδεμιᾶς δὲ ἡδονῆς τέχνη ἐστίν· οὐκ ἄρα ἡ ἡδονὴ ἀγαθόν ἐστιν. καὶ τοῦτο ἐν δευτέρῳ σχήματι. ἔτι τὰ θηρία καὶ τὰ παιδία διώκει, ἤτοι ζητεῖ, τὰς σωματι- κὰς ἡδονάς,, ἤτοι τὸ ὑπὲρ μέτρον ἐσθίειν καὶ πίνειν καὶ ἀφροδισιάζειν. οὐδὲν δὲ τὸ ὑπὸ τῶν παιδίων καὶ θηρίων ἀνοήτων ὄντων, διωκόμενον ἤτοι ζητούμενον ἀγαθόν ἐστιν. ἡ ἡδονὴ ἄρα οὐκ ἔστιν ἀγαθόν. τοὺ δὲ μὴ πάσας τὰς ἡδονὰς εἶναι σπουδαίας, ἤτοι ἀγαθάς, αἴτιον εἶναί τινες ἐδόξαζον τὸ εἶναι καί τινας αἰσχρὰς ἡδονάς ἤτοι ἐδό- ξαζόν τινες, ὅτι ἐπεί εἰσιν αἰσχραὶ ἡδοναὶ καὶ ὀνειδιζόμεναι, οἷον αἱ τῶν κιναίδων ἡδοναί, καὶ ἐπεί εἰσιν ἡδοναὶ βλαβεραί, οἷον τὰ ἄμετρα σιτία καὶ ἀφροδίσια εἰσὶ γάρ τινα ἡδέα νοσοῦντι· ἴσως γὰρ τῷ καχεκτοῦντι ἡδὺ δόξειε τὸ φαγεῖν βόειον κρέας, ἀλλὰ τοῦτο βλαβερόν ἐστιν αὐτῷ), ἐπεὶ οὖν εἰσιν αἱ] ἡδοναὶ βλαβεραὶ καὶ αἰσχραί, λοιπὸν πᾶσαι αἱ ἡδοναὶ οὔκ εἰσι σπουδαῖαι, ἤτοι ἀγαθαί, ἤτοι οὐδεμία λοιπὸν ἡδονὴ ἀγαθόν ἐστιν. πάλιν ἐδόξαζόν τινες, ὅτι οὐκ ἔστιν ἡδονὴ τὸ ἄριστον, ἤτοι τὸ τελικώτατον τέλος, διότι οὐδὲ τέλος ἁπλῶς, καὶ ὃ οὐκ ἔστιν ἁπλῶς τέλος, πῶς ἄν εἴη τέλος τελικώτατον; ἡ γὰρ ἡδονὴ γένεσίς ἐστιν. ἡ δὲ γένεσις τέλος οὐκ ἔστιν ἄλλ’ ἀτελής ἐστιν. τὰ μὲν λεγόμενα, ἤτοι δοξαζόμενα, περὶ τῆς ἡδονῆς ταῦτά εἰσιν. Ὅτι δὲ διὰ ταῦτα, ἤτοι διὰ τούτων ὧν δοξάζουσιν, οὐ συμβαίνει τὴν ἡδονὴν μὴ εἶναι ἀγαθὸν μηδὲ τὸ ἄριστον ἀλλὰ τὸ ἐναντίον δει- κνύεται, ὅτι καὶ τὸ ἀγαθόν ἐστι καὶ τὸ ἄριστον, ἐκ τῶνδε ὧν μέλλομεν εἰπεῖν ἔσται δῆλον. καὶ πρῶτον μὲν ἀνατρέπει τὴν δόξαν τὴν λέγουσαν, ὅτι οὐδεμία ἡδονὴ ἀγαθόν, εἰ ἡδονὴ γένεσίς ἐστιν, ἡ δὲ γένεσις ἀτελής, τὸ δὲ ἀτελὲς οὐκ ἀγαθόν. δείκνυσι γὰρ ὅτι τῶν ἡδονῶν αἱ μέν εἰσι κυρίως ἀγαθαί, αἱ δὲ φαινόμεναι, αἳ οὐδὲ κυρίως εἰσὶν ἀγαθαί, ἀλλὰ τῇ δοκήσει. ἐκ γοῦν τοῦ δεῖξαι, ὅτι εἰσὶν ἡδοναὶ κυρίως ἀγαθαί, λοιπὸν ἀνατρέπεται καὶ ἡ δόξα τοῦ λέγοντος, ὅτι οὐδεμία ἡδονὴ ἀγαθόν· φησὶ γοῦν· ἐπεὶ τὸ ἀγαθόν ἐστιν διττόν, τὸ μέν ἐστιν κυρίως ἀγαθὸν ὡς ἡ ἀρετή, ἤτοι ἡ σωφροσύνη καὶ ἡ δικαιοσύνη καὶ αἱ αὐτῶν ἐνέργειαι, τὸ δέ ἐστιν τινὶ ἀγαθὸν 5 καὶ φαινόμενον ἀγαθόν. ἁπλῶς δὲ ἀγαθὸν οὐκ ἔστιν οἷον ἀμέτρως τὸ ἀφροδισιάζειν φαινόμενον ἀγαθόν ἐστιν, καὶ τινὶ ἀγαθόν, τῷ ἀκολάστῳ, ἀπλῶς δὲ οὐκ ἔστιν ἀγαθόν. καὶ αἱ φύσεις καὶ ἕξεις ἀκολουθή- σουσι τούτοις, ἤτοι τῷ ἁπλῶς ἀγαθῷ καὶ τῷ τινὶ ἀγαθῷ. εἰσὶ γὰρ καὶ ἀπλῶς καὶ κυρίως φύσεις καὶ ἕξεις, οἷαί εἰσιν αἱ τῶν ἐρρωμένων καὶ ἀγαθῶν ἀνδρῶν, αἳ καὶ πρὸς τὸ ἀγαθὸν ῥέπουσιν· εἰσὶ δὲ καὶ ἕξεις καὶ φύσεις τοιαίδε, ἤτοι θηριώδεις ἢ νοσώδεις, αἳ οὐδὲ ἁπλῶς ἕξεις καὶ φύσεις λέγονται ἀλλὰ μετὰ προσθήκης καὶ προσδιορισμοῦ θηριώδεις φύσεις καὶ ἕξεις καὶ νοσώδεις. ταὐτόν ἐστιν κίνησις καὶ γένεσις. καὶ ἡ γένεσις γὰρ κινεῖται πρὸς τόδε τὸ ὀρεκτὸν καὶ κίνησίς τίς ἐστιν, καὶ αἱ κινήσεις οὖν καὶ αἱ γενέσεις ἀκολουθήσουσι τούτοις, ἤτοι τῷ ἀπλῶς ἀγαθῷ καὶ τῶ τινὶ ἀγαθῷ. τῶν γὰρ κινήσεων καὶ ἕξεων αἱ μέν εἰσιν ἁπλῶς ἀγαθαὶ καὶ ἐρρωμέναι καὶ κατὰ φύσιν· αἱ γὰρ κινήσεις τῶν ὑγιαινόντων κατὰ φύσιν. ὁμοίως δὲ καὶ τῶν ἀγαθῶν ἀνδρῶν αἱ κινήσεις κατὰ φύσιν εἰσί· κινοῦνται γὰρ οἱ ἀγαθοὶ πρὸς τὸ πρώτως ὀρεκτόν· εἰσὶ δὲ καὶ κινήσεις καὶ γενέσεις τοιαίδε, ἤτοι νοσώδεις ἢ θηριώδεις, αἳ καὶ παρὰ φύσιν, οἷον κινεῖταί τις πρὸς τὸ πιεῖν αἷμα. τὸ μὲν ἁπλῶς ἀγαθὸν ἀκολουθεῖ τῇ ἀπλῶς φύσει καὶ ἕξει καὶ τῇ ἁπλῶς κινήσει καὶ γενέσει. ὁ γὰρ φύσιν ἔχων καὶ ἕξιν ἀπλῶς, ἤτοι ἀγαθήν, κινεῖται καὶ πρὸς τὸ ἁπλῶς ἀγαθόν, τὸ δὲ τινὶ ἀγαθὸν ἀκολουθεῖ τῇ τοιᾷδε φύσει καὶ ἕξει καὶ τῇ τοιᾷδε κινήσει. τῷ γὰρ ἔχοντι φύσιν θηριώδη καὶ ἕξιν καὶ κίνησιν ἢ νοσώδη οὐ ζητεῖται τὸ κυρίως ἀγαθὸν ἀλλὰ τὸ τινὶ ἀγαθόν, ἤτοι τὸ φαινόμενον· ὥστε ἐκ τούτου ἐδείχθη, ὅτι τῶν ἡδονῶν αἱ μέν εἰσιν ἀπλῶς, ἤτοι κυρίως, ἀγαθαί, αἱ δέ εἰσι φαινόμεναι ἀγαθαὶ καὶ τινὶ ἀγαθαί. ὁμοίως δὲ καὶ τῶν φαύλων ἡδονῶν αἱ μέν εἰσιν ἁπλῶς φαῦλαι, τινὶ δὲ οὔκ εἰσι φαῦλαι ἀλλ’ αἱρεταί, οἷον ἡ τοῦ μοιχεύειν ἡδονὴ ἀπλῶς φαύλη ἐστίν, τινὶ δέ, ἤτοι τῷ ἀκολάστῳ, οὐ δοκεῖ φαύλη αὕτη ἡ ἡδονὴ ἀλλ’ αἱρετὴ ἀεί. ἔνιαι δὲ ἡδοναὶ φαῦλαι, οἷον τὸ ὑπὲρ μέτρον ἐσθίειν οὐδὲ τῷδε, ἤτοι τινί εἰσιν αἱρεταὶ ἀεὶ ἀλλὰ ποτέ, ἤτοι ὅταν πεινᾶ, καὶ ὀλίγον χρόνον, μέχρις οὗ χορτάσει. αὐταὶ δὲ καθ’ αὑτὰς αἱρεταὶ οὔκ εἰσιν, ἀλλὰ διότι πεινᾶ, διὰ τοῦτο φαίνονται αὐτῷ αἱρετὰ τὰ ἄμετρα σιτία. ἢ καὶ οὕτως, αἱρεταὶ δὲ οὔκ εἰσιν αὗται ἀεί, ἀλλὰ μέχρις οὗ πεινᾶ, αἱ δέ, αἵ εἰσιν ἐκ λύπης. οἷον τῷ Αἴαντι ἡδὺ ἐδόκει τὸ ἑαυτὸν σφαγιάσαι καὶ ὅσαι εἰσὶν ἕνεκεν ἰατρείας, οἷον αἱ ἡδοναὶ τῶν καμνόντων οὐδὲ ἡδοναί εἰσιν ἀλλὰ φαίνονται μὲν ὅτι εἰσὶν ἡδοναί, οὐκ εἰσὶ δέ. ἡδοναὶ δὲ τῶν καμνόντων ἕνεκεν ἰατρείας εἰσίν, οἷον αἱ τῶν ψωριώντων. ἡδονὴ γὰρ τῷ ψωριῶντι δοκεῖ, τὸ εἰσελθεῖν εἰς καχλάζον θερμόν, ὅπερ οὐκ ἔστιν ἡδονὴ ἀλλὰ θάἀγαον νατος. ἀσπάζεται δὲ τοῦτο ὁ ψωριῶν ἕνεκεν ἰατρείας. ὕλη γάρ τις μοχθηρὰ καὶ δριμεῖα τῷ ψωριῶντί ἐστιν, ἥτις καὶ αὐτῷ ἐνοχλεῖ, τὸ δὲ κα- χλάζον θερμὸν δραστήριον ὂν ἀποκρούει τὴν δριμεύουσαν ὕλην καὶ οὕτως ἄνεσίν τινα λαμβάνει ὁ νοσῶν. αὐτῷ μὲν οὖν ἡδὺ δοκεῖ τὸ τοιοῦτο, καίτοι μὴ ἡδὺ ὄν, τῷ δὲ ὑγιαίνοντι