Ancient Greek · ~1514 min
ΤΟΥ ΜΗΤΡΟΛΙΤΟΥ ΝΙΚΑΙΑΣ ΕΥΣΡΑΤΙΟΥ ΕΙΣ ΤΟ Ζ ΤΩΝ ΗΘΙΚΩΝ.
Eustratius, In Aristotelis Ethica Nicomachea I Commentaria ΤΟΥ ΜΗΤΡΟΛΙΤΟΥ ΝΙΚΑΙΑΣ ΕΥΣΡΑΤΙΟΥ ΕΙΣ ΤΟ Ζ ΤΩΝ ΗΘΙΚΩΝ..1
Not analysed yet
Εὖ σοι γένοιτο, βασιλὶς θεοσεβής, βασιλὶς φιλολόγε, βασιλὶς φιλάγαθε καὶ φιλόκαλε, ὅτι ψυχὴν καὶ σῶμα παραθεῖσα πρὸς ἄλληλα καὶ τὴν τούτων διαφορὰν ἐξετάσασα προσετέθης τῷ κρείττονί τε καὶ ὑπερέχοντι καὶ καλλω- πίζειν τοῦτο προῄρησαι τοῦ ὑφειμένου καταφρονήσασα, διὰ τοῦτο τέχναι σοι λόγων καὶ ἐπιστῆμαι καὶ ἀρεταί, ἐξ ὧν τὸ <τῆς> ψυχῆς κάλλος πέφυκε, περὶ πολλοῦ καὶ διὰ σπουδῆς. χρώματα δὲ περίθετα καὶ ἀρτήματα καὶ ὁρμίσκοι καὶ περιδέραια καὶ ἐνδυμάτων εὐπρέπεια καὶ εἴ τι ἐπίπλαστον ἄλλο καὶ τῇ φυσικῇ διαπλάσει καὶ χρώσει παρὰ τῶν γυναικῶν ταῖς πλείσταις ἐπιτετήδευτο ταῦτα πάντα αἰσχύνης ἄξια κρίνασα, τῆς ψυχικῆς καλλονῆς πρώτης καὶ μόνης ἀντιπεποίησαι, τοῦ θείου κάλλους ἐρῶσα, οὗπερ ἡ ἀνθρώπου ψυχὴ καθ’ ὁμοίωσιν ἐξ ἀρχῆς παρὰ τοῦ ποί· ησαντος γέγονε. διὸ καὶ ἀνερευνᾷς πανταχοῦ καὶ ζητεῖς, τί σοι συμβαλεῖται τᾶι πρὸς τὸ ποθούμενον καὶ τίς ἀπενέγκη πρὸς σὲ οὐ μάργαρον οὐδὲ λίθον πολύτιμον, οὐ σκεῦος χρυσοῦν ἢ ἀργύρεον ποικίλην ἐπικείμενον ἐπιτέχνησιν, οὐ περικαλλές, οὐ πολυτελές οὐκ ἐπιτερπὲς πρὸς αἴσθησιν ὕφασμα, ἀλλὰ λόγους ψυχῇ παρέχοντας ὄνησιν ἢ ψεῦδος ἐλέγχοντας καὶ συνιστῶντας ἀλήθειαν ἢ ἀρετὴν ἐντέχνως εἰσάγοντας· καὶ ὁποία τὴν φύσιν καὶ τὸ 20 κάλλος ἐστὶν διδάσκοντας καὶ ὅπως ψυχαῖς ἀνθρώπων περιγίνεσθαι πέφυκε, κακίαν αὖθις ὡς αἰσχρὰν καὶ βλαβερὰν καὶ φευκτὴν ἐξελέγχοντας καὶ παραδιδόντας ὅπως αὐτὴν ἄνθρωπος ἀποφεύξεται. ὥστε καὶ περὶ ἡμῶν τι ὑπολαβοῦσα χρηστὸν πεπείρασαι καὶ ἀφ’ ἡμῶν πορί- σασθαί τι τελοῦν εἰς ὄνησιν καίτοι γε ἡμεῖς ὀλιγομαθεῖς καὶ ἀσθενεῖς καὶ γήρᾳ καὶ νόσοις κατακαμπτόμενοι καὶ διανοίας στενότητα περικείμενοι καί τι χαρίεν ἐκθέσθαι καὶ ἄξιον σπουδῆς μὴ δυνάμενοι τοίνυν ἐπεὶ πρὸ χρόνου τινὸς ἐζήτησας ἡμᾶς ἐκθέσθαι σαφήνειαν εἰς τὸ πρῶτον τῶν Νικομαχείων τοῦ Ἀριστοτέλους Ἠθικῶν, καὶ ἡμεῖς σοι πεισθέντες ὃ ἀπῄτησας πεποιήκαμεν, ᾠήθημεν ἐξ ἐκείνου διαγνῶναί σε τὴν ἡμετέραν περὶ λόγους καὶ νοήσεις ἐλάττωσιν καὶ μηκέτι προσθεῖναι πρὸς ἡμᾶς ζήτησιν περὶ τοιούτου τινός. ἀλλ’ ὡς ἔοικε τὸ ὑπερβάλλον τῆς προσούσης φιλομαθείας τῇ σῇ ψυχῇ πείθει καὶ τὰ μικρὰ καὶ μικροῦ λόγου ἄξια ἡγεῖσθαι ὡς περισπούδαστα. διὸ καὶ ἡμεῖς τῷ σῷ περὶ λόγους ἑπόμενοι ἔρωτι, ὅπερ ὁ θεὸς χορηγεῖ, καταβάλλειν οὐκ ἀπεχόμεθα. ὥστ’ ἐπεὶ καὶ τὸ Z τῆς αὐτῆς πραγματείας παρὰ τῆς σῆς φιλομαθείας ἐζήτηται τὴν ἡμῖν δυνατὸν εὑρέσθαι σαφήνειαν, πειραθῶμεν καὶ ταύτην, θεοῦ τῶν λόγων προισταμένου, ἐργάσασθαι καὶ ἀρκτέον ἤδη τοῦ ἔργου, τὸν σκοπὸν τοῦ βιβλίου πρὸ πάντων τάξαντας. προθέμενος ὁ Ἀριστοτέλης ἐν τῇ πραγμα- τείᾳ τῶν Νικομαχείων Ἠθικῶν περὶ τῶν ἀρετῶν ἀπασῶν διδάξαι, ἐξ ἀρχῆς μὲν τὸν περὶ τῆς πολιτικῆς εὐδαιμονίας λόγον ἡμῖν παρέδωκε, τὸ 15 πρῶτον βιβλίον διηνυκὼς ἐν αὐτῷ ὡς οὔσης τέλους αὐτῆς τῆς κατὰ τὸν ἄνθρωπον οὐσίας καὶ ἐνεργείας καὶ πράξεως. ἀλλ’ ἐπεὶ διάφοροι τῆς ψυχῆς δυνάμεις ἐν τῷ ἀνθρώπῳ τυγχάνουσιν οὖσαι, λέγω δὴ λογικαί τε καὶ ἄλογοι, καὶ τῶν ἀλόγων εἰσί τινες τῷ λόγῳ ἐπιπειθεῖς, ὡς καὶ αὐτὰς ἐξεῖναι τού- τῳ τῷ τρόπῳ λογικὰς ὀνομάζεσθαι, κατὰ τὸ πεφυκέναι λόγῳ μετρεῖσθαι καὶ κατ’ αὐτὸν ἐνεργεῖν καὶ ἐν μεθέξει ταύτας τοῦ λόγου γίνεσθαι τὴν κατ’ αὐτὰς ἐργαζομένου κατόρθωσιν καὶ τὰς πρακτικὰς ἀρετὰς ἀποτελοῦν- τος, εἰσὶ δὲ καὶ ἕτεραι ἀρεταί, ἃς ὁ ἐν τῇ ψυχῇ λόγος κατορθοῖ μονούμενος τῶν ἀλόγων δυνάμεων καὶ καθ’ ἑαυτὸν ἐνεργῶν καὶ κατὰ θεωρίαν τὸ τέλειον κτώμενος, ἐν τοῖς μετὰ τὸ πρῶτον τέσσαρσι γράμμασι περὶ τῶν πρακτικῶν ἐδίδαξεν ἡμᾶς ἀρετῶν θυμὸν καὶ ἐπιθυμίαν παραλαβών, δυνάμεις ψυχῆς τοῖς ἀλόγοις ζῴοις ὑπαρχούσας κοινάς, εἰ καὶ μὴ οὕτω καὶ ἐν ἐκείνοις ὡς ἐν ἡμῖν τῷ λόγῳ οὔσας ἐπιπειθεῖς. καὶ παραδοὺς ὅπως καὶ αὐταῖς χρώμενος τὸ οἰκεῖον ὁ λόγος κατορθοῦν πέφυκε μὴ δυνα- μέναις δι’ ἑαυτῶν τὴν τοῦ ἀγαθοῦ εὑρίσκειν ἐπίταξιν ἀλλὰ δεομέναις ἐξ ἀνάγκης τῆς τοῦ λόγου ῥυθμίσεως, ὡς προστατεύειν λαχόντος καὶ δεσπόζειν αὐτῶν, διδάσκει νῦν ἡμᾶς ἐν τῷ παρόντι γράμματι περὶ διανοητικῶν ἤτοι θεωρητικῶν ἀρετῶν, ὥσπερ ἄτοπον κρίνας τὰς μὲν μετὰ χειρόνων ἀρετὰς τοῦ λόγου γινώσκειν ἡμάς, ἀγνοεῖν δὲ τὰς τοῦ λόγου καθ’ ἑαυτὸν ὡς ἂν μὴ ἐφιεμένου τοῦ ἀγαθοῦ καὶ καθ’ ἑαυτὸν τοῦ λόγου καὶ τυγχάνοντας αὐτοῦ κατὰ τὸ ἄλογον, ὃ καὶ τέλος κοινόν ἐστι τοῖς ὁπωσοῦν τὸ εἶναι λαχοῦσιν ἅπασι. καὶ ὁ λέγων ἀνθρώπῳ εἶναι ἱκανὸν πρὸς τελείωσιν μόνον τὸ κατορθοῦν ἐν ταῖς πράξεσιν ἠγνόηκε χείρω τὸν λόγον τῶν ἀλόγων ποιῶν δυνάμεων. εἰ γὰρ μέχρι τῆς μετ’ αὐτῶν κατορθώσεως τὸ εὖ εἶναι αὐτῷ μὴ καὶ κατ’ ἰδίαν κτῆσιν τούτου τυγχάνοντι, ἔσται τὸ ἀγαθὸν αὐτῷ ἐξ ἐκείνων καὶ κατ’ ἐκείνας, ὡς ἢ μὴ εἶναι αὐτὸν ὅλως τῷ χω |ρίζεσθαι ἐξ αὐτῶν, 80r μάταιον τοῦ ἀγαθοῦ ἀποπίπτοντα, ἃ ἄμφω κατὰ τὸ ἄτοπον ὑπερβάλλοντα. ἀναγκαῖον ἄρα καὶ ἀρετὰς εἶναι τοῦ λόγου καθ’ ἑαυτὸν τῶν ἀλόγων δίχα δυνάμεων καὶ ἀνθρώπῳ ταύτας γινώσκεσθαι ὅσαι τε καὶ τίνες καὶ ὁποῖαί εἰσι καὶ ὑπ’ αὐτοῦ ταύτας μεταδιώκεσθαι καὶ ζητεῖν αὐτὸν κατ’ ἄμφω ἔχειν τὸ τέλειον, λέγω δὲ κατὰ πρᾶξιν καὶ θεωρίαν, τὴν μὲν κατα- βαλλομένην ὡς κρηπῖδά τε καὶ θεμέλιον καὶ βάσιν ἁπλῶς ὑποκειμένην καὶ ὑπερείδουσαν, τὴν δὲ ὡς στέγην καὶ σκέπην, τὸ τέλειον παντὶ ἐπι- φέρουσαν τῷ οἰκοδομήματι, ἐπεὶ καὶ τῆ πρακτικῇ διὰ τὶν θεωρίαν τὸ εἶναι ὡς διὰ τὴν στέγην τοῦ οἴκου τοῖς ὑπερείσμασιν. ἵνα γὰρ τὰς ἐκ τοῦ περιέχοντος βλάβας ἐκκλίνωμεν, ἡ οἰκία, τὰ δὲ ὑπ’ αὐτὴν ὡς ὑπηρετοῦντά τε καὶ ἀνέχοντα, καὶ ἡ πρακτικὴ ἀρετή, ἵνα τὰ πάθη καταδαρθάνηται καὶ ὁ λόγος ἐξάντης ᾖ τῶν ἐξ αὐτῶν ἐνοχλήσεων καὶ τὰ οἰκεῖα ἐνεργῇ, μὴ παρά του ἐμποδιζόμενος. ἄλλως τε ἢ χείρους αἱ ἄλογοι δυνάμεις ἢ κρείττους τοῦ λόγου. ἀλλὰ τὸ μὲν κρείττους ταύτας εἰπεῖν, ἄτοπον καὶ ἄλογον. ἢ ἔσονται τῶν λογικῶν κρείττους τὰ ἄλογα κατ’ αὐτὰς τῶν λο- γικῶν ὑπάρχοντα δραστικώτερα. θυμοειδέστερα γὰρ τῶν ἀλόγων τὰ πλεῖστα καὶ ἐπιθυμητικώτερα. εἰ δὲ κρείττων ὁ λόγος, πῶς οὐκ ἔσται καὶ κρειττων ἡ τοῦ κρείττονος ἀρετὴ καὶ τελείωσις; ὧν γὰρ αἱ οὐσίαι ὑπέρκεινται, τᾶι, τούτων ἐξ ἀνάγκης καὶ αἰ τελειότητες ὑπερέχουσι. καὶ ἀνάπαλιν· ὧν αἱ τελειότητες τὸ ἔλαττον ἔχουσι, τούτων καὶ αἰ οὐσίαι ἠλάττωνται. καὶ πολλὰ ἄν τις ἐρεῖ ἐπὶ πλεῖον συστῆσαι βουλόμενος τὸ λεγόμενον, αὐ- τήν τε τῶν πραγμάτων τὴν φύσιν καὶ αὐτὴν τὴν ἐνέργειαν ἔχων συνήγορον. διὰ τοῦτο λοιπὸν ὁ Ἀριστοτέλης τοὺς περὶ τῶν πρακτικῶν λόγους παραδοὺς πρότερον καὶ ὥσπερ προκαταβαλὼν τὸν θεμέλιον ἐπὶ τὴν τῶν θεωρητικ· ῶν παράδοσιν μέτεισιν, ὡσανεὶ τὴν στέγην τῷ θεμελίῳ ἐπιτιθέμενος. καὶ ταῦτα μὲν οὕτως τὸν σκοπὸν τῶν ῥηθησομένων λόγων εἰρήκαμεν ἐξετάζοντες, ἀρξώμεθα δὲ ἤδη τῆς λέξεως μηδ’ ἐνταῦθα τῆς πρὸς. θεὸν ἀφεστηκότες ἐλπίδος, ὥστ’ ἐφικέσθαι τῆς διανοίας τῶν παρὰ τοῦ Ἀριστοτέους ῥηθησομένων. ἐπειδὴ τυγχάνομεν πρότερον εἰρηκότες ὅτι δεῖ τὸ μέσον αἱρεῖσθαι, μήτε τὴν ὑπερβολὴν μήτε τὴν ἔλλειψιν, τὸ δὲ μέσον ἐστὶν ὡς ὁ λόγος ὁ ὀρθὸς λέγει, τοῦτο διέλωμεν. Περὶ τῶν πρακτικῶν ἀρετῶν ἐν τοῖς πρὸ τούτου βιβλίοις λέγων ὁ Ἀριστοτέλης, μεσότητα εἶναι τούτων ἑκάστην ἐτίθετο. ἡ δὲ μεσότης συμἀρετὴν μετρία, ὥστε μήτε ὑπερβάλλειν μήτε ἐλλείπειν ἔν τε ταῖς πράξεσι καὶ τοῖς πάθεσι. περὶ ταῦτα γὰρ αἱ πρακτικαὶ ἀρεταὶ καταγίνονται τοῦ ὀρθοῦ λό- γου μετροῦντος ἕκαστα. ὀρθὸς δὲ λόγος ὁ ἀπλανὴς καὶ ἀδιάστροφος, περὶ οὗ νῦν βούλεται διδάξαι ἡμᾶς καὶ διαρθρῶσαι προσηκόντως τὴν περὶ τούτου ἔννοιαν. δοκεῖ γὰρ συγκεχύσθαι τὸ οὕτω λεγόμενον. τὰ μὲν οὖν πάθη θυμὸς καὶ ἐπιθυμί’, ὀρέξεις ἄμφω ἄλογοι, καθ’ ἃς ἡ ψυχὴ κινεῖται τῶν ὀρεκτῶν ἐφιεμένη τινός. ὁ μὲν θυμὸς κατὰ τὸ γαῦρον αὐτοῦ καὶ ἐπηρμένον, ὥστε ἢ δόξης τυχεῖν ἢ ἀμύνασθαι τὸν λυπήσαντα, ἡ δὲ ἐπιθυ- μία κατὰ τὸ λίχνον αὐτῆς, ὥστε ἢ ἡδέος ἐφικέσθαι τινὸς καὶ τερπνοῦ ταῖς αἰσθήσεσιν ἢ ἐν κτήσει γενέσθαι τινῶν, ἅπερ ἄνθρωποι κτᾶσθαι πεφύ- κασιν. ἐπεὶ δὲ ἄλογοι αἱ δυνάμεις αὗται, ἀλόγως καὶ πάσχουσιν, ἀλόγως καὶ ἐνεργοῦσιν ἀπὸ πάθους πρῶτον ἀρχόμεναι. δεῖ οὖν αὐταῖς μέτρου κατ’ ἄμφω, κατά τε τὸ πάσχειν κατά τε τὸ ἐνεργεῖν, ὃ αὐταὶ ἀφ’ ἑαυτῶν εὑρίσκειν οὐ δύνανται. ὁ δὲ ὀρθὸς λόγος προιστάμενος μετρεῖ αὐτὰς κατ’ ἀμφότερα, ἵνα καὶ συμμέτρως παθαίνωνται καὶ συμμέτρως τὰς πρά- ξεις καὶ ἐνεργείας ἐνδείκνυνται, καθὰ δὴ καὶ ταῖς ἀρεταῖς τὸ εἶναί ἐστι. λέγεται δὴ τὸ συμμέτρως πάσχειν καὶ συμμέτρως ἐνεργεῖν, ὅταν ἐν ἕξει τῆς τούτων συμμετρίας ὁ ἄνθρωπος γένηται. ἀλλ’ ἐπεὶ καὶ ἔτι σαφηνείας δεῖται τὸ προκείμενον πλείονος, μεταχειρισώμεθα καὶ ἄλλως τὰ εἰρημένα. τὸ λογιστικὸν καὶ τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν μέρη λεγόμενα τῆς ἀνθρωπίνης ψυχῆς, τὸ μὲν ὡς λογικῆς οὔσης αὐτῆς λέγεται, τὰ δὲ ὡς συνηρτη- μένην ἐχούσης ἑαυτῆς τὴν ἄλογον ζωὴν καὶ αἰσθητικήν. ὁ γὰρ θυμὸς καὶ ἡ ἐπιθυμία κοινὰ καὶ τοῖς ἀλόγοις ζῴοις, καὶ διὰ τοῦτο καὶ ἄλογα, ὁ δὲ λογισμὸς ἐπεὶ λογικόν, διὰ τοῦτο καὶ μόνῃ τῇ λογικῇ ψυχῇ πρόσεστι δύναμις ὢν ἐπιστατικὴ καὶ κριτικὴ τῶν ἀλόγων αὐτῆς μερῶν ἢ δυνάμεων· ὥστε οὐδὲ κοινὸν τοῦτο τοῖς ἀλόγοις ἐστίν. ὅταν οὖν λογιστικὸν καὶ θυμικὸν καὶ ἐπιθυμητικὸν λέγωμεν, κατὰ τὸ πεφυκέναι οὕτως αὐτὰ ὀνομάζομεν, καὶ ὀρεκτικαὶ λέγονται δυνάμεις τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν ἐν τῷ μήπω ὀργίζεσθαι ἀλλὰ πεφυκέναι κατὰ τοῦτο πάσχειν ἢ ἐνεργεῖν. ὅταν δὲ τὸ ὀρεκτικὸν ὑπὸ τοῦ ὀρεκτοῦ ὡς ἐφετοῦ κινηθῇ, τότε ἡ κίνησις ἡ μεταξὺ κινοῦντος καὶ κινουμένου, ἤτοι ὀρεκτοῦ καὶ ὀρεκτικοῦ, πάθος ἡ ἐνέρ- γεια λέγεται. τοῦτο δὲ δῆλον καὶ ἐκ τῶν ὁρισμῶν. θυμὸς γάρ ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως. ἀεὶ γὰρ αἷμα περὶ τὴν καρδίαν ἐστίν, ἐν ᾧ ἡ τοῦ θυμοῦσθαι δύναμις ἔγκειται, ἥτις καὶ θυμικὸν λέγεται. οὐ μὴν ἀεὶ ζέει οὔτ᾿ ἀεὶ ἀντιλυπῆσαι ὀρέγεται, ἀλλ’ ὅταν τὴν πρὸς τοῦτο πρόφασιν λήψηται. ὁμοίως καὶ ἡ ἐπιθυμία ὄρεξις οὖσα ἀπολαύσεως ἡδονῆς ἢ ἔφεσις τοῦ ἐνδέοντος ἢ πόθος τῆς καθ’ ἡδονὴν ἀπολαύσεως ἢ λύπη ἐπὶ τῷ μὴ κατ’ ἐξουσίαν ὄντι καταθυμίῳ, οὐκ ἀεὶ κατ’ ἐνέργειαν θεωρεῖται. οὔτε γὰρ ἀεὶ ἡδονῆς ἀπολαύειν τὸ ζῷον ὀρέγεται οὔτε λυπεῖσθαι ἀδιακόπως ἐπὶ ἀπουσίᾳ ἡδέος οὔτε τι τοιοῦτον πάσχει κατὰ συνέχειαν, ἀλλ’ ὅταν ἢ παρόντος τοῦ ἡδέος ἐν αἰσθήσει τῆς αὐτοῦ παρουσίας τὸ ζῷον γένηται ἢ ἐν τῇ φαντασίᾳ ἐκεῖνο ἀνατυπώσηται καὶ ὡς πρὸς τὸ παρὸν αὐτὸ κινηθῇ, ὥστε θυμικὸν μὲν καὶ ἐπιθυμητικὸν καὶ ἀπλῶς ὀρεκτὸν καὶ παθητικὸν κατὰ δύναμιν λέγεται, θυμὸς δὲ καὶ ἐπιθυμία καὶ πάθος ὅταν θυμῶται καὶ ἐπιθυμῇ καὶ ὀρέγηται καὶ πάσχῃ, καὶ εἰσὶ ταῦτα ὀνόματα σημαντικὰ τῶν παθῶν, καὶ πράξεις εἰσὶν αἱ κατὰ ταῦτα ἐνέργειαι, τοῦ λογισμοῦ ἐνεργοῦντος ἅμα τοῖς πάθεσι, καὶ ἢ κρατοῦντος αὐτῶν ἡ κρατουμένου ὑπ’ αὐτῶν. κρατοῦντος μὲν οὖν καὶ μετροῦντος ὡς δεῖ ὅ τε λόγος ὀρθὸς εἶναι λέγεται καὶ αἱ κατορθώσεις ἀποτελοῦνται. κρατουμένου δὲ καὶ κατασυρομένου ὅ τε λόγος διέστραπται καὶ αἱ ἁμαρτίαι τῶν δεόντων γίνονται. τοίνυν ὁ λογισμὸς τοῦ κρατοῦντος ἐν ἕξει γενόμενος τὰς ἀρετὰς κατορ- θοῖ καὶ τὸ μέτριον ἀεὶ καὶ τοῖς πάθεσιν ἐπιτίθησι καὶ ταῖς πράξεσι καὶ ἐν συμμετρίᾳ καὶ τὰ πάθη καὶ αἱ πράξεις εἰσὶν ὡς ἐν μέτρῳ γινόμενα. τὸ δὲ μέτρον αὐτοῖς ἡ τοῦ λογισμοῦ ἐπικράτεια καὶ ἐπιστασία δίδωσι. διὰ ταῦτα αἱ ἀρεταὶ περὶ πάθη καὶ πράξεις καταγίνεσθαι λέγονται, ὡς ἕξεις οὖσαι τοῦ τε λογισμοῦ, ὃς καὶ νοῦς πρακτικὸς ὀνομάζεται, καὶ αὐτῶν τῶν παθητικῶν λεγομένων δυνάμεων, θυμοῦ λέγω καὶ ἐπιθυμητικοῦ, τοῦ μὲν ἐπικρατεῖν συνηθίσαντος τῶν ἀλόγων ὁρμῶν καὶ ὀρέξεων διὰ πολλῆς προσοχῆς καὶ τριβῆς καὶ πρὸς τὰ πάθη ἐνστάσεως καὶ κατὰ τὸν συνεθισμὸν τοῦτον τὸ προσῆκον μέτρον αὐτοῖς παρέχοντος, τῶν δὲ ἐπικρατεῖσθαι καὶ ὑπείκειν τῷ κρείττονι. τούτων οὕτω διττῶς διωρισμένων, ἐξ ἀμφοῖν τῶν μεταχειρίσεων εἴη ἄν οἶμαι σαφές, περὶ πάθη καὶ πράξεις αἱ ἀρεταὶ καταγίνεσθαι λέγονται. ἀλλ’ ἐπανέλθωμεν ἤδη πρὸς τὴν προτεθεῖσαν ῥῆσιν τοῦ Ἀριστοτέλους. φησὶ τοιγαροῦν, ὅτι πρότερον μὲν εἰρήκαμεν ἐν μεσότητι πράξεων καὶ παθῶν τὰς ἀρετὰς θεωρεῖσθαι. πάθη δέ εἰσιν αἱ κατὰ τὸ θυμικὸν καὶ ἐπιθυμη- τικὸν τῆς ψυχῆς ὀρέξεις καὶ ὁρμαὶ καὶ πράξεις αἱ ἀπὸ τούτων κατὰ προ- αίρεσιν προιοῦσαι ἐνέργειαι, τοῦ μὲν θυμικοῦ πρὸς ἄμυναν κινουμένου, τοῦ δ’ ἐπιθυμητικοῦ πρὸς ἀπόλαυσιν, ὧν δεῖ τὰς κινήσεις συμμέτερως ἔχειν εἰ μέλλοιτο κατορθοῦσθαι ἡ ἀρετή. ἡ δὲ συμμετρία μεταξὺ μετροῦντος καὶ μετρουμένου ἐστί. τὸ μὲν οὖν μετροῦν ὁ λόγος ἐστὶ τῆς ψυχῆς, ὃς καὶ λογικὸν καὶ λογισμὸς καὶ νοῦς πρακτικὸς ὀνομάζεται. λογισμὸς μέν, ὅτι λογίζει ἤγουν λογικὰ ποιεῖ, κατὰ μέθεξιν ἑαυτοῦ τὰ ἄλογα μέρη τῆς 35 ψυχῆς τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν πεφυκότα ἐν τῷ ἀνθρώπῳ ἐπιπειθῆ λόγῳ γίνεσθαι, καὶ ὅτι κρίνει καὶ ἐξετάζει πῶς χρηστέον ταῖς ὁρμαῖς τῶν παθητικῶν τούτων δυνάμεων, πρακτικὸς δὲ νοῦς ὅτι λογικὴ οὖσα καὶ νοερὰ δύναμις, ὅταν τὰς παθητικὰς δυνάμεις μεταχερίζηται, τότε τὰς πράξεις ἀποτελεῖ. πράξεις δέ εἰσιν αἱ κατὰ προαίρεσιν τοῦ λόγου ἐνέργειαι. τὸ δὲ μετρούμενον ἡ τῶν παθῶν ἐστι κίνησις καὶ ἐνέργεια. δεῖ οὖν τὸν λόγον ἔχειν ὀρθῶς, ἵν ὀρθῶς μετρῶν καὶ τῇ ἑαυτοῦ εὐθύτητι τὰ πάθη καὶ τὰς 80v πράξεις παρατιθεὶς τὸ μέσον εὑρίσκῃ καὶ σύμμετρον καὶ τὸ ἀγαθὸν κατορθοῖ, ἐκκλίνων τὰ ἐφ’. ἑκάτερα, ἤτοι τὴν ὑπερβολὴν καὶ τὴν ἔλλειψιν. πῶς δ’ ἄν ὀρθῶς ἕξει ὁ λόγος ἐν τῷ ἀνθρώπῳ, ὥστε μέτρον γίνεσθαι τοῖς πάθεσι καὶ τῖς πράξεσιν, ἢ πρῶτον μὲν ἔφεσιν λαβόντι τοὐ ἀγαθοῦ καὶ βδελυξαμένῳ μὲν τὰς ἀμετρίας τῶν παθητικῶν ὁρμῶν καὶ ὀρέξεων, ποθήσαντι δὲ τὸ μετρίως καὶ ὡς δεῖ ἐνεργεῖν κατ’ αὐτὰ πειθηνίως πρὸς τὸν λόγον καὶ ὑπεικτικῶς ἔχοντα. ἔπειτα δὲ πολλὰ παθόντι καὶ πολλὰ μογήσαντι καὶ προσχόντι φιλοπόνως τοῖς κατὰ τὸν βίον πράγμασι καὶ διὰ πολυπειρίας μαθόντι ποῦ καὶ πότε καὶ πῶς αἱ ἀποπτώσεις καὶ κατορθώσεις ἐν τοῖς πάθεσι καὶ ταῖς πράξεσι γίνονται. οὕτω γὰρ ἐν φρονήσει γενόμενος ὀρθόν τε ἕξει τὸν λόγον καὶ ἕκαστα παραμετροῦντα ὀρθῶς, ὡς μήτε τὴν ὑπερβολὴν αὐτὸν λανθάνειν μήτε τὴν ἔλλειψιν, ἃ φεύγων ἑκατέρᾳ περὶ τὸ μέσον καὶ σύμμετρον ἵσταται ἀμεταθέτως τούτου ἐχόμενος. τὸ δὲ τοῦτο διέλωμεν διχῶς ἔστιν ἐκλαβεῖν. ἢ γὰρ πῶς ὁ ὀρθὸς λέγεται καὶ διορί- ζεται, ἢ αὐτὸν τὸν ὀρθὸν λόγον λέγει. τὸ γὰρ ὁ ὀρθὸς λόγος· καὶ ἔστιν ὁ ὀρθὸς λόγος καὶ ἐν πράξεσι καὶ θεωρήμασιν· ἐκεῖ μέν, ἤγουν ἐν ταῖς πράξεσι, τὸ ἀγαθὸν ἀνευρίσκων καὶ περαίνων τὸ αἱρετὸν εἶναι αὐτόν τοῦτο δέ ἐστι τὸ μέσον καὶ σύμμετρον), ἐκεῖ δὲ συνάγων τἀληθὲς καὶ ἐν ἑαυτῷ ἔχων αὐτὸ καὶ ἑτέροις παραδιδούς. ἡ τὸ διέλωμεν ἀντὶ τοῦ λεπτομερῶς διαιρήσομεν. ἃ γὰρ προλαβὼν περὶ τοὐ ὀρθοῦ λόγου εἴρηκε, παχυμερῶς λέλεκται καὶ συγκεχυμένως, νῦν δὲ διαιρήσει τὸν ἐν ψυχῇ λόγον εἰς τὸ λογιστικὸν καὶ θεωρητικόν, καὶ τοῦτο αὖθις εἰς τὰ ὑπ’ αὐτὰ εἴδη, καὶ οἰκείαν ἑκάστῳ ποιήσει τὴν περὶ ἑκάστου διδασκαλίαν. Ἐν ἁπάσαις γὰρ ταῖς εἰρημέναις ἕξεσιν ὡς καὶ ἐπὶ τῶν ἄλλων ἔστι τις σκοπὸς πρὸς ὃν ἀποβλέπων ὁ τὸν λόγον ἔχων ἐπιτείνει τε καὶ ἀνίησι, καί τις ὅρος ἐστὶ τῶν μεσοτήτων, ἃς μεταξύ φαμεν εἶναι τῆς ὑπερβολῆς καὶ τῆς ἐλλείψεως οὔσας κατὰ τὸν ὀρθὸν λόγον. Εἰρημένας ἕξεις φησὶ περὶ ὧν ἤδη ἐδίδαξεν· αὗται δ’ εἰσὶν αἰ πρα- κτικαὶ ἀρεταί, αἵ τε γενικαὶ ὀνομαζόμεναι τέσσαρες καὶ αἱ ὑπ’ αὐτὰς ὡς εἴδη ἀναφερόμεναι. λέγει τοίνυν ὅτι ἐν πάσαις ταύταις σκοπός ἐστί τις, ὅτε τις κατ’ αὐτὰς ἐνεργεῖ· οὗτος δ’ ἐστὶν ὁ λόγον ἔχων, οὗτος δ’ ἐστὶν ὁ ἄνθρωπος, ὃς λογικὸς |ὢν καὶ ὡς μέτρῳ τινὶ τῷ λόγῳ ἐν ταῖς πράξεσι χρώμενος. ἐπιτείνει μὲν ὅταν ἐλλιπῶς ἔχῃ τοῦ δέοντος ἡ ἐκ τοῦ πάθους προβαίνουσα κίνησις, ἀνίησι δὲ ὅταν ὑπερβάλλῃ, οἷον εἰ ἀμύνασθαι δέοι τὸν ἡμαρτηκότα, σκοπὸν ἔχει κατὰ τὸ σύμμετρον θέσθαι τὴν ἄμυναν. οὐκοῦν ἀκολουθήσει τῇ ὁρμῇ τοῦ θυμοῦ, ἀλλ’ ἐλαττώσει μὲν αὐτήν, εἰ πλέον τοῦ δέοντος διεγείροιτο, αὐξήσει δ’ αὖθις εἰ χαυνότερον ἢ δ· εῖ ἐρε- θίζοιτο, καὶ οὕτως ἑκατέρωθεν ἐκκλίνων τὴν ὑπερβολὴν καὶ τὴν ἔλλειψιν ἐν τῷ μέσῳ στήσεται, καὶ προσήκουσαν τὴν παιδείαν <ἂν> ἐπενέγκῃ τῷ ἁμαρτήσαντι. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῆς ἐπιθυμίας ἄν γένοιτο, οἷον εἴ τις τροφῆς ὀρέγοιτο εἴτε πόσεως οὔτε ἐνδώσειεν ἄν ἀπλῶς ἠθικὸς ἀνὴρ καὶ κατὰ τὸν ὀρθὸν λόγον ἐνεργῶν τῇ τῆς ἐπιθυμίας ὁρμῇ, οὔτε μὴν ὡς ἔτυχεν ἀναχαιτίσει αὐτὴν ἀλλὰ τῷ τοῦ λόγου μέτρῳ χρησάμενος ἐν τῷ μέσῳ στήσει τὴν ὄρεξιν καὶ βρώσεται μὲν ὅτε δεῖ καὶ ὅπου δεῖ καὶ ἐφ’ ὅσον δεῖ καὶ ὅπως δεῖ καὶ ὃ δεῖ καὶ ὅσα ἕτερα παρατηρεῖσθαι ἐν τούτοις πεφύκασιν ἄνθρωποι. ἐν τούτοις δὲ καὶ νόμοι προίστανται καὶ ἔθη ἐθνῶν τε καὶ πόλεων. ὡς μέτρα καὶ αὐτὰ τεθειμένα τῶν παθῶν καὶ τῶν πράξεων. τὸ δὲ καθάπερ καὶ ἐπὶ τῶν ἄλλων εἴρηται, ὅτι οὐ μόνον τῶν κατὰ τὰς ἀρετὰς ἕξεων τὰς ὑπερβολὰς καὶ ἐλλείψεις ἐκκλίνομεν κατορθοῦν βου- λόμενοι τὸ ἁρμόδιον, ἀλλὰ καὶ ἐπὶ τῶν τεχνῶν καὶ ἐπιστημῶν. οἰκοδόμος τε γὰρ καὶ τέκτων καὶ ἀνδριαντοποιὸς σπουδάσει πανταχοῦ τὸ σύμμετρον τηρῆσαι ἔν τε πλήθει καὶ μεγέθει καὶ ἄλλοις ὅσοις ἐνδέχεται ἢ τὴν φύσιν μιμούμενος ἢ πρὸς τὴν χρῆσιν ἀφορῶν τοῦ κατασκευάσματος. οὐδὲν δὲ ἧττον καὶ ταῖς ἐπιστήμαις τηρεῖται τὸ σύμμετρον. μουσικὸς γὰρ ἀνὴρ καθ’ ἕκαστον τρόπον τὸ ἁρμόδιον αὐτῷ σπουδάσει κατὰ τὸ μέτρον, ἄλλο μὲν ἐπὶ τοῦ Δωρίου εἰ τύχοι τρόπου, ἄλλο δ’ ἐπὶ τοῦ Φρυγίου καὶ ἄλλο ἐπὶ τοῦ Λυδίου, κἀπὶ τῶν ἄλλων ὡσαύτως, ὡς ἐπὶ τοῦδε μὲν τήν. ’δε ἀνιέναι τὴν χορδήν, τήν δ’ ἐπιτείνειν, ἐπὶ τούτῳ δ’ ἄλλην, ὅπως πλητ- τόμεναι οἰκείως τῷ τρόπῳ τὸ μέλος καὶ τὴν ᾠδὴν ἀπαρτίζωσιν, ἀποτελουμένων μένων ἁρμοδίως τῶν ἀπηχήσεων κατὰ ὀξύτητα καὶ βαρύτητα. ἀλλὰ καὶ εἰ σύμμετρον ἐρεῖς ἐπὶ τῶν ἐπιστημῶν τὸ ἀψευδές τε καὶ ἀληθές, οὐδὲ τοῦτο ἀνοίκειον. ταῖς γὰρ ἐπιστήμαις οὐδὲν ἁρμοδιώτερον οὐδὲ σκοπιμώτερον ὡς τὸ εἰδέναι τὸ ἀληθὲς διὰ μέσης τῆς αἰτίας τοῦ πράγματος. τριῶν δὲ λαμβανομένων καθ’ ἃ αἱ ἐνέργειαι τῶν ψυχικῶν δυνάμεων, ὑπερβολῆς καὶ ἐλλείψεως καὶ τῆς μεταξὺ τούτων μεσότητος, τὰς μεσότητας ἔφη μόνον κατὰ τὸν ὀρθὸν εἶναι λόγον. αἱ γὰρ ἀκρότητες κἄν ὑπ’ αὐτοῦ καὶ αὐταὶ κρίνωνται, ἀλλ’ ὡς γνωστὰ μόνον αὐτοῦ οὖσαι κρίνονται, οὐ μὴν οὐδ’ ὡς αἱρετά, ἐπεὶ καὶ παρ’ αὐτόν εἰσι καὶ ἔξω αὐτοῦ, ὡς καὶ πᾶν ἔξω τοῦ μέ- τρου τὸ ἄμετρον. Ἔστι δὲ τὸ μὲν εἰπεῖν οὕτως ἀληθές, οὐδὲν δὲ σαφές. καὶ γὰρ καὶ ἐν τῖς ἄλλαις ἐπιμελείαις, περὶ ὅσας ἐστὶν ἐπιστήμη, τοῦτο ἀληθὲς εἰπεῖν, ὅτι οὔτε πλείω οὔτε ἐλάττω δεῖ πονεῖν οὐδὲ ῥᾳθυμεῖν, ἀλλὰ τὰ μέσα καὶ ὡς ὁ ὀρθὸς λόγος. τοῦτο δὲ μόνον ἔχων ἄν τις οὐθὲν ἄν εἰδείη πλέον, οἷον ποῖ δεῖ πρὸς τὸ σῶμα, εἴ τις εἴποι ὅτι ὅσα ἡ ἰατρικὴ κελεύει καὶ ὡς ὁ ταύτην ἔχων. Επειδὴ εἶπε, τί ὁ ὀρθὸς λόγος ἐστίν, ὃν ἔχων ὁ ἄνθρωπος καὶ χρώμενος αὐτῷ τὰς ἐνεργείας μετρεῖ καὶ τὰς ὁρμὰς τῶν παθῶν καὶ τὸ μέσον εὑρίσκει καὶ αὐτὸ κατορθοῖ τὰς ἑκατέρωθεν ὑπερβολὰς καὶ ἐλλείψεις ἀπο- πεμπόμενος καὶ οὕτως ἑαυτῷ περιποιεῖται τὰς κατὰ τὰς ἀρετὰς ἕξεις, ἦν δὲ συγκεχυμένον τὸ οὕτω λεγόμενον καὶ οὔπω δῆλον ἦν τίς τε ὁ ὀρθὸς λόγος καὶ ὅπως χρηστέον ὡς μέτρῳ αὐτῷ, ἵνα κατὰ σκοπὸν ἐνεργοῦντες τὸ μέσον εὑρίσκωμεν, ἔδει δὲ διελεῖν καὶ τὸ ῥηθὲν ποιῆσαι σαφέστερον διὰ τοῦτό φησιν ὅτι τὸ οὕτως εἰπεῖν, ὡς εἴπομεν, ἀληθὲς μέν, οὐχὶ δὲ καὶ σαφές, διότι καὶ ταῖς ἄλλαις σπουδαῖς, περὶ ὅσας λόγος τις τεχνικὸς ἢ ἐπιστημοντικός ἐστιν, ἀληθὲς τὸ οὕτως εἰπεῖν, ὥστε μηδὲ εἶναι πονεῖν ἢ ἀνίεσθαι τοῦ συμμέτρου ἐλάττονα ἢ πλείονα, ἀλλ’ ἀρχομένους τῆς ἐνεργείας ἥκειν μέχρι τοῦ μέσου μηδὲν ἐλλείποντας, περαιτέρω δὲ προστιθέναι μηδέν, καὶ ἐπεὶ κοινὸν τοῦτο πάσαις ταῖς ἐπιμελείαις καὶ ταῖς σπουδαῖς, ταῖς τε κατὰ πρᾶξιν ταῖς τε κατὰ μόνην διάνοιαν, συγκέχυται διὰ τὴν κοινότητα καὶ ἀσαφές ἐστι πρὸς ἑκάστην σπουδὴν διὰ τὸ μηδεμιᾶς ἴδιον θεωρεῖσθαι μέ- σον καὶ σύμμετρον ἐκ μόνου τοῦ λέγειν οὑτωσί, ὥστε δεῖ τοῦτον τὸν λό- γον ὁλοσχερῶς ἔχοντας εἰδέναι, διελόντας καὶ καθ’ ἑκάστην ἐπιμέλειαν τί τὸ ἴδιον αυτης ἐστι μέτρον καὶ σύμμετρον, καὶ τοῦτο σκοπὸν ἔχοντας, πρὸς αὐτὸ τὴν σπουδὴν καταβάλλεσθαι. διότι δὲ πολλὰ τὰ πάθη καὶ πολλαὶ αἰ νόσοι αἱ τοῖς ἀνθρώποις συμβαίνουσαι, αἱ μὲν τὰ σώματα παρὰ φύσιν διατιθέμεναι, αἱ δὲ καὶ αὐτῶν τῶν ψυχῶν ἐφαπτόμεναι, ὡς καὶ τὰς δυνάμεις αὐτῶν ἐνίοτε βλάπτεσθαι, καὶ αὗται ἐναργεῖς καὶ δῆλαι καὶ αὐταῖς ταῖς αἰσθήσεσι, τοῦτο ἐκ τῆς ἰατρικῆς εἰσάγει τὸ παράδειγμα σαφὲς ποιῶν τὸ λεγόμενον, ὅτι οὐκ ἔστιν ἱκανὸν τὸ κοινῶς ποιεῖσθαι τὰς παραδόσεις, ἀναγκαῖον δὲ καὶ κατ’ εἶδος καταμερίζειν καθ’ ἑκάστην ἐπιμέλειαν τὰ λεγόμενα, ἵν’ οὕτως ὁ λόγος σαφέστερος γίνοιτο ἑκάστῃ ἐφ’ ἁρμοζόμενος. ὃ καὶ αὐτὸς ποιήσει ἐνταῦθα περὶ τῶν πρακτικῶν ἀρετῶν τὸν ὀρθὸν λόγον καὶ τὸ μέσον παραδιδούς. ἐπιμέλειαν δὲ ὀνομάζει τὴν οἱονεὶ θεραπείαν καὶ περιποίησιν καὶ εἰς τὴν κατὰ φύσιν ἀγωγὴν παντὸς πράγματος, ἀκολούθως τῷ κατὰ τὴν ἰατρικὴν παραδείγματι τὸ ὄνομα θέμενος. εἰ γάρ τις ἐρομένου τινός, ποῖα δεῖ πρὸς τὸ σῶμα προφέρεσθαι ὥστε ἢ παροῦσαν τὴν ὑγίειαν συντηρεῖν ἑαυτῷ ἢ ἀπογινομένην ἀνακαλεῖσθαι, εἴπῃ ὁ ἀποκρινόμε- νος, ὅτι ἐκεῖνα ὅσα ἡ ἰατρικὴ κελεύει καὶ οὕτως ὡς κελεύει ὁ ἰατρὸς ὁ ταύτην ἔχων τὴν τέχνην, οἷον εἴτε δεόντως παραμιγνύντας αὐτὰ εἴτε ὥραν καὶ χώραν καὶ ἡλικίαν καὶ νόσον σκοποῦντας εἴτε τινὰ πρατηρήματα ἕτερα, οὐκ ἀρκεῖ οὗτος ὁ λόγος εἰς ὑγίειαν τοῖς σώμασι διὰ τὸ κοινὸς εἶναι πᾶσι καὶ ἀδιάκριτος. πολυειδεῖς γὰρ αἱ ἐπιμέλειαι καὶ τῶν ὑποκειμένων περὶ ἃ ἑκά- στῆν αὐτῶν δεῖ ἐνδείκνυσθαι, πολλὴ καὶ πολυσχιδὴς ἡ διαφορὰ καὶ ἄλλα καὶ ἄλλα ἐφ’ ἑκάστης ἐστὶ καὶ ἐφ’ ἑκάστου τὰ ὠφέλιμα καὶ πρὸς τὴν τοῦ ἀγαθοῦ καὶ τοῦ κατὰ φύσιν κατόρθωσιν συμβαλλόμενα καὶ δεῖ τῆς ἁρμοττούσης ἐπιμελείας ἰδίᾳ καθ’ ἕκαστα. Διὸ δεῖ καὶ περὶ τὰς τῆς ψυχῆς ἕξεις μὴ μόνον ἀλη- θὼς εἶναι τοῦτ’ εἰρημένον, ἀλλὰ καὶ τὸ δι’ ωρισμέν. ν τίς τέ ἐστιν ὁ ὀρθὸς λόγος καὶ τούτου τίς ὅρος. Εἰ καὶ ἀληθές φησι τὸ οὕτω λεγόμενον καθόλου, ἀλλ’ ὥσπερ ἐπὶ τοῦ κατὰ τὴν ἰατρικὴν παραδείγματος οὐκ ἀρκεῖ πρὸς τὸ ἰατρικῶς ἐνεργεῖν τὸ τὸ εἰρημένον εἰδέναι καθόλου, οὕτως οὐδὲ ἐπὶ τῶν ψυχικῶν ἕξεων οὐ δεῖ μόνον εἰδέναι ὅτι ἀληθὲς τὸ εἰρημένον ἐστίν, ἤγουν ὅτι οὔτε ἐλάττω δεῖ πονεῖν οὔτε ῥαθυμεῖν, τουτέστιν ἀνίεσθαι, ἀλλὰ τὰ μέσα καὶ ὡς ὁ l’> ὀρθός, ἀλλ’ ἀναγκαῖον διορίσασθαι τόν τε ὀρθὸν λόγον τίς ἐστιν ἀποδι- δόντας, καὶ τίς ὁ ὅρος αὐτοῦ. τοῦτο δὲ διχῶς ἔστι νοῆσαι· ἢ γὰρ ὡς ἐκ παραλλήλου ὂν τὸ αὐτὸ ὡς ταὐτὸν ὑπάρχον εἰδέναι τίς τε ὁ ὀρθὸς λό- γος καὶ τίς ὁ ὁρισμὸς τοῦ ὀρθοῦ λόγου, ἢ τὸ μὲν πρότερον περὶ τοῦ ὀρθοῦ λόγου καὶ τοὐ ὁρισμοῦ αὐτοῦ, τὸ δὲ δεύτερον περὶ τοῦ μέσου, ὃς σκοπός ἐστιν ὑπὸ τοῦ ὀρθοῦ λόγου καταλαμβανόμενός τε καὶ ὁριζόμενος. ’καὶ ἴσως τοῦτ’ ἂν δός́ειεν ἁρμοδιώτερον. δεῖ γὰρ καὶ τὸν ὀρθὸν λόγον εἰδέναι καὶ τὸ μέσον τί ἐστιν ἑκάτερον ἐπὶ τῶν κατὰ ψυχὴν ἕξεων. ἀλλὰ καὶ ὅρος τίς ἐστιν ὁ σκοπὸς τοῦ πρὸς αὐτὸν ἀφορῶντος ὡς περιορίζων τε καὶ ἱστῶν μέχρις ἑαυτοῦ τὴν ἐκείνου ὁρμήν. Tὰς- δὴ τῆς ψυχῆς ἀρετὰς διείλομεν καὶ τὰς μὲν τοῦ ἤθους ἔφαμεν, τὰς δὲ τῆς διανοίας. περὶ μὲν οὖν τῶν ἠθικῶν διεληλὔθαμεν ,περὶ δἑ τῶν λοιπῶν ,περὶ ψυχῆς πρῶτον εἴ πὁντες, λέγομεν οὕτως. Πρὶν ἡ τὴν προκειμένην ῥῆσιν ἐξηγήσασθαι τοῦ Ἀριστοτέλους ἀνα- γκαῖον εἰπεῖν τι περὶ τῆς τοῦ λόγου διαθέσεως, ἣν ἐν τῷ Ζ τῶν Νικομαχείων χείων Ἠθικῶν ὁ φιλόσοφος ἐξειργάσατο. προέθετο μὲν γὰρ ἐν αὐτῷ περὶ τῶν διανοητικῶν ἀρετῶν διδάξαι, ἱκανῶς ἡμῖν ἐν τοῖς πρὸ τούτου βιβλίοις περὶ τῶν πρακτικῶν παραδούς, ὡς ἄν εἴη αὐτῷ ἐντελὴς ἡ περὶ ἀρετῶν πραγματεία, μηδενὸς λειπομένη τῶν ἀνηκόντων αὐτῷ. ἀλλ’ ἐπεὶ περὶ τῶν πρακτικῶν ἀρετῶν λέγων πρὸ τούτου, τοῦ ὀρθοῦ λόγου πολλάκις ἐμνημό- νευσεν, ὡς κατ’ αὐτὸν καὶ ὑπ’ αὐτοῦ κατορθουμένων τῶν πράξεων (οὐκ ἦν δὲ αὐτόθεν γνώριμον, τίς τε ὁ ὀρθὸς λόγος ἐστὶ παὶ πῶς κατ’ αὐτὸν αἱ πράξεις εὐθύνονται καὶ ὑπ’ αὐτοῦ κατορθοῦνται καὶ πῶς ταῖς τῶν ἀνθρώπων ψυχαῖς ὁδὶ περιγίνεσθαι πέφυκεν), ἀναγκαίως ὁ περὶ τούτου λόγος ἐπηκολούθησε. διὰ τοῦτο καὶ περὶ τῆς φρονήσεως διδάξαι προέθετο, ἥτις ὁ ὀρθὸς λόγος ἐστίν. ἐπεὶ δὲ διανοητική ἐστιν ἡ φρόνησις ἀρετὴ καὶ ὁμογενεῖς ἑαυτῇ ἔχει καὶ ἑτέρας τῆς ψυχῆς ἕξεις, ἀκολούθως διδάσκει καὶ περὶ τούτων. αὗται δέ εἰσι τέσσαρες, ἵν’ οὕτως ἐροῦμεν ὁλοσχερέστερον, τέχνη ἐπιστήμη σοφία νοῦς. πρῶτον μὲν περὶ τοῦ ὀρθοῦ παραδί- δωσι λόγου καὶ τῆς φρονήσεως, ἐπεὶ καὶ πολλάκις περὶ αὐτῆς ἐμνημό- νευσεν, ἐν οἷς περὶ τῶν πρακτικῶν ἀρετῶν διελάμβανεν, ὀρθόν τε λόγον κατονομάζων αὐτὴν καὶ φρόνιμον ἄνδρα τὸν κατ’ αὐτὸν ἐνεργοῦντα καὶ πράττοντα. ἵν’ οὖν τά τε λεγόμενα συνεχῆ ὑπάρχῃ καὶ πρὸς ἄλληλα καὶ μὴ ἐπὶ πλεῖον ὦμεν ἀνεννόητοι τοὐ ὀρθοῦ λόγου, οὗ πολλάκις πρότερον ἐμνημόνευσε, διδάσκει πρῶτον περὶ αὐτοῦ καὶ οὕτως ἐφεξῆς περὶ τῶν λοι- πῶν διανοητικῶν ἕξεων τῇ προσηκούσῃ τάξει ἐν πάσαις χρώμενος· ἄλλως τε ἐπεὶ καὶ ἡ φρόνησις μεταξὺ διανοητικῶν καὶ πρακτικῶν ἕξεων, καὶ τῇ μὲν λογισμὸς καὶ λογιστικὸν ὀνομάζεται, πῇ δὲ νοῦς πρακτικός, ἐκεῖνο μὲν ὅτι ἐν διανοίᾳ καὶ ἐκ διανοίας ἐστί, τοῦτο δὲ ὅτι περὶ τὰ πρακτὰ κατα- γίνεται καὶ περὶ τῶν ἀρετῶν συλλογίζεται, ἔδει καὶ μέσην ταχθῆναι τὴν περὶ ταύτης διδασκαλίαν τῶν θεωρητικῶν καὶ πρακτικῶν ἕξεων. καὶ ταῦτα μὲν περὶ τῆς διαθέσεως ᾗ Ἀριστοτέλης ἐχρήσατο, μεταβαίνων ἀπὸ τῶν πρακτικῶν ἐπὶ τὰς διανοητικὰς ἀρετάς. ἐπανέλθωμεν δὲ πρὸς τὴν λέξιν καὶ ἐροῦμεν περὶ αὐτῆς θεοῦ διδόντος τὰ προσήκοντα. βουλόμενος τοίνυν ἑαυτὸν ἐμβαλεῖν εἰς τὴν περὶ τοῦ ὀρθοῦ λόγου διδασκαλίαν Ἀριστο- τέλης καὶ τῇ διαιρετικῇ χρήσασθαι μεθόδῳ, πρὸς τὸ εὑρεῖν τίς οὗτός ἐστιν, ἀνατρέχει πάλιν ἐπὶ τὰ πρότερον εἰρημένα ἐν τῷ Β ταύτης τῆς πραγματείας, ἔνθα διῄρει τὰς ἀρετὰς τῆς ψυχῆς εἰς τὰς ἠθικὰς καὶ διανοητικάς. καὶ τὰς μὲν ἠθικὰς παραιτεῖται νὺν ὡς ἱκανῶς περὶ αὐτῶν εἰρηκώς, προ- τίθεται δὲ περὶ τῶν ὑπολοίπων διδάξαι, λέγω δὴ τῶν διανοητικῶν· αἷς καὶ τὴν φρόνησιν συντάττει, διότι λόγος τίς ἐστι καὶ αὐτὴ καὶ διάνοια περὶ τῶν πρακτέων συλλογιζομένη καὶ τό τε |ἀληθῶς αἱρετὸν ἀνευρίσκουσα καὶ τὸν τρόπον, δι’ οὗ καταλαμβάνεσθαι πέφυκεν. ἐπεὶ δὲ καὶ περὶ ψυχῆς εἶπεν ἐν τῷ Β ὅσα ἦν ἱκανὰ τοῖς περὶ <τῶν> ἀρετῶν αὐτῆς ζουσιν, ἀναμιμνήσκει νῦν ἡμᾶς ἐν συντόμῳ καὶ περὶ ἐκείνων. ἐκεῖ μὲν· οὖν διῄρει τὴν ψυχὴν εἰς τὸ λόγον ἔχον καὶ τὸ ἄλογον, ἐνταῦθα δὲ τὸ ἄλογον καταλείπει ὡς περὶ αὐτοῦ καὶ τῶν κατ’ αὐτὸ ἀρετῶν ἤδη εἰρηκώς, ὑποδιαίρεσιν δὲ τοῦ λόγου ἔχοντος ποιεῖ καὶ φησί· Πρότερον μὲν οὖν ἐλέχθη δύο μέρη εἶναι τῆς ψυχῆς, τὸ λόγον ἔχον καὶ τὸ ἄλογον· νῦν δὲ περὶ τοῦ λόγον ἔχοντος τὸν αὐτὸν τρόπον διαιρετέον, καὶ ὑποκείσθω δύο τὰ λόγον ἔχοντα, ἓν μὲν ᾧ θεωροῦμεν τὰ τοιαῦτα τῶν ὄντων, ὧν αἱ ἀρχαὶ μὴ ἐνδέχονται ἄλλως ἔχειν, ἓν δὲ ᾧ τὰ ἐνδεχόμενα. Καὶ ἐν τοῖς προτέροις βιβλίοις εἴρηκεν ὁ φιλόσοφος, διττῶς λαμβά- νεσθαι καὶ ἐν τῷ ἀνθρώπῳ τὸ λογικόν, τὸ μὲν ὡς λόγον ἔχον καὶ χρώμενον, μένον, τὸ δ’ ὡς λόγῳ ἐπιπειθές, ἅτε μὴ ἔχον αὐτὸ λόγον οἰκεῖον καὶ διὰ τοῦτο οὐδὲ χρῆσθαι λόγῳ δυνάμενον (πῶς γὰρ τὸ χεῖρον τῷ κρείττονι χρήσεται;) ἀλλ’ ὑπεῖκον ὡς χεῖρον τῷ κρείττονι καὶ πειθόμενον καὶ διὰ τοῦτο οὐ λογικόν, τὸ μὲν κατὰ θάτερον τῶν τρόπων, τὸ δὲ κατὰ θάτερον. πρότερον μὲν οὖν περὶ τοῦ τῷ λόγῳ ἐπιπειθοῦς καὶ τῶν μετ’ αὐτοῦ κα- τορθουμένων ἀρετῶν ὑπὸ τοῦ λόγου ἐδίδαξε, πείθοντος αὐτῷ καὶ εἰς τὸ ἀγαθὸν καὶ λυσιτελὲς καὶ ὠφέλιμον ἄγοντος, νῦν δὲ τὸ λόγον ἔχον ὑποδιαρεῖ διαιρεῖ τῆς ψυχῆς καὶ δύο λαμβάνει εἴδη, ἤτοι μέρη αὐτοῦ. καὶ τούτου λέγει διαφορὰς εἶναι διαιρετικὰς κατὰ τὰ ὑποκείμενα, περὶ ἃ ἰδίᾳ μὲν θάτερον, ἰδίᾳ δὲ θάτερον τῶν μερῶν καταγίνεται. ἐπεὶ γὰρ τῶν πραγμάτων τὰ μὲν ἀναγκαῖα, τὰ δ’ ἐνδεχόμενα, τὸ μὲν εἶναί φησι τῶν εἰδῶν ἢ μερῶν περὶ τὰ ἀναγκαῖα, τὸ δὲ περὶ τὰ ἐνδεχόμενα. ὡς γὰρ ἐπὶ τῆς τοῦ ζῴου διαιρέσεως κατὰ διαφόρους τρόπους λαμβάνοντες τὰς διαφορὰς ἔστιν οὗ καὶ κατὰ τὰς κατὰ τόπους διατριβὰς διαιροῦμεν εἰς τὰ εἴδη αὐτῶν, τὰ μὲν τῶν ζῴων χερσαῖα λέγοντες, τὰ δ’ ἔνυδρα, οὕτω καὶ· ἐπὶ τῶν δυνάμεων, ἤτοι μερῶν τῆς ψυχῆς οὐκ ἀνοίκειον ποιεῖσθαι διαίρεσιν ἀπὸ γένους εἰς εἴδη ἢ ἀπὸ ὁλικωτέρου εἰς μερικώτερον κατὰ τὰ ὑποκείμενα, περὶ ἃ ἐνεργοῦσι καὶ περὶ ἃ καταγίνονται. οἷον γάρ τινες τοπικαί εἰσι διατριβαὶ τὰ ὑποκείμενα ταῖς δυνάμεσι, περὶ ἃ τὰς οἰκείας ἐνεργείας ἐνδείκνυνται. ἐπεὶ δὲ τοῦτο οὐκ ἀποδείκνυσιν ἢ τῇ ἐναργείᾳ τῶν πραγμάτων ἀρκούμενον, ἢ ὡς πολλοῦ λόγου δεόμενον καὶ παρέλκουσαν πρὸς τὴν οἱ παροῦσαν πραγματείαν τὴν μεταχείρισιν τῆς τούτου ἀποδείξεως λογιζόμενος, διὰ τοῦτο ὑποκείσθω φησὶ δύο τὰ λόγον ἔχοντα, οἷον λαμβανέσθω ὡς ὁμολογούμενα. ὅτι γὰρ τῶν πραγμάτων τὰ μὲν ὄντα, τὰ δὲ καὶ τῶν γινομένων τὰ μὲν ἀναγκαίως τὰ δ’ ἐνδεχομένως γινόμενα, δῆλον παντὶ τῷ πρὸς τά, πάνυ ὀλίγοι ἠγνόησαν τῶν ἐπιστησάντων τοῖς πράγμασιν, ὥσπερ καὶ ὅτι εἰσὶ τὰ μὲν ἀναγκαίως τὰ δ’ ἐνδεχόμενα, ἀναγκαίως μὲν ὡς ἀνατολαὶ καὶ δύσεις ἀστέρων καί τινων ἐκ τούτων πλησιασμοὶ καὶ ἀποστάσεις πρὸς τὰ τῆς γῆς διάφορα κλίματα, ὧραι τε τοῦ ἔτους καὶ ἡμέραι καὶ νύκτες ἀλλήλας διαδεχόμεναι καὶ ὅσα ἕτερα τούτοις σύστοιχα· νῖκαι δὲ καὶ ἧτται τῶν μαχομένων ἐνδεχόμεναι καὶ ἐξ ἑτέρων εἰς ἑτέρους μεταβαλλό- μεναι καὶ ἐνέργειαι καὶ πράξεις ἀνθρώπιναι καὶ ἄλλα τοιαῦτα πολλά, ὧν περιττὸν ἦν ἀπαριθμεῖν τὸ καθέκαστον. διὰ τοῦτο ὑποκείσθω ταῦτα ὖ· εἶπεν, ὡς μὴ ἀποδόσεως χρῄζοντα τοῖς μικρὸν παιδείας μετεσχηκόσιν. ὅτι δὲ καὶ ἐπιστήμης τελεωτέρας καὶ μείζονος τοῖς ἐν λόγοις δεομένη δυνάμεως ἡ περὶ τούτων σύστασις καὶ ἀπόδειξις ὡς εἰς θεωρίαν ἄγουσα μείζω, οὐδὲ τοῦτο ἄδηλον. διὰ ταῦτα οὖν ἄμφω ὥσπερ χαρισθῆναι αὐτῷ τὴν περὶ τούτων ὁμολογίαν ᾐτήσατο. γνώρισμα δὲ παραδίδωσι τῶν μὲν ἀναγκαίων τὸ μὴ ἐνδέχεσθαι ἄλλως ἔχειν αὐτῶν τὰς ἀρχάς, τῶν δὲ ἐνδε- χομένων οὐδέν, ἀλλὰ μόνον ὀνομάζει αὐτὰ ἐνδεχόμενα. τοῦτο δὲ πεποίηκεν, ὡς προχείρου πᾶσι προκειμένης τῆς γνώσεως τῶν ἐνδεχομένων, ἅτε καὶ οἰκείων ὄντων μάλα τοῖς γενητοῖς ἡμῖν καὶ φθαρτοῖς. ἀρχὰς δὲ ὠνό- μασεν ἢ τὰς τῆς γνώσεως ἢ τὰς τῆς ὑπάρξεως. τῆς μὲν γὰρ γνώσεως ἀρχαὶ οἱ ὅροι καὶ τὰ ἀξιώματα ἐπί γε τῶν ἀναγκαίων, τῆς δὲ ὑπάρξεως τὰ ποιητικὰ καὶ τὰ τελικά. ταῦτα γὰρ μόνα κυρίως αἴτια, ὅτι καὶ μόνα τῶν αἰτιατῶν ἐξῄρηται. τῶν δὲ ἐνδεχομένων, εἰ καὶ μὴ αὐτὸς εἶπεν, ἐνδεχόμεναι δεχόμεναι καὶ αἱ ἀρχαὶ τῆς γνώσεως ἅμα καὶ τῆς ὑπάρξεως, τῆς μὲν γνώσεως αἱ ἔνδοξοι τῶν προτάσεων, τῆς δὲ ὑπάρξεως ὅσα τῶν ποιητικῶν καὶ τῶν τελικῶν καὶ μὴ εἶναι καὶ ἐνεργεῖν ἐνδέχεταί ποτε, ὡς τὸν οἰκο- δόμον καὶ τὸν ἀνδριαντοποιόν· ἃ δὴ ποιητικά ἐστιν ᾗ ταῦτά ἐστιν. εἰ δὲ καὶ εἰδικὰ αἴτια ταῦτα λέγεται, οὐδὲν ἄτοπον· πολλάκις γὰρ εἰς αὐτὸν ἄμφω ταῦτα συνέτρεχον. καὶ ἰατρὸς μὲν καὶ ὑγίεια, ὁ μὲν ποιητικόν, ἡ δὲ τελικόν. τὸ δὲ τὸν αὐτὸν τρόπον διαιρετέον εἴρηται, διότι διάφοροι τρόποι τῆς διαιρέσεως, οἷον ἀπὸ γένους εἰς εἴδη καὶ ἀπὸ εἴδους εἰς ἄτομα καὶ ἀπὸ ὁμωνύμου φωνῆς εἰς διάφορα σημαινόμενα καὶ ἕτεροι πλείονες, ὧν εἷς ἐστι τρόπος καὶ ὁ τὸ ὅλον εἰς τὰ μέρη διαιρῶν· ᾧ καὶ ἐνταῦθα ἐχρήσατο πρότερόν τε καὶ νῦν, ὡς ἀσώματον ὁλότητα συγκειμένην ἐξ ἀσωμάτων μερῶν τῶν ἐν αὐτῇ θεωρουμένων δυνάμεων τὴν ψυχὴν διαιρῶν, ἃ δὴ τῆς μὲν ψυχῆς μέρη καλοῦμεν. τῆς δὲ κοινοτέρας καὶ γενικωτέρας δυνάμεως εἴδη τάττομεν. διὰ τοῦτο καὶ μέρη ταύτας |καὶ δυνάμεις καὶ εἴδη λέγομεν, πρὸς ἄλλο καὶ ἄλλο λαμβάνοντες, ἐπεὶ καὶ αὐτὴ ἁπλῶς ἡ ψυχὴ ἐντελέχεια πρώτη σώματος λεγομένη φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος, ὡς τὸ ἐπίστα- σθαι λέγεται ἐντελέχεια, ὅπερ ἐστὶν ὡς ἕξις ἀλλ’ οὐχ’ ὡς τὸ θεωρεῖν, ὅπερ ἐστὶ τὸ ἐνεργεῖν καὶ προχειρίζεσθαι. οὕτω γὰρ καὶ αὐτὸς ὁ Ἀριστοτέλης ἐν τῷ Β Περὶ ψυχῆς ἡμῖν παραδίδωσιν. ἡ δὲ ἕξις πρὸς τὴν ἁπλῶς δύνα. ὁ μιν ἐντελέχεια λέγεται, πρὸς δὲ τὴν ἐνέργειαν καὶ προχείρισιν δύναμις, ὡς ἡ ἐν τῷ κοιμωμένῳ γεωμέτρῃ γεωμετρία. Πρὸς γὰρ τὰ τῷ γένει ἕτερα καὶ τῶν τῆς ψυχῆς μο- ρίων ἕτερον τῷ γένει τὸ πρὸς ἑκάτερον πεφυκός, εἴπερ καθ’ ὁμοιότητά τινα καὶ οἰκειότητα ἡ γνῶσις ὑπάρχει αὐτοῖς. Ὄτι ἕτερον τῷ εἴδει μέρος τῆς ψυχῆς τὸ περὶ τὴν τῶν ἀναγκαίων γνῶσιν καταγινόμενον καὶ ἕτερον τὸ περὶ τὴν τῶν ἐνδεχομένων, ἐνταυθοῖ δείκνυσι. τοῖς γὰρ γινώσκουσι, φησίν, ἡ γνῶσις τοῖς γινωσκομένοις ἐξομοι- οῦται, ὡς εἶναι τῶν μὲν ἀναγκαίων ἀναγκαίαν καὶ τὴν γνῶσιν, ἐνδεχομένην δὲ τῶν ἐνδεχομένων. πῶς γὰρ ἄν εἴη ἀναγκαία τῶν ἐνδεχομένων ἡ γνῶσις, ἢ ἐνδεχομένη τῶν ἀναγκαίων; ὡς γὰρ εἴ τις ἀποφαίνοιτο ἀναγκαῖον εἶναι τὸ ἁπλῶς ἐνδεχόμενον καὶ εἴ τις τὸ ἀνάπαλιν ἁπλῶς ἐνδεχόμενον <τὸ ἀναγκαῖον> ψεύδεται, οὕτω ψεύδεται καὶ ἡ γνῶσις ἡ τὸ ἀναγκαῖον ἁπλῶς ἐνδεχόμενον γινώσκουσα καὶ τὸ ἐνδεχόμενον ὡς ἀναγκαῖον. τὴν γὰρ ἀληθεύουσαν γνῶσιν, ὡς ἔχει κατὰ τρόπον τὸ πρᾶγμα, δεῖ γινώσκειν αὐτό. ἢ εἰ μὴ οὕτως ἔχει, ἀληθεύσει καὶ ὁ τὸ μὴ ὂν εἶναι λέγων καὶ τὸ ὂν μὴ εἶναι, ὅπερ ἀδύνατον. ὡς γὰρ ἐπὶ τοὐ εἶναι ἁπλῶς τὸ ψεῦδος καὶ ἡ ἀλήθεια, οὕτω καὶ ἐπὶ τοῦ πῶς εἶναι, ὅπερ ὁ τρόπος ἐστὶ τῆς ὀν- τότητος· ἄλλως τε καὶ ὥσπερ ἐπαφή τις καὶ ἐφαρμογὴ γίνεται τοῦ γινώ- σκοντος καὶ τοῦ γινωσκομένου πρὸς ἄλληλα, ὅτε τις ἀποτελεῖται γνῶσις ἑτέρου πρὸς ἕτερον. ὥσπερ τὸ εὐθὺ πρὸς τὸ καμπύλον ἐφαρμόσαι ἀδύνατον ’τον διὰ τὸ τῶν σχημάτων ἀνόμοιον, οὕτως ἀδύνατον ἐφαρμοσθῆναι τὴν ἐνδεχομένην γνῶσιν πρὸς τὴν ἀναγκαίαν ὕπαρξιν τοῦ γνωστοῦ, ὡς ἀνάπα- λιν τὴν ἀναγκαίαν γνῶσιν πρὸς τὴν ἐνδεχομένην τοῦ πράγματος ὕπαρξιν. οὕτω γὰρ καὶ παρὰ τῷ θεῷ φαμεν μηδὲν εἶναι μελλόντων πραγμάτων μη- δὲ ἐνδεχόμενον, ὡς τῆς γνώσεως αὐτῷ κατὰ τὸ νῦν τε οὔσης καὶ ἀναγκαίας, εἰ μή τις φαίη τοῦτο μὲν ἐφαρμόττειν τῷ νῷ καὶ γνώσει τῇ νοερᾷ. τῷ δὲ πρώτῳ ἑνιαίαν εἶναι τὴν γνῶσιν, ὡς αὐτὸ τοῦτο ἑνὶ καὶ ὡς αἰτίῳ πάντων ὑπερηπλωμένῳ τε καὶ ὑπερουσίῳ καὶ διὰ τοῦτο πάντα περιέχοντι ἀνεννοήτως τε καὶ ὑπερουσίως “τά τ’ ἐόντα τά τ’ ἐσόμενα πρό τ’ ἐόντα’’, ἵνα καὶ καθομηρίσω μικρόν, καὶ μηδὲ τοὺς αἰῶνας ἐκεῖ ἐφαρμόζεσθαι δευ- τέρους ὄντας, καὶ τὸ εἶναι τῷ μετέχειν τοῦ πρώτου ἔχοντας. πῶς δὲ μόριά φησιν εἶναι τῆς ψυχῆς τὸ περὶ τὰ ἀναγκαῖα καταγινόμενον καὶ τὸ περὶ τὰ ἐνδεχόμενα, πάλιν εἴδει λέγων διαφέρειν αὐτὰ πρὸς ἄλληλα; ἔστι γὰρ τὰ αὐτὰ καὶ μέρη καὶ εἴδη τό τε ἄλογον καὶ τὸ λόγον ἔχον, ἃ μέρη πρότερον ἐλέγομεν τῆς ψυχῆς, καὶ τὸ περὶ τὰ ἐνδεχόμενα καὶ τὸ περὶ τὰ ἀναγκαῖα καταγινόμενον, ἃ νῦν ὡς τῆς ψυχῆς λαμβάνομεν μόρια, μέρη λέγοντες εἶναι αὐτὰ τοῦ λόγον ἔχοντος αὐτῆς μέρους. εἰ γὰρ εἴδει διαφέρουσι καὶ πρὸς τὴν ψυχὴν ὡς ἐκείνης ὄντα λαμβάνονται, εἴδη ἔσονται τῆς ψυχῆς. ἢ οὐδὲν ἄτοπον πρὸς ἄλλο καὶ ἄλλο λαμβάνοντας αὐτὰ πρὸς μὲν τόδε μέρη λέγειν ἢ μόρια, πρὸς δὲ τόδε εἴδη. πρὸς μὲν γὰρ τὴν ψυχὴν μέρη ἢ μόρια ὡς συμπληροῦντα τὴν ταύτης ὁλότητα ἐν συν- θέσει θεωρούμενα κατὰ τὰς διαφόρους δυνάμεις καὶ ἐνεργείας αὐτὴν ὡς δὲ πράγματα καὶ ὡς δυνάμεις λαμβανόμενα τῷ εἴδει διάφορά εἰσιν. ἕτερα γὰρ κατ’ εἶδος ἀλλήλων τὸ λογικὸν καὶ ἄλογον, καὶ αὖθις ἕτερα τῷ εἴδει τὸ περὶ τὰ ἀναγκαῖα καταγινόμενον καὶ τὸ περὶ τὰ ἐνδεχόμενα, ὡς καὶ ἐπὶ τῶν ἐπιστημῶν ἔστι θεωρεῖν. μέρη γὰρ γεωμετρίας ἡ περὶ τὰ ἐπί- πεδα θεωρία καὶ ἡ περὶ τὰ στερεά, ἀλλ’ ὡς θεωρίαι ἀπλῶς τῷ εἴδει διάφοροι· καὶ μέρη γραμματικῆς ἀναγνωστικὸν ἐξηγητικὸν κριτικόν, ὡς δὲ θεωρίαι τινὲς καὶ γνώσεις τῷ εἴδει ἀλλήλων διενηνόχασιν. ἀλλὰ καὶ ἁπλῶς ἐπὶ τῶν ἀνομοιομερῶν μέρη ὄντα τὰ μέρη τοῦ ὅλου τῷ εἴδει άλλήλων διέστηκε. διὸ καὶ ἀνομοιομερὲς τὸ ὅλον λέγεται, ὡς ἐξ ἀνομοίων ἀλλήλοις συνερχομένων ἀποτελούμενον. οὐδὲν ἄρα ἄτοπον εἰ τὰ αὐτὰ πῇ μὲν μέρη λέγονταί τινος, πῇ δὲ τῷ εἴδει ἀλλήλων διάφορα ἄλλως καὶ ἄλλως λαμβανόμενα. Λεγέσθω δὲ τούτων τὸ μὲν ἐπιστημονικόν, τὸ δὲ λογιστικόν· τὸ γὰρ βουλεύεσθαι καὶ λογίζεσθαι ταὐτόν. οὐδεὶς δὲ βουλεύεται περὶ τῶν μὴ ἐνδεχομένων ἄλλως ἔχειν, ὥστε τὸ λογιστικόν ἐστιν ἔντι μέρος τοῦ λόγον ἔχοντος. Ἐπεὶ διάφορα ὄντα τῷ γένει ἤτοι τῷ εἴδει τὰ δύο μέρη τοῦ διανο- ητικοῦ ἔδειξεν ἐκ τῆς διαφορᾶς τῶν ὑποκειμένων περὶ ἃ καταγίνονται, ὡς ἀναγκαῖον ὂν ἐξομοιοῦσθαι γνῶσιν ἑκάστην τοῖς ἰδίοις γνωστοῖς, τίθησιν αὐτοῖς καὶ ὀνόματα, ὡς ἄν κἀκ τῶν ὀνομάτων ᾖ διαφόρως δηλούμενα. καί φησι τὸ μὲν δέον εἶναι ἐπιστημονικὸν ὀνομάζεσθαι, τὸ δὲ λογιστικόν, ὅτι τὸ μὲν ἐπίστασιν καὶ ὄρον ἄγει τὸν κατ’ αὐτὴν διανοούμενον. τὸ δ’ ὅτι διὰ τὸ λογίζεσθαι καὶ βουλεύεσθαι τὴν περὶ τὸ ὀρεκτὸν εὑρίσκει ἀλήθειαν, ὡς μὴ πλανᾶσθαι περὶ αὐτὸ μηδὲ ὀρέγεσθαι οὗ μὴ δεῖ. τῆς μὲν γὰρ τοῦ ἐπιστημονικοῦ κινήσεως τέλος ἡ ἀλήθεια καὶ οὐ χρεία προσθεῖναι ἐν τῷ ζητουμένῳ μετὰ τὴν αὐτῆς εὕρεσιν, εἰ μήπου |κατὰ συμβεβηκός, ὡς ὅταν εἴη ἐπιστήμη προσλαμβανομένη ὡς ἐν πράξεσι χρησιμέυουσα, ὥσπερ ἡ κάθετος ἐπὶ τὸ ἄγειν πρὸς ὀρθὰς τὰ οἰκοδομούμενα καὶ τὸ ὀρθογώνιον τρίγωνον πρὸς τὸ ἱστᾶν τοὺς κίονας ἐν ὀρθότητι καὶ ἡ γεωμετρία πρὸς τὰ μηχανικά, τῆς δὲ τοῦ διαλογιστικοῦ καὶ βουλευτικοῦ οὐχ ἱκανὸν τὸ μόνον εὑρέσθαι τὸ ἀληθὲς ἀλλὰ δεῖ καὶ ἑλέσθαι τὸ ἀγαθὸν ὀρθῶς πράττοντα τὸν σπουδαῖον. καὶ αὐτὸς γὰρ ὁ Ἀριστοτέλης φησὶ περὶ τῆς ἠθικῆς πραγματείας λέγειν ἀρχόμενος, ὅτι τὸ τέλος αὐτῆς οὐ γνῶσις ἀλλὰ πρᾶξις. ἐναργεστέραν δὲ τὴν διαφορὰν ποιούμενος τῶν δύο τούτων εἰδῶν, τοῦ διανοητικοῦ καὶ ἐπιστημονικοῦ, μεταλαμβάνει τὸ λογίζεσθαι εἰς τὸ βουλεύεσθαι ὡς σαφέστερον, ταὐτὸν εἶναι λέγων λογίζεσθαι καὶ βουλεύεσθαι, ὡς δῆλον ὄν, ὅτι οὐδεὶς περὶ τῶν μὴ ἐνδεχομένων ἄλλως ἔχειν βουλεύεται. περὶ γὰρ τῶν ἐφ’ ἡμῖν αἱ βουλεύσεις καὶ ἃ διαθέσθαι ἡμῖν δυνατὸν ὡς βουλόμεθα. καὶ οὕτως ἐκ τῆς τῶν πραγμάτων ἐναργείας ἡ ἀπόδειξις γίνεται τοῦ εἶναι τῷ γένει ἤτοι τῷ εἴδει ἀλλήλων ἕτερα τὸ ἐπιστημονικὸν καὶ βουλευτικόν. ὅτι μὲν γὰρ φύσει βουλευτικὸς ὁ ἄνθρω- πός ἐστι, δῆλον. οὐκ ἂν δέ τις βουλεύσαιτο νοῦν ἔχων περὶ πραγμάτων, ἃ μὴ ἄλλως ἔχειν ἢ ἕξειν ἐνδέχεται, οἷον εἰ ἔσται ἡμέρα ἡλίου γεγονότος ὑπὲρ γῆν ἢ ὑπὸ γῆν αὖθις εἰ νύξ. εἶτα ἐπάγει καὶ τὸ συμπέρασμα τοῖς αὐτῷ εἰρημένοις, ἐπαρεσκόμενος ὡς τῇ φύσει τῶν πραγμάτων συνᾴδουσιν. ὥστε τὸ λογιστικόν ἐστιν ἕν τι μέρος τοῦ λόγον ἔχοντος. εἰ γὰρ τὸ λόγον ἔχον ποτὲ μὲν περὶ τὰ ἀναγκαῖα ἐνεργεῖ, ποτὲ δὲ περὶ τὰ ἐνδε- χόμενα, κοὶ περὶ μὲν τὰ ἀναγκαῖα οὐκ ἔστι βουλεύεσθαι καὶ λογίζεσθαι ἀλλὰ περὶ μόνα τὰ ἐνδεχόμενα, ἔστι μέρος τοῦ διανοητικοῦ παρὰ τὸ ἐπιστη- μονικὸν ἕτερον, ὃ περὶ τὰ ἐνδεχόμενα καταγίνεται. ἀπορήσειε δ᾿ ἄν τις εἰκότως μηδεμίαν ἀνάγκην εἶναι λέγων εἰς δύο μερίζειν τὸ λόγον ἔχον τῆς ψυχῆς ἀπὸ τῆς τῶν ὑποκειμένων διαφορᾶς περὶ ἃ καταγίνεται, ἕτερον μὲν εἶναι λέγοντας μέρος τὸ περὶ τὰ ἀναγκαῖα καταγινόμενον καὶ τὸ περὶ τὰ ἐνδεχόμενα ἕτερον, ἀλλ’ ὥσπερ αἴσθησις ἡ αὐτὴ τῶν ἐναντίων ἐστίν, οἷον λευκοῦ μὲν καὶ μέλανος ὅρασις καὶ τῶν μεταξύ, καὶ ἀκοὴ ὡσαύτως ὀξέος τε καὶ βαρέος καὶ ὅσα τούτων ἐστὶν ἀνὰ μέσον κατὰ τὸ μᾶλλον, καὶ αὖθις ἀριθμητικὴ περιττοῦ καὶ ἀρτίου, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύΤως, οὕτω καὶ τὸ λόγον ἔχον τῆς ψυχῆς ἐνδέχεται ἓν ὑπάρχον καὶ ἀδιαίρετον καταγίνεσθαι περὶ τὰ κατ’ εἶδος διάφορα, ἤγουν τά τ’ ἀναγκαῖα τά τ ἐνδεχόμενα, κἀκεῖ μὲν γινώσκειν ὡς ἀεὶ ὄντα ὡσαύτως ἢ ὡς ἀεὶ ὡσαύτως γινόμενα, τὰ δ’ ὡς ἐνδεχόμενα καὶ ἄλλως εἶναι ἢ γίνεσθαι. ἡ μὲν οὖν ζήτησις αὕτη. ἔστι δὲ αὐτῆς κατὰ διαφόρους ὄρους τρόπους εὑρεῖν τὴν ἐπίλυσιν, καὶ πρῶτον μέν, ὧν αἱ ἐνέργειαι διάφοροι, τούτων καὶ αἱ δυνάμεις διάφοροι, φόροι, καὶ ὧν ἄμφω ταῦτα ἕτερα, καὶ αἱ οὐσίαι ἕτεραι. ἐπεὶ τοίνυν τοῦ μὲν ἐπιστημονικοῦ τὸ ἐξ ἀναγκαίων ἴδιον συλλογίζεσθαι καὶ ἀναγκαῖα ἔχειν τὰ τοῖς τεθειμένοις ἑπόμενα, τοῦ δὲ λογιστικοῦ τὸ ἐξ ἐνδεχομένων καὶ ἐνδεχόμενα, δῆλον ὅτι διάφοροι τοῦ ἐπιστημονικοῦ καὶ βουλευτικοῦ αἱ δυνάμεις καὶ ἐνέργειαι. εἰ δὲ τοῦτο, καὶ αἱ οὐσίαι. διάφορα ἄρα κατ’ οὐσίαν μέρη τοῦ λόγου ἔχοντος τῆς ψυχῆς, τὸ ἐπιστημονικὸν καὶ λογιστιἀρχόμενος] κόν. τοῦτο δὲ εἰπεῖν ἐπὶ τῆς μιᾶς τῶν ἐναντίων αἰσθήσεων ἢ τῆς ἐπισιήμης οὐκ ἔνεστι, καὶ γυμνασάτω ἐπ’ αὐτῶν τῶν πραγμάτων ὁ βουλόμενος τὸ λεγόμενον. ὡς γὰρ περὶ τὸ λευκὸν ἡ ὅρασις ἐνεργεῖ εἴτε ζ̓ὶσὒο͂χομ-́--νη εἴτε ἐκπέμπουσα κατὰ τὰς διαφόρους δόξας τῶν περὶ τῆς ὀπτικῆς φ́ιλοσο- φησάντων, καὶ περὶ τὸ μέλαν ὡσαύτως. καὶ ἡ γεωμετρ ἵκῃ ἐπιστήμη ὡς περὶ τῶν εὐθυγράμμων σχημάτων ἀποδείκνυσιν αἰεὶ μέσῳ τῷ αἰτίῳ χρω- μένη τοῦ πράγῳτος, ἀλλ’ οὐ μόνον τοῦ συμπεράσματος, οὕτω δὴ καὶ περὶ τῶν περιφερογράμμων καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἀλλ’ οὐδὲ οὕτως ὡς τὸ λευκὸν καὶ τὸ μέλαν ἀλλήλων ἀφίστανται καὶ ὡς τὸ εὐθύγραμμον καὶ περιῳερόγραυͅμον, τὸ ἀναγκαῖον καὶ τὸ ἐνδεχόῳνον. ἐκεῖνα γὰρ εἰ καὶ ω ἀλλήλων τῷ εᾑει ἕτερα, ἀλλὰ τῷ γένει ταὐτά, ταῦτα δὲ πάντῃ ἀλλή- ἀλλήλων διέστηκεν, ὅταν καὶ τὸν τρόπον τοῦ εἶναι ἔχῃ διάφορον, ὡς καὶ τοὺς λόγους τοὺς περὶ αὐτῶν ἀναγκαίως ὑπεναντίως ἔχειν, τοὺς μὲν ἐξ ἀναγκαί- ἀναγκαίων καὶ ἀναγκαίως τͅεραινομο͂́νους, τοὺς δὲ ἐξ ἐνδεχομένων καὶ ἐνδεχ͂ομο͂́νω-̀́, ὡς ἀναγκαῖον εἷναι καὶ τὰς γνωστικὰς δυνάμεις διαφόρους κατ’ εἶδος, αἳ τοῖς διαφόρως κατὰ γένος γνωστοῖς ἐφ’ ἁρμόσουσι. καλῶς ἄρα ὁ Ἀριστοτέ- λῆς τοῦ λόγον ἔχοντος τῆς ψυχῆς ἄλλο καὶ ἄλλο εἴρηκεν εἶναι μόριον τὸ περὶ τὰ ἀναγκαῖα καταγινόμενον καὶ τὸ περὶ τὰ ἐνδεχόμενα. ἦν καὶ ἄλλα εἰπεῖν τὴν ζήτησιν ἐπιλύοντα, ἀλλ’ ἀρκεῖ ταῦτα, ὡς μὴ ἀκαίρως φι- λοτιμεῖσθαι δόξωμεν. Ληπτέον ἄρα ἑκατέρου τούτων τίς ἡ βελτίστη ἕξις· αὕτη γὰρ ἀρετὴ ἑκατέρου, ἡ δ’ ἀρετὴ π ρ ὁ ς τὸ ἔργον τὸ οἰκεῖον. Δείξας ὅτι δύο εἴδη τοῦ διανοητικοῦ, δείκνυσι νῦν ὅτι ἀναγκαῖόν ἐστι περὶ τῆς ἑκατέρου εἰπεῖν ἀρετῆς, εἴ γε καὶ τῶν κατὰ ψυχὴν ἀρετῶν καὶ τῶν κατὰ τὰς δυνάμεις αὐτῆς ἡ παροῦσα αὐτῷ πραγματεία ἐνέστηκεν. οὐ γὰρ δεύτερον τοῦ π ἔρι τῶν πρακτικῶν ἀρετῶν εἰπεῖν τὸ καὶ περὶ τῶν δι- νοητικῶν τὰ προσήκοντα ἐπεξελθεῖν, εἰ μὴ καὶ μᾶλλον τοῦτο πρῶτον καὶ κυριώτερον. διὰ γὰρ τὰς διανοητικὰς δεόμεθα καὶ τῶν πρακτικῶν, ὡς ἄν μὴ ὑπὸ τῶν παθῶν ἐνοχλούμενοι καὶ ἐπισκοτούμενοι ἐμποδὼν αὐτὰ θεωρεῖν βουλόμενοι τὴν ἀλήθειαν ἔχωμεν. ὅρα δὲ ὅτι καὶ τὰς πράξεις αἱ- ρούῳνοι κατορθοῦν τῆς τοῦ διανοητικοῦ ἐνεργείας ἐξ ἀνάγκης j δεόμεθα, ὥστ’ ἀναγκαῖον τὴν βελτίστην ἕξιν εὑρεῖν τίς ἐστιν ἑκατέρου τῶν μερῶν τοῦ διανοητικοῦ, ἥτις ἐστὶν ἡ ἀρετὴ ἑκατέρου. ἐπεὶ γὰρ δύο τὰ μόρια τοῦ διανοητικοῦ τῆς ψυχῆς ἀνεφ ἀνῇσαν, δεῖ μὴ ἀρκεσθῆναι τῇ εἰδήσει μόνῃ τοῦ εἰδέναι δύο αὐτά, ἀλλὰ δεῖ καὶ τὴν ἑκατέρου μαθεῖν τελειότητα τίς ἐστιν, αὕτη δέ ἐστιν ἡ ἑκατέρου ἀρετή, ἣν μαθόντας δέον σπουδάζειν πρὸς τὴν κτῆσιν αὐτῆς. τὸ δὲ ἡ ἁ ρ ε τ ἡ πρὸς τὸ ἔργον τὸ οἰκεῖον τοῦτο δηλοῖ, ὅτι ἡ μὲν ἀρετὴ ἕξις, ἡ δ᾿ ἕξις μὴ ἐνεργήσασα ἀξίως ἀτελής. ὥστε δεῖ ἑκάστην ἕξιν ἐνεργεῖν τὸ οἰκεῖον, ἵνα ἔχῃ τὸ τέλειον. ἔχει δὲ ἀπορίαν· εἰ γὰρ ἑκάστην <δύναμιν δεῖ προβαίνειν εἰς ἔξιν, ἑκάστην> ἕξιν εἰς τὴν προσήκουσαν αὐτῇ ἐνέργειαν, ἵν οὕτως ἔχῃ τὸ ἕκαστον, διὰ τί κολάσεως ἄξιοι κρίνονται οἱ ἀκολασταίνοντες ἢ ἀδι- κοῦντες ἢ ἀπατῶντες καὶ ἄλλο τι τοιοῦτον κατεργαζόμενοι; ἕκαστος γὰρ τού. τῶν τῇ προσούσῃ δυνάμει χρώμενος καὶ ἐνεργῶν κατ’ αὐτὴν ἐν ἕξει τε γίνεται καὶ δρᾷ τὰ κατὰ τὴν ἕξιν καὶ οὕτω κατὰ τὴν δύναμιν ἀπολαμ- βάνει τὸ τέλειον, ἵνα μὴ ᾖ αὐτῷ μάτην προσοῦσα ἡ δύναμις. τοιαῦτα καὶ πολλοὺς οἶδα προτεινομένους τῶν μοχθηρῶν καὶ δόξας τοιαύτας κατὰ θρησκείας κρατούσας καὶ εἰς ἔθνη ἐξαπλουμένας ὁλόκληρα. ἡ μὲν ζήτησις ἥδε. εἰ δὲ ἐπὶ μακρὸν ἴσως ὁ λόγος ὁ πρὸς αὐτὴν ἐκταθήσεται, δυσχε- ραινέτω μηδείς. ἐμοὶ γὰρ ζῆλος ἐνστῆναι πρὸς τοὺς λαλοῦντας τὰ μάταια καὶ ἐγκαυχωμένους τοῖς πάθεσιν, ὁποίοις ἔγωγε διαφόροις ὡμίλησα. πρῶτον ’τον τοίνυν ἐκ τῶν τῆς ψυχῆς ἀρκτέον δυνάμεων κἀκ τούτων παραστατέον, ὡς οὐδὲν ἔχει τὸ εὔλογον τὰ παρὰ τῶν ἐμπαθῶς οὕτως ἐχόντων καὶ φαύλως λεγόμενα. τῆς γὰρ ἀνθρώπου ψυχῆς πολλαὶ δυνάμεις εἰσί, πρῶτα μὲν εἰς γνωστικὰς καὶ ὀρεκτικὰ διαιρούμεναι, ἔπειθ’ ἑκάτερον μέρος τούτων εἰς λογικὰς καὶ ἀλόγους. ὧν γὰρ ἡμῖν κοινωνεῖ καὶ τῶν ζῴων τὰ ἄλογα, ταύτας ἀλόγους καθ’ ἑαυτὰς λέγομεν, ὅτι μηδὲ λόγον οἰκεῖον ἔχειν πεφύκασι, καὶ πρώτας τὰς γνωστικὰς εἰς μέσον παραληψόμεθα. καὶ δὴ κάτωθεν ἀρχομένοις πρώτη ἡ αἴσθησις καὶ ὑπὲρ αὐτὴν φαντασία, καὶ ταύτης ἐπέκεινα δόξα, εἶτα διάνοια, καὶ ἐπὶ πάσαις ὁ νοῦς. ἐρωτῶ δὴ τοὺς ἐκεῖνα τὰ ληρήματα λέγοντας, πότερον ἰσότιμοι πᾶσαι αἱ ἀπαριθμημέναι, ἢ ἔστιν ἐν ταύταις εὑρεῖν τὸ κρεῖττον καὶ χεῖρον ἐν τῷ πρὸς ἀλλήλας συγκρίνεσθαι. καὶ τίς οὐκ ἄν εἴπῃ τῶν λογικῶν τὰς ἀλόγους λείπεσθαι καὶ τῷ εἶναι καὶ τῷ ἐνεργεῖν καὶ τῇ τιμίοτητι, καὶ αὖθις τῶν λογικῶν κρείττω μὲν ὑπάρχειν τὸν νοῦν, δευτέραν δὲ τὴν διάνοιαν, καὶ τὴν δ,όξαν μετ’ αὐτὴν, διαφερούσας ἀλλήλων τῷ τὴν μὲν δόξαν ἀρχὴν εἶναι λογικῆς γνώσεως ἢ συμπεράσματα διανοίας ἔχουσαν, καὶ ἃ ἡ διάνοια μετὰ τῆς αἰτίας κατέλαβεν ἄνευ τῆς αἰτίας αὐτὴν κατέχουσαν, ἢ ἐκ τῶν καθέκαστα τὰς ἀρχὰς λαβοῦσαν καὶ τὸ κοινὸν ἐκείνοις πᾶσι γνωρίσασαν, καὶ οὕτω τὸ καθόλου ἐν ἑαυτῇ ὑποστήσασαν, τὴν δὲ διάνοιαν ἀπό τινος εἴς τι μετα- βάλλειν, ἤτοι ἀπὸ προτάσεων ἐπὶ συμπεράσματα. καὶ οὕτω πληροῦν ἑαυτῆς τὴν ἐνέργειαν διὰ τῆς οἰκείας αἰτίας τὸ ζητούμενον ἴσχουσαν, κἀν- τεῦθεν ὑπερέχειν