θάνατός ἐστιν τὸ εἰσελθεῖν εἰς καχλάζον θερμόν. Ἐνταῦθα ἐπιχειρεῖ δεῖξαι, ὅτι καὶ οἱ λέγοντες τὴν ἡδονήν, ὅτι ἐστὶ γένεσις εἰς φύσιν αἰσθητήν, κακῶς ὁρίζονται ταύτην. ἐπεὶ γὰρ τοῦ ἀγα- θοῦ τὸ μὲν ἕξις ἐστίν, οἷον ἡ ἀρετή ἐστιν ἀγαθόν, ἀλλ’ ὡς ἕξις, τὸ δὲ ἐνέργεια, οἷον ἡ ἐνέργεια τῆς ἀρετῆς, ἤτοι τὸ τὰ δίκαια πράττειν ἢ τὰ σώφρονά ἐστιν ἀγαθόν, ἀλλ’ ὡς ἐνέργειαι ἀποπληροῦσι τὴν φυσικὴν ἕξιν, ἤτοι ἀποπληρώσεις τοῦ ἐνδοθέντος καὶ ἐλλείποντος τῆς φυσικῆς ἕξεως, οὔκ εἰσι κυρίως ἡδεῖαι, ἤτοι ἡδοναί, <ἀλλὰ κατὰ συμβεβηκὸς ἤτοι ἡδοναί. >οὐ γὰρ αὐτὴ ἡ πλήρωσις τοῦ ἐλλείποντος τῆς ἕξεως ἐστιν ἡδονή, ἀλλὰ τῇ γενέσει, ἤτοι τῇ ἀναπληρώσει, ἕπεται καὶ ἡ ἡδονή. εἰ γάρ τις πεινᾶ καὶ φαγεῖ καὶ χορτάζει, τότε ἕπεται αὐτῷ ἡδονή. οὐχ ἡ αὐτὴ δὲ ἡ γένεσις, ἤτοι ἡ ἀποπλήρωσις, ἤτοι ἡ κίνησις καθ’ ἣν κινεῖται πρὸς τὸ πληρῶσαι τὴν γαστέρα βρωμάτων ἐν ἐνδείᾳ οὖσαν βρωμάτων, ἐστὶν ἡδονή, ἀλλὰ μετὰ τὴν ἀποπλήρωσιν τῆς γαστρὸς ἐν ἐπιθυμίᾳ <τῆς> ὑπολύπου φύσεως καὶ ἕξεως. εἰ γάρ τις πεινᾶ καὶ τὴν φύσιν ἐν ἐνδείᾳ οὖσαν βρωμάτων, λυπεῖται ἅμα ὡς πεινῶν καὶ ἔπι· θυμεῖ πληρῶσαι βρωμάτων τὴν αὑτοῦ γαστέρα. γράφεται καὶ ὑπολοί- που, τὸ λοὶ δίφθογγον, ἤτοι τῆς λοιπαζομένης φύσεως καὶ ἐν ἐνδείᾳ οὔσης βρωμάτων. εἰ γάρ τις ἔχει τὴν αὑτοῦ φύσιν καὶ ἕξιν λοιπαζομένην ἤτοι ἐν ἐνδείᾳ οὖσαν βρωμάτων, ἐπιθυμεῖ πληρῶσαι αὐτήν. ἔστιν οὖν ἡ ἐνέργεια αὕτη, ἤτοι ἡ ἀναπλήρωσις, ἐν οἷς ἐστιν καὶ ἡ ἐπιθυμία τῆς ὑπολύπου φύσεως. Ἐπεὶ δέ εἰσιν ἡδοναὶ ἄνευ ἐπιθυμίας καὶ λύπης, οἷον αἱ ἐνέργειαι αἱ ἀπὸ τοῦ θεωρεῖν, ἤτοι νοεῖν, ἐπιγίνονται ἡμῖν μὴ τῆς φύσεως τι ἐνσεούσης καὶ διὰ τοῦτο λυπουμένοις καὶ ἐπιθυμοῦσιν ἀναπληρω|θῆναι. εἰ γὰρ ἀναθεωρῶ, ὅτι τοῦ τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἶσαί εἰσιν, ἡδονή, ἀλλ’ οὐ προηγησαμένης λύπης τινὸς ἢ ἐπιθυμίας διὰ τὸ ἐλλιπῆ εἶναι τὴν φύσιν. τὶ γὰρ ἡ φύσις ἐνδεῖ, ἵνα καὶ λύπη γένηται καὶ ἐπι- θυμία· ὥστε ἐπεί εἰσιν ἡδοναὶ ἄνευ λύπης καὶ ἐπιθυμίας γινόμεναι διὰ τὸ μὴ ἐνδεῖν τι τὴν φύσιν, λοιπὸν κακῶς ἔχει ὁ ὁρισμὸς ὁ λέγων, ὅτι ἡδονή ἐστιν γένεσις εἰς φύσιν αἰσθητήν. πολλαὶ γάρ εἰσιν ἡδοναὶ ἄνευ γενέκαὶ σεως εἰς φύσιν, ἤτοι ἀναπληρώσεως τῆς φύσεως ἐνδεούσης, οἷαί εἰσιν αἱ ἀπὸ τοῦ νοεῖν ἡδοναί. ὁ δὲ ὁρισμὸς πάντα τὰ ὑπὸ τὸ ὁριστὸν ὀφείλει συμπεριλαμβάνειν. σὴ μεῖον δὲ ὅτι οὐκ ἔστιν ἡ ἡδονὴ γένεσις εἰς φύσιν, ἤτοι ἀναπλήρωσις τῆς φύσεως, διότι οὐ τῷ αὐτῷ ἡδεῖ χαίρουσι πάντες καὶ ἀναπληρουμένης τῆς φύσεως, ἤτοι καὶ εἴ τις πεῖνά καὶ μέλλει ἀναπληρῶσαι τὴν ἑαυτοῦ γαστέρα ἐνδεῆ οὖσαν βρωμάτων, καὶ καθεστη- κυίας, ἤτοι καὶ εἴ τίς ἐστιν καθεστηκώς, ἤτοι κεχορτασμένος. ἀλλὰ τῆς φύσεως καθεστηκυίας οὔσης, ἤτοι κεχορτασμένης, ἤτοι εἰ ἔστι τις κεχορ- τασμένος, χαίρει τοῖς ἁπλῶς, ἤτοι κυρίως, ἡδέσιν, ἤγουν τῷ πιεῖν οἶνον Χιώτην καὶ φαγεῖν ἄρτον σητάνιον. ἀναπληρουμένης δέ, ἤγουν ἐνδεοῦς δὲ οὕσης βρωμάτων τῆς φύσεως, ἤτοι εἰ δέ τις πεινᾷ, χαίρει καὶ τοῖς ἐναντίοις. ἡδέα γὰρ αὐτῷ δοκοῦσι τότε τὰ πικρὰ καὶ ὁ ὀξίνης οἶνος, καὶ ἁπλῶς ὁ πεινῶν καὶ τὸ παρατυχὸν ἡδὺ νομίζει, ἃ οὐδ’ ὅλως τις φαγεῖν θελήσαι κεχορτασμένος ὤν· ἅτινα, ἤτοι τὰ πικρὰ καὶ τὰ ὀξίνα, οὔτε φύσει ἡδέα οὔτε ἁπλῶς, ἤτοι κυρίως. ὡς γὰρ τὰ κυρίως ἡδέα διεστήκασι τῶν τοιούτων, τῶν δοκούντων ἡδέων τῷ πεινῶντι καὶ δι- ψῶντι, ἤτοι τῶν πικρῶν καὶ ὀξίνων, οὕτω καὶ αἱ ἡδοναὶ αἱ ἀπὸ τούτων τῶν τε κυρίως ἡδέων καὶ τῶν δοκούντων γινόμεναι διεστηκυῖαί εἰσιν, καίτοι, εἰ ἡδονὴ γένεσίς ἐστιν εἰς φύσιν αἰσθητήν, ἔδει τὸ αὐτὸ ἡδὺ εἶναι 20 καὶ ἐν τῶ πεινῶντι καὶ ἐν τῷ κεχορτασμένῳ. δέδεικται οὖν ὅτι οἱ ὁρι- ζόμενοι τὴν ἡδονήν, ὅτι γένεσίς ἐστιν εἰς φύσιν αἰσθητήν, κακῶς ὁρίζονται. Πάλιν ἐνταῦθα ἀνατρέπει τὴν δόξαν τῶν λεγόντων, ὅτι οὐκ ἔστιν ἡ ἡδονὴ τὸ ἄριστον, καί φησιν, ὅτι οὐκ ἐξ ἀνάγκης ἕτερόν τι βέλτιον τῆς 25 ἡδονῆς, ὥσπερ τινές φασιν. ὅτι δὲ γενέσεις λέγουσι τὰς ἡδονὰς οὐδὲ πᾶσαι αἱ ἡδοναί εἰσι μετὰ γενέσεως, ἤτοι ἑτέρων τινῶν πρῶτον γινομένων, ἀλλὰ χρωμένων, ἤτοι ἅμα τῷ ἐνεργεῖν συνέπεται καὶ ἡ ἡδονή. ἡ γὰρ ἡδονὴ ἐνέργειά ἐστιν, καὶ εἴ τις ἐνεργεῖ ἀμέμπτως, εὐθὺς καὶ ἥδεται, καὶ οὐ πασῶν τῶν ἐνεργειῶν ἐστι καὶ τὸ τέλος ἕτερον, ἀλλὰ τῶν ἐνεργειῶν τῶν ἀγομένων εἰς τελείωσιν φύσεως ἢ τῶν ἀναπληρούντων φύ- σιν τινὰ ἐν ἐνδείᾳ οὖσαν, ἤτοι τῶν τελειοποιουσῶν φύσιν τινά, ἐκείνων ἐστὶν καὶ τὸ τέλος ἕτερον τῶν ἐνεργειῶν. ἡ γὰρ ἰατρικὴ ἀναπλήρωσίς ἐστιν, οὗ ἡ φύσις ἐλλείπεται, καὶ εὐθὺς καὶ τὸ τέλος αὐτῆς, οἷον ἡ ὑγίεια, ἕτερόν ἐστιν τῶν ἐνεργειῶν αὐτῆς. καὶ διὰ τοῦτο οὐ καλῶς ἔχει τὸ φάναι, ὅτι ἡ ἡδονή ἐστι γένεσις εἰς φύσιν αἰσθητήν, ἀλλὰ μᾶλλον οὕτω δεῖ ὁρίσασθαι αὐτήν, ὅτι ἡ ἡδονή <ἐστιν> ἐνέργεια τῆς κατὰ φύσιν ἕξεως ἀνεμπό- διστος. εἰ γάρ τις ἔχει ἕξιν τινὰ κατὰ φύσιν οὖσαν οἷον σωφροσύνην ἢ ὑγίειαν, καὶ ἐνεργεῖ κατὰ ταύτην ἀνεμποδίστως, εὐφραίνεται. ἡ δὲ σωφροἤτοι σύνῃ καὶ ὑγίεια, ἐπεὶ ἀγαθαί εἰσι, λοιπὸν καὶ κατὰ φύσιν εἰσίν. <πᾶν γὰρ τὸ κατὰ φύσιν ἀγαθόν. ὥστε ἡ ἀνεμπόδιστος ἐνέργεια ἡ ἐφ’ ἑκάστῃ ἕξει ἡδονή ἐστιν. >εἰ γάρ τις ὁποιανοῦν ἔχων ἕξιν ἢ ῥητορικὴν ἢ γραμ- ματικὴν ἢ δικαιοσύνην καὶ ἐνεργεῖ κατὰ ταύτην ἀνεμποδίστως, ἥδεται. ἐπὶ δὲ τῶν ἕξεων αἱ αὐταί εἰσιν ἐνέργειαι καὶ τέλη. τοῦ γὰρ σώ- φρονος τὸ αὐτό ἐστιν καὶ ἐνέργεια καὶ τέλος. ἐπεὶ δὲ ἡδονὴ τὸ αὐτό ἐστιν καὶ ἐνέργεια καὶ τέλος, ὁ γὰρ θεωρῶν, ὅτι τοῦ τριγώνου αἱ τρεῖς γωνίαι, ἅμα ἐνεργεῖ καὶ ἥδεται, ὥστε ἐπεὶ καὶ τέλος ἐστίν, λοιπὸν οἱ λέγοντες, ὅτι οὐκ ἔστι τέλος ἡ ἡδονὴ καὶ διὰ τοῦτο οὐδὲ τὸ ἄριστον, κακὸν λέγουσιν. εἶτα λέγει καὶ πῶς ἐδόξασαν τὴν ἡδονὴν ὅτι ἐστὶ γένεσις. καί φησιν ὅτι ἐπεὶ ἡ ἐνέργεια κυρίως ἀγαθόν ἐστιν, ᾤοντο δὲ τὴν ἐνέργειαν καὶ τὴν γένε- σιν ταὐτὸν εἶναι, τιμῶντες τὴν ἡδονὴν καὶ δεικνύοντες, ὅτι ἐστὶν ἡ ἡδονὴ τὸ κυρίως ἀγαθόν, ἔλεγον αὐτὴν γένεσιν εἶναι. δοκεῖ δὲ ἡ ἡδονή, ὅτι ἐστὶ γένεσις, διὰ τὸ καὶ δοκεῖν αὐτοῖς, ὅτι ἐστὶ κυρίως ἀγαθὸν ἡ ἡδονή. ἔστι δὲ ἡ ἐνέργεια ἕτερον τῆς γενέσεως. ἕτερον γάρ ἐστιν ἡ ἐνέργεια ἑκάστης ἕξεως καὶ ἡ γένεσις, ἤτοι ἡ κίνησις καθ’ ἣν κινεῖταί τις πρὸς τὸ ὀρεκτὸν ἢ πρὸς τέλος τι. ἡ γὰρ ἐνέργειά ἐστιν τὸ ποιοῦν τὴν γένεσιν παν- τὸς πράγματος, ἤτοι τὸ αἴτιον τοῦ γίνεσθαι πᾶν πρᾶγμα. πάλιν ἐπεὶ ἐδό- ξαζόν τινες, ὅτι ἐπεί εἰσί τινα ἡδέα βλαβερὰ καὶ αἰσχρά, λοιπὸν καὶ πᾶσα ἡδονὴ φαύλη ἐστίν, ἐπιχειρεῖ ἀνατρέψαι καὶ ταύτην τὴν δόξαν καί φησιν, ὅτι ἐὰν ὦσι πάσαι αἱ ἡδοναὶ φαῦλαι, διότι εἰσί τινα ἡδέα νοσώδη καὶ βλαβερὰ καὶ αἰσχρά, τὸ αὐτὸ συμβήσεται καὶ ἐπὶ τῶν ὑγιεινῶν, ὅτι ἔσονται πάντα τὰ ὑγιεινὰ φαῦλα καὶ παρεμποδιστικὰ πρὸς χρηματι- σμόν, ἤτοι πρὸς πλοῦτον· οἷον εἴ τις ἀρρωστεῖ, ὑγιεινόν ἐστιν, ἤτοι τὸ ποίη. τικὸν ὑγιείας τὸ διδόναι τοῖς ἰατροῖς καὶ ἐξωνεῖσθαι πάντα τὰ πρὸς ὑγίειαν συμβαλλόμενα, ἀλλὰ κενωτικόν ἐστιν τοῦ πλούτου αὐτοῦ. ταύτῃ οὖν, ἤτοι κατὰ τοῦτον τὸν λόγον καὶ κατὰ τοῦτο, ἄμφω, ἤτοι πᾶσαι αἱ ἡδοναὶ καὶ πάντα τὰ ὑγιεινά εἰσι φαῦλα. ἀλλ’ οὐ φαῦλά εἰσιν· ὡμολόγηται γὰρ πᾶσιν, ὅτι εἰσὶν ἡδοναί τινες ἀγαθαὶ καὶ ὑγιεινά εἰσιν ἀγαθά. κατὰ τοῦτον τὸν λόγον ἐπεὶ καὶ τὸ θεωρεῖν, ἤτοι τὸ νοεῖν καὶ ἀναγινώσκειν, βλάπτει πρὸς ὑγίειαν ποτέ, λοιπὸν ἔσται ἁπλῶς τὸ θεωρεῖν φαῦλον. τοῦτο δὲ ἄτοπον, ὅτι ἡ νόησις θεωρημάτων τινῶν ὑψηλῶν ἐστι φαύλη. εἰ γάρ τις ἀρρωστῶν θεωρεῖ, ἤτοι ἀναγινώσκει καὶ νοεῖν ἐπιχειρεῖ θεωρήματα ὑψηλά, ἐμποδίζεται μᾶλλον πρὸς τὸ ὑγιᾶναι καὶ ἐπιτείνεται ἡ αὐτοῦ ἀρρωστία. διὸ καὶ οἱ ἰατροὶ παρακελεύονται τοὺς ἀρρώστους μὴ ἀναγινωσκειν. Πάλιν ἐπεὶ ἐδόξαζόν τινες, ὡς καὶ ὄπισθεν εἴρηκεν, ὅτι ἐμποδιστικαί εἰσιν τῆς φρονήσεως καὶ διὰ τοῦτο οὔκ εἰσιν ἀγαθαί, ἀνατρέπει ταύπᾶν τὴν τὴν δόξαν καί φησιν, ὅτι οὔτε τῆ φρονήσει οὔτε ἄλλῃ τινὶ ἕξει εἰσὶν ἐμποδιστικαὶ αἱ ἡδοναί, αἱ ἐφ’ ἑκάστῃ ἕξει γινόμεναι. ἡ γὰρ ἡδονὴ ἡ γινομένη τῷ φρονίμῳ ἐν τῷ ἐφευρίσκειν τὰ πρὸς τὸ τέλος ἄγοντα οὐκ ἐμποδίζει τὴν αὐτοῦ φρόνησιν πρὸς τὸ ἐφευρίσκειν ταῦτα, ἀλλὰ μᾶλλον ἐπιτείνει αὐτήν, οὐδὲ ἡ ἡδονὴ ἡ ἐπιγινομένη τῷ σώφρονι ἐκ τοῦ πράττειν τὰ σώφρονα ἐμποδίζει αὐτὸν πρὸς τὸ πράττειν τὰ σώφρονα ἀλλὰ μᾶλλον παροτρύνει. ἀλλὰ μᾶλλόν εἰσιν ἐμποδιστικαὶ ἑκάστης ἕξεως αἱ ἀλλότριαι ἡδοναί, ἤτοι αἱ σωματικαὶ ἡδοναί. ἡ γὰρ ἡδονὴ ἡ ἐκ τοῦ μοιχεύειν ἀλλοτρία ἐστὶν τοῦ σώφρονος καὶ τοῦ φρονίμου καὶ οὐχὶ οἰκεία. οὐ γὰρ τοιαύτῃ ἡδονῇ χαίρει ὁ σώφρων ἢ ὁ φρόνιμος ἀλλὰ τῇ ἐκ τοῦ ἐνεργεῖν τὰ σώφρονα. διὸ ὁ σώφρων εἰ χαίρει τῇ ἀφροδισιαστικῇ ἡδονῇ ἢ ὁ φρόνιμος, ἐμποδίζεται τοῦ ἐνεργεῖν, ἤτοι ὡς σώφρων ἢ ὡς φρόνιμος, ἐπεὶ αἱ ἡδοναὶ αἱ ἐπιγινόμεναί τινι ἐκ τοῦ θεωρεῖν, ἤτοι νοεῖν ἤτοι μανθάνειν θεώρημά τι ὑψηλόν, μᾶλλον ποιοῦσι προθυμότερον πρὸς τὸ μανθάνειν καὶ οὐκ ἐμποδίζουσιν ἢ ἀνακόπτουσιν αὐτὸν τῆς προθυμίας. εἰ δὲ ὁ μανθάνων χαίρει ἀλλοτρίᾳ ἡδονῇ, ἤτοι σωματικῇ, τῇ ἐκ τῶν ἀφροδισίων, ἐμπο- δίζεται καὶ οὐκέτι δύναται νοῆσαί τι. Πἀλιν ἐδόξαζόν τινες, ὅτι ἐπεὶ τῆς ἡδονῆς τέχνη οὐκ ἔστιν, λοιπὸν οὐκ ἔστιν ἡδονὴ ἀγαθόν. λύει καὶ ταύτην τὴν δόξαν πρῶτον μὲν κατὰ ἔνστασιν, εἶτα κατὰ ἀντιπαράστασιν. εὐλόγως οὐδεμιᾶς ἡδονῆς τέχνη ἐστίν, ἡ γὰρ ἡδονὴ ἐνέργειά ἐστιν, ὡς δέδεικται, οὐδεμιᾶς δὲ ἐνεργείας ἐστὶν τέχνη. αἱ γὰρ τέχναι τῶν δυνάμεων, ἤτοι τῶν ἕξεων εἰσιν, οὐ τῶν ἐνεργειῶν, αἱ δὲ ἐνέργαί εἰσι τῶν ἕξεων. εἶτα καὶ κατὰ ἔνστασιν λύει καὶ φησίν, ὅτι καὶ τῆς ἡδονῆς τέχνη ἐστίν· ἡ γὰρ μυρεψικὴ καὶ ἡ ὀψοποιητικὴ τέχναι εἰσὶ τῆς ἡδονῆς καὶ ποιητικαὶ ταύτης. καὶ ἐπεί ἐστι τέχνη αὐτῆς, λοιπὸν ἡ ἡδονὴ ἀγαθόν ἐστιν. πάλιν ἐδόξαζόν τινες, ὅτι ἐπεὶ τὸ ἡδὺ μισεῖ ὁ σώφρων καὶ ἐπεὶ ὁ φρόνιμος τὸ ἄλυπον διώκει, ἤτοι ζητεῖ, καὶ ἐπεὶ τὰ θηρία καὶ τὰ παιδία τὴν ἡδονὴν ζητοῦσι, λοιπὸν ἡ ἡδονὴ οὐκ ἔστιν ἀγα- θόν. πειρᾶται λῦσαι καὶ τὰς τοιαύτας πάσας δόξας ἐν τῷ αὐτῷ, ἤιοι δι’ ἑνὸς ἐπιχειρήματος, καί φησιν, ὅτι ἐπεὶ εἴπομεν, ὅτι πᾶσαι αἱ ἡδοναὶ αἱ ’)ἐκ τῶν ἐνεργειῶν, αἱ μέν εἰσι τῶν ἀρετῶν ἡδοναὶ πῶς ἀγαθαί, ἤτοι ἁπλῶς καὶ κυρίως, αἱ δέ εἰσι πῶς οὐκ ἀγαθαί, ἤτοι ἁπλῶς μὲν καὶ κυρίως ἀγα- θαὶ οὔκ εἰσιν, οἷον αἱ σωματικαί, ἀλλὰ τισίν εἰσιν ἀγαθαὶ καὶ φαινόμεναι ἀγαθαί, τὰ παιδία καὶ τὰ θηρία διώκουσιν, ἤτοι ζητοῦσι, καὶ ὁ σώφρων μισεῖ τὰς τοιαύτας ἡδονάς, τὰς μετ’ ἐπιθυμίας καὶ λύπης γινομένας, ἤτοι τὰς σωματικάς, καὶ οὔκ εἰσι κυρίως ἀγαθαὶ ἀλλὰ φαινόμεναι, καὶ ὁ φρό- νιμος τὰς σωματικὰς ἡδονὰς οὐ ζητεῖ, αἵ εἰσι φαινόμεναι ἀγαθαί, ἀλλὰ ζητεῖ τὴν ἀλυπίαν τούτων. ὁ γὰρ φρόνιμος τῇ ἀπουσίᾳ τῶν σωματικῶν ἡδονῶν βούλεται μὴ λυπεῖσθαι, ἤτοι οὐ λυπεῖται. σωματατικαί εἰσιν ἡδοναὶ τὰ ἀφροδίσια, τὰ ἄμετρα σιτία καὶ ποτά. αὗται γὰρ αἱ σωματικαὶ ἡδοναὶ τοιαῦταί εἰσιν, ἤτοι’ ἐπιθυμίας καὶ λύπης γίνονται. εἰ γάρ τις πεινᾶ, λυπεῖται διὰ τὸ τὴν γαστέρα εἶναι ἐν ἐνδείᾳ βρωμάτων καὶ ἐπιθυμεῖ ἐμπλῆσαι αὐτήν. ὁμοίως δὲ καὶ ὁ ἀκόλαστος λυπεῖται ἐν τῇ ἀπουσίᾳ τῶν ἀφροδισίων καὶ ἐπιθυμεῖ αὐτῶν καὶ τὰς ὑπερβολὰς τούτων τῶν σωματικῶν ἡδονῶν, ἤτοι τὸ ἀμέτρως καὶ ὑπερβολικῶς ἀφροδισιάζειν καὶ πίνειν καὶ ἐσθίειν καθὼς ὁ ἀκόλαστος ἀκόλαστος λέγεται, †ἐν ᾧ ζη- τοῦσι τὰ παιδία καὶ τὰ θηρία, ἃ μισεῖ ὁ σώφρων καὶ ὁ φρόνιμος. ὁ γὰρ ἀκόλαστος ἀκόλαστος λέγεται ἐν τῷ ζητεῖν τὰς ὑπερβολὰς τῶν σωματικῶν ἡδονῶν. διὸ ὁ σώφρων φεύγει ταύτας, ἤτοι τὰς σωματικὰς ἡδονάς, αἳ οὔκ εἰσι κυρίως ἀγαθαί. εἰσὶ δὲ καὶ οἰκεῖαι τῷ σώφρονι, αἳ αὐτῷ ἐπιγίνονται ἐκ τῶν ἐνεργειῶν τῆς ἕξεως, ἤτοι τῆς σωφροσύνης, καὶ αὗται αἱ ἐκ τῶν ἐνεργειῶν τῶν ἀρετῶν γινόμεναί εἰσι κυρίως ἀγαθαί. τῷ γὰρ δικαίῳ ἡδονὴ γίνεται ἐκ τοῦ τὰ δίκαια πράττειν καὶ τῷ ἀνδρείῳ ἐκ τοῦ τὰ ἀνδρεῖα καὶ τῷ σώφρονι ἐκ τοῦ πράττειν τὰ σώφρονα ἡδονὴ γίνεται. Ἀλλὰ μὴν ὡμολόγηται ὅτι καὶ ἡ λύπη κακόν ἐστιν καὶ φευκτόν. ἡ μὲν γὰρ ἡ λύπη ἐστὶν ἁπλῶς κακόν, οἷον εἰ λυπεῖταί τις ἐν τῇ ἀπουσίᾳ τῶν ἀφροδισίων, ἡ τοιαύτη λύπη ἐστὶν ἀπλῶς <κακόν>, ἡ δὲ οὐκ ἔστιν ἁπλῶς κακόν, ἀλλὰ πῇ κακὸν καὶ φευκτόν, ἤτοι καθὸ ἐμποδιστική, οἷον εἴ τις νοῆσαι πειρᾶται θεώρημά τι, ἐν οἷς δὲ σπουδάζει νοῆσαι αὐτὸ ἀκοῦσαι, ὅτι ὁ παῖς ἢ ὁ φίλος αὐτοῦ ἀπέθανε καὶ λυπηθῇ καὶ τῇ λύπῃ συσχεθεὶς μὴ δυνηθῇ θεωρῆσαι τὸ θεώρημα ἐν τῷ θολωθῆναι τὸ λογιστικὸν αὐτοῦ ὑπὸ τῆς λύπης, ἡ τοιαύτη λύπη, ἡ ἐπὶ τῇ τελευτῇ τοῦ παιδός, ἀπλῶς μὲν κακὴ οὐκ ἔστιν, ἀλλὰ πῇ ἐστι κακή, καθὸ ἐνεμπόδισεν αὐτὸν νοῆσαι τὸ θεώρημα. εἰ οὖν ἡ λύπη κακὸν καὶ φευκτόν, τῷ δὲ φευκτῷ καθὸ φευ- κτόν ἐστιν καὶ κακόν, ἐναντίον ἐστὶν τὸ ἀγαθόν, λείπεται ἄρα τὴν ἡδονὴν ἀγαθὸν εἶναι. ἐπὶ γὰρ τῶν ἀμέσων ἐναντίων ἐὰν θάτερον τὸ τῶν ἐναν- τίων κακόν ἐστιν, θάτερον ἔσται ἀγαθόν. ἐνδέχεται γὰρ εἶναι καὶ κακόν, οἷον ἀνδρεία δειλία καὶ θρασύτης. ἀντίκειται γὰρ τῇ δειλίᾳ καὶ ἡ ἀνδρεία καὶ ἡ θρασύτης. ἔνστασις τοῦ Σπευσίππου. ἔλεγεν ὁ Σπεύσιππος, ὅτι ὡς τὸ μεῖζον ἀντίκειται τῷ ἐλάττονι καὶ τῷ ἴσῳ, καὶ τὰ μὲν ἄκρα, ἤτοι τὸ μεῖ- ζον καὶ τὸ ἔλαττον, ἐστὶν κακά, τὸ δὲ μέσον, ἤτοι τὸ ἴσον ἀγαθόν ἐστιν, οὕτως καὶ ἡ ἡδονὴ ἀντίκειται τῇ ἀλυπίᾳ καὶ τῇ λύπῃ, καὶ τὰ μὲν ἄκρα, ἤτοι ἡ λύπη καὶ ἡ ἡδονή, εἰσὶ κακά, τὸ δὲ μέσον, ἤτοι ἡ ἀλυπία, ἀγαθόν ἐστιν. ὡς γὰρ ὁ Σπεύσιππος ἔλυεν, ὅτι καὶ ἡ ἡδονὴ καὶ ἡ λύπη κακόν ἐστιν, ἡ δὲ ἀλυπία ἀγαθόν, οὐ συμβαίνει ἡ λύσις, ὅτι οὐχ ὡμολόγηται τοῦτο πᾶσι. πάντες γὰρ ὁμολογοῦσι τὴν ἡδονὴν ἀγαθὸν εἶναι, καὶ οὐδεὶς ἂν φαίη τὴν ἡδονὴν εἶναι ὅπερ κακόν, ἤτοι ὡς ἐν γένει ἀνάγεσθαι τῷ κακῷ, καὶ εἶδος τοῦ κακοῦ τὴν ἡδονὴν εἶναι, ἤτοι εἶναι κακὸν τὴν ἡδονὴν οὐδεὶς ὁμολογεῖ. Πάλιν εἶπεν ὄπισθεν ὅτι τινὲς ἐδόξαζον, ὅτι ἐπεί εἰσί τινες ἡδοναὶ φαῦλαι, λοιπὸν οὐκ ἔστιν ἡδονὴ τὸ ἄριστον. λύει οὖν καὶ ταύτην τὴν δόξαν καί φησι, οὐδὲν κωλύει τινὰ ἡδονὴν εἶναι τὸ ἄριστον, ἐπεί εἰσί τινες ἡδοναὶ φαῦλαι, ὥσπερ οὐδὲν κωλύει εἶναί τινα ἐπιστήμην ἄριστον, ἤτοι τὴν φιλοσοφίαν, ἐπεί εἰσί τινες ἐπιστῆμαι φαῦλαι. ἐπιστήμας καταχρηστικῶς τὰς βαναύσους ἐνταῦθα ἔλαβεν, οἷον τὴν φαρμακευτικὴν ἐπι- στήμην καὶ τὴν ὀρχηστικὴν καὶ τὴν σκυτοτομικήν. ἴσως δὲ καὶ ἀναγκαῖόν ἐστιν εἶναί τινα ἡδονὴν αἱρετωτάτην καὶ ἀρίστην, εἴπερ εἰσὶν ἑκά- στης ἕξεως, ἤτοι ἀρετῆς, ἐνέργειαι ἀνεμπόδιστοι, καὶ ἐάν ἐστιν εὐδαιμονία πασῶν τῶν ἕξεων, ἤτοι τῶν ἀρετῶν, ἤτοι κἄν τε ἡ εὐδαιμονία συνίστηται ἐκ πασῶν τῶν ἐνεργειῶν τῶν ἀρετῶν, εἴτε εὐδαιμονία ἐστὶν ἡ ἐνέργειά τινος αὐτῶν, ἤτοι μιᾶς τινος ἀρετῆς. ὡς γὰρ ἔμπροσθέν φησιν, ὅτι ὁ θεωρητικός ἐστιν εὐδαίμων. φησὶ γὰρ ἐν τῷ δεκάτῳ, ὅτι ἐκ μόνης τῆς θεωρίας ὁ εὐδαίμων συνίσταται, ἂν ἡ θεωρία ᾖ ἀνεμπόδιστος, ἤτοι ἄν θεωρῇ καὶ νοῇ ἀνεμποδίστως. τοῦτο δέ, ἤτοι ἡ ἀνεμπόδιστος ἐνέρ- γει, ἐστὶν ἡ ἡδονή. ἐπεὶ οὖν ἡ ἡδονὴ ἐνέργειά ἐστιν ἀνεμπόδιστος, εἰσὶ δὲ ἐνέργειαι ἀνεμπόδιστοι ἑκάστης ἕξεως, ἤτοι ἀρετῆς, κἄν τε ἡ εὐδαιμονία ᾖ ἐκ πασῶν τῶν ἐνεργειῶν τῶν ἀρετῶν συνισταμένη, κἄν τε ἡ εὐδαιμονία ἐξ ἐνεργειῶν μιᾶς τινος ἕξεως, ἤτοι τῆς θεωρητικῆς, ὥστε εἰ ἡ εὐ- δαιμονία συνίσταται ἐκ τῶν ἐνεργειῶν πασῶν τῶν ἀρετῶν ἢ ἐκ τῶν ἐνεργειῶν μιᾶς τινος ἕξεως, καὶ ἔστιν ἡ εὐδαιμονία ἐνέργεια ἀνεμπόδι- στος, ἔστι δὲ καὶ ἡ ἡδονὴ ἐνέργεια πασῶν τῶν ἀρετῶν, λοιπὸν ἔστι τις ἡδονὴ ἀρίστη, ἡ εὐδαιμονία καὶ ἡ ἐνέργεια αὐτῆς. ὥστε εἴη ἄν τις, ἤτοι ὥστε καὶ εἰ δώσομεν τὰς πολλάς, ἤτοι τὰς πλείονας ἡδονὰς φαύλας εἶναι, ἀλλ’ οὖν ἔστι τις ἡδο|νὴ τὸ ἄριστον, ἤτοι ἡ εὐδαιμονία καὶ ἡ ἐνέργει αὐτῆς. καὶ ἐπεὶ ἡ ἡδονή ἐστιν ἐνέργεια ἀνεμπόδιστος, συνίσταται δὲ καὶ ἡ εὐδαιμονία ἐκ τῶν ἐνεργειῶν ἢ πασῶν τῶν ἀρετῶν ἢ μιᾶς ἀρετῆς, διὰ τοῦτο καὶ τὸν εὐδαίμονα βίον