τῆς δόξης τῷ ἐκείνην ἄνευ λόγου ἤτοι αἰτίας τὴν γνῶ- σιν ἔχειν, καὶ διὰ τοῦτο ἀστήρικτον καὶ ἀβέβαιον. ἡ γὰρ αἰτία μέση κειμένη τῶν ἄκρων ἀμφοῖν, ἃ ἐν τῷ συμπεράσματι ἀλλήλοις συνάπτεται, δεσμός τις αὐτοῖς πρὸς τὴν συνάφειαν γίνεται ἢ ἄλυτος πάντῃ, εἰ καὶ τοῦ πράγματός ἐστιν αἴτιος, οὐ μόνον τοῦ συμπεράσματος, καὶ ἀναγκαίως ἔχων καὶ τὰ κατηγορούμενα κατηγορούμενα καὶ τὰ ὑποκείμενα ὑποκείμενα, ἢ μόνου τοῦ συμπεράσματος αἴτιος καὶ ἐνδεχομένως ἔχων τὰς κατηγορίας καὶ τὰς ὑποθέσεις κἀντεῦθεν δυνάμενος λύεσθαι, τὸν δὲ νοῦν ὑπερέχειν, ὅτι καὶ ὑπὲρ αἰτίαν τῶν γνωστῶν ἐντὸς γίνεται ἀμέσοις ἐπι- βολαῖς καταλαμβάνων αὐτά, ὥσπερ αὐτόπτης αὐτῶν γινόμενος καὶ ἑαυ- τῷ αὐτοῖς συγγινόμενος μηδενὸς μεσιτέυοντος. αἱ μὲν λογικαὶ οὕτως· ἴδωμεν δὲ καὶ τὰς ἀλόγους καὶ γνωστικάς, ὅπως καὶ ἐπ’ αὐτῶν ἡ κατὰ γνῶσιν ἐνέργεια γίνεται. αἴσθησις μὲν γὰρ περὶ τὰ καθ’ ἕκαστα καταγίνεται, οὐσίας μὲν αὐτῶν οὐ καταλαμβάνουσα (τοῦτο γὰρ ταῖς λογικαῖς ἥρμοσται), μόνας δὲ ποιότητας ἢ ποσότητας ἢ ἄλλο τι τῶν συμβεβηκότων αὐταῖς, φαντασία δὲ τῶν αἰσθήσει φανέντων τύπους καὶ εἰκόνας ἐν αὑτῇ εἰσοι- κίζουσα παραφυλάττειν αὐτὰς ἐντὸς πέφυκε. τίνες δή σοι δοκοῦσιν εἶναι κρείττονες, αἱ λογικαὶ τῶν ἀλόγων ἢ τὸ ἀνάπαλιν; καὶ τίς ἀντερεῖ πρὸς τὸ πρότερον τῷ δευτέρῳ συντιθέμενος, εἰ μὴ καὶ τὰ ἄλογα προκρίνει τῶν λογικῶν καὶ τῶν ἀύλων τὰ ἔνυλα καὶ τῶν θείων τὰ φυσικὰ καὶ τὰ ἐν γενέσει καὶ φθορᾷ τῶν εἰς ἀεὶ μενόντων ἐν τῇ ταὐτότητι; τὰ μὲν οὖν περὶ τῶν γνωστικῶν τῆς ψυχῆς δυνάμεων ταῦτα, μεταβῶμεν δὲ ἐπὶ τὰς ὀρεκτικάς. διαιροῦνται γὰρ καὶ αὗται κατὰ τὸ λογικὸν καὶ ἄλογον εἰς τέσ- σαρα συμποσούμενα, βούλησιν καὶ προαίρεσιν, θυμὸν καὶ ἐπιθυμίαν· ὧν ἡ μὲν βούλησις >καὶ> προαίρεσις λογική, ὅτι μόνοις τοῖς λογικοῖς θυμὸς δὲ καὶ ἐπιθυμία ἄλογοι, ὅτι καὶ τοῖς ἀλόγοις κοιναί, καὶ ὦ ὅτι ἐκεῖναι μὲν οἰκεῖον ἔχουσαι τὸν λόγον κατ’ αὐτὸν τὰς ἑαυτῶν ἐνεργείας ἀποπληροῦσιν, αὗται δὲ παρὰ μὲν τοῖς ἀλόγοις ζῴοις παντοίως τοῦ λόγου ἀπέχουσιν, ἐπὶ δὲ τῶν ἀνθρώπων οὐδ’ ἐπ’ αὐτῶν μὲν οἰκεῖον ἔχουσι λό- γον, ἀλλοτρίῳ δὲ λόγῳ ἐπιπειθεῖς πεφύκασι γίνεσθαι, ᾧ καὶ πειθόμενοι κατορθοῦσι τὰς ἀρετάς, εἰ δ’ οὖν ἀλόγως ἐνεργοῦσι, τοῖς ἁπλῶς ἀλόγοις ὅμοιαι γίνονται. ὅτι μὲν κρείττους αἱ λογικαὶ τῶν ἀλόγων ἔν τε ταῖς γνωστικαῖς καὶ ταῖς ὀρεκτικαῖς, |οὐδεὶς ὁ ἀντερῶν, εἰ μὴ πάντῃ εἴη τοῦ λόγου ἀλλότριος, οὐδ’ ὅτι αὗται πρὸς ἀλλήλας ὑπηναντίωνται, οὐδ’ ὅτι ἐπιστατοῦντος μὲν τοῦ λόγου ταῖς ἀλόγοις ὀρέξεσι καὶ ἑαυτῷ αὐτὰς ὑπο- τάττοντος κατορθωτικὸς ὁ ἄνθρωπος τῶν ἀγαθῶν γίνεται, ἐνδιδόντος δ’ ἐκείναις καὶ ταῖς ὁρμαῖς ἐκείνων ἐφεπομένου αἱ πρὸς κακίαν ἐκπτώσεις ἐναργῶς ὁρῶνται ἀποτελούμεναι. τῶν δὴ σωματικῶν ἡδέων ἐκ ποίων δυνάμεων προβαίνειν ἡ ὄρεξις πέφυκε καὶ τίνες εἰσὶν αἱ ἀπολαύειν αὐτῶν ἐφιέμεναι; οὐχὶ αἱ ἄλογοι; τὴν δὲ τούτων ἀποχὴν εἴτε τὴν παντελῆ εἴτε τὴν θεωρουμένην κατὰ τὸ μέτριον, ἐν τίσιν εὑρίσκομεν; οὐχὶ ἐν τοῖς λογιαἰσθήσει κοῖς; εἰ οὖν ἐν μὲν τοῖς ἀλόγοις ἡ πρὸς τὰ ἡδέα τοῦ σώματος σφοδροτέρα ὁρμή, ἐν δὲ τοῖς λογικοῖς ἥ τε παντελὴς κατορθοῦται εὐπάθεια καὶ ἡ σὺν μέτρῳ καὶ λόγῳ πρὸς τὰ πάθη κατάνευσις, πῶς οὐ κρείττων ἡ εὐπάθεια καὶ τὸ μέτρον τῆς ἀμέτρου πρὸς τὰ πάθη ὁρμῆς καὶ συννεύσεως; τὸ δ’ ἀμέτρως φέρεσθαι πρὸς τὰς μίξεις καὶ ἀδιαφόρως πρὸς αὐτὰς ἔχειν ὡς καὶ μοιχεύειν καὶ ἀνδρομανεῖν, ἄλογον πάντῃ καὶ ἀχαλίνωτον. πῶς ἄρ’ οὐχ ἕξει τὸ χείριστον καὶ τοῦ λόγου παντελῶς ἀποστήσεται, τούτου δὲ ἀφιστάμενος τοῖς ἀλόγοις συντάττεται; ἢ εἰ δεῖ τἀληθῆ εἰπεῖν, κἀκεῖνα κατὰ τὸ μοχθηρὸν ὑπερβέβηκεν ὁ τὸν λόγον ὑποτάττων τοῖς πάθεσι καὶ τὸ κρεῖττον τῇ φύσει τῶν χειρόνων τῇ φύσει ἀποφαίνων ἀνδράποδον, ὡς ἐπιτηδεύειν ἀεὶ τὰ ἐκείνοις ὄντα κατ’ ὄρεξιν. λοιπὸν τίς οὐκ ἄν εἴποι παγκάκιστον εἶναι καὶ πάναισχρον τὸν νομοθετοῦντα τὰ χείριστα καὶ ἃ τὸν φύσει λογικὸν ἐξιστῶντα τοῦ λόγου χείρω καὶ τῶν ἀλόγων καθίστησιν; ἔτι τίς οὐκ οἶδε τῶν μετασχόντων παιδείας, τρεῖς εἶναι κατὰ γένος τὰς πρακτικὰς ἀρετάς, ἀνδρείαν σωφροσύνην δικαιοσύνην, τῇ προστασίᾳ κατορ- θουμένας τῆς φρονεῖν πεφυκυίας δυνάμεως καὶ μετρούσης τὰς ὁρμὰς θυμῷ καὶ ἐπιθυμίᾳ; πῶς οὗν ἔσται σωφροσύνη, ἐν οἷς ἡ ἐπιθυμία τῷ τοῦ λό- γου χαλινῷ μὴ ὑπόκειται; μὴ οὔσης δὲ σωφροσύνης, πῶς ἄν εἴη δικαι- οσύνη; τῆς τε ἐπιθυμίας τοῦ λόγου ἀποπτυούσης τὸν χαλινόν καὶ μήθ’ ἑαυτῷ μήτ’ ἐκείνῳ τὸ καθῆκον ἐχούσης τηρούμενον ἀλλὰ τήν τε ἐκείνου πρὸς αὑτὴν φυσικὴν δεσποτείαν ἀπαρνουμένης καὶ τὴν ἑαυτῆς πρὸς ἐκεῖνον δούλωσιν, γάμων τε καὶ ἀλλοτρίων ἐξορυττομένων διὰ τὸ πρὸς θηλυμανίαν ἀκόρεστον καὶ τῆς φύσεως ἀδικουμένης αὐτῆς διὰ τὸ τοῖς ἄρρεσι χρῆσθαι ἴσα καὶ θήλεσι; προσθήσω δέ τι καὶ τῶν ἄλλοις δικαίως ἀφαιρουμένων διὰ τὸ πρὸς χρηματισμὸν ἀκόρεστον τῆς ὀρέξεως. ἀλλὰ καὶ φρόνησις ἀναιρεῖται τῆς ἀλογίας τοῦ λόγου κατακρατούσης καὶ αὐτὸν καταφερούσης εἰς ἀκρισίαν καὶ ἄνοιαν, ταῖς χείροσι δυνάμεσιν ὑπαγόμενον. τούτων δ’ οὕτως ἐχόντων, ποῦ ἡ ἀνδρεία φανήσεται θυμὸν ἔχουσα τῶ λόγῳ μετρούμενον, τοιούτου καταστάντος τοῦ λόγου καὶ αἰσχρῶς ὑποπεσόντος τοῖς πάθεσι καὶ μὴ δυναμένου μηδ’ αὐτῷ χρῆσθαι κατὰ φύσιν διὰ τὸ ἀπολέσαι τὸ τῆς κατὰ φύσιν ἀρχῆς ἀξίωμα; ἀλλ’ οὐδ’ ὁ θυμὸς ἄν ἀνέξοιτο ὑποκεῖσθαι ὡς δεσπότῃ τῷ ὑποπεπτωκότι τῷ χείρονι, ἀφηνιάσει δὲ καὶ αὐτὸς καὶ ἀχαλίνωτος ἐνεργήσει τὰ ἴδια, ἢ καταπεσεῖται παντελῶς διὰ τὸ ὑπερβάλλον τῆς ἐκ φιληδονίας ἀνέσεως. καὶ οὕτως ἀρετὴ οὐδαμοῦ οὐδ’ ὁ ἄνθρωπος κατ’ ἐνέργειαν ἄνθρωπος. ἢ οὖν ὁμολογοῦσιν ἀρετὰς εἶναι ἀνθρώπων τὰς ἀπηριθμημένας οἱ τὸν ἡδυπαθῆ βίον ἀγαθὸν τιθέμενοι καὶ τὸ ὑπερβάλλον τῆς κατ’ αὐτὸν ἀπολαύσεως μακαρίζοντες καὶ πρὸς ἑαυτοὺς ἠναντίωνται ἀρετὰς εἶναι ὁμολογοῦντες καὶ τὰ πρὸς τὰς ἀρετὰς ἐναντία τῶν ἀρετῶν ὑπεραίροντες ἢ τὸ εἶναι τὰς ἀρετὰς ἀπαναίνονται καὶ ἴστωσαν τἀναντία δοξάζοντες πᾶσι τοῖς ἔμφροσι καὶ ἐναντίοι πρὸς τὸ ὀρθῶς φρονεῖν ἐλεγχόμενοι. ἀλλ’ ἴσως ἄν φήσαιεν ὅτι καὶ τίνος ἕνεκεν ὁ δημιουργὸς τὰς ἀλόγους δυνάμεις ταύτας τοῖς ἀνθρώποις ἐνέθετο, εἰ μὴ κατὰ ταύτας ἐνεργεῖν ἔμελλον καὶ ἐπιτείνειν τὰς ἐνεργείας, ἵν’ αὐ- ταὶ ἑαυτῶν ἐκ τῆς ἐπιτάσεως τελεώτεραι γίνωνται. πρὸς ὅ φαμεν, ὅτι διττῶν ἐνεργεῖν αἱ δυνάμεις αὗται πεφύκασιν ἢ τῷ λόγῳ ὑπήκουσαι ἢ ὡς τὴν πρὸς αὐτὸν ὑποταγὴν ἀποπτύουσαι. ἐκείνως μὲν οὖν ἐνεργοῦσαι μετεχόντως χόντως λογικαὶ γίνονται καὶ ὡς ἀνθρώπῳ πρέπον τὰς ἐνεργείας ἐνδείκνονται, οὕτω δὲ πρὸς ἀλογίαν ἐκκλίνουσαι οὐ μόνον ἀλογοπεπῶς τὰς δράσεις ποιοῦσαι ἐλέγχονται ἀλλὰ καὶ χείρους ἢ κατὰ τὰ ἄλογα δείκνυνται πρὸς τὴν οἰκείαν ἀφροσύνην καὶ τὸ λογιζόμενον καὶ φρονοῦν καταφέρουσαι καὶ εἰς βυθὸν ἀπωλείας κατακρημνίζουσαι καὶ ὑπουργὸν αὐτὸ ἔχουσαι πρὸς ἐπινοίας κακῶν. ἔτι ἕκαστον τῶν τελειουμένων ἐκ τοῦ κρείττονος αὐτοῦ τελειοῦται, ἀναφερόμενον πρὸς αὐτό· ὁ δὲ λόγος κρείττων τῶν ἀλόγων δυνάμεων· πῶς οὖν τὰ χείρω τελειωθήσεται πρὸς τὸ κρεῖττον ἑαυτῶν μὴ ἀναφερόμενα μηδ’ ἐκείνῳ ὑποταττόμενα, ἀλλ’ ἐκεῖνο πρὸς ἑαυτὰ καταφέ- ροντα καὶ ἑαυτοῖς ὑποτάττοντα; ὡς γὰρ ἡ λογικὴ ψυχὴ οὐκ ἂν τὸ τέλειον ἕξει ποτὲ μὴ πρὸς νοῦν ἀναφερομένη ἐρομένη καὶ διὰ νοῦ πρὸς θεὸν καὶ ὑπ’ αὐτῶν ὡς κρειττόνων ἐλλαμπομένη καὶ δεχομένη τὴν τελειότητα, οὕτως οὐδὲ θυμὸς καὶ ἐπιθυμία τὸ τέλειον ἕξει ποιὲ μὴ πρὸς τὸν λόγον ἀναφερόμενα καὶ ὑπ’ αὐτοῦ βελτιούμενα καὶ μετρούμενα. οὐ γὰρ τῇ τῆς ἐνεργείας ὑπερ- βολῇ αὐτοῖς ἡ τελείωσις, ἀλλ’ ἐν τῷ ὀρθῷ λόγῳ ὡς μέτρῳ καὶ σταθμῷ ὑποβάλλεσθαι καὶ τῷ μετεχόντως λογικὰ γίνεσθαι, ὡς καὶ ἡ λογικὴ ψυχὴ ἐν τῷ νοερὰ γίνεσθαι καὶ θεία τὸ τέλειον δέχεται. ἕκαστον γὰρ ὃ πέ- φυκε δέχεσθαι κρεῖττον ἑαυτοῦ τοῦτο δεχόμενον τέλειον γίνεται, μὴ δεχόμενον δὲ μένει ἐν τῷ ἀτελεῖ πρὸς ὃ προκόπτειν πέφυκε μὴ προκεκοφός. πεπλάνηται ἄρα ὁ λέγων τὰς ἀλόγους τελειοῦσθαι δυνάμεις ἐκ τοῦ μᾶλλον καὶ μᾶλλον αὐταῖς τὴν ἀλογίαν ἐκτείνεσθαι. ἔτι εἰ ταῖς ἀλόγαις δυνάμε- σιν ἡ τελείωσις ἐν τῷ ἐπὶ πλέον τὴν ἀλογίαν· ἐκτείνεσθαι, ἔσται αὐταῖς ἡ ἀτέλεια ἐν τῷ τῷ λόγῳ ὑπείκειν καὶ τὴν ἀλογίαν αὐτῷ συστέλλεσθαι. εἰ γὰρ τῷ ἐναντίῳ τὸ ἐναντίον, καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ, εἰ δὲ τοῦτο, κρεῖττον ἔσται ἡ ἀλογία τοῦ λόγου. δι’ οὗ γὰρ ἡ τελείωσις κρείττων τοῦ δι’ οὗ ἡ τελεία. τί δ’ ἂν γένοιτο ἀλογώτερον τοῦ τὴν ἀλογίαν τοῦ λόγου ὑπερτίθεσθα; ἔσται γὰρ καὶ τῇ λογικῇ ψυχῇ κρεῖττον τῆς τῶν θείων καὶ τοῦ θεοῦ ἀπολαύσεως τὸ ἐμμένειν ἑαυτῇ καὶ τοῖς χείροσι· καὶ ἡ προκοπὴ τοῖς οὖσιν ὑπάρξει πρὸς τὰ χείρω κατανεύουσιν, ὡς ὁδῷ προβαί- νοντας καταντῆσαι ἡμᾶς εἰς τὸ τῆς ἀσωμάτου πάσης οὐσίας κρείττονα ἡγήσασθαι τῶν σωμάτων τὰ ἔσχατα καὶ τὴν ἐσχάτην ὕλην θεοῦ τοῦ πρώτου καὶ πάντων ὑπὲρ σύγκρισιν ὑπερέχοντος. οὗ τί ἄν εἴη ἀνοητότερον καὶ ἀσεβέστερον; ταῦτα μὲν εἴρηται ἐκ τῶν ὀρεκτικῶν δυνάμεων ὁρμηθεισῶν 84v σῶν τῶν ἐπιχειρήσεων. περὶ μὲν γὰρ τὰ πάθη καὶ τὰ ἡδέα τοῦ σώματος αἴσθησις καὶ φαντασία τὰ ἐνεργοῦντά ἐστι, τάχα δὲ καὶ δόξα διάστροφος, νοῦς δὲ καὶ διάνοια οὐδαμοῦ, εἰ μὴ ὅσον καταλαμβάνειν τὰς φύσεις αὐτῶν. πῶς οὖν ἔσται κρεῖττον διάγειν λογικὸν ὄντα τὸν ἄνθρωπον κατὰ τὰς ἀλό- γους γνώσεις καὶ χείρονας, κἀντεῦθεν ἐξαλογοῦσθαι τῶν κρειττόνων καὶ λογικῶν ἀφιστάμενον; ἔτι νοῦς μὲν καὶ ἐπιστήμη, ἤτοι διάνοια, γνώσεις ἀπλανεῖς, φαντασία δὲ καὶ αἴσθησις γνώσεις πλανητίδες, ὁ γοῦν κατὰ ταύτας ζῶν κατὰ πλάνην ζῇ καὶ πλάνης ἐστί. πλάνης ἄρα νομοθέτης ἐστὶν ὁ κατὰ ταύτας ζῆν προτρεπόμενος καὶ τὰ ταύταις τερπνὰ διώκειν, καὶ διὰ τοῦτο πόρρω θεοῦ. πῶς οὖν προφήτης καὶ πῶς ἐκ θεοῦ ὁ πόρρω θεοῦ καὶ πλάνης αἴτιος τηλικαύτης τοῖς πειθομένοις; τίς δὲ καὶ ὁ σκοπὸς τῆς δημιουργίας ἐν τῷ συνηρτῆσθαι τῇ λογικῇ ψυχῇ τὴν ἄλογον ζωὴν καὶ τὴν φυτικὴν ἐξετάσωμεν, πότερον ἵνα ζῶσιν ἀλόγως οἱ λογικοὶ καὶ τὸν οἰκεῖον λόγον δουλεύοντες τοῖς πάθεσιν ἔχωσιν, ἢ διὰ τὸν σύνδεσμον τῶν ψυχῶν πρὸς τὴν παχυτέραν ταύτην σάρκα καὶ θνητὴν καὶ ἀντίτυπον. εἰ μὲν διὰ τὸ πρότερον, αἴτιος ταῖς κρείττοσι ψυχαῖς ὁ δημιουργὸς τῆς πρὸς τὸ χείρω καταφοράς ἐλεγχθήσεται, ὡς συντεταχὼς τὰ χείρω τοῖς κρεί- ττοσι κἄν τοῖς σώμασι συνδήσας ἑκάτερα· ἀλλὰ τοῦτο ἄτοπον, καὶ ψευδὴς ἡ ὑπόθεσις, ᾗ τὸ ἄτοπον ἠκολούθησε. δεῖ ἄρα ἐξετάσαι τὴν αἰτίαν τῆς ἐν ταὐτῷ τῶν ἐναντίων συνδέσεως, ἵν’ οἰκεία φανεῖσα τῆς τοῦ δημι- ουργήσαντος ἀγαθότητος διαλύσει τὸ ἄπορον. ὁ γὰρ πάντα παραγαγὼν θεὸς διὰ τὴν αὑτοῦ ἀγαθότητα, ἐπειδὴ καὶ τὰ θνητὰ ταῦτα καὶ ἔνυλα καὶ πεφυκότα ταῖς οὐσίαις κακύνεσθαι παρῆξεν, οὐκ ἠνέσχετο μὴ καὶ ταῦτα τὰ μετέχειν ἀγαθότητος ὁμοῦ καὶ λόγου καὶ τάξεως διὰ τοῦτο ψυχὰς λογικὰς παράγει δυναμένας συμπλέκεσθαι σώμασιν, ἃ ἐξ ἐναντίων συντέθεινται, τὸ δὲ τῆς συμπλοκῆς δυνατὸν ἀμέσως γίνεσθαι, μὴ δυναμένων τῶν σωμάτων ἄνευ μέσου τινὸς ἐκ τῆς λογικῆς ψυχῆς ἀγαθύνεσθαι καὶ τὰς ἐλλάμψεις αὐτῆς παραδέχεσθαι. διὰ τοῦτο φυτικὴ ζωὴ καὶ αἰσθητικὴ συνέζευκται ταύτῃ, μεσιτεύουσαι τῇ τῆς λογικῆς ψυχῆς καὶ τοῦ σώματος κοινωνίᾳ πρὸς ἄλληλα διὰ τὴν πρὸς ἄμφω συγγένειαν, ταῖς ἑαυτῆς ἐνερ- γείαις τῷ τῆς σαρκὸς χορηγοῦσαι πάσχειν τὴν ἐκ τοῦ λόγου ἀγάθυνσιν, ὑλικώτεραι μὲν οὖσαι τῆς λογικῆς, ἀυλότεραι δὲ τῆς σαρκός. ἡ μὲν γὰρ λογικὴ ψυχὴ καὶ τῇ οὐσίᾳ καὶ τῇ ἐνεργείᾳ τοῦ σώματος χωρίζεσθαι πέφυκεν. 35 αὗται δὲ κατ’ ἄμφω ταῦτα τῶν σωμάτων οὖσαι ἀχώριστοι, μόνῃ τῇ ἐπινοίᾳ ὡς εἴδη χωρίζονται, ἔνυλα ὄντα καὶ ἐν ὑποκειμένοις σώμασιν ὑφιστάμενα. διὸ καὶ ἀχωρίστους ἐντελεχείας ταύτας εἰρήκασιν οἱ περὶ ταῦτα σπουδάζοντες. ὁ μὲν προηγούμενος οὗτος σκοπὸς τῆς ἑνώσεως. ἵνα δὲ μὴ τὸ κοσμεῖν καὶ ἀγαθύνειν λα)ὸν ἀκόσμητον μᾶλλον καὶ τῷ συνδέσμῳ δεσμῷ κακυνόμενον γένηται, ἐντάλματα καὶ νόμοι ἐκτέθεινται τὸ κατὰ 40 κρείττονος γίνοιτο, αὐτὸ δὲ συντηροῖτο ἄχραντον καὶ ἀκάκωτον πρὸς μὲν τὰ κρείττω καὶ αὐτοῦ ἀνωτέρω ἐπιστρεφόμενον, ἤγουν νοῦν καὶ θεόν, καὶ ὑπ’ αὐτῶν τελειούμενον, τὰ δὲ χείρω ἄγον καὶ φέρον πρὸς ἑαυτὸ καὶ δι’ ἑαυτοῦ πρὸς τὰ κρείττω διὰ τῆς τῶν ἀρετῶν κατορθώσεως, ὧν οὐδὲν ὁ ψευδοπροφήτης ἐκεῖνος εἰδὼς τὰ πάντων ἐνομοθέτησεν αἴσχιστα. οὗτος γάρ ἐστιν, ὃν Ἄραβες καὶ Αἰγύπτιοι καὶ Πέρσαι καὶ ὅσοι κατὰ τὸν βίον τούτοις ὡμοίωνται, προφήτην ἑαυτῶν καὶ νομοθέτην κηρύττουσιν, ἀνθρώ- πιον πάναισχρον καὶ ἀσελγείας ἀνάπλεων καὶ μηδ’ ἃ Σοδόμοις καὶ Γομόρροις συμβέβηκε δυσωπούμενον θεηλάτῳ καταφλεγεῖσι πυρί, ὅτι τοιαῦτα οἷα οὗτος νενομοθέτηκε διεπράττοντο, ὡς καὶ τὴν γῆν καταφλεγῆναι αὐ- τὴν καὶ εἰς αἰθάλην καταπεσεῖν, ἧς οἱ ἐν αὐτῇ κατοικοῦντες ἐπέβαινον ἀσελγαίνοντες. καὶ τί δεῖ καὶ εἰσέτι προστιθέναι τοῖς εἰρημένοις, ἱκανῶς ὄντων τῶν ἤδη ῥηθέντων πρὸς ἔλεγχον τῆς ἀλογίας τοῦ δόγματος, ἐπεὶ ὦ μηδὲ περὶ τούτου ἡμῖν ὁ σκοπὸς ἐξ ἀρχῆς. ἀναλαβώμεθα δ’ αὗθις τὰ παρ’ Ἀριστοτέλους λεγόμενα καὶ τὴν τούτων ὡς ἔνι ποιησώμεθα δια- ρία δ’ ἐστὶν ἐν τῇ ψυχῇ τὰ κύρια πράξεως καὶ ἀληθείας, αἴσθησις νοῦς ὄρεξις. τούτων δ’ ἡ αἴσθησις οὐδεμιᾶς μιᾶς ἀρχὴ πράξεως. δῆλον δὲ τῷ τὰ θηρία αἴσθησιν μὲν ἔχειν, πράξεως δὲ μὴ κοινωνεῖν. ἔτι περὶ θατέρου τῶν λόγον ἐχόντων, ὃ περὶ τὰ ἐνδεχόμενα κατα- γίνεται, τοῦτο δ’ ἐστὶ τὸ λογιστικόν, |διδάσκει ἡμᾶς. ἐπεὶ αἰσθητικὴ γνῶσις μὲν μετέχει πὼς καὶ αὐτὴ τῆς περὶ τὰ ἔνυλα καὶ ἄλλοτε ἄλλως ἔχοντα κρίσεως, ἀπαριθμεῖται καὶ αὐτὴν καί φησι, τρία εἶναι ἐν τῇ ψυχῇ τὰ κύρια πράξεως καὶ ἀληθείς, αἴσθησιν νοῦν ὄρεξιν, οὐχ ὅτι καὶ ἡ αἴσθησις ἔχει τινὰ μετοχὴν ἐν ταῖς πράξεσιν ὡς προϊσταμένη αὐτῶν, ἀλλ’ ὅτι γνώσεως καὶ αὐτὴ εἶδός τί ἐστι καὶ ἀληθεύειν ἔν τισι δύναται τῷ περὶ τὰ ἔνυλα καὶ ἐνδεχόμενα ἐνεργεῖν, περὶ ἃ καὶ ὁ πρακτικὸς νοῦς. ὁ δὲ νοῦς, ἁπλῶς μὲν λαμβανόμενος, εἰς τὰ ἐνδεχόμενα καὶ εἰς τὰ ἀναγκαῖα τὴν ἑαυτοῦ μερίζει ἐνέργειαν, πράττων μὲν περὶ τὰ ἐνδεχόμενα, θεωρῶν δὲ τεχνικῶς μὲν εἴσεται περὶ τὰ ἐνδεχόμενα, ἐπιστημονικῶς δὲ περὶ τὰ ἀναγκαῖα καὶ βέβαια. ἡ δὲ ὄρεξις ὥσπερ ὑπηρέτης ἐστὶ καὶ τῆς αἰσθή- σεως καὶ τοῦ λογισμοῦ, ἤγουν τοῦ πρακτικοῦ νοῦ, τῆς μὲν προβαλλομένης νῆς τὰ ὀρεκτὰ καὶ φευκτὰ καὶ ὕλην προτιθεμένης αὐτῇ τὰ ἡδέα καὶ λυπηρά, πηρά, τοῦ δὲ κρίνοντος ἃ δεῖ ἑλέσθαι καὶ ἃ φυγεῖν καὶ μέτρον τιθέντος προσῆκον ταῖς φυγαῖς τε καὶ ταῖς αἱρέσεσιν. ὅτι δὲ ἡ αἴσθησις οὐκ ἔστιν αἰτία πράξεως τινος, δῆλον ποιεῖται ἐκ τοῦ τὰ θηρία, ἤγουν τὰ ἄλογα ζῷα, ἡδέων καὶ λυπηρῶν, ἃ ὑπόκειται ταῖς αἰσθήσεσιν, ἀποστέργει μὲν τά πεφυ- κότα λυπεῖν ἢ τῷ φεύγειν αὐτὰ ἢ τῷ ἀμύνεσθαι καὶ ἀποσοβεῖν, ὀρέγεται δὲ τῶν ἡδέων καὶ ἢ ἕλκει πρὸς ἑαυτὰ ἢ μεταδιώκει αὐτά. πρᾶξις δ’ ἐν αὐτοῖς οὐδεμία, διότι μηδὲ λόγος. ἡ γὰρ πρᾶξις ἐν οἷς τὸ βουλεύεσθαι καὶ οὕτω τὸ αἱρετὸν συμπεραίνεσθαι καὶ οὕτω πρὸς αὐτὸ τὴν ὄρεξιν ἐπεκτείνεσθαι. οὐδεμιᾶς ἄρα ἡ αἴσθησις κυρία πράξεως, ἀλλὰ τὸ κῦρος ἅπαν αὐτῆς νοῦς ἔχει καὶ ὄρεξις, ὁ μὲν κρίνων καὶ εὑρίσκων τὸ αἱρετὸν ἐκ βουλεύσεως, ἡ δὲ ὄρεξις ἀντιποιουμένη ἐκείνου, ὃ νοῦς εἶναι βέλτιον ἐπεράνατο, ὥστ’ ἐν μὲν τοῖς ἀλόγοις ἡ ὄρεξις γνώσει καὶ κρίσει ἀμφοῖν ὑπηρετεῖ, ἐν δὲ τοῖς λογικοῖς λόγῳ τε καὶ νῷ πρακτικῷ. καλῶς ἄρα εἴρηται, ῥηταὶ, ὡς οὐδεμιᾶς πράξεως ἀρχὴ ἡ αἴσθησις, ἐπεὶ καὶ ἐν τοῖς λογικοῖς, ὅταν τὰ αἰσθήσει ἡδέα φαινόμενα καταδιώκῃ ἡ ὄρεξις, ἡ τοῦ λόγου κρί- σις ἀργὴ καὶ ὡς ἄλογος ὁ φύσει λογικὸς ἐνεργεῖ καὶ τοῖς ἀλόγοις ἐξομοιοῦται κατ’ αἴσθησιν ζῶν, γνῶσιν οὖσαν ἄλογον. τοιοῦτοι οἱ δοξομανεῖς, οἱ φιλόπλουτοι, οἱ ἡδυπαθεῖς καὶ φιλήδονοι, μόνων τῶν αἰσθητῶν ὀρεγόμενοι, τῶν δὲ νῷ ληπτῶν μὴ ἐπιστρεφόμενοι. ἐστι δ’ ὥσπερ ἐν διανοίᾳ κατάφασις καὶ ἀπόφασις, τοῦτ’ ἐν ὀρέξει δίωξις καὶ φυγή. Τὸν λόγον ἡ μῖν παραδίδωσιν, ὃν ἔχουσι πρὸς ἄλληλας ἐν ταῖς πρά- ξεσιν ἡ διάνοια καὶ ἡ ὄρεξις καὶ τὴν τούτων διαφοράν, διάνοιαν ὀνομάζων τὸν πρακτικὸν νοῦν, ἤτοι τὴν θεωρίαν τὴν ἐνεργουμένην ὅτε τις κρίνει περὶ τοῦ αἱρετοῦ. πᾶσα μὲν γὰρ διάνοια περὶ τοῦ ἀληθοῦς ζητεῖ καὶ τοῦ ψεύδους, ὡς τὸ μὲν ἐλέγξαι, τὸ δὲ συστήσασθαι, ἡ δὲ ὄρεξις περὶ τὴν δίωξιν τοῦ ἀγαθοῦ καὶ τὴν τοῦ κακοῦ φυγὴν καταγίνεται. ὅταν, οὖν περὶ πρακτέου τινὸς ἡ ζήτησις εἴη, εἰ ἀγαθόν ἐστιν εἴτε μή, ἡ διάνοια συλλογίζεται καὶ ἀντιποιεῖται αὐτοῦ, φεύγει δὲ τὸ κακὸν καὶ ἀφίσταται ἀπ’ αὐτοῦ. ὥσπερ οὖν ὑπηρέτου λόγον ἐπέχει πρὸς τὴν διάνοιαν ἡ ὄρεξις ὡς δεσπότην, ἢ καὶ μαθητοῦ πρὸς διδάσκαλον ἐκδεχομένη τὶ προστάξει ἢ τὶ διδάξει ἡ διάνοια, ὡς ἄν ἡ αἱρετίσεται τὸ ἀγαθὸν ἢ ἐκφεύξεται τὸ κακόν. διὰ τοῦτό φησιν, ὅτι ὅπερ ἐν διανοίᾳ κατάφασις καὶ ἀπόφασις, τοῦτ’ ἐν ὀρ έξει δίωξις καὶ φυγή, τουτέστιν ὅτι ὥσπερ ἡ διάνοια τὸ ἀναφανὲν αὐτῇ ἀγαθὸν ἐκ τοῦ συλλογίζεσθαι καταφάσκει εἶναι ἀγαθόν, οὕτως ἡ ὄρεξις διώκει τὸ ὂν ἀγαθόν, ὃ ἐκείνη τιοῦτον εἶναι συνεπεράνατο, καὶ ὥσπερ ἡ διάνοια ἀποφάσκει μὴ εἶναι ἀγαθὸν λέγουσα, ὃ συνεπεράνατο μὴ εἶναι ἀγαθόν, οὕτως ἡ ὄρεξις φεύγει τὸ μὴ ὂν ἀγαθόν. ταῦτα δὲ λέ- γομεν ἐπὶ τῶν ζώντων ἀνδρῶν μετὰ λόγου καὶ κρίσεως. Ὥδτ᾿ ἐπεὶ ἡ ἠθικὴ ἀρετὴ ἕξις προαιρετική, ἡ δὲ προαίρεσις ὄρεξις βουλευτική, δεῖ διὰ μὲν ταῦτα τόν τε λόγον ἀληθῆ εἶναι καὶ τὴν ὄρεξιν ὀρθήν καὶ τὰ αὐτὰ τὸν μὲν φάναι, τὴν ’δε διώκειν. οὗτος ὁ λόγος ἐκ τοῦ προλαβόντος ἔτι συνίσταται καὶ ἐκείνῳ ἀκο- λουθεῖ. ἐπεὶ γὰρ ἡ ὄρεξις πρὸς τὴν διάνοιαν ἀφορᾷ καὶ ἐπ’ ἐκείνης ἐκ- δέχεται λαβεῖν πρόφασιν τοῦ διῶξαι ἢ φυγεῖν τὸ προκείμενον, διὰ τοῦτό φησιν, ὅτι ἡ μὲν ἀρετὴ ἕξις προαιρετική ἐστιν. ἔστι γὰρ ἕξις καὶ ἡ ἐπι- στήμη, ἀλλ’ οὐ προαιρετική· οὐ γὰρ περὶ τὰ ἐνδεχόμενα οὐδὲ περὶ ὧν ἡ βούλευσις ἀλλὰ περὶ τὰ ἀναγκαῖα καὶ ἃ ὡσαύτως ἔχει ἀεί, κἂν μηδέν τις ἐπ’ αὐτοῖς πραγματεύσηται. καὶ τὸ μὲν γνῶναι τὸ τέλος αὐτῶν, ἤγουν τὸ ἀληθές, ἐφ’ ἡμῖν, τὸ δὲ οὐχ οὕτως ἔχειν αὐτὸν ἢ μή, οὐκ ἐφ’ ἡμῖν. καὶ ἀπὸ φύσεως μὲν πολλαὶ ἕξεις ἡμῖν, ὡς καὶ αἱ αἰσθήσεις. ἀλλ’ οὐ τοιαύτη ἡ ἀρετή, ἀλλ’ ἐφ’ ἡμῖν καὶ κατὰ προαίρεσιν, ὡς ἐκ προσιρέσεως κτωμένη καὶ σπουδῆς ἡμετέρας. ὁρίζεται δὲ καὶ τὴν προαίρεσιν ὄρεξιν ταύτην εἶναι λέγων βουλευτικήν. ὀρεκ. τικὴ μὲν γὰρ δύναμις ἡ προαίρεσις, αἵρεσις, καὶ διὰ τοῦτο ὄρεξις, βουλευτικὴ δέ, διότι προηγησαμένης βουλεύ- σεως ἐνεργεῖ τὸ οἰκεῖον, τὸ βέλτιον προτιμῶσα τοῦ χείρονος. τρία γὰρ ἔχει ταῦτα τὰ ἐν ταῖς πράξεσι θεωρούμενα, βούλησις προαίρεσις βούλευσις· ἡ μὲν βούλησις τοῦ ἀγαθοῦ ἁπλῶς ὄρεξις, αὕτη ἐν μὲν ταῖς θείαις οὐσίαις θεωρουμένη κατάληψιν ἔχει τοῦ ἀγαθοῦ ἀκριβῆ, οὗ καὶ αὐτόθεν ὀρέγεται, μὴ δεομένη βουλεύσεως, διὰ τὸ ὅλως τὰ θεῖα μὴ λείπεσθαι φρονήσεως, διὰ τὸ εἶναι κατὰ ταύτην ἀνενδεῆ, ἡ δὲ ψυχὴ συνδεδεμένη τῷ σώματι καὶ τὸ ὄμμα τὸ τῇ τῆ γενέσει θολούμενον ἔχουσα, ἀγνοεῖ τὰ πολλά, διὸ καὶ δεῖται φρονήσεως βουλομένης μὲν τὸ ἀγαθόν, δεδοικυῖα δὲ μὴ πλάνην τινὰ ὑποστήσεται, ὥστε καὶ βουλεύεται κἀντεῦθεν εὑροῦσα τὸ ἀγαθὸν προαιρεῖται αὐτὸ τοῦ μὴ ἀγαθοῦ καὶ γίνεται παρ’ αὐτῇ, μέση βουλήσεως καὶ προαιρέσεως, ἡ βούλευσις, εὑρίσκουσα μὲν τὸ τῇ βουλήσει ὀρεκτόν, οὗ ἐκείνη συγκεχυμένως ὀρέγεται, τοῦτο αὐτὴ ὡρισμένως ἐπὶ τοῦ προκειμένου πρακτέου ἀπογυμνώσασα, προτρεπομένη δὲ τὴν προαίρεσιν ἑλέσθαι αὐτό. ὥστε δύο ταῦτα δεῖ συνδραμεῖν τόν τε λόγον ἀληθῆ εἶναι, ὃν ἡ διάνοια συνεστήσατο εἴτε τὸ ἀγαθὸν ἀγαθὸν εἴτε τὸ φῦλον φαῦλον περαίνουσα καὶ τὴν ὄρεξιν ὀρθήν, ἵνα μὴ διάστροφος οὖσα αὕτη οὐκ ὀρέγηται ἐκείνου, ὅ ἡ διάνοια διωκτὸν εἶναι συνεπεράνατο, ἀλλὰ πρὸς τοὐναντίον ὁρμᾷ. πολλάκις γὰρ ἐπὶ τῶν ἐμπαθῶν τοῦτο γίνεται, οἷον δὴ καὶ ἡ Μήδεια, εἰδυῖα μὲν ἐκ τοῦ λόγου. ὅτι φαῦλα ἦν ἅπερ ἔμελλε δρᾶν, ὑπὸ δὲ τῆς κατὰ θυμὸν νικωμένη ὀρέξεως, ἔδρασεν ἐκεῖνα, ἃ ὁ λόγος σπουδαί ἐστί, τουτέστιν ἀρετῆς ἐχομένη, καὶ προτιθεῖσα τὸ κρεῖττον τοῦ χείρονος· ὄρεξις γὰρ οὖσα βουλευτική, ὥσπερ εἴρηται, ἐὰν σπουδαῖος ἦ, ἐκείνου ὀρέξεται ὅπερ ὡς ἀληθῶς ἀγαθὸν ἡ βούλευσις συνεπέρανεν, ὥστε ὅπερ ὁ λόγος κατέφη ἀγαθὸν εἶναι, τοῦτο διώκει σπουδαία οὖσα ἡ βουλευτικὴ ὄρεξις. Αὕτη μὲν οὖν ἡ διάνοια καὶ ἡ ἀλήθεια πρακτική, τῆς δὲ θεωρητικῆς διανοίας καὶ μὴ ποιητικῆς μηδὲ ποιητικῆς τὸ εὖ καὶ κακῶς τἀληθές ἐστι καὶ ψεῦδος· τοῦτο γάρ ἐστι παντὸς διανοητικοῦ κοῦ ἔργον. Ἐπεὶ εἰς δύο διῄρηκε τὴν διάνοιαν καὶ τὸ μὲν αὐτῆς εἶπε περὶ τὰ ἐνδεχόμενα καταγίνεσθαι, τὸ δὲ περὶ τὰ ἀναγκαῖα, καὶ τὸ μὲν ὠνόμασε λογιστικόν, τὸ δ’ ἐπιστημονικόν, εἰπὼν τὴν ἰδιότητα τοῦ λογιστικοῦ, λέγει νῦν καὶ τὴν τοῦ ἐπιστημονικοῦ. ἐν ἐκείνῳ μὲν γὰρ οὐ μέχρι θεωρίς ἦν τὸ τέλος, ὥσθ’ ἱκανὸν εἶναι τοῦ εὑρεῖν τὴν ἀλήθειαν, ἀλλ’ ἔδει καὶ ὄρεξιν ἐπακολου- θῆσαι διώκουσαν τὸ συμπερανθὲν καὶ πρᾶξιν κατορθοῦσαν τὸ ἀγαθόν, ὅτι γε καὶ ἐφ’ ἡμῖν ἡ κτῆσις ἐκείνων. ἐνδεχομένου γὰρ ὄντος καὶ τῆς ἡμετέρας δεομένου σπουδῆς εἰς τὴν αὐτοῦ ἀποτέλεσιν τοιαῦτα γὰρ τὰ σωφρονικά), νικᾶ), διὰ τοῦτο καὶ πρακτικὸν τὸ εἶδος τῆς διανοίας ἐκεῖνο καὶ τῆς ἀληθείας ὠνόμασται. τὸ δὲ τῆς θεωρητικῆς μηδὲ πρακτικῆς μηδὲ ποίη τικῆς. τὸ εὖ καὶ κακῶς μέχρι τοῦ θεωρεῖν ἔχει, τὸ μὲν εὖ, ὅταν εὑρίσκῃ τὸ ἀληθές, τὸ δὲ κακῶς, ὅταν πλανᾶται καὶ ψεύδηται, οἷον εἴ τις περὶ τοῦ σχήματος ζητοίη τῆς γῆς, εἴτε σφαιρικὴ εἴτε τυμπανοειδὴς εἴτε φακοειδής. ἐν τούτῳ γὰρ εὑρών τις τὸ ἀληθὲς ὅτι σφαιροειδὴς ἀρκεῖται, ἀλλ’ οὐ δεήσει αὐτῷ σφαῖραν ποιῆσαι ἢ γῆν ἢ ἄλλο τι ἐπὶ τῇ τῆς ἄλη· θείας εὑρέσει ἐργάσασθαι. συνῆψε δὲ τῇ πρακτικῇ τὴν ποιητικήν, ὡς καὶ αὐτὴν ἐνεργοῦσαν περὶ τὰ ἐνδεχόμενα καὶ περὶ τὰ ἐφ’ ἡμῖν ἔχουσαν τὸ ποιούμενον, οὗ ἕνεκα καὶ ἡ κατὰ τὸν λόγον σκέψις αὐτῇ γεγένηται, ὡς ἐπὶ τῆς τεκτονικῆς καὶ χαλκευτικῆς καὶ τῶν τοιούτων. εἰπὼν δὲ περὶ τῆς θεωρητικῆς ὅτι τὸ εὖ αὐτῇ καὶ κακῶς, τὸ ἀληθὲς αὐτῇ καὶ τό ψεῦδος ἐπήνεγκε. τοῦτο γάρ ἐστι παντὸς διανοητικοῦ ἔργον ὡς κοινῆς οὔσης τῆς τοῦ ἀληθοῦς εὑρέσεως ἢ καὶ τοῦ πλανηθῆναι περὶ τὸ ψεῦδος ἀμφοῖν τοῖν μορίοιν τοῦ διανοητικοῦ, διὸ καὶ ἐπάγει τοῦ δὲ πρακτικοῦ καὶ διανοητικοῦ ἡ ἀλήθεια ὁμολόγως ἔχουσα τῇ ὀρέξει τῇ ὀρ- θῇ. ἐπὶ γὰρ τοῦ διανοητικοῦ τοῦ μὴ μέχρι τοῦ εὑρεῖν τὴν ἀλήθειαν ἱσταμένου, ἀλλὰ καὶ πρᾶξαί τι ἀπαιτοῦντος κατὰ τὴν βουλευτικὴν ὄρεξιν, ἤτοι τὴν προαίρεσιν, οὐκ ἔστι τὸ εὖ καὶ τὸ κακῶς μέχρι τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδους, ἀλλὰ καὶ πρᾶξιν ἀκολουθεῖν κατὰ τὸ σπουδαῖον ἢ φαῦ- λον. ἔχει οὖν ἡ ἀλήθεια ἐν τῷ τοιούτῳ εἴδει τοῦ διανοητικοῦ ὁμολό- γως, ἤγουν συμφώνως, τῇ ὀρέξει τῇ ὀρθῇ· οὕτω γὰρ κατορθοῦται τὸ ἀγαθὸν τῆς ἀληθείας εὑρισκομένη, ὅτι τὸ πρακτικὸν ἀγαθὸν ἀγαθόν ἐστι καὶ τῆς ὀρέξεως ἐχούσης ὀρθῶς, ὥστε μὴ εὑρῆσθαι τὸ ἐναντίον τοῦ συμπερανθέντος τῇ λογικῇ διανοίᾳ, ἀλλ’ ἐκεῖνο ὅπερ ἀληθῶς συμπεπέ- ρανται Πράξεως μὲν οὗν ἀρχὴ προαίρεσις, ὅθεν ἡ κίνησις ἀλλ’ οὐχ οὗ ἕνεκα, προαιρέσεως δὲ ὄρεξις καὶ λόγος ὁ ἕνεκά τινος. Ἐπὶ τῶν πρακτικῶν ἀρετῶν καὶ τῶν κατ’ αὐτὰς ἐνεργειῶν, αἳ καὶ πράξεις ἰδίως λέγονται, τρία ταῦτα θεωρεῖται, διάνοια, ἣ καὶ λογισμὸς εἰ- δικῶς ὀνομάζεται, προαίρεσις, ὄρεξις. λέγει οὖν τίνα τὰ τρία ταῦτα λόγον 15 ἔχει πρὸς ἄλληλα, καὶ τὴν μὲν προαίρεσίν φησιν αἰτίαν τῆς πράξεως καὶ αἰτίαν οὐ τελικήν αὕτη γάρ ἐστι τὸ οὗ ἕνεκα), ἀλλὰ ποιητικήν. ὅθεν γὰρ ἡ κίνησις τὸ ποιητικόν ἐστιν αἴτιον· ἐκ γὰρ τῆς προαιρέσεως ἡ πρᾶ- ξις ἀπογεννᾶται. προαιρούμενοι γὰρ τὸ ἀπὸ τῆς διανοίας ἀποδειχθὲν ἀγαθὸν τοῦ ἀντικειμένου αὐτοῦ ἐνεργοῦμεν καὶ πράττομεν ὥστ’ ἐφικέσθαι αὐτοῦ. τῆς δὲ προαιρέσεως αὖθις αἴτιον ὄρεξίν φησι καὶ λόγον τὸν ἕνεκά του, καίτοι πρότερον τὴν ὄρεξιν ἁπλῶς ὡς γένος τῆς προαιρέσεως εἴ- ληφε καὶ τὸν λόγον ὡς διαφορὰν συστατικήν, ὅτε τὴν προαίρεσιν ὡρίζετο εἶναι ὄρεξιν βουλευτικήν. πῶς οὖν νὺν αἴτια ποιητικά φησι τῆς ὀρέξεως; μᾶλλον γὰρ ἄν φαίη τις ταῦτα ἢ ἄμφω ὑλικὰ ὡς μέρη ὄντα τοῦ ἐξ αὐτῶν ὅλου τὸ γὰρ ὡς ἐκ μερῶν ὅλον εἶδός ἐστιν ὡς ἐν |ὕλῃ ἐνθεωρούμενον τοῖς ἐξ ὧν συντέθειται μέρεσιν) ἡ τὸ μὲν ὕλη, τὸ δὲ εἶδος. ἐν γὰρ τοῖς ὁρισμοῖς ὕλῃ μὲν τὸ γένος ἀναλογεῖ, εἴδει δὲ αἱ διαφοραί. δόξειε δ’ ἂν ἐν τούτοις μὴ ἀκολουθεῖν ἑαυτῷ ὁ Ἀριστοτέλης. ἡ ἐκεῖ μὲν τὴν ἀπλῶς ὄρεξιν τῆς προαιρέσεως γένος εἴληφεν ὡς κοινὴν οὖσαν ἀλόγοις καὶ λογικοῖς καὶ εἶδος αὐτῆς τὴν προαίρεσιν ἔταξεν ὡς μόνων οὖσαν τῶν λογικῶν, διὸ καὶ βουλευτική ἐστιν, ἐνταῦθα δὲ ποιητικὴν αἰτίαν τῆς προαιρέσεώς φησι τὴν ὄρεξιν, ὅτι προκειμένου τινὸς ὀρεκτοῦ, δεῖ προηγήσασθαι τὴν ὄρεξιν ἔφεσιν οὖσαν τοῦ ὀρεκτοῦ ἀπλῶς καὶ λόγου χωρίς, εἶτα τὸν λόγον ἐπισχεῖν τὴν ταύτης ὁρμήν, ὥστε συλλογίσασθαι αὐτὸν καὶ δεῖξαι, εἰ ἀξίως αὕτη ὠρέξατο, καὶ οὕτω τὴν προαίρεσιν ἐπακολουθῆσαι, τὴν ἀρχὴν λαβοῦσαν ἀπὸ τῆς ὀρέξεως, καὶ τοῦ λόγου τοῦτο ἀληθὲς περὶ τὸ ὀρεκτὸν ἀποδείξαν- τος. καὶ οὕτως ἕξει παρ’ ἑαυτὴν ἡ προαίρεσις τὴν μὲν ὄρεξιν ὡς γένος, τὸν δὲ λόγον ὡς διαφοράν, οὐκέτι ζητοῦντα καὶ συλλογιζόμενον ὁποῖον τὸ τῇ ὀρέξει γεγονὸς ὀρεκτόν τοῦτο γὰρ ἤδη εὕρηκε, καὶ διὰ τοῦτο καὶ ἡ προαίρεσις ἠκολούθησεν) ἀλλὰ βουλευόμενον ὅπως αὐτοῦ ἐπιτεύξεται. τῖς μὲν γὰρ ὑπὸ τὴν ψυχικὴν οὐσίαν δυνάμεσιν ἔξω οὔσαις ὕλης οὐ δεῖ βου- λεύσεως, ἐκεῖνα βουλευομέναις ἃ ἐξ ἀνάγκης καὶ δύνανται καὶ ἐν οἷς οὐκ ἔστι τὸ ἁπλῶς ἐνδεχόμενον, τῇ δὲ ψυχῇ συνδεδεμένῃ ὕλῃ καὶ σώματι καὶ δυνάμεις ἀλόγους ἐχούσῃ συνηρτημένας αὐτῇ καὶ ἀμφιβολία καὶ ἄγνοια πρόσεστι καὶ τὸ ἐνδεχόμενον συμπαρομαρτεῖ ἐν ταῖς πράξεσι. διὸ καὶ κινδυνεύει εἰς ἔνδειαν ἰέναι πολλάκις φρονήσεως, ὥστε δεῖ αὐτῇ καὶ βουλεύσεως διὰ ταύτην τὴν ἔνδειαν τὸν τρόπον ἀνερευνώσης, δι’ οὗ ἁπλῶς ἢ ῥᾳότερον τοῦ ὀρεκτοῦ ἐπιτεύξεται. εἰπὼν δὲ ὅτι προαιρέσεως ἀρχὴ ἡ ὄρεξις καὶ λόγος ἐστίν, ἐπάγει τὸ ὃ ἕνεκά τινος, ἵνα δηλώσῃ τὸν λόγον καὶ τὴν διάνοιαν τὴν ἐν τοῖς πρακτικοῖς ἁρμόζουσαν, ἣ ἔστιν ἡ μὴ μέχρι τῆς ἀληθείας ἱσταμένη τοῦ συμπεράσματος ἀλλ’ ἡ ἕνεκα συλλογιζομένη τῆς πράξεως καὶ τοῦ κατ’ αὐτὴν τέλους, ἣ καὶ τοῖς ἐνδεχομένοις ἐφ’ ἐφήρμοσε, τοῖς τε κατὰ πρᾶξιν καὶ ποίησιν. ἡ γὰρ ἐπιστημονικὴ διάνοια οὐχ ἕνεκά τινος ἑτέρου τὸ παρ’ ἑαυτῇ ἀληθὲς ἀποδείκνυσιν, ἀλλ’ ἔχει τὸ αὔτ- αρκες ἑαυτῇ μέχρι τοῦ εὑρεῖν τὴν ἀλήθειαν, καθάπερ καὶ ἤδη εἴρηται. ἔστι τοίνυν συνιδεῖν ἐκ τῶν εἰρημένων, ὅτι διττὴ ἡ ὄρεξις καὶ ὁ λόγος διττὸς ἐν τοῖς πρακτοῖς ἀγαθοῖς. πρώτη μὲν ὄρεξις ἡ πρὸ τῆς τοῦ λόγου κρίσεως καὶ τοῦ ἀποδεῖξαι, εἰ ἄξιον τοῦ ὀρεχθῆναι τὸ προκείμενον, ἣ καὶ οὔπω λογικὴ λέγεται ὄρεξις, δευτέρα δὲ ὄρεξις ἡ μετὰ λόγου, ἣ καὶ προαίρεσις ὀνομάζεται καὶ μετὰ τὴν ἀπόδειξιν τοῦ ἄξιον <εἶναι> ὀρέξεως προκείμενον ἐπιγίνεται. λόγος δὲ πρῶτος μὲν ὁ ἀγαθὸν εἶναι συλλογιζόμενος τὸ κατ’ ὄρεξιν γεγονός, ὃς καὶ προηγεῖται τῆς προαιρέσεως, δεύ- τερος δέ, ὃς τὸν τρόπον εὑρίσκει δι’ οὗ τοῦ ἐν προαιρέσει γεγονότος ἐπιτυγχάνει ὁ προαιρούμενος. Διὸ οὔτ’ ἄνευ νοῦ καὶ διανοίας οὔτ’ ἄνευ ἠθικῆς ἕξεως ἡ προαίρεσις· εὐπραξία γὰρ καὶ τὸ ἐναντίον ἐν πράξει ἄνευ νοῦ καὶ διανοίας καὶ ἤθους οὐκ ἔστι. Πιστοῦται διὰ τούτων τὸ εἰρημένον, ὅτι ἀρχὴ ποιητικὴ τῆς προαιρέσεώς ἐστιν ὄρεξις καὶ λόγος ὁ τὸ ἀφορᾶν πρὸς πρᾶξιν ὡς τέλος συλλογι- ζόμενος. δείκνυσι δὲ ἐκ τοῦ ὑστέρου τὸ πρότερον, τεκμηριώδη τὸν λόγον ποιούμενος. ὅτι γάρ, φησίν, ὄρεξις καὶ λόγος αἴτια ποιητικὰ προαιρέσεως, δῆλον ἐκ τοῦ ἄνευ νοῦ καὶ διανοίας καὶ ἠθικῆς ἕξεως μὴ εἶναι προαίρεσιν. εἰ μὴ γὰρ ἥ τε ὄρεξις κινηθῇ πρὸς τὸ ὀρεκτὸν καὶ ὁ νοῦς ὁ πρακτικὸς συμπεράνῃ περὶ αὐτοῦ ὡς ἄξιον ἑλέσθαι αὐτό, ἡ προαίρεσις ἑτέρως οὔτ’ ἐνεργεῖ οὔτε γίνεται. νοῦν γὰρ καὶ διάνοιαν τὸν περὶ τοῦ ὀρεκτοῦ συμπεραίνοντα λόγον ὠνόμασεν. ὀνομάζεται γὰρ καὶ ἡ διάνοια νοῦς ὡς νοῦ μίμημα. ὃ γὰρ κυρίως νοῦς ἁπλαῖς ἐπιβολαῖς γινώσκειν πέφυκε, τού- τῳ μέσῳ χρωμένη ἡ διάνοια οἰκείῳ τοῦ πράγματος ἀνειλιγμένως καταλαμ- βάνει. τὸ δὲ ἄνευ ἠθικῆς ἕξεως περὶ τῆς ὀρέξεως εἴρηται, ὅτι τῇ ὀρέξει τὸ ὀρθῶς ἐνεργεῖν ἢ μὴ ἐκ τοῦ ἤθους περιγίνεται, ὡς ἀγαθοῦ ὄντος αὐτοῦ ὀρθὴν εἶναι καὶ τὴν ὄρεξιν, πονηροῦ δὲ διάστροφον. ὥστε δεῖ συντρέχειν ἀλλήλοις ἐν τῇ προαιρέσει τὴν διάνοιαν καὶ τὴν ὄρεξιν, τὴν μὲν ὀρθῶς ὀρεγομένην, τὴν δ’ ἀληθῶς συλλογιζομένην καὶ συμπεραίνουσαν. τὸ γὰρ εὖ καὶ τὸ μὴ ἐν ταῖς πράξεσιν ἄνευ τούτων ἀμφοῖν οὐ γίνεται, τὸ μὲν εὖ ἐχόντων ὀρθῶς, τὸ δ’ ἐναντίον τοῦ εὗ διεστραμμένως. Διάνοια δ’ αὐτὴ οὐθὲν κινεῖ, ἀλλ’ ἡ ἕνεκά τινος καὶ πρακτική· αὕτη γὰρ καὶ τῆς ποιητικῆς ἄρχει· ἕνεκα γάρ του ποιεῖ πᾶς ὁ ποιῶν, καὶ οὐ τέλος ἁπλῶς ἀλλὰ πρός τι. καὶ τινὸς τὸ ποιητὸν ἀλλ’ οὐ τὸ πρακτόν. ἡ γὰρ εὐπραξία τέλος, ἡ δ’ ὄρεξις τούτου· διὸ ἢ ὀρεκτικὸς νοῦς ἡ προαίρεσις ἡ ὄρεξις διανοητική, καὶ ἡ τοιαύτη ἀρχὴ ἄνθρωπος. Εἴρηκε μὲν καὶ προλαβὼν ἤδη διαφορὰς τῶν δύο τῆς διανοίας εἰδῶν, παραδίδωσι δὲ εἰσέτι καὶ νῦν. ποιεῖται δὲ καὶ ὑποδιαίρεσιν τῆς περὶ τὰ ἐνδεχόμενα διανοητικῆς, διαιρῶν αὐτὴν εἰς πρακτικὴν καὶ ποιητικήν, καί φησι ταύτας διαφέρειν πρὸς ἀλλήλας τῷ τὴν μὲν μέχρι τοῦ πρακτικοῦ τέλους ἵστασθαι τὴν δέ, τὴν ποιητικήν, ἔχειν τι τέλος τῆς κατ’ αὐτὴν ἐνεργείας, ἐπέκεινα δὲ ὡς ἕνεκά του ἐνεργοῦσαν καὶ τὸ τέλος αὐτῆς πρὸς ἕτερον ἀναφερόμενον ἔχουσαν, ὡς ὃν λόγον ἔχει ἡ πρακτικὴ πρὸς τὴν ἐπιστήμην, τὸν αὐτὸν ἔχειν τὴν ποιητικὴν πρὸς τὴν πρακτικήν. ὡς γὰρ ἐν ἐκείναις ἡ μὲν ἐπιστημονικὴ διάνοια τέλος ἔχει τὸ εὑρεῖν τὴν ἀλήθειαν καὶ περαιτέρω οὐδὲν προστίθησιν, ἡ δὲ πρακτικὴ εὑρίσκει μὲν καὶ αὐτὴ τἀληθές, οὐ μέχρι δὲ τούτου ἵσταται ἀλλὰ δεῖ καὶ πράξεως, ἵν’ ἐφίκηται τοῦ ὀρεκτοῦ περὶ οὗ καὶ συνελογίσατο, οὕτως ἡ ποιητικὴ τέλος τῆς οἰκείας ἐνεργείας ὃ ἀπετέλεσεν ἔχουσα οὐ μέχρι τούτου ἵσταται, ἀλλ’ ἀναφέρει τοῦτο πρὸς ἕτερον σκοπιμώτερόν τε καὶ τελικώτερον, <οἶον οἰκοδομικὴ τέλος μὲν ἔχει τοῦ οἰκοδομεῖν τὴν οἰκίαν, τῆς δὲ οἰκίας σκο- πιμώτερον καὶ τελικώτερον> τὴν σωτηρίαν τῶν ἐν αὐτῇ οἰκούντων καὶ ἀποτιθεμένων. καὶ ἔοικε κατὰ λόγον ἀκολουθηκέναι τῆ τῆς ἀνθρώπου καὶ τῶν συντηρημένων αὐτῇ ζωῶν ἐν τῷ θεωρεῖσθαι μετὰ τοῦ σώματος καὶ συμπλέκεσθαι τούτοις διὰ τὰ αὐτοῖς χρησιμεύοντα ἐνεργεῖν μετ’ αὐτῶν καὶ δι’ αὐτῶν εἰς ἐκτός, ὡς μὲν χωριστὴ τούτων ἔχει καὶ ὑπὲρ αὐτὰ τὴν ἐνέργειαν εὑρίσκουσα τἀληθὲς κατὰ τὴν ἑαυτῆς καθ’ αὑτὴν τελειότητα καὶ μηδὲν δεομένη προσθεῖναι ὡς μηδὲν τῆς ἀληθείας ἔχουσα τελικώ- τερον, ὡς δὲ πρὸς αὐτὰ ἐνεργοῦσα καὶ ταῦτα πρὸς τὸ βέλτιον ἄγουσα καὶ πείθουσα ταῦτα ἕπεσθαι αὐτῇ κατὰ τὸ ἑκάστῳ αὐτῶν ἐγχωροῦν ἔχει μετὰ τὴν τῆς ἀληθείας εὕρεσιν τέλη ἕτερα, αὐτῇ μὲν ἀρκοῦντος κἀνταῦθα πρὸς ἑαυτὴν τοῦ εὑρεῖν τὴν ἀλήθειαν. ἐκείνων δὲ μὴ ἀρκουμένων πρὸς τὴν οἰκείαν τελείωσιν ἐπὶ μόνῃ τῇ εὑρέσει τοῦ ἀληθοῦς ἀλλὰ δεο- μένων καὶ ἐνεργημάτων ἑτέρων καὶ πράξεων, ἵν’ οὕτως ἀκολουθήσωσι τῷ βελτίονι καὶ μὴ σπῖλον αὐτῷ τινα καὶ μῶμον προσάψωσι, τὴν αὐτοῦ εὐγένειαν τῇ πρὸς τὰ χείρω ῥοπῇ καθυβρίσαντα. ὡς δὲ προσύλων ὄντων φύσει τῶν συμπεπλεγμένων τῇ κρείττονι καὶ δεομένων διὰ τοῦτο πολλῶν τῶν ἔξωθεν, διὰ τοῦτο καὶ πράξεις καὶ τέλη τῶν πράξεων διάφορα κτὰ γένος. ταῦτά ἐστι τό τε οὗ καὶ τὸ ᾧ. ἐντεῦθεν τέχναι πολλὰ χρειώδη κατασκευάζουσι, ὡς ἔστιν ἰδεῖν ἐπὶ τῶν ποιητικῶν τεχνῶν, ἐν αἷς ὡς οὗ μὲν ἕνεκε τέλος τὸ τῆς τέχνης ἔργον καὶ ἀποτέλεσμα, ὡς δὲ ᾧ, ἤτοι δι’ ὃ ἡ χρεία τῆς καθ’ ἡμᾶς θνητοειδοῦς φύσεως πολλῶν δεομένη πρὸς τὸ συνίστασθαι καὶ μὴ φθείρεσθαι εἴς τε ἀναπλήρωσιν τῶν κενώσεων καὶ εἰς τὸ βλάπτεσθαι παρὰ μηδενὸς τῶν ἐπιόντων ἔξωθεν, οἷον ἀρτοποιητικὴ τέλος μὲν ἔχει ὡς οὗ τὸν ἄρτον, ὡς δὲ ᾧ τὸ τρέφειν τὸν ἄνθρωπον, χαλκευτικὴ δὲ ὡς μὲν οὗ τὸ σκεῦος, τῆς κατ’ αὐτὴν ἐνεργείας ὂν ἀποτέλεσμα, οἷον χύτραν ἢ λέβητα, ὡς δὲ ᾧ, ὅτι ἀνθρώπῳ χρήσιμον, καὶ οἰκο- δομικὴ ὡς μὲν οὗ τὴν οἰκίαν, τέλος οὖσαν τῆς κατ’ αὐτὴν ἐνεργείας καὶ πράξεως, ὡς δὲ ᾧ τὴν ἀνθρωπίνην χρείαν, εἰς ἀποτροπὴν γινομένην τῶν ἐξ ἀέρος βλαβῶν ἡ ἄλλων τινῶν, ἃ δὴ ἐμπίπτοντα ἔξωθεν βλάβας τινὰς πέφυκε φέρειν. ταῦτα μὲν εἴρηται τὸν σκοπὸν ἐν βραχεῖ τῆς προκειμένης περιλαμβάνουσι λέξεως· ἴδωμεν δὲ κατὰ μέρος καὶ τὴν λέξιν αὐτήν. διάνοια δ᾿ αὐτή, φησίν, οὐθὲν κινεῖ ἀλλ’ ἡ ἕνεκά του καὶ πρακτιή. εἶπεν ὅτι πράξεως ἀρχὴ ποιητικὴ προαίρεσις, προαιρέσεως δὲ ὄρεξις καὶ λόγος ὁ ἕνεκά του, λόγον ὀνομάζων τὴν πρακτικὴν διάνοιαν. ἵν’ οὖν μή τις οἰηθῇ ὅτι πάσης διανοίας τὸ τέλος ἕνεκά τού ἐστι καὶ πᾶσα διάνοια ἔχει τι, ὃ κινεῖ πρὸς τέλος ἕτερον τῆς ἀληθείας ἐπέκεινα, φησίν, ὅτι ἡ διάνοια ἁπλῶς αὐτὴ καθ’ αὑτὴν οὐκ ἔχει τι τέλος τῆς ἀληθείας σκοπι- μώτερον, ἵνα τι πρὸς ἐκεῖνο κινῇ καὶ ἀρχὴ αὐτὸ τῆς πρὸς ἐκεῖνο εἴη κινήσεως, ἀλλὰ προσλαβοῦσα τὸ πρακτικεύεσθαι πρακτικὴ διάνοια γίνεται καὶ τότε κινεῖ τὴν προαίρεσιν ὥστε πρᾶξαι καὶ ἐφικέσθαι τοῦ ὀρεκτοῦ, περὶ οὗ καὶ τὴν ἀλήθειαν συνεπέρανε. διὰ τοῦτό φησιν, ὅτι οὐχ ἡ ἁπλῶς διάνοια κινητική ἐστιν, ἀλλ’ ἡ ἕνεκά του καὶ πρακτική, ἤτοι ἡ τὸ παρ’ ἑαυτῇ ἀληθὲς διά τι τέλος παρ’ ἑαυτὸ ἕτερον συμπεραίνουσα, ἣ καὶ πρα- κτικὴ λέγεται διὰ τὸ μετὰ τὴν τοῦ ἀληθοῦς εὕρεσιν πρᾶξιν ἀπαιτεῖν καὶ κινεῖν πρὸς αὐτὴν τὴν προαίρεσιν, ἵνα τινὸς ἐφίκηται τέλους, ὅπερ ἐστὶ παρὰ τὸ συμπέρασμα, ὃ λαβοῦσα συνεπεράνατο. αὕτη γάρ, φησί, καὶ τῆς ποιητικῆς ἄρχει. ἡ πρακτικὴ διάνοια ἣ καὶ λογισμὸς καὶ λογιστικὴ διάνοια λέγεται, ἀρχή ἐστι καὶ τῆς ποιητικῆς διανοίας, ποιητικὴ δέ ἐστιν ἡ ἔργον ὡς τέλος ἕτερον παρὰ τὴν ἐνέργειαν ἔχουσα, οἷαι πᾶσαι αἱ ποιη- τικαὶ ὀνομαζόμεναι τέχναι, ὧν ἀνδριαντοποιητικὴ οἰκοδομικὴ τεκτονικὴ καὶ αἱ τοιαῦται, ὧν ἑκάστῃ τέλος ἐστὶ παρὰ τὴν ἐνέργειαν ἕτερον, τῇ μὲν ἀνδριάς, τῇ δὲ οἰκία, τῇ δὲ κλίνη ἢ θρόνος ἢ τράπεζα ἤ τι τοιοῦτον ἕτερον. ἕνεκα γάρ του ποιεῖ πᾶς ὁ ποιῶν καὶ οὐ τέλος ἁπλῶς ἀλλὰ πρός τι. καὶ τινὸς τὸ ποιητὸν ἀλλ’ οὐ ὒ τὸ πρακτόν. ἡ γὰρ εὐπραξία τέλος, ἡ δ’ ὄρεξις τὸ ὔ του. τὸ τέλος φησὶ τῆς ποιητικῆς, ἤγουν τὸ ἔργον καὶ ἀποτέλεσμα, δι’ ὃ ἡ ἐνέργεια οὐκ ἔστιν ἁπλῶς, ἤγουν οὐκ ἔστιν ἑαυτοῦ καὶ μέχρις ἑαυτοῦ ἱστάμενον, ἀλλ’ ἐν σχέσει θεωρεῖται καὶ πρὸς ἕτερον ἄνα· φέρεται ὡς τελικώτερον, οὗ καὶ εἶναι καὶ] λέγεται ὡς δι’ ἐκεῖνο γινόμε- νον· ὥσπερ τῆς οἰκοδομίας τέλος οὖσα ἡ οἰκία οὐκ ἔχει τὸ αὐτοτελὲς ἀλλὰ πρὸς τὴν χρείαν ἀφορᾷ τοῦ ἀνθρώπου καὶ ἐκείνου ἐστὶν ὡς δι’ ἐκεῖνον γεγονός, καὶ οὕτως ἐπὶ παντὸς ποιητοῦ πράγματος. οὐ τοιοῦτον δὲ καὶ τῆς πρακτικῆς τέλος ἀλλ’ ἀρκεῖ μόνον ὡς τέλος ἡ εὐπραξία, καὶ ἡ ὄρεξις ἐξ ἀρχῆς ταύτης ἐστίν, ἵνα εὖ πράξῃ ὁ ὀρεγόμενος, ὀρεχθείς τε καλῶς ἐξ ἀρχῆς καὶ ἀποδείξας καλῶς καὶ ὀρθῶς βουλευσάμενος καὶ τὴν ἐνέργειαν αὐτοῦ ἀποπερατώσας κατὰ τὸ δέον. διὸ ἢ ὀρεκτικὸς νοῦς προαίρεσις ἢ ὄρεξις διανοητική, καὶ ἡ τοιαύτη ἀρχὴ ἄν- θρωπος. ἐπεί, φησίν, ἡ προαίρεσις ἀπὸ μὲν ὀρέξεως ἄρχεται, νοῦν δ’ ἔχει, τὸν λογιστικὸν δηλονότι καὶ πρακτικόν, ἐφεστηκότα τῆ ὀρέξει καὶ πρῶτον μὲν ἐξετάζοντα καὶ συλλογιζόμενον εἰ καλῶς ἡ ἡ ὄρεξις ὤρεκται, ἔπειτα προαιρούμενον καὶ βουλευόμενον ὅπως τοῦ ὀρεκτοῦ ἐπιτεύξεται, διὰ τοῦτο ἡ προαίρεσις ἢ ὀρεκτικὸς νοῦς ἄν ῥηθείη ὡς τῷ χρόνῳ προλαμβά- νουσαν τὴν ὄρεξιν ἔχουσα τὸν δὲ νοῦν ἐπικρίνοντα, ἢ ὄρεξις διανοητική. τὸ αὐτὸ γὰρ δηλοῦσιν ἀμφότερα ἢ τοῦ νοῦ τιθεμένου ὡς γένους καὶ τῆς ὀρέξεως ὡς διαφορᾶς ἐπιφερομένης εἰς διαστολὴν τοῦ θεωρητικοῦ, ἢ τῆς ὀρέξεως ταττομένης ὡς γένους καὶ τοῦ διανοητικοῦ ὡς διαφορᾶς ἐπιφερομένης πρὸς διαστολὴν τῆς ἁπλῶς ὀρέξεως, ἣ καὶ τοῖς ἀλόγοις πέφυκε γίνε- σθαι, ὡς εἶναι τῇ σχέσει τοὺς ἀποδεδομένους τρεῖς ὅρους τῆς προαιρέ- σεως διαφέροντας, τῷ δὲ ὑποκειμένῳ τοὺς αὐτούς· μᾶλλον δὲ ὁ πρῶτος καὶ ὁ τρίτος τῇ λέξει μόνῃ διαγέρουσιν. ἐροῦσιν. ὃ γὰρ ἐν τῷ πρώτῳ τὸ βου- λευτικόν, τοῦτο ἐν τῷ τρίτῳ τὸ διανοητικόν· ὁ γὰρ ὀρεγόμενος διανοεῖται ὡς ἕξιν ἔχων τέλος ἧς ἕνεκα καὶ νοεῖ καὶ συλλογίζεται καὶ βουλεύεται, τοιαύτην ἔχει τὴν ἔννοιαν. ἐπεὶ γὰρ τὰ μὲν τῶν ἐνεργούντων ὑπὲρ προαί- ρεσιν ἐνεργεῖ ὅ σὰ ὑπὲρ λόγον ἀνθρώπινον, ὡς ὁ θεὸς καὶ ὅσα μεταξὺ νοῦ καὶ ψυχῆς ἐπέκεινα τῆς κατ’ αὐτὴν τεταγμένα δυνάμεως τὸ γὰρ προαι- ρούμενον ἅπαν βουλεύεται, τὸ δὲ βουλευόμενον ἅπαν ἐνδείᾳ φρονήσεως βουλεύεται, οὔτε δὲ θεὸς οὔτε νοῦς ἐνδεὴς φρονήσεως οὐδὲ παρ’ ἑαυτοῖς τι ἐνδεχόμενον ἔχουσιν, ἀλλ’ ἀναγκαῖα πάντα καὶ βέβαια, τὰ δὲ λείπεται προαιρέσεως ὅσα καὶ λόγου λείπεται, μόνος δὲ ὁ ἄνθρωπος ἐνεργεῖν κατὰ προαίρεσιν πέφυκε, καὶ ἀρχὴ καὶ αἴτιος τῶν ἀποτελουμένων ἐκ ταύτης), διὰ τοῦτό φησι τῆ δόξῃ ταύτῃ ἀπαρεσκόμενος, ὅτι ἡ πρώτη ἀρχὴ καὶ αἰτία τῶν κατὰ προαίρεσιν ἐνεργημάτων ὁ ἄνθρωπός ἐστι, μήτε πρὸ αὐτῆς μήτε μετ’ αὐτὴν ἔχουσά τι προαιρέσεως χρώμενον ἐν τοῖς ἐνεργήμασιν. ὡς γὰρ εἴρηται, τὸ προαιρούμενον καὶ βουλεύεται, τὸ βουλευόμενον καὶ λογικῶς ἐνεργεῖ καὶ περὶ τὰ ἐνδεχόμενα ποιεῖται τὴν οὐκ ἔστι δὲ προαιρετὸν οὐθὲν γεγονός, οἷον οὐθεὶς προαιρεῖται Ἴλιον πεπορθηκέναι. οὐ γὰρ βουλεύεται περὶ τοῦ γεγονότος ἀλλὰ τοὐ ἐσομένου καὶ ἐνδεχομένου. τὸ δὲ γεγονὸς οὐκ ἐνδέχεται μὴ γενέσθαι. Περὶ τῶν ὑποκειμένων τῇ προαιρέσει φησὶν ἐνταῦθα, ὅτι ἐνδεχόμενά τέ ἐστι ταῦτα καὶ μέλλοντα. οὔτε γὰρ περὶ τῶν ἀναγκαίων βουλεύεταί τις οὔτε περὶ τῶν ἤδη γενομένων, καὶ ἐπεὶ περὶ τῶν τοιούτων οὐκ ἔστι βουλεύεσθαι, οὐδὲ ἔστι τι τῶν τοιούτων προαιρετόν. πᾶς γὰρ ὁ προαιρούμενος βουλευόμενος προαιρεῖται. διὸ καὶ βουλευτικὴ ὄρεξις ἡ προαίρεσις καθ’ αὑτὴν ἀποδίδοται. πῶς οὖν ἐστι προαιρετὸν περὶ οὗ οὐκ ἔστι βου- λεύεσθαι, καὶ εἰς τί δέον βουλεύσαιτ’ ἄν τις περὶ πράγματος ἤδη γεγονοτος, ἢ περί τινος ὅ ἐστιν ἀναγκαῖον γενέσθαι, καὶ μηδενὸς βουλευσαμένου περὶ αὐτοῦ; ὡς εἶναι ἐν τοῖς τοιούτοις κενὴν καὶ ματαίαν τὴν βούλευσιν. οὐκ ἄρα περὶ γεγονότων οὐδὲ ἀναγκαίων βουλεύσαιτ’ ἄν τις ἐχέφρων ὥστ’ οὐδὲ προαιρήσεταί τι τοιοῦτον. εἰ γὰρ ἔνθα προαίρεσις, ἐκεῖ καὶ βούλευσις, ἔνθα μὴ βούλευσις, ἐκεῖ οὐδὲ προαίρεσις. ἔτι εἰ περὶ τῶν ἐν- δεχομένων καὶ ἐφ’ ἡμῖν ἡ προαίρεσις, τὸ δὲ γεγονὸς οὐκ ἐνδέχεται μὴ γενέσθαι, ἤτοι ὡς μὴ γεγονὸς εἶναι, διὰ τοῦτ’ οὐδ’ ἂν εἴη προαιρετὸν τὸ γεγονός. τίθησι δὲ καὶ τοῦ λεγομένου παράδειγμα τὸ πεπορθηκέναι. τίς γάρ ἐστι νῦν προαιρούμενος πορθῆσαι τὸ πρὸ πλείστων πεπορθημένον ἐτῶν; διὸ ὀρθῶς Ἀγάθων “μονοῦ γὰρ αὐτοῦ καὶ θεὸς στερίσκεται ἀγένητα ποιεῖν ἅσσ᾿ ἄν ᾖ πεπραγμένα” τραγικὸς ποιητὴς ὁ Ἀγάθων καὶ μέμνηαὐτοῦ αὐτοῦ ὡς εἰρηκότος ὀρθῶς. ἐπεὶ γάρ φησιν οὕτως ἔχει ταυτί, διὰ τοῦτο καὶ Ἀγάθων ὀρθῶς εἶπεν, ὅτι τοσοῦτον ἀνάγκη ἐστὶ μὴ γεγονέναι τὸ ἤδη γενόμενον, ὡς ἐξεῖναι λέγειν τολμᾶν καὶ περὶ θεοῦ, ὅτι γε εἰ καὶ πάντα αὐτῷ δυνατὰ ὡς πάντων αἰτίῳ, ἀλλὰ τούτου μόνου στερίσκεται καὶ αὐτὸς τοῦ ποιεῖν ἀγένητα ἃ ἤδη πέπρακται. ἢ ἐκεῖνος αἴτιος καὶ τοῦ πεπραγμένου ὡς πάντων αἴτιος ἃ ἔστιν ἢ γεγένηται καὶ τὸ γενέσθαι τὸ γεγονὸς ἀναιρῶν ἀναιρήσει καὶ τὸ εἶναι αὐτὸν αἴτιον, ἢ ἀναίτιος ἁπλῶς τοῦ γεγονότος ὑπάρχων οὐ πάντων ἔσται αἴτιος· ἃ ἄμφω ἀδύνατα. Ἀμφοτέρων δὴ τῶν νοητῶν μορίων ἀληθὲς τὸ ἔργον. καθ’ ἃς οὖν μάλιστα ἕξεις ἀληθεύσει ἑκάτερον, αὗται ἀρεταὶ ἀμφοῖν. ἀρξάμενοι οὖν ἄνωθεν πάλιν περὶ αὐτῶν λέγωμεν. Διεῖλε μὲν ἤδη εἰς δύο τὸν καθ’ ἡμᾶς νοῦν, εἰς τὸ πρακτικὸν καὶ θεωρητικόν. καὶ εἰπὼν διαφέρειν αὐτοὺς ἀλλήλων κατὰ τὰ ὑποκείμενα, ὅτι ὁ μὲν περὶ τὰ ἐνδεχόμενα ἔχει, ὁ δὲ περὶ τὰ ἀναγκαῖα, ἀπέλαβεν ἰδίᾳ τὸν πρακτικόν, καθ’ ὃν καὶ ὁ ὀρθὸς θεωρεῖται λόγος καὶ ἡ φρόνησις, καὶ ἐπεξῆλθε περὶ αὐτοῦ ὅσα ἤρκει παραστῆσαι τὴν κατ’ αὐτὴν ἔννοιαν. προτίθεται δὲ νῦν εἰπεῖν περὶ πασῶν τῶν διανοητικῶν ἕξεων, αἳ πᾶσαι ἐπὶ τὸν ἁπλῶς ἀναφέρονται νοῦν. καὶ διὰ τοῦτο καὶ λαμβάνει τὸ πά- σαις ταύταις ὑπάρχειν κοινὸν ὡς τέλος αὐτῶν, ὃ καὶ ἔργον ὠνόμασε. φησὶν οὖν, ὅτι εἰς δύο διαιρουμένου τοῦ καθ’ ἡμᾶς νοῦ, εἰς τὸ θεωρητικὸν καὶ πρακτικόν, ἑκατέρου τούτων ἡ ἀλήθεια τὸ τέλος ἐστί. δεῖ δὴ οὖν λαβεῖν καὶ καθ’ ἃς ἕξεις ἀληθεύσει μάλιστα τῶν τοῦ νοῦ μορίων ἑκάτερον, αἳ καὶ ἀρεταὶ ἀμφοτέρων τῶν μορίων εἰσί, καὶ περὶ αὐτῶν εἰπεῖν ἁπασῶν, ὥστε καὶ ἀρξάμενοι ἄνωθεν λέγωμεν πάλιν περὶ αὐτῶν. ἔχει δ’ ἀπορίαν, πῶς μόρια τῆς λογικῆς ὀνομάζει ψυχῆς οὔσης ἑνὸς τῶν καθ’ αὑτὸ ἀσωμάτων, ἃ δὴ καὶ χωριστὰ σωμάτων εἰσίν. εἰ γὰρ καθ’ αὑτὸ ἀσώματον ἡ ψυχή, δῆλον ὅτι καὶ ἀμερές, εἰ δὲ ἀμερές, πῶς μόρια λέγομεν αὐτῆς; ἢ ὡς πρὸς σώματος λόγον ἀμερὴς ἡ ψυχὴ καὶ ὅσα ἄλλα ἀσώματα μετὰ τὸ πρῶτόν ἐστιν, ὅτι γε καθ’ ἑαυτὰ ἐν συνθέσει τε θεωρεῖται καὶ ἐκ διαφόρων ὡς ἐκ μερῶν συνίσταται ἢ σύγκειται, κἄν θεότης λέγηται ἐν αὐτοῖς, μεθεκτῶς ἔχειν θεότητα λέγεται· καὶ οὐδὲν αὐτῶν οὕτω θεὸς ὡς αὐτὸ ὂν θεὸς καὶ οὐδὲν ἕτερον· εἷς δὲ θεὸς ὃς τοῦτο αὐτόθεος καὶ ἄλλο οὐδέν, κἀν τὰ πάντα κατ’ αἰτίαν ὁμοῦ, τῶν δὲ ᾧτ’ αὐτόν, ὃ ἄν θεὸς εἶναι λέγηται, ἄλλο τι ὂν καθ’ ὕπαρξιν, κατὰ μετοχὴν θεὸς εἶναι λέ- γεται, ὡς εἶναι ἅμα θεούμενον καὶ θεότητα καὶ μετέχον καὶ μετεχόμενον· καὶ ἰδοὺ σύνθεσις καὶ διὰ τοῦτο καὶ μόρια ἐξ ὧν τὸ ὅλον σύγκειται. εἴ οὖν καὶ τὰ ἐπέκεινα ψυχῆς πλὴν τοῦ πρώτου συντέθειται ἅπαντα, πολλῷ μᾶλλον ἡ ψυχή, ὥστ’ οὐδὲν ἄτοπον καὶ μόρια λέγειν αὐτῆς. οὐ γὰρ κτὰ διάστημα οὐδ’ ὡς συνεχῆ ἀλλὰ τρόπον, ὃν τὰ ἀσώματα συντίθεσθαι πέφυκεν. ἀρξάμενοι οὖν ἄνωθεν, πάλιν περὶ αὐτῶν λέγωμεν. ἐπεί, φησί, προτέρα ἡ ἑκάστη οὐσία τῆς αὐτοῦ τελειότητος, εἰρηκὼς ἤδη περὶ τῆς οὐσίας ὅσον αὔταρκες ἦν πρὸς τὸ παρὸν τῶν δύο τῆς ψυχῆς μορίων, λέγω δὴ τοῦ λογιστικοῦ καὶ θεωρητικοῦ, προτίθεται διδάξαι νῦν καὶ περὶ τοῖς ἀμφοῖν τούτων τελειότητος. διὰ τοῦτο καὶ ἀναλαμβάνει τὸν λόγον ὡς περὶ τῶν αὐτῶν πάλιν γινόμενον, ἤτοι τῶν μορίων τοὐ νοητικοῦ. τοῦτο γὰρ τὸ ἄνωθεν καὶ τὸ πάλιν ὑποβάλλει νοεῖν. τὰ γὰρ περὶ τῶν ἀρετῶν ἑκατέρου αὐτῶν καὶ τῆς τελειότητος παραδιδόμενα περὶ αὐτῶν ἄν εἴη λεγόμενα. Ἔστω δὴ οἷς ἀληθεύει ἡ ψυχὴ τῷ καταφάναι ἢ πέντε τὸν ἀριθμόν· ταῦτα δ’ ἐστὶ τέχνη ἐπιστήμη φρόνησις σοφία νοῦς. ὑπολήψει γὰρ καὶ δόξῃ ἐνδέχεται δια- ψεύδεσθαι. Ἑκάστου τῶν ὄντων ἢ γινομένων ἡ μὲν οὐσία κατὰ τὴν ἐκ τοῦ ποιητικοῦ αἰτίου θεωρεῖται πρόοδον, ἡ δὲ τελειότης κατὰ τὴν πρὸς ἐκεῖνο ἐπιστροφὴν τῆς πρὸς ἐκεῖνο ἀντιποιουμένου ἐφέσεως κἀκεῖνο κατὰ μέτρον μιμεῖσθαι σπουδάζοντος, ἵν’ ὡς ἐκεῖνο τέλειον, οὕτω καὶ αὐτὸ τέλειον κατὰ τὴν αὐτῷ ἁρμόζουσαν τελειότητα γίνοιτο. διὸ καὶ τῇ ψυχῇ καὶ τοῖς μορίοις αὐτῆς ἀναγκαῖον τὴν πρὸς ἐκεῖνο ποιεῖσθαι ἐπιστροφὴν κἀκεῖνο μιμεῖσθαι ταῖς ἀγαθαῖς ἕξεσι καὶ ἐνεργείαις. ὡς οὖν τὴν οὐσίαν ἐμάθομεν τοῦ νοητικοῦ τῆς ψυχῆς, ὅτι τὸ μὲν θεωρητικόν, τὸ δὲ λογιστικόν, καὶ ὅτι τὸ μὲν περὶ τὰ ἀναγκαῖα, τὸ δὲ περὶ τὰ ἐνδεχόμενα καταγίνεται, οὕτω δεῖ καὶ τὰς ἕξεις ἐκείνων εἰδέναι, καθ’ ἃς ἐνεργοῦντα γίνεται τέλεια, καὶ τὴν αἰτίαν μιμεῖται τῇ τελειότητι, καὶ οὕτω τυγχάνει τῆς τἀγαθοῦ ἀπολαύσεως. διὰ γὰρ τοῦτο καὶ τὴν εἰς τὸ εἶναι ἔσχηκε πρόοδον. ἀριθμεῖται τοίνυν τὰς ἕξεις ὅσαι εἰσί. καὶ λέγει ταύτας εἶναι πέντε τὸν ἀριθμόν, ἃς καὶ ὀνομαστὸν παραδίδωσιν. ὅτι δὲ τοσαῦτα εἰσὶ τὸν ἀριθμὸν τὰ νῦν τῷ λόγῳ προκείμενα καὶ οὔθ’ ὑπερβαίνει οὔτε μὴν λείπεται, δῆλον ἡμῖν διαιροῦσι γίνεται. ἐπεὶ γὰρ τὸ νοητικὸν εἰς δύο διῄρηται, εἰς τὸ περὶ τὰ ἀναγκαῖα καταγινόμενον καὶ περὶ τὰ ἐνδεχόμενα, τὸ μὲν περὶ τὰ ἐνδεχόμενα ὑποδιαιρούμενον εἰς δύο τέμνεται ταῦτα, πρακτικὸν καὶ ποιη- τικόν, ὧν τὸ μὲν φρόνησις, τὸ δὲ τέχνη ὠνόμασται, τὸ δ’ εἰς τὰ ἀναγκαῖα εἰς τρία τὴν τομὴν ἐπιδέχεται, ὧν τὸ μὲν ἐπιστήμη, τὸ δὲ σοφία κέκληται, τὸ δὲ νοῦς. καὶ οὐκ ἔστι τι τούτων εὑρεῖν ἐπέκεινα, τί δὲ τούτων ἕκαστον, τί δὲ διαφέρει τῶν λοιπῶν, προιὼν ὁ λόγος δηλώσει. ταῦτα μὲν οὕτως εἴρηται· ἴδωμεν δὲ καὶ κατὰ μέρος τὴν λέξιν. ἔστω δή, φησίν, ἀριθμόν. ἐπειδὴ πρῶτος Ἀριστοτέλης περὶ τοῦ νοητικοῦ τῆς ψυχῆς ἀνερευνήσας ταῦτα εἴρηκε τὰ ἑ, εἰς ἃ ἔσχατα αὐτὸ διαιρεῖται, διὰ τοῦτο ἔστω, φησί, θαρρούντως προστάττων τοῖς ὑπ’ αὐτοῦ μαθητευομένοις, τὸ δὲ οἷς ἀληθεύει ἡ ψυχὴ τῷ ἀποφάναι ἢ καταφάναι πρὸς ἀντιδιαστολὴν εἴρηται τῆς κατ’ αἴσθησιν, τάχα δὲ καὶ τῆς δόξης αὐτῆς. ὅ τε γὰρ ὀρθοδοξαστικὸς καὶ ὁ ὀρθῶς φανταζόμενος ἢ αἰσθανόμενος ἀπλανῶς ἔχοντες ἀληθεύειν ῥηθήσονται, πλὴν οὐχ ὡς ἀποφαινόμενοι ἀλλ’ ὡς οἰκείως τῇ ὑπάρξει τοῦ γνωστικοῦ διακείμενοι, ἡ δ’ ἐν λόγῳ καὶ συνέσει ἀλήθεια ἀποφάσει χρῆται καὶ καταφάσει, καὶ ἀποφάσκει ἀληθῶς καθ’ ἕνα τρόπον τῶν ἀπηριθμημένων. τὸ δὲ ὑπολήψει γὰρ καὶ δόξῃ ἐνδέχεται δια- ψεύδεσθαι προσέθηκεν, ὅτι τῶν ἑ μὲν ἕκαστον ἐν τῇ οἰκείᾳ μένον οὐδέ. ποτε ψεύδεσθαι πέφυκεν, ὑπόληψις δὲ ἁπλῶς καὶ δόξα ψεύδεταί ποτε, οἷον εἴ τις ὑπολαμβάνει ἢ δοξάζει ποδιαῖον τὸν ἥλιον ἢ εἴ τις τὴν σελήνην τὸ περίγειον καταλάμπουσαν ἀφ’ ἑαυτῆς ἔχειν οἴεται πᾶσαν τὴν λαμπρότητα. ἔστι δὲ ἀπορῆσαι πρὸς τὰ ἐνταῦθα λεγόμενα. πρῶτον μὲν πῶς ἀληθεύειν τὴν ψυχὴν τῷ καταφάναι ἢ ἀποφάναι ὥσπερ ἐνδεχόμενον καὶ κατά τι ἄλλο εἶδος τοῦ λόγου ἀλήθειαν γίνεσθαι· καὶ μὴν οὐκ ἐνδέχεται οὔτε εὐχὴν οὔτε πρόσταξιν οὔτε ἐρώτησιν ἀληθοῦς εἶναι ἢ ψεύδους δεκτικά, ἀλλ’ ἢ μόνην τὴν ἀπόφασιν. ἔπειτα πῶς παρεισάγει τὰς πέντε ταύτας ἕξεις ὁμοῦ ἀληθευτικὰς ταύτας εἶναι ἐξ ἀνάγκης ὡς μηδέποτε ψεύ- δεσθαι. ἐπιστήμη μὲν γὰρ καὶ σοφία καὶ νοῦς περὶ τὰ ἀναγκαῖα καταγινόμενα ἀπαράβατον καὶ βέβαιον τὸ ἀληθὲς ἕξουσι, τέχνη δὲ καὶ φρόνησις ἐπεὶ τὰ ἐνδεχόμενα ἑαυταῖς ὑποκείμενα ἔχουσι, πῶς ἐξ ἀνάγκης ἔσονται ἀληθεύουσαι; εἰ γὰρ ἐν τῷ λόγῳ ἀλήθεια τῇ τοῦ πράγματος ὀντότητι συμπαρομαρτεῖ, καὶ ἡ ὀντότης αὖθις τοῦ πράγματος τῇ ἀληθείᾳ τῇ |ἐν τῷ λόγῳ, ὥστε οἷς τὸ εἶναι βέβαιον καὶ μόνιμον, βεβαία καὶ ἡ περὶ τούτων ἀλήθεια, εἰ δὲ μή, οὔ· καὶ τὸ ἀνάπαλιν. τοῖς περὶ τοῦ ἀναγκαίου ἄρα θεωροῦσιν ἀνάγκη καὶ τὸ ἀληθεύειν, ὅταν περὶ αὐτῶν ἀποφαίνωνται, τοῖς δὲ περὶ τῶν ἐνδεχομένων οὐκ ἀναγκαῖον, ὥστε