πάντες οἴονται εἶναι ἡδύν· καὶ εὐλόγως τὴν ἡδονὴν συμπλέκουσι τῇ εὐδαιμονίᾳ, ὡς ἑτέραν μὲν οὖσαν τὴν ἡδονὴν τῆς εὐδαιμονίας, συμπαραμιγνύουσι δὲ ταύτην αὐτῇ. προσέ- θηκε δὲ τὸ εὐλόγως εἰκότως. εἰ γὰρ εὐδαιμονία ἐστὶν τῶν τελείων, λοιπὸν καὶ ἐνέργειά ἐστιν ἀνεμπόδιστος. ἔστι δὲ καὶ ἡ ἡδονὴ ἐνέργεια ἀνεμπόδιστος, ὥστε εὐλόγως τὴν ἡδονὴν συμπλέκουσι τῇ εὐδαιμονία. ἔστιν οὖν ἡ εὐδαιμονία τέλος, καὶ εἰ τέλος ἐστίν, λοιπὸν καὶ ἀνεμπόδιστός ἐστιν ἐνέργει. οὐδεμία γὰρ ἐνέργεια ἐμποδιζομένη τέλος ἐστίν. ὁρίζονται δὲ καὶ τὴν εὐδαιμονίαν ἐνέργειαν ψυχῆς εἷναι μεθ’ ἡδονῆς ἐν τελείῳ βίῳ. ἐπεὶ οὖν ἡ εὐδαιμονία ἐνέργεια ἀνεμπόδιστός ἐστιν, διὰ τοῦτο προσδεῖται καὶ τῶν ἐν σώματι ἀγαθῶν. τὸ δὲ καὶ ἀντὶ τοῦ ἤτοι· ἤτοι τῶν ἐκτός, ὅπως μὴ ταῦτα, ἤτοι τὰ ἐκτὸς ἀγαθά, ἀπόντα παρεμποδίζωσι τὴν ἐνέργειαν τοῦ εὐδαίμονος. εἰ γάρ τις ἔχει ἁπάσας τὰς ἀρετάς, οὐκ ἔχει δὲ καὶ τὰ ἐκτὸς ἀγαθά, πλοῦτον δόξαν, οὗτος οὐκ ἄν δυνήσεται οὕτως ἀνεμποδίστως ἐνεργεῖν κατὰ τὰς ἀρετάς, ἀλλὰ καὶ ἄδικά τινα διαπράξεται, ὡς ἄν πλοῦτον συλλέξῃ ἢ ἄλλο τι τῶν ἀναγκαίων. μὴ ἀνεμποδίστως δὲ ἐνεργῶν οὐδὲ εὐδαίμων οὗτος ῥηθήσεται. Οἱ δὲ λέγοντες τὸν τροχιζόμενον, ἤτοι τὸν κατὰ τροχοῦ φερόμενον ὑπὸ τῶν πειρασμῶν, ἤτοι τὸν ἀτυχοῦντα καὶ δυστυχίαις μυρίαις περι- πίπτοντα εὐδαίμονα, κἂν ἀγαθὸς ᾖ, ἤτοι κἄν ἁπάσας ἔχῃ τὰς ἀρε- τάς, ἢ ἑκόντες, ἤτοι ἢ γινώσκοντες, ὅτι οὐκ ἔστιν οὗτος εὐδαίμων, κρύπτοντες τὴν ἀλήθειαν, οὐδὲν λέγουσιν, ἤτοι ψεύδονται εὐδαίμονα τὸν τοιοῦτον ὀνομάζοντες, ἢ ἄκοντες, ἤτοι ἀγνοοῦντες τίς ἐστι ὁ κυρίως εὐ- δαίμων. ἐπεὶ καὶ ὄπισθεν ἐν τῷ πρώτῳ τοῦτο ἐπεσημήνατο εἰπὼν ‘ὁ δὲ Πριαμικαῖς δυστυχίαις περιπεσὼν κἂν πάσας ἔχῃ τὰς ἀρετὰς οὐκ εὐδαίμων ἐστίν.’ ἐπεὶ δὲ ὁ εὐδαίμων προσδεῖται τῆς τύχης, ἤτοι τῶν τυχη- ρῶν ἀγαθῶν, πλούτου δόξης, δοκοῦσί τινες ταὐτὸν εἶναι τὴν εὐτυχίαν τῇ εὐδαιμονίᾳ, ἐπεὶ αὐτὴ ἡ εὐτυχία ἐὰν ὑπερβολική τις ᾖ ἐμποδίζει τὸν εὐδαίμονα ὥστε κατὰ τὰς ἀρετὰς ἐνεργεῖν. εἰ γάρ τις ὑπερβολικὴν δυνα- στείαν ἔχων ἢ πλοῦτον, ὑπερόπτης ἴσως τῶν εὐτελῶν καταφαίνεται, καὶ τῶνδε μὲν καταδυναστεύων, τούσδε δὲ καὶ ἀδικῶν. ὥστε ἡ ὑπερβολικὴ εὐτυχία ἐμποδίζει μᾶλλον τὸν εὐδαίμονα εἰς τὸ κατὰ ἀρετὴν ἐνεργεῖν. λοιπὸν οὐ δεῖ τὸν εὐδαίμονα ὑπερβολικὴν εὐτυχίαν ζητεῖν, καὶ ἴσως οὐ δίκαιόν ἐστιν τὴν ὑπερβολικὴν εὐτυχίαν εὐδαιμονίαν κατονομάζειν, εἴπερ ἐμποδιστικῂ τῆς εὐδαιμονίας ἐστίν. ἡ γὰρ ὑπερβολικὴ εὐτυχία φαύλη ἐστί. καὶ γὰρ ὅρος αὐτῆς τῆς εὐτυχίας πρὸς τὴν εὐδαιμονίαν ἐστίν. εἰ γὰρ συντελεῖ καὶ ὠφέλιμός ἐστι πρὸς τὴν εὐδαιμονίαν, τότε εὐτυχία ὀνο- μασθήσεται καὶ ἐπαινετὴ ἔσται, εἰ δ’ οὐ συντελεῖ, ἅτε ὑπερβολική τις οὖσα, ὖ· οὐδ’ εὐτυχία ὀνομασθήσεται οὕτε μὴ ἐπαινετὴ ἔσται. ἐπεὶ ἔλεγόν τινες, ὅτι ἐπεὶ αἱ ἡδοναὶ παρὰ τῶν θηρίων καὶ παιδίων διώκονται, ἤτοι ζητοῦνται, διὰ τοῦτο οὔκ εἰσιν ἀγαθαί, φησὶν οὗτος, ὅτι διὰ τοῦτο μᾶλλόν εἰσιν ἀγαθαί, διότι ὑπὸ τῶν θηρίων καὶ παίδων ζητοῦνται. σημεῖον γὰρ τοῦ εἶναι αὐτήν, ἤτοι τὴν ἡδονήν, ἄριστόν πὼς, ἤτοι ἀγαθὸν αὐτὸ τοῦτό ἐστιν τὸ ὑπὸ τῶν παιδίων καὶ θηρίων ζητεῖσθαι. οὗ γὰρ πάντα ἐφίεται, ἀγαθόν, τῆς δὲ ἡδονῆς ἐπεὶ πάντα ἐφίεται καὶ οἱ παῖ· ’δες καὶ τὰ θηρία, λοιπὸν ἀγαθόν ἐστιν ἡ ἡδονή. φησὶ γάρ ‘οὐ πάμπαν ἀπόλλυται φήμη, ἣν πολλοὶ λαοί᾿. καὶ ταύτην οὖν τὴν ἡδονήν, οἱονεὶ πάντες φημίζουσιν ἀγαθὸν εἶναι ἐκ τοῦ ζητεῖσθαι ὑπὸ πάντων, ἤτοι θηρίων καὶ παίδων. ἀλλ᾿ ἐπεὶ οὐχ ἡ αὐτή ἐστιν, ἤτοι ἀλλ’ ἐπεὶ οὐκ ἔστι μία φύσις καὶ ἕξις ἡ ἀρίστη, ἀλλ’ εἰσὶ πολλαὶ φύσεις καὶ ἕξεις ἔστι γὰρ φύσις καὶ ἕξις θηριώδης καὶ ἔστι φύσις καὶ ἕξις νοσώδης), διὰ τοῦτο οὐδεμία ἡδονή ἐστιν ἐν πᾶσιν οὐδὲ τὴν αὐτὴν |διώκουσιν ἡδονὴν πάντες. ἄλλο γὰρ ἄλλῳ ἡδὺ δοκεῖ, τῷ μὲν φύσιν ἔξιν ἔχοντι θηριώδη ἡδὺ δοκεῖ τὸ αἵματα πίνειν, τῷ δὲ νοσερὰν φύσιν ἔχοντι ἕτερον ἡδὺ δοκεῖ. τέως δὲ πάντες ἡδονὴν ζητοῦσιν, εἴτε κυρίως ἡδονὴν εἴτε τὴν φαινομένην. ἴσως δὲ καὶ ζητοῦσιν οὐχὶ τὴν ἀρίστην ἡδονήν, ἣν καὶ οἴονται ἀγαθὴν εἶναι καὶ φαῖεν, ἀλλὰ τὴν αὐτὴν ἧττον σωματικήν, ἤτοι τὰ ὑπέρμετρα σιτία καὶ ποτά. τινὲς γάρ εἰσιν οἳ γινώσκουσιν ἀρίστην μὲν ἡδονὴν εἶναι τὴν ἐκ τῆς ἀρετῆς ἐνέργειαν, ἤτοι τὴν ἐκ τῆς σωφροσύνης καὶ δικαιοσύνης, μὴ δυνάμενοι δὲ πρὸς ταῦτα ἀνάγεσθαι καὶ τῇ θείᾳ ἡδονῇ χαίρειν καὶ ἄκον- τες τῇ σωματικῇ ἡδονῇ χαίρουσιν. εἶτα δείκνυσι καὶ πῶς τινες ἔχουσι θείαν ἡδονήν, καί φησιν, ὅτι πάντες καὶ τὰ ἄλογα ζῷα φυσικῶς ἔχουσί τι θεῖον ἐν ἑαυτοῖς ἐπάρμενον ἡ θείαν τινὰ ἔλλαμψιν, καὶ γινώσκουσι μὲν ἡδὺ ἄριστον εἶναι τὴν ἐκ τῆς ἀρετῆς ἐνέργειαν, μὴ δυνάμενοι δὲ ταύτῃ τῇ θείᾳ ἡδονῇ ἥδεσθαι, τῇ σωματικῇ ἡδονῇ ἐμμένουσί τε καὶ χαίρουσι. καὶ κυρίως μὲν ἡδοναί εἰσιν αἱ ἐκ τῶν ἀρετῶν ἐνέργειαι, αἱ δὲ σωματικαὶ ἡδοναὶ οὐδὲ κυρίως ἡδοναί εἰσιν ἀλλὰ φαινόμεναι. εἰλήφασι δὲ αὗται αἱ σωματικαὶ ἡδοναὶ τὴν κληρονομίαν τοῦ ὀνόματος, ἤτοι τὸ λέγεσθαι μόναι αὗται ἡδοναὶ καὶ κυρίως ἡδονὰς οἴεσθαι ταύτας εἶναι, διότι οἱ πλεί- ονες πρὸς τὰς σωματικὰς μᾶλλον ῥέπουσι καὶ ὅτι τούτων πάντες μετέχειν βούλονται διὰ τὸ μὴ δύνασθαι ταῖς θείαις ἡδοναῖς ἥδεσθαι, καὶ ὅτι οἱ πολλοὶ ταύτας μόνον οἴονται εἶναι ἡδονὰς τὰς σωματικάς, εἰ καὶ ἄλλη δὲ ἔστιν ἡδονὴ θειοτέρα, οὐδ’ ὅλως ἐπίστανται. φανερὸν δὲ τοῦτό ἐστιν πρὸς τοὺς λέγοντας τὴν ἡδονὴν μήτε ἀγαθόν εἶναι μήτε λυπηρόν. καί φησιν, ὅτι εἰ μὴ ἡδονὴ καὶ ἐνέργεια αὐτῆς ἀγαθόν ἐστιν, οὐκ ἔσται λοιπὸν τὸν εὐδαίμονα ἡδέως ζῆν. εἰ γὰρ μὴ ἀγαθὸν ἡδονή ἐστιν, οὐδ’ ὅλως αὐτὴν ἐπιζητήσει ὁ εὐδαίμων. τίνος γὰρ χάριν ἐπικτήσασθαι σπουδάσει; ἡ γὰρ εὐδαιμονία ἐκ μόνων τῶν ἀγαθῶν πάντων συνίσταται καὶ οὐκ ἔχει παραμιξίαν τινὰ μὴ ἀγαθοῦ, εἴπερ μὴ ἡδονή, ἤτοι ἐπεὶ οὖν ἡ ἡδονὴ οὔτε ἀγαθόν ἐστιν οὔτε κακόν, λοιπὸν ἡ λύπη οὔτε κακόν ἐστι οὔτε ἀγαθόν· ὡς γὰρ ἔχει τὸ ἕτερον τῶν ἐναντίων, καὶ τὸ ἕτερον οὕτως ἕξει. εἰ οὖν οὔτε κακὸν οὔτε ἀγαθὸν ἡ λύπη, λοιπὸν ἐνδέχεται τὸν εὐδαίμονα λυπηρῶς ζῆν. τοῦτο δὲ ἄτοπον, μεθ’ ἡδονῆς γὰρ ἡ εὐδαιμονία, ὥστε εἰ μήτε κακὸν ἡ λύπη μήτε ἀγαθόν ἐστιν, διὰ τί ὁ εὐδαίμων φεύγει ταύτην; καὶ ἐὰν οὐκ ὦσιν αἱ ἐνέργειαι αὐτοῦ τοῦ σπουδαίου, ἤτοι τοὐ εὐδαίμονος, ἡδεῖαι, οὐδὲ ὁ βίος αὐτοῦ λοιπὸν ἡδίων ἔσται. νῶν. ἔλεγον γάρ τινες, ὅτι ἐὰν εἰσί τινες ἡδοναί, οἷον αἱ ἐκ τῶν ἐνεργειῶν τῶν ἀρετῶν αἱρεταὶ καὶ ἀγαθαὶ ἀλλ’ οὐχὶ αἰ σωματικαί, ἤτοι τὰ ἄμετρα σιτία καὶ ποτά, ἡδοναί εἰσιν ἀγαθαὶ οὐδὲ αἱ τῶν ἀφροδισίων, περὶ ἃς ἀκόλαστος καταγίνεται, διὰ τί αἱ λύπαι αἱ ταύταις ἐναντίαι εἰσὶ μοχθηραὶ καὶ κακαὶ καὶ οὐχὶ ἀγαθαί; τὸ γὰρ ἀγαθόν ἐστιν ἐναντίον τῷ κακῷ. ἐὰν αἱ σωματικαὶ ἡδοναὶ ὦσι κακαί, λείπεται ἄρα τὸ ἐναντίον, ἤτοι τὰς λύπας ἀγαθὸν εἶναι. λύσις· ὅτι αἱ σωματικαὶ ἡδοναὶ οὔκ εἰσι κακαί ἀλλ’ οὐδὲ κυρίως ἀγαθαί, ἀλλ’ οὕτως εἰσὶν ἀγαθαί, ὡς μὴ κακαὶ καὶ ὡς ἀναγκαῖαι, καὶ ὅτι ἐν χρείᾳ τούτων ἐσμέν. τὸ γὰρ ἐσθίειν καὶ πίνειν ἀναγκαῖόν ἐστιν ἡμῖν ὡς χρειῶδες καὶ τὸ ἀφροδισιάζειν· τὸ γὰρ μὴ κακὸν ἀγαθόν ἐστιν. ἑτέρα λύσις, ἥτις καὶ κρείττων· ἢ εἰσὶν αἱ σωματι- καὶ ἡδοναὶ ἀγαθαὶ μέχρι τινός. τὸ γὰρ ἐσθίειν καὶ πίνειν καὶ ἀφροδισιάζειν ἀγαθὸν μέχρι τοὐ συμμέτρως ταῦτα ποιεῖν, τὸ δὲ ὑπερβολικῶς καὶ ἀμέτρως φαῦλον. τῶν μὲν ἐξεῶν καὶ κινήσεων, ὅσων οὐκ ἔστιν ὑπερ- βολή, οἷον τῆς ἕξεως τῆς θεωρητικῆς ὑπερβολὴ οὐκ ἔστιν ὅσον γάρ τις ὑπερβολικῶς νοεῖ, τοσοῦτον ἐπαινεῖται), οὐδὲ τῆς ἡδονῆς τῆς ἐκ τοῦ θεωρεῖν καὶ νοεῖν γινομένης ὑπερβολή ἐστιν. ὑπερβολὴ γὰρ τῆς θεωρητικῆς ἕξεως οὐκ ἔστιν. ἡ καὶ οὕτως· τῶν δὲ ἕξεων καὶ κινήσεων, ὅσων οὐκ ἔστιν ἡ ὑπερβολὴ ψεκτή, οἷον τῆς ἕξεως τῆς θεωρητικῆς, ἡ ὑπερβολὴ οὐκ ἔστι ψεκτή ὅσον γάρ τις ὑπερβολικῶς νοεῖ, τοσοῦτον ἐπαινεῖται), οὐδὲ ἡ ὑπερβολὴ τῆς ἡδονῆς, τῆς γινομένης ἐκ τοῦ θεωρεῖν, ἤτοι νοεῖν ὑπερβολι- κῶς ἐστι ψεκτή, ὅσων δὲ ἕξεων ἐστιν ὑπερβολή, οἷον τῆς θρεπτικῆς ἕξεως ἐστιν ὑπερβολή τοῦ γὰρ πίνειν καὶ ἐσθίειν ὑπερβολή ἐστιν), καὶ τῆς ἡδονῆς τῆς ἐκ τούτων, ἤτοι τοῦ ἐσθίειν καὶ πίνειν, ἐστὶ ὑπερβολή. ἢ καὶ οὕτως· ὅσων δὲ ἕξεων ὑπερβολή ἐστι ψεκτή, καὶ ἡ ἐκ τῆς τούτων ἡδονῆς ὑπερβολὴ ψεκτή ἐστιν. ἔστι δὲ ὑπερβολὴ τῶν σωματικῶν ἡδονῶν, ἤτοι τῶν ἀγαθῶν, ἤτοι ἀκόλαστος] καὶ ὁ ἀκόλαστος λέγεται φαῦλος ἐν τῷ διώκειν, ἤτοι ζητεῖν, τὰς ὑπερβολὰς τούτων, ἤτοι τῶν σωματικῶν ἀγαθῶν, τὸ ἀμέτρως πίνειν καὶ ἐσθίειν ὑπερβολικῶς δι’ ὅλης τῆς ἡμέρας καὶ ἀφρο- δισιάζειν ὑπερβολικῶς, ἀλλ’ οὐχὶ λέγεται φαῦλος ἐν τῷ ζητεῖν τὰς ἀναγκαίας ἡδονάς. ἀναγκαῖαι δέ εἰσι τὰ σύμμετρα ποτὰ καὶ σιτία. ὅσον γὰρ πρὸς τὸ πληρῶσαι τὴν γαστέρα, ἐν ἐνδείᾳ οὖσαν βρωμάτων, ἀναγκαῖόν ἐστιν ἀγαθὸν τὸ πίνειν καὶ ἐσθίεν, μετὰ δὲ τὸ πληρῶσαι αὐτήν, ἤτοι χορτάσαι, ἡ ὑπερβολὴ καὶ τὸ ἔτι πίνειν καὶ ἐσθίειν κακόν ἐστιν. πάντες γὰρ χαίρουσιν ὄψοις καὶ οἴνοις καὶ ἀφ’ ῥόδ’ ἴσ’ ἴοις πὼς, ἤτοι ὑπερβολικῶς καὶ ἀμέτρως, οὐχ ὡς δεῖ, κἂν ἡ ἡδονὴ αὐτῶν φαύλη ἐνομίζετο. τὸ γὰρ συμμέτρως ἥδεσθαι καὶ πίνειν καὶ ἀφροδισιάζειν ἀγαθόν ἐστιν. ἡ μὲν οὖν ὑπερβολικὴ ἡδονὴ φαύλη ἐστίν, ἡ δὲ σύμμετρος ἐπαινετή. ἐπὶ δὲ τῆς λύπης τὸ ἐναντίον συμβαίνει. οὐ γὰρ μόνον τὴν ὑπερβολικὴν λύπην φεύγομεν ἀλλὰ καὶ τὸ ὅλως μικρόν τι λυπεῖσθαι φεύγομεν. οὐ γάρ ἐστι λύπη, ἤτις ἐπιγίνεται <τῷ διώκοντι>, ἤτοι τῷ ζητοῦντι τὴν ὑπερβολὴν τῆς ἡδονῆς. εἰ γὰρ μικρόν τι ἀποστῇ τῶν ἡδέων ὁ ἀκόλαστος, εὐθὺς λυπεῖται, ὥστε καὶ ἡ μικρὰ λύπη ἐναντία ἐστὶν τῇ ὑπερβολικῇ ἡδονῇ. ἐπεὶ δὲ οὐ μόνον δεῖ τὸ ἀληθὲς εἰπεῖν, ἤτοι ὅτι αἱ σωματικαὶ ἡδοναὶ οὔκ εἰσιν ἀγαθαί, ἀλλὰ καὶ τὴν αἰτίαν εἰπεῖν τοῦ ψεύδους, ἤτοι πῶς πλανῶνται καὶ οἴονται ταύτας ἀγαθὰς <εἶναι. τοῦτο γάρ, ἤτοι τὸ εἰπεῖν πόθεν ἐπλανήθησαν ταύτας ἀγαθὰς> δοξάζειν, συμβάλλεται πρὸς τὸ πιστῶσαι καὶ βεβαιῶσαι, ὅτι οὔκ εἰσιν αἰ σωματικαὶ ἡδοναὶ ἀγαθαί. ὅταν γὰρ εὔλογον φανῇ τὸ αἴτιον, δι’ ὃ φαίνονται μὲν ἀληθές, ἤτοι φαίνοντι αἱ σωματικαὶ ἡδοναὶ ἀληθές, ἤτοι ἀγαθαί, οὐκ ὂν ἀληθές, ἤτοι καὶ ταῦτα μὴ οὖσαι ἀγαθαί, ποιεῖν μᾶλλον καὶ πιστεύειν, ἤτοι βε- βαιοῦν τὴν ἀλήθειαν, ἤτοι οὔκ εἰσιν αἱ σωματικαὶ ἡδοναὶ ἀγαθαί. ὥστε λεκτέον διὰ τί φαίνονται αἱ σωματικαὶ ἡδοναὶ αἱρεταί, ἤτοι ἀγαθαὶ καὶ ταῦτα μὴ οὖσαι ἀγαθαί. πρώτη αἰτία· ἐπεὶ ἡ ἡδονὴ ἐκ- κρούει τὴν λύπην καὶ ἀποδιώκει, τούτου χάριν φαίνονται αἱ σωματικαὶ ἡδοναὶ ἀγαθαί. εἰ γάρ τις λυπεῖται διὰ τὸ πεινᾶν ἢ διὰ τὴν ἀπουσίαν