ἔοικεν ὁ Ἀριστοτέλης μὴ συμφώνως τοῖς πράγμασι τέχνην συντάξαι καὶ φρόνησιν ταῖς ἁπλῶς ἀλη- θευούσαις ἕξεσι. τί οὖν ἐροῦμεν πρὸς ταῦτα ἡμεῖς; ἢ ὅπερ ἄν χορηγήσῃ ἡ πρώτη ἀλήθεια. τὴν μὲν οὖν πρώτην ἀπορίαν οὕτω λυτέον. ἔστι μὲν γὰρ ἡ ἀλήθεια καὶ ἐν λόγοις καὶ πράγμασιν, ἐν μὲν πράγμασιν, ὅταν ἕκαστον ὅπερ ἔστιν <ἐστὶν> ἀεὶ καὶ ὡσαύτως, ἐν δὲ λόγοις ὅταν περὶ ὄντος ὡς ἔστιν ἀποφαινώμεθα, διαφέρουσι δὲ ἀλλήλων αἱ ἀλήθειαι αὗται, ὅτι ἡ μὲν εἰλικρινὲς ἔχει τὸ ἀληθές, ἡ δὲ ἐν λόγοις καὶ ἀποφάνσεσιν ἔχει τι καὶ μὴ ἀληθές, ὅτι ἐξ ἁπλῶν φωνῶν σύγκειται. οὐδὲν δὲ ἀληθὲς 88r ἢ ψεῦδος δηλοῦν ἁπλῆ φωνὴ πέφυκε. διὰ τοῦτο ἀντιδιαστέλλων τὴν ἐν λόγοις ἀλήθειαν τῇ ἐν πράγμασιν εἴρηκεν ἀληθεύειν τὴν ψυχὴν κατὰ ταύτας τὰς ἕξεις τῷ καταφάναι ἡ ἀποφάναι ὡς περὶ τῶν πραγμάτων ἐξετάζουσαν καὶ ἀποφαινομένην περὶ αὐτῶν τὸ εὑρισκόμενον ἀληθές. ἢ ἴσως οὐχ ὡς ἀντιδιαστέλλων πρὸς ἄλλο τι τὸ καταφάναι ἢ ἀποφάναι ὁ Ἀριστο- τέλης εἶπεν, ἀλλ’ αὐτὸ παρέστησε τὸ ὂν ὡς μὴ ἐνδεχόμενον ἄλλως ἀλη- θεύειν ἢ μόνον τῷ ἀποφαίνεσθαι. περὶ δὲ τοῦ ἀληθεύειν ἀπλῶς τὰς κατα- γινομένας ἕξεις περὶ τὰ ἐνδεχόμενα τοῦτο ἐροῦμεν, ὡς οὐχ αἱ ἕξεις τοῦ ψεύδους αἴτιαι, ὅταν τοῦ τέλους αὗται ἀστοχήσωσιν, ὃ ἐξ ἀρχῆς ἑαυταῖς προσέθεντο ποιοῦσαι ἢ πράττουσαι, ἀλλὰ τὸ τῆς φύσεως τῶν πραγμάτων ἔνυλον καὶ ἀβέβαιον, οἶον ὡς ἐπὶ τῆς ἰατρικῆς, ἥτις στοχαζομένη τῷ νοσοῦντι πραγματεύεται τὴν ὑγείαν. εἰ γὰρ μηδὲν τῶν ἐνδεχομένων παρα- λίπῃ ὁ τὴν ἴασιν μετερχόμενος, ἀλλὰ πάντα μετέλθῃ κατὰ τὸ δέον, συμβαίη δὲ τὸν νοσοῦντα μὴ τὴν θεραπείαν εὑρεῖν, οὐχ ὁ ἰατρός ἐστιν ὁ ψευσάμενος ἀλλ’ ἡ φύσις ἡ ἔνυλος καὶ διὰ τὸ ἔνυλον ἄστατος, καὶ δῆλον ὅτι τοῖς ὀρθῶς κρίνουσιν οὐχ ὁ ἰατρὸς αἰτιάσεως ἄξιος, ὅτι μὴ τὸ τέλος εὕρηκεν, οὗ ἐξ ἀρχῆς τυχεῖν ἐστοχάσατο, ἀλλὰ τῷ ἀστάτῳ τῆς φύσεως τῆς ἀποτυχίας τὴν αἰτίαν προσάψουσιν· οὕτως ἐπὶ οἰκοδομικῆς, οὕτως ἐπὶ τεκτονικῆς· τὸ αὐτὸ δ’ ἂν ἐρεῖς καὶ ἐν τοῖς πολιτικοῖς περὶ φρονήσεως. σκοπεῖ μὲν γὰρ καὶ ὁ φρόνιμος καὶ ὀρθῶς καὶ ἀληθῶς συλλογίζεται, ἐκπί- πτει δὲ τοῦ τέλους πολλάκις, ὃ προέθετο ἐξ ἀρχῆς οὐχ ὡς αὐτὸς ψευδόμενος, ἀλλ’ ὡς τῶν ὑποκειμένων αὐτῷ ἐξαλλαττομένων καὶ μεταπιπτόντων. οὔκουν ἐκεῖνος μεμπτέος, ὅτι τοῦ τέλους οὐ τέτευχεν ἀλλ’ ἐπαινετὸς μέν, ὅτι καλῶς συνελογίσατο, ἡ δὲ αἰτία τῆς ἀστοχίας οὐ παρ’ αὐτὸν ἀλλὰ παρὰ τὴν φύσιν τοῦ ἐνδεχομένου τὴν ἄστατον. καὶ τέχνη ἄρα καὶ φρόνησις ἕξεις κατ’ αὐτὰς ἀληθευτικαί. τὸ δὲ ἐνίοτε ψεῦδος ἐπακολουθοῦν ταῖς βουλέυσεσιν οὐ τῶν ἕξεων ἐστὶν ἀλλὰ τῆς τοῦ ἐνδεχομένου ἀβεβαι- ότητος. διὰ τοῦτο καὶ ὁ Δημοσθένης καταιτιώμενος ὅτι τοῦ μέλλοντος ἀποτέτευχεν, οὕτως ἑαυτοῦ ἀπεσκευάσατο τὴν αἰτίαν, “οὐδεὶς” εἰπὼν “περὶ τὸ μέλλον ἀσφαλῶς βουλεύεται” τῷ τοῦ μέλλοντος ἀβεβαίῳ ἀποφορτίσας τὸ τῆς μέμψεως ἄξιον. ἡ δὲ δόξα καὶ ἡ εἰδικῶς λεγομένη κατ’ αὐτῆς ὑπόληψις δι’ αὑτάς, οὐ δι’ ἕτερον ψεύδονται ὅταν ψεύδωνται, οἴκοθεν ἔχουσαι τὸ πλανᾶσθαι, ὡς τὸ ἀληθὲς ἀγνοήσασαι καὶ ἀντικειμένως αὐτῷ ὑπολαμβάνουσαι καὶ δοξάζουσαι, ὡς ὁ τὴν κώπην ὁρῶν ἐν τῷ ὕδατι ὑποβρύχιον, καὶ τῷ σάλῳ τοῦ ὕδατος τὴν ὄψιν διαστρεφόμενος καὶ κεκλασμένην αὐτὴν οἰόμενος ἐκ τῆς ὄψεως ἀπατώμενος καὶ οὕτως ἔχειν δοξάζων καὶ ὑπολαμβάνων αὐτήν. αἱ μὲν δὴ καταγινόμεναι περὶ τὰ ἀναγκαῖα γνωστικαὶ τῆς ψυχῆς ἕξεις ἑκατέρωθεν τὸ ἀληθὲς ἔκ τε τῶν ὑποκειμένων αὐταῖς καὶ 3 λόγοις Β: λόγῳ a τῆ scripsi: τῆς Ba 8 τῶ Β: ἐν τῷ a 12 ἔνυλον a: εὔκολον Β 27 ἐπακολουθοῦν a: ἐπακολουθεῖ B 30 οὐδεὶς κτλ.] cf. W. Meyer in Actis Academ. Monac. XV (1879) 442 31 τὸ μέλλον Β: τοῦ μέλλοντος a ἀποφορτίσας Β: ἐπιφορτίσας a 33 δι’ Β: διά τι a 38 ἀναγκαῖα a: ἀνθρώπινα Β τῶν κατ’ αὐτὰς ἀποφάσεων ἔχουσιν, ὡς εἶναι αὐταῖς τὴν ἐν λόγοις ἀλήθειαν τῇ τῶν πραγμάτων ὑπάρξει συντρέχουσαν, αἱ δὲ περὶ τὰ ἐνδεχόμενα ἔχουσαι ἀληθῶς μὲν καὶ αὗται τὸ ἀποφαίνεσθαι καὶ τὸ συλλογίζεσθαι, ἡ μέντοι τῶν ὑποκειμένων αὐταῖς φύσις τῷ ἑαυτῆς ἀστάτῳ ἀντιπίπτει αὐταῖς ἐνίοτε πρὸς τὴν κατὰ τὴν φρόνησιν καὶ τέχνην ἀλήθειαν. ἐπιστήμη μὲν οὖν τί ἐστιν, ἐντεῦθεν φανερόν, εἰ δεῖ ἀκριβολογεῖσθαι καὶ μὴ ἀκολουθεῖν ταῖς ὁμοιότησιν. Ἐντεῦθεν ἄρχεται ποιῆσαι τὸν περὶ ἑκάστου λόγον τῶν ἀπηριθμημένων τί τε ἕκαστον αὐτῶν διδάσκων καὶ τί διαφέρει τῶν λοιπῶν. ἀλλ’ ἐπεὶ συγγενῆ ὄντα ταῦτα ἔχει καί τινα ὁμοιότητα πρὸς ἄλληλα καὶ συμβαίνει περὶ τὴν ἀκριβῆ τούτων κατάληψιν συγκεῖσθαι τὴν διάνοιαν ὡς ἀγνο- εῖν τὰς διαφορὰς καὶ ἄλλο ἀντὶ ἄλλου ὑπολαμβάνειν αὐτῶν, διὰ τοῦτό φησιν, εἰ δεῖ ἀκριβολογεῖσθαι καὶ μὴ ἀκολουθεῖν ταῖς ὁμοιότησιν. ὥσπερ γὰρ περιστερᾶς τε καὶ φάττης ἔστι μὲν ὁμοιότης, ἀλλ’ οὐ διὰ τοῦτο χρὴ λέγειν ταὐτὸν εἶναι φάττην τε καὶ περιστεράν, διαστέλλειν δὲ αὐτὰς ἀπ’ ἀλλήλων ταῖς προσούσαις διαφοραῖς, οὕτω καὶ εἰ ἡ τέχνη καὶ ἡ ἐπιστήμη πρὸς ἀλλήλας ἔχουσιν ὁμοιότητα, ὅτι τε αἰτίας τῶν παρ’ αὐταῖς ἐνεργουμένων ἀποδιδόασι καὶ ὅτι τάξει χρῶνται περὶ τὴν μάθησιν, ἧς ἄνευ αὐτὰς κατορθωθῆναι ἀδύνατον, ἴσως δὲ καὶ ἄλλα τινά, οὐ διὰ ταύτας τὰς κοινωνίας χρὴ μίαν καὶ τὴν αὐτὴν οἴεσθαι εἶναι τέχνην τε καὶ ἐπιστήμην, ἀλλὰ καὶ τὰς διαφορὰς αὐτῶν ἐξετάζοντας ἑτέρας εἶναι τῷ εἴδει λέγειν αὐτάς· οὕτω καὶ ἐπὶ τῶν λοιπῶν. ὅρα δὲ ὅτι ἀπαριθμούμενος μὲν τὰ πέντε ταῦτα τέχνην ἔταξε πρώτην, εἶτ’ ἐπιστήμην, καὶ τρίτην φρόνησιν, μετὰ δὲ σοφίαν καὶ νοῦν, ἐπεξιὼν |δὲ τοὺς λόγους ἑκάστου ἀπὸ πρώτης ἤρξατο τῆς ἐπιστήμης, ὅτι ἐκεῖ μὲν τὸ ἑαυτοῦ ἐτήρησε σύνη- θες, ἐκ τοῦ ἀτελεστέρου ἀρξάμενος, τῆς τέχνης, εἶτα εἰς τὴν ἐπιστήμην ὡς τελεωτέραν προβάς, τὴν δὲ φρόνησιν σοφίᾳ καὶ νῷ συνέταξε διὰ τὴν συγγένειαν καὶ τὸ κοινωνεῖν τὴν φρόνησιν τῷ νῷ κατὰ τοὔνομα. πρακτι- κὸς γὰρ νοῦς ἡ φρόνησις ὀνομάζεται, περὶ τὰ συμφέροντα τῷ βίῳ τῶν ἀνθρώπων καταγινόμενος, ὡς εἶναι κἀνταῦθα τὴν φρόνησιν προταττομένην ὡς καταδεεστέραν σοφίας καὶ νοῦ, σοφίαν δὲ πρὸ τοῦ νοῦ, ὅτι ὁ νοῦς τὸ καταδεεστέραν καὶ τὸ τῆς σοφίας γεννητικόν. εἰσὶ δ’ οἳ καὶ φρόνησιν ἀπλῶς τὴν τῶν ὄντων γνῶσιν κατονομάζουσιν, ἀλλὰ περὶ μὲν τούτων ἀφεί- σθω τὰ νῦν· ποιητέον δὲ τὸν λόγον ἑπομένως τῷ Ἀριστοτέλη. ἐν δὲ τῷ παραδιδόναι περὶ ἑκάστου τῶν πέντε τὴν ἐπιστήμην τῆς τέχνης προέταξεν ὡς ἀκριβεστέραν καὶ τελειοτέραν καὶ περὶ τὰ ὄντα καταγινομένην ἢ καὶ περὶ τὰ ἀναγκαίως γινόμενα, τῆς τέχνης περὶ τὰ ἐνδεχόμενα τὴν πᾶσαν καταβαλλομένης σπουδήν, ἐπεὶ καὶ τὰ ὄντα φύσει πρότερα τῶν γινομένων εἰσὶ καὶ ἐνέργειαί εἰσιν ἄνευ τοῦ δυνάμει, τὰ δὲ ἐνδεχόμενα ἐν δυνάμει "ἔχει τὸ εἶναι μηδέποτε αὐτοῦ ἀπαλλαττόμενα. καὶ γὰρ ὅταν εἰς ἐνέργειαν προβῇ ἐνεργείᾳ ὄν, τόδε δυνάμει ἐστὶ τὸ ἀντικείμενον, καὶ ὁ Ἀριστοτέλης δὲ αὐτὸς τὰ ὑπὲρ γένεσιν τῶν γενητῶν προτιθεμένων ἐν τῷ Περὶ ἑρμηνείας βιβλίῳ, δυνάμεως προτέραν τὴν ἐνέργειαν εἴρηκεν, ἐνεργείᾳ ὀνομάζων τὰ ἀγένητα καὶ ἀίδια, δυνάμει δὲ τὰ γενέσει ὑποκείμενα καὶ φθορᾷ, δι’ ἣν αἰτίαν καὶ τελεωτέραν τὴν ἔκθεσιν ποιούμενος τῶν προτάσεων ἐν τῷ τε- τάρτῳ τμήματι τὸ ἀναγκαῖον εἶναι τῶν ἄλλων προτέταχεν, ἵνα τῇ κατ’ αὐτὸ ἀντιφάσει ὡς φύσει προηγουμένῃ αἱ τῶν ἄλλων ἀντιφάσεις ἀκολου- θήσωσιν. Πάντες γὰρ ὑπολαμβάνομεν, ὃ ἐπιστάμεθα μὴ ἐνδέ- χεσθαι ἄλλως ἔχειν· τὰ δὲ ἐνδεχόμενα ἄλλως, ὅταν ἔξω τοῦ θεωρεῖν γένηται, λανθάνει εἰ ἔστιν ἢ μή. ἐξ ἀνάγκης ἄρα ἐστὶ τὸ ἐπιστητόν· ἀίδιον ἄρα. τὰ γὰρ ἐξ ἀνάγκης ὄντα ἁπλῶς πάντα τα ἀδίδια, τὰ δ᾿ ἀίδια ἀγένητα καὶ ἄφθαρτα. Πιστοῦται δὲ διὰ τούτων μεγίστην εἶναι τὴν κατὰ τὰ ὑποκείμενα δια- φορὰν πρὸς ἀλλήλας τῆς τέχνης καὶ τῆς ἐπιστήμης, τῇ κοινῇ χρώμενος ἐννοίᾳ εἰς τὴν τοῦ προκειμένου παράστασιν. κοινὴ γάρ, φησίν, ὑπόληψις πᾶσι τοῖς ἀνθρώποις ἡμῖν ἐστιν, ἀδύνατον ἄλλως ἔχειν ὃ κατ’ ἐπιστήμην γινώσκομεν. ὅσα δὲ ἄλλως ἔχειν ἐνδέχεται, τοσοῦτον ἔχει τὸ πρὸς τὸ εἶναι ἀβέβαιον ὡς λανθάνειν εἰ καὶ ὅλως ἐστὶν ἢ μή, ὅταν ἔξω τοῦ θεωρεῖν γένηται. τὸ ἔξω τοῦ θεωρεῖν διττῶς ἐκληψόμεθα· ἡ γὰρ τὸ θεωρεῖν ἀντὶ τοῦ ὁρᾶν, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον, ὅτι τὰ δυνάμει ὄντα καὶ ἐνδεχόμενα τότε εἶναι ὑπολαμβάνομεν, ὅταν εἰς ἐνέργειαν ἔρχηται καὶ ὁρᾶται αἰσθητῶς ὡς παρόντα, ὅταν δὲ εἴη ἐν τῷ δυνάμει, λανθάνει, εἰ ὅλως ἔχει ἔμφασιν πρὸς τὸ εἶναι, καὶ τοῖς πάντῃ μὴ οὖσιν ὡμοίωται τότε, τὰ δὲ ἁπλῶς ἀναγκαῖα οὐχ οὕτως, ἀλλὰ καὶ μηδενὸς ὁρῶντός εἰσιν. ἢ οὖν οὕτως, ἢ τὸ θεωρεῖν ἀντὶ τοῦ νοεῖν καὶ ἐξετάζειν ληπτέον, ὡς τῶν μὲν ἀναγκαίων· ὄντων, κἂν θεωρῇ τις περὶ αὐτῶν καὶ ἐξετάζῃ κἂν μή, καὶ τῶν ἐνδεχομένων λανθανόντων, εἰ ὅλως εἰσίν, ἐὰν μή τις ἐξετάζῃ περὶ αὐτῶν. τοῦτο δὲ γίνεται διὰ τὸ γλίσχρον καὶ ἀσθενὲς τοῦ εἶναι αὐτῶν, τῆς δυνάμει ἐπιμιξίας, ὃ τοῖς ἐνδεχομένοις ἀχωρίστως συμπάρεστιν, ἐπι- προσθούσης τῷ νῷ καὶ τὴν αὐτῶν ἀπαυγαζούσης ὀντότητα. ἐκ παραθέσεως τοίνυν ἀμφοῖν πρὸς ἄλληλα τῶν ἀναγκαίων καὶ ἐνδεχομένων συνάγει, τὸ ἀναγκαῖον εἶναι τὸ ἐπιστητὸν καὶ ἐκ τούτου τὸ ἀίδιον. ὃ γὰρ οὐκ ἐν- δέχεται μὴ εἶναι, τοῦτο ἀναγκαῖον εἶναι, ὃ δὲ ἀναγκαῖον εἶναι, τοῦτο οὐκ ἔστι ὅτε οὐκ ἔστιν, ὃ δὲ οὕτως ἔχει, τοῦτο ἀίδιον, ὡς εἶναι τὰ ἁπλῶς ἐξ ἀνάγκης πάντα ἀίδια. ἀπλῶς δὲ λέγομεν ἐξ ἀνάγκης ὅσα μὴ καθ’ ὑπό- θεσιν ἐξ ἀνάγκης, οἷον τὸ καθῆσθαί τινα ἔστ’ ἄν κάθηται ὁ καθήμενος, ἐξ ἀνάγκης εἶναι λέγομεν τὸ καθῆσθαι αὐτόν, ἀλλ’ οὐχὶ ἁπλῶς ἀλλ’ ἐξ ὑποθέσεως. τὰ δὲ ἀίδια ἀγένητα καὶ ἄφθαρτα. οὐ γὰρ ἐνδέχεται ἄλλως ἀίδια εἶναι αὐτά, εἰ μὴ εἴη ἀγένητά τε καὶ ἄφθαρτα. ἐκεῖνο γάρ ἐστιν ἀεί, ὃ οὐ κατὰ χρόνον ἔσχε τὸ εἶναι, ἀλλ’ ὑπὲρ χρόνον ἐστί. τὸ δ’ ὑπὲρ χρόνον καὶ ὑπὲρ γένεσιν. πᾶσα γὰρ γένεσις ἐν χρόνῳ, τὸ δὲ ὑπὲρ γένεσιν καὶ ὑπὲρ φθοράν. εἰ γὰρ ὑπὲρ φθορὰν τὸ ἀγένητον, εἰς τί φθαρήσεται; ἢ γὰρ εἰς ἀγένητον ἢ εἰς γενητόν. εἰ μὲν γὰρ εἰς ἀγένητον γέγονε φθα- ρέντος τοῦ ἀγενήτου, ἀγένητον, καὶ οὕτω γέγονε τὸ ἀγένητον, ὡς εἶναι τὸ αὐτὸ γενητὸν ὁμοῦ καὶ ἀγένητον, <εἰ δὲ εἰς γενητόν, μετέβαλλε πάλιν εἰς γενητὸν τὸ ἀγένητον, καὶ οὕτω πάλιν οὐκ ἔστιν ἀγένητον τὸ ἀγένητον>, ἀλλὰ καὶ πεφυκότων μεταβάλλειν τῶν ἀγενήτων, οὐκ ἔσται τι ὑπὲρ γένεσιν. πάντες δὲ ὑπολαμβάνομεν οὐ μόνα εἶναι τὰ ἀγένητα, ἀλλὰ καὶ τὰ γενητά, ἀλλὰ ταῦτα μὲν οὐδὲ κυρίως ὄντα, ἀεὶ δὲ γινόμενα καὶ ἀπογινόμενα, ὄντως δὲ οὐδέποτε ὄντα κτὰ τὸν παρὰ Πλάτωνι Τίμαιον, εἶναι δὲ κυρίως ὄντα τὰ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα, ἐπεὶ καὶ ἡ πρώτη ἀρχὴ ἀκίνητος πάντῃ καὶ ἀμετάβλητος. καὶ ἀπὸ τῶν αὐτῇ ὁμοιοτέρων ἀναγκαῖον αὐτὴν τῆς ποιήσεως ἄρχεσθαι, ἐν αἰῶνι ποιοῦσαν καὶ οὐκ ἐν χρόνῳ τὰ αἰώνια καὶ ἀίδια, δευτέρως δὲ συνιστᾶν τὴν γένεσιν καὶ τὰ ὑπ’ αὐτήν, ἄλλως τε ἐπειδὴ τὰ ἐνταῦθα μὴ κυρίως ὄντα καὶ ἔστι καὶ λέγεται, πρὸς τίνα παραβαλλόμενα μὴ κυρίως εἶναι λέγεται; ἢ πάντως πρὸς τὰ κυρίως. τίνα δὲ τὰ κυρίως ἢ τὰ τὸ εἶναι βέβαιον ἔχοντα; ταῦτα δὲ τὰ ἀεὶ ὡσαύτως ἔχοντα. ταῦτα δὲ καὶ ἀίδια καὶ ἀγέ| νητα καὶ ἄφθαρτα. θαρτα. πρὸ τῶν προσκαίρων ἄρα τὰ ἀίδια, πρὸ τῶν γενητῶν τὰ ἀγένητα, πρὸ τῶν φθαρτῶν τὰ ἄφθαρτα. ἔτι τὰ κυρίως εἶναί τι λεγόμενα μετοχῇ τινος κυρίως εἶναι ὃ ἔστι λέγεται, τὸ δὲ μετέχον ὄντος μετέχει τινός, ὥστε ἔσται τὸ ὄντως καὶ κυρίως ὂν καὶ καθ’ ὕπαρξιν πρὸ τοῦ μὴ κυρίως καὶ κατὰ μετοχὴν ὄντος. πρότερα ἄρα ἐξ ἀνάγκης τὰ ἀίδια καὶ αἰώνια καὶ ὑπὲρ γένεσιν καὶ φθορὰν τῶν ἐν χρόνῳ καὶ γενητῶν καὶ φθαρτῶν. πάλιν ἐπεὶ ταῦτα τὰ ἐν γενέσει δῆλα ἐκ τῆς ἐνεργείας ἐστίν, ὅτι φθορᾷ ὑποτέθεινται, ἡ δὲ φθορὰ ἑκάστου τὸ ἑκάστου κακόν ἐστιν, ὅτι ἔκστασίς ἐστι τοῦ εἶναι ὃ ἔστι, τοῦτο δὲ τὸ ἴδιον αὐτοῦ ἀγαθόν, ἐν τῷ κακῷ ἄρα καὶ σὺν τῷ κακῷ ἑαυτῶν εἰσι τὰ τῇ φθορᾷ ὑποκείμενα, μήτε τὸ εἶναι αὐτὸ μήτε τὸ ἀγαθὸν εἰλικρινὲς ἔχοντα ἀλλὰ τῷ ἐναντίῳ ἐπίμικτον. πόθεν δὴ τούτοις τὸ εἶναι τοῖς οὕτως ἔχουσιν; ἢ γὰρ ἐκ τινὸς ἢ οὐδαμόθεν. ἀλλ’ εἰ ἔσται ἔσται ἀναίτια καὶ αὐτόματα. ἐξ ἑαυτῶν γὰρ εἶναι ἀδύνατον· ἦσαν γὰρ ἂν αὐτάρκη καὶ ἑαυτοῖς τοῦ ἀγαθοῦ χορηγὰ καὶ οὐκ ἂν φθορᾷ ὑπετέθειτο· ἀλλ’ εἰ αὐτόματα, πόθεν αὐτοῖς ἡ ἀκολούθησις καὶ ὡς ἐπὶ τὸ πολὺ ἡ τάξις καὶ τὸ ταὐτόν, εἰ μὴ ταῦτα μὲν ἐξ αἰτίας ἀγαθά, τὸ δ’ ὡς ἐπ’ ἔλαττον ἄτακτον, ἐκ τῆς ὕλης ἐπικρατοῦντος τοῦ ἀγαθοῦ καὶ εἰς τάξιν καὶ ὅρον τὸ ἄτακτον ἄγοντος, κἄν ἐκεῖνο ἀεὶ στέγειν τὴν τάξιν καὶ τὸν ὅρον μὴ δύνηται. τὸ δὲ αὐτόματον ὡς ἐπ’ ἔλαττον, οὐκ ἄρα ἐκ ταὐτομάτου, ἀλλ’ οὐδ’ ἔκ τινος ἑτέρου παρὰ τὸ ἀγαθόν. οὐ γὰρ ἄν οὕτως ἐπεκρατεῖτο καὶ εἰς τὴν τοῦ ἀγαθοῦ ἀπόλαυσιν ἤγετο ἐπὶ τὸ πλεῖστον ἀπο- λαῦον αὐτοῦ, εἰ ὑπό τινος ἑτέρου εἰς τὸ εἶναι παρὰ τὸ ἀγαθὸν ἤγετο. ὑπὸ τοῦ ἀγαθοῦ ἄρα ταῦτα πάντα εἰς τὸ εἶναι παράγεται, τῷ δὲ ἀγαθῷ οἰκειότατον μάλιστα ἐκ τῶν ὁμοίων τῆς ποιήσεως ἄρχεσθαι. ταῦτα δέ εἰσι τὰ εἰλικρινῶς ἀγαθὰ καὶ οἷς ἡ κακία τῆς φθορᾶς ἀνεπίμικτος. πρῶτα ἄρα τὰ ἀίδια καὶ οἷς τὸ εἶναι ὑπὲρ χρόνον καὶ ὑπὲρ γένεσιν καὶ ὧν φθορὰ πορρωτάτω καὶ ἡ κατ’ οὐσίαν μεταβολή, ὡς δι’ αὐτῶν μέσων εἰς τὰ τῇδε χωρεῖν τὴν ποίησιν καὶ τὴν πρόνοιαν μέχρι καὶ τῶν ἐσχάτων διήκουσαν. ἐπεὶ δὲ καὶ σκιαὶ τὰ τῇδε διὰ τὸ παρέχεσθαι λέγονται, πᾶσαι δὲ σκιαὶ πρὸς ἀρχέτυπον ἀναφέρονται, δῆλον ἐντεῦθέν ἐστιν ὡς ἐκ κοινῆς μαρτυρίας, ὅτι εἰσὶν ἄλλα τέλεια καὶ ἀληθῆ, εἰς ἃ ταῦτα ὡς εἰς ἀρχέτυπα ἐκείνων ὄντα σκιαὶ ἀναφέρονται. ἔστιν ἄρα τὰ νοητὰ καὶ εἰλικρινῶς ἀγαθὰ καὶ τούτων ἀρχέτυπα καὶ νῷ μόνῳ ληπτὰ ὑπάρχοντα, καὶ ἀπὸ τοῦ τρόπου δὲ τῆς γνώσεως αὐτῆς ἔστι λαβεῖν τὴν ἐκείνων ὀντότητα καὶ ὅσον ὑπερέχει τῶν τῇδε, εἴ γε ταῦτα μὲν αἰσθήσει καὶ φαντασίᾳ ληπτά, ἐκεῖνα δὲ διανοίᾳ καὶ μάλιστα νῷ τῆς τῶν παθῶν ἀπαλλαττομένῳ ὀχλήσεως καὶ ἐν καθαρῷ ἱσταμένῳ καὶ τῷ πρώτῳ καταλαμπομένῳ φωτὶ καὶ τοῖς ἀκινήτοις ἐκείνοις ἀτρεμῶς ἐπιβάλλοντι. καὶ ἴσως ἄν τις πρὸς ἡμάς ὡς περιττοὺς ἀποσκώψειεν, ὅτι παρεκβάντες τοῦ προκειμένου τοσοῦτον λόγον παρεξετείναμεν, ἀλλ’ ἡμῖν ὁ πόθος πρόφασιν λαβὼν ἐκ τῶν Σταγειρίτου ῥήσεων, ταύτας τὰς ἐννοίας ἀπέτεκεν ὀνήσεις χορηγούσας τοῖς φιλολόγοις. Ἔτι διδακτὴ πᾶσα ἐπιστήμη δοκεῖ εἶναι καὶ τὸ ἐπιστητὸν μαθητόν. ἐκ προγινωσκομένων δὲ πᾶσα διδασκαλία, ὥσπερ καὶ ἐν τοῖς Ἀναλυτικοῖς λέγομεν. ἡ μὲν γὰρ δι’ ἐπαγω- γῆς, ἡ δὲ συλλογισμῷ. Ἔτερον τῆς ἐπιστήμης προστίθησι γνώρισμα, ὅτι αὐτή τε διὰ διδασκαλίας ἡμῖν παραδίδοται πᾶσα, καὶ τὸ ὑποκείμενον αὐτῇ διὰ διδασκαλίας γινώσκεται. εἶπε δὲ τοῦτο καὶ τῶν Ὑστέρων Ἀναλυτικῶν ἀπαρχόμενος, ἔνθα καὶ τοῦτο προσέθηκεν, ὅτι χρὴ ἀεί τι προγινώσκειν τὸν ἐπιστήμην διδάσκεσθαι μέλλοντα, οὐ τὸ τυχὸν πάντως ἀλλ’ ὃ πρὸς τὴν μάθησιν τοῦ προκειμένου συμβάλλεται. ἵνα δὲ μὴ ἐπ’ ἄπειρον δόξῃ προβαίνειν ἥδε ἡ πρόγνωσις, ἵστησιν εὐφυῶς τὴν κατ’ αὐτὴν ἄνοδον εἰπὼν ἡ μὲν δι’ ἐπαγωγῆς, ἡ δὲ συλλογισμῷ. λογισμῷ. ἐπιστήμη μὲν γάρ πὼς καὶ ἡ ἀρχῶν κατάληψις, ἐπιστήμη δὲ καὶ ἡ ἐκ τῶν ἀρχῶν συνισταμένη ἀπόδειξεις, μέσῳ τῷ αἰτίῳ χρωμένη τοῦ πράγματος καὶ δι’ αὐτοῦ συνιστῶσα τὸ συναγόμενον, ἀλλ’ ἄλλως μὲν ἡ τῶν ἀρχῶν κατάληψις γίνεται, ἄλλως δὲ ἡ ἐξ αὐτῶν γνῶσις τῶν συμπερασμάτων ἡμῖν ἐπέρχεται. καὶ τὴν διαφορὰν ’ρᾶν ἐπάγει αὐτὸς οὑτωσὶ λέγων ἡ μὲν δὴ ἐπαγωγὴ ἀρχή ἐστι καὶ τοῦ καθόλου. τὴν διαφορὰν ὡς ἐν τούτοις παρίστησι τοῦ τρόπου πῶς