τῶν ἀφροδισίων καὶ φάγῃ καὶ χορτάσῃ ἢ συνουσιάσεται, ἡ ἡδονὴ ἡ ἀπὸ τοῦ χορτάσαι καὶ ἡ ἀπὸ τοῦ συνουσιασμοῦ ἐκκρούει τὴν λύπην τὴν ἐκ τοῦ πεινᾶν καὶ μὴ συνουσιάζεσθαι. καὶ διώκουσιν, ἤτοι ζητοῦσι, τὴν ἡδονὴν ὑπερβολικὴν καὶ ὅλως τὴν σωματικὴν ἡδονὴν ζητοῦσι τὴν ὑπερ- βάλλουσαν διὰ τὰς ὑπερβολικὰς λύπας, τὰς ἐκ τοῦ πεινᾶν καὶ μὴ συνου- σιάζειν, οὖσαν τὴν ὑπερβολικὴν ἡδονὴν τὴν σωματικὴν ἰατρικὴν καὶ ἐκ- κρουστικὴν τῶν ὑπερβολικῶν λυπῶν. αἱ ἰατρεῖαι δέ, ἤτοι αἱ ἀναπληρώσεις τῆς γαστρὸς ἐν ἐνδείᾳ οὔσης τῶν βρωμάτων, σφοδραὶ γίνονται καὶ ὑπερβολικαί, καὶ διὰ τοῦτο τὴν λύπην τὴν ὑπερβολικήν, τὴν ἐκ τοῦ πει- νᾶν, ἐκκρούουσιν. διὸ καὶ διώκουσι ταύτας τὰς ὑπερβολικὰς ἀναπληρώσεις τῆς γαστρὸς διὰ τὸ φαίνεσθαι καὶ ἀναγκαῖαι εἶναι περὶ τὸ ἐναντίον, ἤτοι κατὰ τὸν καιρὸν τὸν αὐτόν, ἐν ᾧ καὶ τὸ ἐναντίον, ἤτοι ἡ ὑπερβολικὴ λύπη, ἣ ἐκ τοῦ πεινᾶν ἐστιν. αὕτη γὰρ ἡ ὑπερβολικὴ ἡδονή, ἡ ἐκ τῆς ὑπερ- βολικῆς ἀναπληρώσεως τῆς γαστρός, ἐκκρούει τὴν ὑπερβολικὴν λύπην, τὴν ἐκ τοῦ πεινᾶν. εἰ γὰρ ὑπερβολικῶς πεινᾶ τις, φάγῃ δὲ ὀλίγον τι, οὐκ ἂν τὴν ἐκ τῆς πείνης τῆς ὑπερβολικῆς λύπην ἐκδιώκει. δοκεῖ δὲ ἡ ἡδονὴ μὴ εἶναι σπουδαῖον, ἤτοι ἀγαθὸν διὰ δύο ταῦτα, ὡς εἴρηται, διότι αἱ μὲν τῶν ἡδονῶν εἰσι πράξεις καὶ ἐνέργειαι φαύλης φύσεως, ἢ ἐκ γε- νετῆς οὔσης φαύλης, ὥσπερ ἡ φύσις τῶν θηρίων καὶ τῶν θηριωδῶν ἀνθρώπων φαύλη ἐκ γενετῆς ἐστιν, ἢ οὐκ ἔστιν μὲν ἐκ γενετῆς φαύλη ἡ φύσις ἀλλὰ δι’ ἐθισμοῦ τοῦ πρὸς τὰ κακά, οἷαί εἰσι αἱ φύσεις τῶν φαύλων ἀνθρώπων καὶ ἀπαιδεύτων καὶ ἐθισθέντων πράττειν παιδόθεν τὰ αἴσχιστα. ἡδοναὶ οὖν εἰσι τῶν ἐκ φύσεως φαύλων, ἤτοι τῶν θηριωδῶν ἀνθρώπων καὶ τῶν δι’ ἐθισμοῦ φαύλων τὸ ἐσθίειν ὠμὰ κρέατα καὶ ἃ εἴρηκεν ὄπισθεν. αἱ δὲ τῶν ἡδονῶν εἰσιν ἰατρεῖαι, ἤτοι ἀναπληρώσεις φύσεως, ἤτοι λίαν καὶ] ἐνδεοῦς ἤτοι ἐλλιποῦς, οἷον ἰατρεῖαι, ἤτοι αἱ ἀναπληρώσεις τῆς γαστρὸς τῆς ἐνδεοῦς βρωμάτων ἡδοναί εἰσιν, αἱ δὲ τῶν ἡδονῶν γίνονται τελειουμένων τινῶν ἐπιθυμημάτων ἢ πληρουμένων τῶν ἐνθυμήσεων καὶ ἐπιθυμιῶν. θυμιῶν. εἰ γὰρ ἐνθυμοῦμαι καὶ ἐπιθυμῶ ἀφροδισιάσαι καὶ πληρώσω τὴν ἐπιθυμίαν τε καὶ ἐνθύμησιν, ἥδομαι. ὥστε αἱ σωματικαὶ ἡδοναὶ διὰ τοῦτο κυρίως μὲν σπουδαῖαι, ἤτοι ἀγαθαί, οὐ ῥηθήσονται, ἀλλὰ κτὰ συμβεβηκός. |Ἕτι διώκονται, ἤτοι ζητοῦνται, αἱ σωματικαὶ ἡδοναὶ διὰ τὸ σφοδραὶ Εἶναι, ἤτοι ὑπερβολικαὶ καὶ ἄμετροι, ὑπὸ τῶν μὴ δυναμένων χαίρειν ἄλλαις τισὶ πράξεσι. τινὲς γὰρ μὴ δυνάμενοι πράττειν τι, ἵνα μὴ ἀργοὶ ὦσι καὶ κάθηνται, δι’ ὅλης τῆς ἡμέρας ἐσθίειν καὶ πίνειν καὶ ἀφρο- δισιάζειν βούλονται καὶ αὐτοὶ ἑαυτοῖς δίψας παρασκευάζουσι. βουλόμενοι γὰρ πίνειν δι’ ὅλης τῆς ἡμέρας ἐσθίουσιν ἁλμυρά τινα, ἵνα ἐκδιψότεροι οὕτω γίνωνται. ὅταν οὖν αἱ ἡδοναὶ αἱ σωματικαὶ ὦσιν ἀβλαβεῖς ἀβλα- βεῖς δέ εἰσιν, εἰ σύμμετροί εἰσι) καὶ συμμέτρως τις πίνειν καὶ ἐσθίειν ἥδεται, τότε αἱ σωματικαὶ ἡδοναί εἰσιν ἀνεπιτίμητοι, ἤτοι οὐ ψεκταί, ὅταν δὲ βλαβεραὶ ὦσι βλαβεραὶ δέ εἰσιν, ὅταν ἀσύμμετροί εἰσιν), ἤτοι ὅταν ὑπερβολικῶς #x003E; πίνειν καὶ ἐσθίειν ἥδεται, τότε φαῦλαι καὶ ψεκταί εἰσι. τινὲς οὖν ζητοῦσι τὰς ὑπερβολικὰς ἡδονὰς τὰς σωματικάς, ἐπεὶ οὐκ ἔχου- σιν ἕτερά τινα ἡδέα, ἐφ’ οἷς ἂν ἥδωνται. διὰ τοῦτο, ἤτοι φαῦλοι ὄντες καὶ χυδαῖοι καὶ μὴ δυνάμενοι νοῆσαι τὴν κυρίως ἡδονήν, ζητοῦσι τὰς σωματικὰς ἡδονάς. καὶ πολλοῖς δοκεῖ λυπηρὸν τὸ μὴ ἔχειν ἕτερόν τι ἡδύ, ἐφ’ ᾧ ἄν ἡσθῶσιν. ὁ γὰρ ἄνθρωπος μοχθῶν ἀεὶ δέεται ἡδονῆς τινος καὶ ἀναπαύσεως. εἰ δὲ μὴ ἔχει ἡδονήν τινα, ἐν ᾗ ἂν εὐφρ ἀνθῇ, εὐθὺς λυπεῖται καὶ ἀδημονεῖ. λυπηρὸν δοκεῖ διὰ τὴν φύσιν, ἤτοι διὰ τὸ ἔχειν φύσιν πολύμοχθον. ἀεὶ γὰρ τὸ ζῷον πονεῖ, καὶ οἱ φυσικοὶ λόγοι μαρτυροῦσι τὸ ἀεὶ πονεῖν τὸ ζῷον, φάσκοντες λυπηρὸν εἶναι τὸ ἀεὶ τὴν ὁρατικὴν δύναμιν ὁρᾶν καὶ ἐνεργεῖν καὶ τὴν ἀκουστικὴν δύναμιν ἀεὶ ἀκουειν. πόνον γὰρ καὶ λύπην ἐμποιεῖ τῷ ζῴῳ τὸ ἀεὶ ὁρᾶν καὶ ἀκούειν οὐκ αἰσθανόμεθα δὲ τοῦ πόνου καὶ τῆς λύπης τῆς ἐπιγινομένης ἡμῖν ἐκ τοῦ τὴν ὁρατικὴν δύναμιν καὶ ἀκουστικὴν ἀεὶ ἐνεργεῖν, διότι συνήθεις ἐσμὲν τῷ τοιούτῳ πόνῳ καὶ μόχθῳ. ὁμοίως δὲ καὶ οἱ ἄνθρωποι ἐν νεότητι ὄντες ἀγαπῶσι τὰς σωματικὰς ἡδονὰς τὰς ὑπερβολικὰς διὰ τὸ αὐξηθῆναι συντόμως βούλεσθαι. βούλονται γὰρ ἐσθίειν καὶ πίνειν δι’ ὅλης τῆς ἡμέρας, ἵνα σὰρξ αὐτοῖς πλείων προστεθῇ καὶ συντομώτερον αὐξηθῶσι καὶ ἰσχυροὶ γένωνται. ὥσπερ καὶ οἱ οἰνωμένοι διάκεινται. ἐκδιψότεροι γὰρ γίνονται καὶ διακαεῖς ἀφ’ ὅτου μᾶλλον μεθύσουσι. καὶ ἡ νεότης ἡδύ, ἤτοι περὶ ἡδονὰς μᾶλλόν ἐστιν ἐπιρρεπὴς καὶ ἐμπαθῶς διάκειται. οἱ δὲ μελαγχολικοὶ κτὰ τὴν φύσιν ἀεὶ δέονται ἰατρείας, ἤτοι ἀναπληρώσεως. ἔχουσι γὰρ τὴν χολὴν θερμοτάτην οὖσαν συντόμως καταναλίσκουσαν τὰ ἐν τῇ γαστρὶ βρώματα. καὶ ἵνα μὴ τῆς γαστρὸς κενωθείσης διακαύσῃ πάντα ἐντόσθια ἡ χολὴ ἡ μέλαινα διὰ τὸ μὴ ἔχειν ἕτερόν τι καταναλίσκειν, διὰ τοῦτο δέεται ἀεὶ ὁ μελαγχολικὸς ἰατρεύειν, ἤτοι ἀναπληροῦν βρωμάτων τὴν γαστέρα αὐτοῦ. καὶ γὰρ τὸ σῶμα τῶν μελγχολικῶν ἀεί ἐστι δακνόμενον, ἤτοι ὀδυνώμενον καὶ ἐκκαιόμενον διὰ τὴν κρᾶσιν. ἡ γὰρ κρᾶσις αὐτῶν τοιαύτη ἐστὶν θερμὴ καὶ μελαγ- χολική, καὶ ἀεὶ ἐν ὀρέξει εἰσὶ σφοδρᾷ, ἤτοι καὶ ὀρέγονται δι’ ὅλης 10 τῆς ἡμέρας ἐσθίειν καὶ πίνειν πολλά. ἡ ἡδονὴ οὖν ἐὰν ᾖ ἰσχυρά, ἤτοι ὑπερβολική, ἐξελαύνει καὶ τὴν λύπην, ἥτις ἐστὶν ἐναντία, ἤτοι ὑπερβολική, καὶ τὴν τυχοῦσαν, ἤτοι τὴν ὑπερβολικήν. καὶ γίνονται ἀκόλαστοι καὶ φαῦλοι διὰ ταῦτα, ἤτοι> διὰ τὰς ἀμέτρους ἡδονάς. αἱ ἡδοναὶ αἱ ἀπὸ τοῦ νοεῖν καὶ θεωρεῖν γινόμεναι ἄνευ λύπης εἰσὶ καὶ ὐπερβολὴν οὐκ ἔχουσιν. ὅσον γάρ τις ὑπερβολικῶς νοεῖ, τοσοῦτον μᾶλλον ἐπαινεῖται ὑπερβολαὶ γὰρ ἐπὶ τῶν διανοητικῶν ἀρετῶν οὔκ εἰσιν. ἢ καὶ οὕτως· αἱ δ’ ἄνευ λύπης, ἤτοι αἱ θεωρητικαὶ ἡδοναί, αἳ γίνονται ἄνευ λύπης, ὑπερβολὴν οὐκ ἔχουσιν. αἱ γὰρ σωματικαὶ ἡδοναὶ μετὰ λύπης καὶ ἐπιθυμίας γίνονται. εἰ γάρ τις πεινᾶ, λυπεῖται πρῶτον καὶ ἐπιθυμεῖ φαγεῖν, καὶ οὕτω γίνεται ἡδονὴ αὐτῷ, ἐκ τοὐ ἀναπληρῶσαι τὴν γαστέρα βρωμάτων. ἡ ἡδονὴ ἡ ἐκ τοῦ νοεῖν ἄνευ λύπης · ἐστὶν ἐπιγινομένη· οὐ γὰρ λυπεῖται πρῶτον ἡ θεωρητική, εἶτα ἥδεται. αὗται δὲ αἱ ἡδοναί, αἳ ὑπερβολὰς οὐκ ἔχουσι, #x003E; ψεκταί εἰσιν, αἱ οὖσαι ἀπὸ τῶν φύσει ἡδέων, ἤτοι κυρίως ἡδέων, καἰ μὴ κατὰ συμβεβηκός. κυρίως γὰρ ἡδονὴ ἐστὶν ἡ ἐκ τοῦ θεωρεῖν. κατὰ συμβεβηκὸς ἡδέα φησὶ τὰ ἰατρεύοντα, ἤτοι τὰς ἀναπληρώσεις φύσεως ἐνδεοῦς, ἤτοι τὰς σωματικὰς ἡδο- νάς. διὰ τοῦτο γὰρ ἡδὺ δοκεῖ εἶναι τὸ ἐσθίειν καὶ πίνειν, διότι ἐν τούτοις συμβαίνει τῷ πίνειν καὶ ἐσθίειν ἰατρεύεσθαι, ἤτοι πληροῦσθαι βρω- μάτων τὴν γαστέρα, τοῦ ὑπὸ μέρος ὑγιοῦς, ἤτοι τῆς θρεπτικῆς δυνάμεως, πράττοντός τι, ἤτοι ἐρρωμένης οὔσης. εἰ μὴ γὰρ ἔρρωται ἡ θρεπτική, οὐκ ἄν δυνηθῇ τὸ ζῷον φαγεῖν ἢ πιεῖν καὶ ἐνεργῆσαί τι. τὸ δὲ ὑπο- μένοντος εἶπε, διότι πάντων τῶν αἰσθητηρίων τοῦ ζῴου ἐκλελοιπότων, ἤτοι κἀν ἡ αἰσθητικὴ δύναμις ἐκλείψῃ κἂν ἡ ὁρατικὴ κἄν πᾶσαι αἱ αἰσθητικαὶ δυνάμεις ἐκλείψωσι, μόνη δὲ ἡ θρεπτικὴ δύναμις καταλειφθῆ, ζῇ τὸ ζῷον τρεφόμενον μόνον, κἂν καὶ τὰ ἄλλα ἀναισθητῇ. καὶ ὅτι εἰ μέλλει φθαρῆναι, πᾶσαι μὲν αἱ δυνάμεις τῆς ψυχῆς πρῶτον ἀπόλλυνται, ἡ ἀλλοιωτικὴ ἡ αἰσθητικὴ ἡ ἀποκριτική, μόνη δὲ ἡ θρεπτικὴ καταλειφθεῖσα τελευταία ἀπόλλυται καὶ αὐτή. ὥστε καὶ οὔκ εἰσι κυρίως ἡδέα τὸ πίνειν τὸ ἐσθίειν, ἀλλὰ διὰ τὴν ἀποπλήρωσιν τῆς γαστρός, διὰ τοῦτο ἡδέα δοκοῦσι, φύσει δέ, ἤτοι κυρίως, ἡδέα εἰσὶν αἱ ἐνέργειαι τῆς θεωρητικῆς ἕξεως καὶ αἱ τῶν ἀρετῶν ἐνέργειαι. οὐκ ἀεὶ δέ ἐστιν ἡμῖν τὸ αὐτὸ ἡδὺ ἀλλὰ ἄλλα καὶ ἄλλα δοκοῦσιν ἡδέα ἡμῖν, ἐπεὶ καὶ ἡ φύσις ἡμῶν οὐκ ἔστιν ἁπλῆ. οὐ γὰρ ἐκ ψυχῆς μόνον ἐσμὲν ἀλλὰ ἐνεῖναί τι καὶ ἕτερον, ἤτοι ἀλλ’ ἔστι τι καὶ ἕτερον, ἐξ οὗ συνιστάμεθα, ἤτοι τὸ σῶμα καθ’ ὃ καὶ φθαρτοί ἐσμεν. καὶ ἐπεὶ σύνθετοί ἐσμεν ἐκ ψυχῆς καὶ σώματος, οὐχ ἁπλοῖ δέ, οὐ τῷ αὐτῷ ἡδεῖ χαίρει ἡ ψυχὴ καὶ τὸ σῶμα, ἀλλὰ ἄλλῳ μὲν ἡδεῖ χαίρει ἡ ψυχή, ἄλλῳ δὲ τὸ σῶμα> ὥστε ἂν τὸ ἕτερον, ἤτοι ἡ ψυχή, πράττῃ, ἤτοι ἐνεργῇ καὶ ἥδηται τῇ ἀπὸ τοῦ νοεῖν ἐνεργείᾳ, τοῦτο παρὰ φύσιν ἐστίν, οὐχ ἡδύ ἐστι τῇ ἑτέρα φύσει, ἤτοι ᾧ γὰρ ἡδεῖ χαίρει ἡ ψυχή, τοῦτο οὐκ ἔστιν ἡδὺ τῷ σώματι ἀλλὰ λυπηρόν. ὅταν δὲ ἰσάζῃ καὶ οἷς ἥδεται ἡ ψυχή, τούτοις ἥδεται καὶ τὸ σῶμα καὶ ἥδεται μὲν καὶ τὸ σῶμα οἷς δὴ καὶ ἡ ψυχὴ ἥδεται, τότε ὃ ἡδύ ἐστι τῇ ψυχῇ, τοῦτο πρασσόμενον καὶ ἐνεργούμενον παρὰ τῆς ψυχῆς οὔτε λυπηρὸν δοκεῖ τῷ σώματι οὔτε ἡδύ. Ἐπεὶ ἐὰν ἔχῃ τις ἁπλῆν φύσιν, οἷον οἱ ἄγγελοι καὶ ὁ θεὸς ἁπλῆς φύσεως εἰσι, καὶ διὰ τοῦτο ἡ ἁπλῆ πρᾶξις, ἤτοι ἡ ἁπλῆ ἐνέργεια, ἡδίστη ἐστίν, ἤτοι τῷ αὐτῷ ἡδεῖ χαίρουσιν. ὁ γὰρ ἁπλῆς φύσεως ὢν τῇ ἐκ τοῦ νοεῖν ἡδονῇ ἀεὶ χαίρει καὶ οὐκ ἄλλῃ τινί. τὸ γὰρ αὐτὸ ἡδύ ἐστιν αὐτῇ. διὸ καὶ ὁ θεὸς ἁπλῆς φύσεως ὢν ἀεὶ μιᾷ ἡδονῇ χαίρει, τῇ ἁπλῇ. ἡδονὴ δέ ἐστιν αὐτῷ τὸ πρὸς αὑτὸν στρέφεσθαι καὶ ἑαυτὸν νοεῖν. ἴσως δέ τις ἔν· στάσιν ἔφερεν. εἰ ὁ θεὸς ἀκίνητος, ἡ δὲ ἡδονὴ κίνησίς τίς ἐστιν ἡ γὰρ ἡδονὴ ἐνέργεια, ἡ δὲ ἐνέργεια κίνησις), πῶς φὴς τὸν θεὸν ἥδεσθαι; εἰ γὰρ ἥδεται, καὶ κινεῖται, ὅπερ ἄτοπόν ἐστιν. λύσις τῆς ἐνστάσεως· ὅτι ἡ <ἡδονὴ> οὐκ ἔστιν ἐνέργεια τῆς κινήσεως μόνον ἀλλὰ καὶ τῆς καὶ ἡ ἡδονὴ μᾶλλον ἐν ἠρεμίᾳ θεωρεῖται παρὸ ἐν κινήσει· μέχρι γὰρ κινεῖται ὁ νοῦς πρὸς τὸ νοῆσαί τι, οὐχ ἥδεται, ἐπεὶ τότε μᾶλλον ἔχει ταραχήν>, ὅταν κινῆται, ὅταν δὲ νοήσῃ ὃ μέλλει νοῆσαι καὶ ἐρευνῆσαι, τότε μᾶλλον ἥδεται, ὥστε ἡ ἡδονὴ <ἡ ἡδονὴ ἐν> ἠρεμίᾳ μᾶλλον #x003E; ἐν ἀκινησία θεωρεῖται. ἴσως δὲ πάλιν ἄν εἶπέ τις, εἰ ἡ μεταβολὴ πάντων ἡδονή ἐστιν, ὁ δὲ θεὸς οὐ μεταβάλλεται, πῶς ἥδεται; λύσις· ὅτι τοῦτο εἴρηκεν ὁ ποιητὴς διὰ τὴν πονηράν φύσιν. ἡ γὰρ μεταβολὴ πάντων γλυκεία ἐστὶν διὰ πονη- ρίαν τινά, ἤτοι διὰ τὴν πονηρὰν φύσιν ἐρρήθη τῷ ποιητῇ. ἡδὺ γὰρ δο- κεῖ τῷ πονηρῷ ἀνθρώπῳ τὸ μεταβάλλεσθαι καὶ μεταπίπτειν ἀπὸ τοῦδε εἰς τόδε. ὥσπερ γὰρ ὁ πονηρὸς ἄνθρωπος μεταβάλλεται καὶ μεταπίπτει ἀπὸ τοῦδε εἰς τόδε, οὕτω καὶ ἡ φύσις ἡ δεομένη μεταβολῆς καὶ ᾗ ἡδὺ δοκεῖ τὸ καθ’ ἑκάστην μεταπίπτειν καὶ μεταβάλλεσθαι, πονηρά ἐστιν. οὐ γὰρ ἡ ἁπλὴ φύσις, οἵα ἡ τοῦ θεοῦ ἐστιν, καὶ ἐπιεικής, ἤτοι ἀγαθή, ἡδὺ νομίζει τὸ μεταβάλλεσθαι καὶ μεταπίπτειν ἀπὸ τοῦδε εἰς τόδε. καὶ ἡ φύσις γὰρ τῶν ἀγαθῶν καὶ ἐναρέτων ἀνθρώπων ἑδραία ἐστὶν καὶ 50 ἀμετακίνητος, ὥσπερ καὶ ἡ ἁπλῆ φύσις. ἀκίνητον γὰρ τὸ καλόν.