μὲν ἡ ἐπιστήμη τῶν ἀρχῶν παραγίνεται, πῶς δὲ ἡ τῶν ἐκ τῶν ἀρχῶν ἀποδεικνυμένων. αἱ μὲν γὰρ ἀρχαί, φησί, δι’ ἐπαγωγῆς ἡμῖν εἰς γνῶσιν ἔρχονται, πιστουμένων ἡμῶν τὰ καθόλου ἐκ τῶν καθ’ ἕκαστα, τῶν δὲ καθόλου θόλου ὁμολογηθέντων λαμβάνοντες ὡς ἤδη ὁμολογούμενα ταῦτα συντίθεμεν τὸν συλλογισμὸν καὶ ποιούμεθα τὴν τοῦ ζητουμένου ἀπόδειξιν. ὅτι μὲν γὰρ τὰ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα καὶ ἁπλῶς ὅτι τὰ κατά τι ταὐτὰ ἑνί τινι |καὶ ἀλλήλοις ἐστὶ ταὐτά, πολλὰ παραγαγόντες καθ’ ἕκαστα καὶ ἑνὶ παραβαλόντες ὁτῳοῦν καὶ τῇ πρὸς ἐκεῖνο ταὐτότητι, καὶ ἀλλήλοις ὄντα ταὐτὰ παρασατήσαντες, καὶ ἐπὶ διαφόρων πραγμάτων τοὐθ’ οὕτως ἔχον εὑρόντες τὸ καθόλου πιστούμενοι, τοῦτο δὲ λαβόντες καὶ ἐν μείζονι δια- στήματι θέμενοι ἀλ|λήλοις εἶναι ἴσα δεικνύομεν τὰ ζητούμενα. καὶ ἐπὶ ἄλλων ἀρχῶν τὸ αὐτό, ὡς εἶναι διάφορον εἶδος τῆς ἐπιστήμης ἑκάτερον, ἤγουν τῶν τε ἀρχῶν καὶ τῶν ἐκ τῶν ἀρχῶν ἀποδεικνυμένων. διὸ καὶ ἐπάγει συμπεραινόμενος Εἰσὶν ἄρα ἀρχαὶ ἐξ ὧν ὁ συλλογισμός, ὧν οὐκ ἔστι συλλογισμός· ἐπαγωγὴ ἄρα. τοῦτο πρὸς πίστωσιν εἴρηται τοῦ εἶναι καὶ ἑτέραν ἐπιστήμην παρὰ τὴν διὰ συλλογισμοῦ γινομένην, ἣ καὶ ἀπόδειξις λέγεται, καὶ ἔστιν αὕτη ἡ τῆς ἀποδείξεως ἑτερότροπος, ἁρμοδία ταῖς ἀρχαῖς ἐξ ὧν ὁ συλλογισμός. καὶ διαβεβαιοῦται ἐκ τούτου τὸ εἶναι ἀρχὰς καὶ μὴ ὑπάρχειν ἀνάγκην τῆς ἐπ’ ἄπειρον ἀνόδου τοῖς ἀποδεικνύναι ὀφείλουσιν, ἱκανῆς οὔσης ἰῆς ἐπα- γωγῆς ἐνεργείας τὸ καθόλου πιστοῦσθαι. ἄξιον δὲ ἀπορῆσαι πῶς οὐκ ἔσται κρείττων τῆς ἐπιστημονικῆς ἡ αἰσθητικὴ γνῶσις, εἰ ἐκ τῆς αἰσθήσεως αἱ ἀρχαὶ τῆς ἐπιστήμης τὴν σύστασιν ἔχουσιν. εἰ γὰρ ἐκ τῶν καθ’ ἕκαστα ἡ ἐπαγωγή, αὕτη δὲ τῶν ἀρχῶν ὑπάρχει βεβαίωσις, ἐκ τῆς αἰσθή- σεως ἄρα τῶν ἀρχῶν ἡ βεβαίωσις, αἱ δὲ ἀρχαὶ τῆς ἐπιστήμης καὶ τῆς ἀποδείξεως αἴτιαι· ὥστε καὶ ἡ αἴσθησις τῆς ἀποδείξεως καὶ τῆς ἐπιστήχρὴ μὴς αἰτία, τὸ δὲ αἴτιον κρεῖττον τοῦ οὗ αἴτιον, κρείττων ἄρα τῆς ἐπιστήμης ἡ αἴσθησις καὶ τοῖς ἀλόγοις οὖσα ὡς καὶ τοῖς λογικοῖς κοινή. ἔστι δὲ ἄτοπον τῶν λογικῶν κρείττω τὰ ἄλογα ἀναγαίνεσθαι, ἀλλ’ εἰ μὲν ὡς ποιητικὴ καὶ γενητικὴ τῆς ἐπιστήμης αἰτία ταύτης ἐλέγετο, εἶχεν ἄν λόγον καὶ κρείττω τῆς ἐπιστήμης τὴν αἴσθησιν λέγεσθαι. εἰ δ’ ὡς ὑπουργὸς αὐ- τῆς καὶ λάτρις καὶ ὑπηρέτης αὕτη λυσιτελεῖ πρὸς τὴν σύστασιν, πῶς ἄν κρεῖττον ῥηθείη τὸ ὃ λατρεύει τοῦ ᾧ λατρεύειν καὶ ὑπηρετεῖν πέφυκεν. ἐπεὶ καὶ ἡ πριστικὴ τέχνη, λάτρις οὖσα τεκτονικῆς ὅτι αὐτὴ τὴν ὕλην εὐ- εργὸν τίθησιν οὐκ ἄν ῥηθείη ποτὲ κρείττων τεκτονικῆς, ὥσπερ οὐδὲ μεταλλικὴ λικὴ χαλκευτικῆς ἢ ἀργυρευτικῆς ἢ χρυσευτικῆς, ὅτι ὕλην αὐταῖς ὑποτί- θησιν. ἐπεὶ τοίνυν ἡ αἴσθησις ἐκ τῶν ἑαυτῇ γνωστῶν ὡς ὕλην τὰς προ- τάσεις τῇ ἀποδεικτικῇ καὶ ἐπιστημονικῇ ὑποτίθησι τὴν ἐνέργειαν ἔχουσα συνεργὸν εἰς τὴν σύστασιν τοῦ καθόλου, ὑπουργὸς ἄν ῥηθείη, οὐκ αἰτία γενητικὴ ἐπιστήμης καὶ ἀποδείξεως. ἴδε δ’ ὅτι καὶ ὕλη ἐστὶν ἐν τῇ ἀποδείξει καὶ ἐπιστήμῃ τὸ ὑποβαλλόμενον παρὰ τῆς αἰσθήσεως. ὕλη γὰρ ἡ πρότασις πρὸς τὸ συμπέρασμα, ἣν λαβοῦσα ὡς εὐεργὸν γενομένην διὰ τῆς τοῦ καθόλου συστάσεως διὰ τῆς ἐπαγωγῆς ἀποτελεσθέντος εἶδος αὐτῇ ἐπιτίθησιν, ὅ ἐστι τὸ συμπέρασμα. πῶς οὖν τὴν γενητικὴν αἰτίαν τοῦ εἴδους ἐλάττω φήσομεν τῆς ὑπηρετούσης δυνάμεως πρὸς τὸ τὴν ὕλην εὐεργὸν γίνεσθαι; ἡ μὲν ἀποδεικτικὴ ἄρα ἐπιστήμη ἐστὶν ἕξις, καὶ ὅσα προσδιοριζόμεθα ἱζόμεθα ἐν τοῖς Ἀναλυτικοῖς. τοῦτο συμπέρασμά τῶν εἰρημένων, ὅτι δύο εἰσὶ τρόποι τῆς ἐπιστήμης, ὁ μὲν διὰ συλλογισμοῦ, ὃς ἕξις ἀποδεικτική ἐστιν ἐκ τῶν καθ’ αὑτὸ καὶ ᾗ αὐτὸ καὶ πρώτων καὶ αἰ- τίων τοῦ συμπεράσματος ἀποτελέσματος. ταῦτα γάρ ἐστιν ἃ ἐν τοῖς Ἀναλυτικοῖς διορίζεται. οὕτως εἰπόντα τὸν Ἀριστοτέλην ἔδει ἀποδοῦναι τὸν μερισμόν, ἵν’ εἴη καὶ ἡ λέξις σαφεστέρα. ἡ δὲ ἀπόδοσις ἦν ἵνα οὕτως εἴρητο, ἡ δὲ ἐπαγωγή, ἥτις τῶν καθόλου ἐστὶν ἐκ τῶν καθ’ ἕκαστα σύστασις. ὃ δ’ οὐχ οὕτως ἐποίησεν. ἀλλὰ τοῦτο μὲν ὡς δῆλον ὂν ἐκ τῶν εἰ- ρημένων, παρέλιπεν, ἕτερον δέ τι ἐπήνεγκε, δι’ οὗ βεβαιοῦται ἐπιστήμην εἶναι καὶ τὴν καθόλου τῶν ἀρχῶν γνῶσιν συνισταμένην ἐκ τῶν καθ’ ἕκαστα. Ὅταν γάρ, φησί, πιστεύῃ καὶ γνώριμοι αὐτῷ ὦσιν αί ἀρχαί, ἐπίσταται. Τοῦτό ἐστιν ὃ λέγει, ὅτι ἐπεὶ τρόπος ἐστὶ καὶ τοῦτο πίστεως καὶ πληροφορίας ἀμεταπείστου τὸ ἐξ ἐπαγωγῆς ἰέναι εἰς κατάληψιν τοῦ κα- θόλου καὶ γνώριμοι οὕτως αἱ ἀρχαὶ γίνονται, ἐξ ἀνάγκης ἂν καὶ τοῦτο ἐπιστήμη προσαγορεύοιτο. εἰ γὰρ μὴ μᾶλλον τοῦ συμπεράσματος, κατὰ συμβεβηκὸς ἕξει τὴν ἐπιστήμην. τοῦτο πρὸς πίστωσιν πλεί- ονα εἴρηται τοῦ ὀρθῶς καὶ τοῦτο ἐπιστήμην κατονομάζεσθαι. εἰ γὰρ μὴ συλλογισμός ἐστιν, ἀλλ’ ἐπαγωγὴ τὸ ἐξ οὗ τὴν πίστωσιν αἱ ἀρχαὶ ἐπιδέχονται, <δῆλον> ὅτι μᾶλλον τοῦ συμπεράσματος ἐκ τῆς ἐπαγωγῆς ταῖς ἀρχαῖς πίστωσις γίνεται, ἤπερ ἐκ τοῦ συλλογισμοῦ τῷ συμπεράσματι. εἰ γὰρ μὴ μᾶλλον τοῦ συμπεράσματος ἐπίσταται τὰς ἀρχὰς ὁ ἐπιστήμων αἳ δὴ ἐκ τῆς ἐπαγωγῆς δῆλαι γεγόνασιν, οὐκ ἄν ἕξει κυρίως τὴν ἐπιστήμην τοῦ συμπεράσματος, εἰ μὴ κτὰ συμβεβηκός, ὥστε δι’ ἐπίσης ἀδήλων γινώσκων τὸ ἄδηλον. ἐπεὶ γὰρ ἐκ τῆς ἐναργείας αὐτῆς τῶν πραγμάτων ἡ τῶν ἀρχῶν παράστασις γίνεται, πῶς οὐκ ἄν εἶεν αἱ ἀρχαὶ μᾶλλον δῆλαι τῆς διὰ συλλογισμοῦ τοῦ συμπεράσματος γνώσεως; τὸ γὰρ πᾶσαν χιόνα εἶναι λευκήν, γνώσει ὂν ἀμέσῳ καταληπτὸν καὶ ἁπλῇ ἐπιβολῇ τοῦ γινώσκοντος πρὸς τὸ γινωσκόμενον, πιστότερον πάντως ἐστὶ τῆς ἐμμέσου καὶ μετὰ συνθέσεως γνώσεως. καὶ οὐκ ἔστι πάντως καινὸν τὸ λεγόμενον οὐδὲ τῇ πρώτῃ πλάσει τοῦ ἀνθρώπου ἀσύμφωνον. τέλειος γὰρ ἐξ ἀρχῆς ὁ ἄνθρωπος παρὰ τοῦ δημιουργήσαντος πέπλασται καὶ μηδεμιᾶς λειπόμενος τῶν αὐτῷ συμβαλλομένων εἰς τελείωσιν ἕξεων. εἰ δὲ τοῦτο, δῆλον ὅτι καὶ σοφὸς καὶ οὐ μόνον διανοητικῶς ἀλλὰ καὶ νοερῶς ἐνεργῶν κατὰ τὸ ἀνάλογον τῆς φυσικῆς αὐτῷ τάξεως. τὸ δὲ νοερῶς ἐνεργεῖν τὸ ἀμέσως καταλαμβάνειν ἐστὶ τὰ νοούμενα ἁπλαῖς ἐπιβο|λαῖς λαὶς αὐτοῖς ὑποβάλλοντα, εἰ μὲν οὖν μὴ τὴν τάξιν ἐκείνην καὶ τὸν θεσμόν, ὃν ἐκ τοῦ κτίσαντος εἴληφε, παραβέβηκεν ἀλλὰ πρὸς τὴν κρείττω ἑαυτοῦ ἀνανεύων διέμεινε, καὶ τῆς ἐκείνων ἀνεν- δότως ἐρῶν ἀπολαύσεως, τῶν δὲ χειρόνων τοσοῦτον εἴχετο ὅσον προνοεῖσθαι αὐτῶν κατὰ τὸ ἀνάλογον τῆς προσηκούσης αὐτῷ τάξεως τε καὶ φύ- σεως, διέμεινεν ἄν αὐτῷ καὶ τὸ τέλειον ἀπαράθραυστον. ἐπεὶ δ’ ἐλιχνεύθη περὶ τὰ χείρονα καὶ τῆς κατ’ αἴσθησιν ἀπολαύειν ζωῆς προτεθύμηκε τῆς πρὸς τὰ κρείττω καταπεφρονηκὼς ἀνανεύσεως, διὰ τοῦτο καὶ τῆς οἰκείας ἐκπέπτωκε τελειότητος, γενέσει τε ὑπέπεσε καὶ φθορᾷ, καὶ τὸ νοερὸν αὐτῷ ὄμμα συμμέμυσταί τε καὶ συγκεκάλυπται, τῆς παχυτέρας σαρκὸς καὶ θνη- τῆς ἐπιθολωσάσης αὐτό, ἐντεῦθεν καὶ τῆς αἰσθητικῆς δέδεκται γνώσεως, ἀμέσως μὲν ἐνεργούσης περὶ τὰ οἰκεῖα γνωστά, ἀφυπνιζούσης δὲ καὶ αὐ- τὸν ὥσπερ τῇ γενέσει καταδαρθάνοντα καὶ ἐξ ὧν αὐτὴ γινώσκει καθ’ ἕκαστα πρόφασιν αὐτῷ πρὸς τὴν τοῦ καθόλου ὑποτιθείσης σύστασιν καὶ ἐξ ἀμέσου ἐνεργείας τῆς ἑαυτοῦ, ἣν περὶ τὰ μερικὰ ἐπιδείκνυται, χορηγίαν αὐτῷ πα- ρεχούσης τὰς κοινὰς ἐννοίας ἐπαγωγικῶς συνιστᾶν, ἐξ ὧν ἀμέσων οὐσῶν ὅτι καὶ ἐξ ἀμέσων ἀφορμῶν αὐτὰς ὁ νοῦς συναγήοχε, τὰ ἐπιστημονικὰ συνάγεται συμπεράσματα. ἐντεῦθεν καὶ τὸ τῆς ἀγνοίας ἀποτίθεται κάλυμμα, ἑαυτοῦ τε γίνεται καὶ τὸ ἐπαχθὲς τῆς ἐμπαθείας ἀποφορτιζόμενος, ἀνανεύει τε πρὸς τὰ κρείττω καὶ πρὸς αὐτὸν τὸν ποιήσαντα. εἰ γὰρ καὶ μὴ αὐτὸς ὁ νοῦς τῇ κατ’ οὐσίαν φθορᾷ ὑποπέπτωκεν, ἀλλά γε τοῖς κατ’ οὐσίαν συνεζευγμένος φθαρτοῖς, διέφθαρται καὶ αὐτὸς κατὰ τὴν ἐνέργειαν, μὴ δυνάμενος μήτε ἐν ἀτελέσι τηρεῖν τὸ τέλειον μήτε ἐν φθαρτοῖς τὸ παν- τελῶς ἄφθαρτον. ἀκολούθως ἄρα τῇ τε ἐξ ἀρχῆς τοῦ νοεροῦ τῆς ψυχῆς τελειότητι καὶ τῇ μετὰ ταῦτα ἐκπτώσει ἡ ἐπαγωγικὴ τῶν ἀξιωμάτων ἐν ταῖς ἐπιστήμαις ἐπισυμβέβηκε σύστασις. Περὶ μὲν οὖν ἐπιστήμης διωρίσθω τὸν τρόπον τοῦτον. τον. τοῦ δ’ ἐνδεχομένου ἄλλως ἔχειν ἔστι τι καὶ ποιητὸν καὶ πρακτόν. Μετὰ τὸν περὶ ἐπιστήμης λόγον μέτεισιν ἐπὶ τὴν τέχνην, παριστῶν καὶ αὐτὴν τί τέ ἐστι καὶ τί διαφέρει τῶν ἄλλων ἕξεων, αἳ ἀπηρίθμηνται. ὥσπερ δ’ ἐπὶ τῆς ἐπιστήμης ἐποίησε τὸ αὐτῆς προχειρισάμενος ὑποκείμε- νον καὶ παραστήσας τὴν αὐτῆς ἰδιότητα, οὕτω καὶ ἐπὶ τῆς τέχνης ποιεῖ, παραλαμβάνων τὸ ἐνδεχόμενον καὶ διαιρῶν τοῦτο εἰς τὸ ποιητὸν καὶ πρακτόν. καὶ τὸ μὲν ποιητὸν τῇ τέχνῃ ἀποδίδωσι, τῇ πράξει δὲ τὸ πρακτόν, κἀντεῦθεν τὴν πρᾶξιν καὶ τὴν τέχνην δεικνύων τί ἀλλήλων διενηνόχασι, καὶ οὕτω τὰ ἴδια τῆς τέχνης ὡς πρὸς τὴν πρᾶξιν ἐκλεγόμενος καὶ αὐ- τὴν ὁριζόμενος ἄρχεται μὲν οὕτως τοῦ λόγου τοῦ δ’ ἐνδεχομένου ἄλλως ἔχειν ἔστι τι καὶ ποιητὸν καὶ πρακτόν. τὸν ἁρμόζοντα λόγον ἀποδιδοὺς τῇ ἐπιστήμῃ καὶ καταστήσας αὐτήν, ἐντεῦθεν τὸν περὶ τέχνης ποιεῖται λόγον. καὶ ἐπεὶ περὶ τὰ ἐνδεχόμενα ἡ τέχνη καταγίνεται, τὰ δὲ ἐνδεχόμενα διττὰ τῷ εἴδει, ὡς τὰ μὲν τῇ τέχνῃ ὑποκεῖσθαι, τὰ δὲ τῇ πράξει, παραδίδωσι πρότερον τὴν τῶν ἐνδεχομένων διαφοράν, ὡς ἂν δῆλον γένοιτο, ποῖα τούτων τῇ πράξει καὶ ποῖα τῇ τέχνῃ ὑπόκειται, καὶ οὕτως ὁρίζεται τὴν τέχνην. ἕτερον δ’ ἐστὶ ποίησις καὶ πρᾶξις· πιστεύομεν δὲ περὶ αὐτῶν καὶ τοῖς ἐξωτερικοῖς λόγοις. λαβὼν ὡς ὁμολογούμενον τὸ ἕτερα εἶναι ἀλλήλων τὴν ποίησιν καὶ πρᾶξιν, βεβαι- οῦται τοῦτο ἐκ τῆς κοινῆς ὑπολήψεως καὶ λέγει πιστὴν εἶναι τὴν τούτων διαφοράν, ἐξ ὧν ἅπαντες περὶ αὐτῶν κοινῶς ὑπολαμβάνουσιν ἄνθρωποι. ἐξωτερικοὺς δ’ ὀνομάζει λόγους, οὓς ἔξω τῆς λογικῆς παραδόσεως κοινῶς τὰ πλήθη φασί, διὸ καὶ προστίθησι τοῖς κοινοῖς λόγοις ἀρκούμενος ὥσπερ συμπεραίνων ὥστε καὶ ἡ μετὰ λόγου πρακτικὴ ἕτερόν ἐστι τῆς μετὰ λόγου ποιητικῆς ἕξεως. ἄλλο πρακτικὴ καὶ ἄλλο πρᾶξις καὶ ἄλλο ποιητικὴ καὶ ἄλλο ποίησις. πρακτικὴ γὰρ καὶ ποιητικὴ ἕξεων ὀνόματα, πράξις δὲ καὶ ποίησις προχειρίσεων. ἐπεὶ οὖν αἱ προχειρίσεις τῶν ἐξεῶν προχειρότεραί τε καὶ προδηλότεραι, διὰ τοῦτο ἐκ τῆς τῶν προχειρίσεων ἑτερότητος ἑτερότητος ἑτέρας εἶναι καὶ τὰς ἕξεις γνωρίζομεν. τὰς μὲν γὰρ προχειρίσεις ἐναργεῖς οὔσας καὶ τὰ πλήθη καταλαμβάνουσι, καὶ ἄλλο λέγουσιν εἶναι πρᾶξιν καὶ ἄλλο ποίησιν, καὶ οὔτε τὸ ποιηθὲν πραχθὲν ὀνομάζουσιν οὔτε τὸ πραχθὲν ποιηθέν. ἀλλὰ ποίημα καὶ ποιηθὲν τὸ πεποιημένον <καὶ πρᾶξιν> καὶ πραχθὲν τὸ πεπραγμένον. ἐκ δὲ τούτων καὶ τὰς ἕξεις, αἱ προχειρίσεις προβαίνουσιν, ἑτέρας εἶναι ἀλλήλων εὑρίσκομεν. διὰ τοῦτο καὶ ὡς συμπεραίνων ἐπήγαγεν, ὡς ἐπεὶ ἡ πρᾶξις καὶ ἡ ποίησις ἕτερα, δηλονότι καὶ ἡ μετὰ λόγου πρακτικὴ ἕτερον τῆς μετὰ λόγου ποιητικῆς ἕξεως. δεῖ δὲ ἐξακούειν τὴν ἕξιν ἐπ’ ἀμφοτέρων, ἔλαβε δὲ τὸ μετὰ λό- γου καὶ ἐπ’ ἀμφοῖν, ὡς τῆς ἀπαριθμήσεως τὰς μετὰ λόγου παραλαμβα- νούσης ἕξεις ἢ καὶ δυνάμεις. οὐ γὰρ τὴν τυχοῦσαν πρακτικὴν καὶ ποιητικὴν δεῖ νοεῖν ἐνταυθοῖ ἀλλὰ τὰς μετὰ λόγου. αὗται γὰρ καὶ ἀληθεύειν πεφύ|κασι. καὶ οὐ περιέχεται ὑπ’ ἀλλήλων πρᾶξις καὶ ποίησις. οὔτε γὰρ ἡ πρᾶξις ποίησις οὔτε ἡ ποίησις πρᾶξίς ἐστιν. καὶ μήτις οἰέσθω, φησίν, ὡς οὕτως ἀλλήλων εἰσὶν ἕτεραι, ὡς τὴν μὲν περιέχειν τὴν δὲ περιέχεσθαι, οἷον ὡς ἐπὶ τῶν γενῶν ἔχει καὶ τῶν εἰδῶν. ἕτερα γὰρ πρὸς ἄλληλα καὶ τὰ εἴδη καὶ τὰ γένη. οὐ γὰρ ἄν ἐπερίσ- σευσε τῶν γενῶν τὰ εἴδη τῷ ἔχειν πλείους τῶν γενῶν τὰς οὐσιώδεις φοράς, ἀλλ’ ἡ πρᾶξις καὶ ἡ ποίησις οὐχ οὕτως ἀλλήλων ἕτερα. οὔτε γὰρ ἡ πρᾶξις περιέχει τὴν ποίησιν οὔτε ἡ ποίησις τὴν πρᾶξιν. Ἐπεὶ δ’ ἡ οἰκοδομικὴ τέχνη τίς ἐστι καὶ ὅπερ ἕξις τις μετὰ λόγου ποιητική, καὶ οὐδεμία οὔτε τέχνη ἐστὶν ἣ οὐ μετὰ λόγου ποιητικὴ ἕξις ἐστὶν οὔτε τοιαύτη ἣ οὐ τέχνη, ταύτὸν ἂν εἴη τέχνη καὶ ἕξις μετὰ λόγου ἀληθοῦς ποιητική. Μετὰ τὸ παραθέσθαι πρὸς ἀλλήλας τὴν πρακτικὴν καὶ τὴν ποιητικὴν καὶ δεῖξαι ταύτας ἑτέρας ἀλλήλων καὶ τοσοῦτον ὡς μὴ ὑποκεῖσθαι θατέραν τῇ ἑτέρᾳ, βούλεται νοῦν ὁρίσασθαι τὴν τέχνην. παραλαμβάνει δὲ διὰ τὴν σαφήνειαν τὴν οἰκοδομικήν, μίαν καὶ αὐτὴν τῶν τεχνῶν, καὶ δείκνυσι δι’ αὐτῆς οἰκείοτατον τῇ τέχνῃ τὸν ἀποδιδόμενον ὁρισμόν, ὡς καὶ ἀντιστρέ- φοντα πρὸς αὐτόν. φησὶ γὰρ ἐπεί δ’ ἡ οἰκοδομικὴ τέχνη ἐστίν, ἤτοι εἶδος τῆς ἁπλῶς τέχνης, καὶ διὰ τοῦτο ἕξις τις μετὰ λόγου ποιητική, ἤγουν τὸν ὁρισμὸν τὸν οὕτω λέγοντα δεχομένη ᾗ τέχνη ἐστὶ καὶ εἶδος τέχνης οὐ γὰρ ἁπλῶς τέχνη ἡ οἰκοδομική ἀλλά τις τέχνη ὡς εἶδος τῆς ἁπλῶς τέχνης) καὶ διὰ τοῦτο ἕξις τις μετὰ λόγου ποιητική, ὡς καὶ μερικῶς τὸν ὅρον τῆς τέχνης δεχομένης διὰ τὸ εἶδος εἶναι αὐτῆς. τὸ δὲ ὅπερ δηλοῦν κεῖται τὸ οὐσιωδῶς κατηγορεῖσθαι τῆς οἰκοδομικῆς τὴν τέχνην καὶ τὸν ὁρισμὸν αὐτῆς, ὡς εἴ τις λέγει τὸν ἄνθρωπον τὶ ζῷον εἶναι, καὶ ὅπερ οὐσία τις ἔμψυχος αἰσθητική, διὰ τὸ καὶ μέρος εἶναι τοῦ ζῴου τὸν ἄνθρωπον ὡς εἶδος εἰς γένος τὸ ζῷον ἀναφερόμενον. ἕκαστον γὰρ τῶν εἰδῶν ὅπερ τί ἐστι τὸ γένος αὐτοῦ, τοῦ ὅπερ δηλοῦντος τὴν οὐσιώδη κατηγορίαν τοῦ γέ- νους κατὰ τοῦ εἴδους, καὶ ὡς ταὐτὸν ἔστιν εἰπεῖν ὅπερ τὶ ζῷον εἶναι τὸν ἄνθρωπον καὶ ὅπερ τινὰ οὐσίαν ἔμψυχον αἰσθητικήν, οὕτω καὶ τὴν οἰκοδομικὴν ταὐτὸν εἰπεῖν εἶναι τέχνην τινὰ καὶ ὅπερ ἕξιν τινὰ μετὰ λόγου ποιητικήν· ὡς τοῦ ὅρου τούτου ἐξισάζοντος πρὸς τὴν τέχνην καὶ ἀντι- στρέφοντος. ταῦτα περὶ τῆς οἰκοδομικῆς εἰπὼν μεταβαίνει ἐπὶ τὸ καθόλου, καί φησι καὶ οὐδεμία οὔτε τέχνη ἐστὶν ἥτις οὐ μετὰ λόγου ποιητικὴ ἕξις ἐστὶν οὔτε τὸ τοιαύτη ἣ οὐ τέχνη, ὥστε ταὐτὸν ἄν εἴη τέχνη καὶ ἕξις μετὰ λόγου ἀληθοῦς ποιητική. καὶ ἔστι τὸ ὅλον τοιοῦτον, ὅτι ἐπεὶ οὐ μόνον ἡ οἰκοδομικὴ ἐπιδέχεται τοῦτον τὸν ὁρισμὸν ἀλλὰ καὶ πᾶσα τέχνη, καὶ οὐδενὶ ἑτέρῳ προσαρμόζει οὗτος ὁ λόγος, ὃ μὴ τέχνη ἐστίν, εἴη ἄν μόνης τῆς τέχνης καὶ πάσης καὶ ἀντιστρέφοι ἄν πρὸς αὐτήν, ὃ καὶ ἴδιον ὁρισμοῦ, λέγω δὴ τὸ μήτε τοῦ ὁριστοῦ παραλιμπάνειν ἔξωθεν μήτε περιέχειν τῶν φύσει ἀλλοτρίων αὐτοῦ. τὸ γὰρ εἰπεῖν οὐδεμία τέχνη ἐστὶν ἥτις οὐ μετὰ λόγου ποιητικὴ ἕξις ἐστὶν ταὐτόν ἐστι τῷ λέ- γειν ὅτι πᾶσα τέχνη τοιαύτη ἕξις ἐστί. τὸ δ’ ἀληθὲς κοινὸν πᾶσι τοῖς ἀπηριθμημένοις. ταῦτα γὰρ τὰ πέντε εἰσί, καθ’ ἃ μετὰ λόγου καὶ συνέ- σεως ἀληθεύειν ἄνθρωπος πέφυκεν, ἐπεὶ καὶ κύων ῥινηλατῶν ἀληθεύσειεν ἂν τὴν τοῦ κρυπτομένου κνωδάλου ποιούμενος ἔρευναν, ἀλλὰ οὐχὶ καὶ λόγος αὐτῷ καὶ σύνεσις πρόσεστι, μόνη δέ τις φυσικὴ ἐπιτηδειότης πρὸς ζήτησίν τε καὶ εὕρεσιν. Ἔστι δὲ τέχνη πᾶσα περὶ γένεσιν καὶ φθορὰν καὶ τὸ τεχνάζειν καὶ θεωρεῖν, ὅπως ἄν γένηταί τι τῶν ἐνδεχομένων καὶ εἶναι καὶ μὴ εἶναι. καὶ ὧν ἡ ἀρχὴ ἐν τῷ ποιοῦντι, ἀλλ’ οὐκ ἐν τῶ ’πὸ ποιουμένω. Ἀποδοὺς τὴν τέχνην τί ἐστι, λέγει καὶ πάλιν περὶ τοῦ ὑποκειμένου αὐτῇ, ἵνα τελεώτερον αὐτὸ καταληψόμεθα. φησὶ γὰρ ὅτι πᾶσα τέχνη περὶ γένεσίν ἐστι, γένεσιν ὀνομάζων τὰ ἐνδεχόμενα, διὰ τὸ μὴ μένειν ἐν τῷ αὐτῷ. ἡ γὰρ ἐν ταὐτῷ μονὴ καὶ ἵδρυσις τῶν ἀναγκαίων καὶ ὑπὲρ γένεσιν ἴδιον, περὶ ἃ ἡ ἐπιστήμη, ἡ δὲ τέχνη περὶ ἐνδεχόμενα. τεχνάζει γὰρ καὶ θεωρεῖ, τουτέστιν οἴκοθεν ἐπιτηδεύει τῷ οἰκείῳ λόγῳ χρωμένη, ἑ νη’, ὅπως ἂν γένηταί τι τῶν ἐνδεχομένων καὶ εἶναι καὶ μὴ εἶναι. πρό τε γὰρ τοῦ γενέσθαι τὸ ἀπὸ τέχνης ἐνδέχεται γενέσθαι καὶ μὴ γενέσθαι, καὶ μετὰ τὸ γενέσθαι ἐνδέχεται καὶ ἀπογενέσθαι, ὥστε καὶ εἶναι καὶ μὴ εἶναι τὸ ἀπὸ τέχνης γεγενημένον ἐνδέχεται. καὶ τὸ ἀναγκαῖον αὐτῷ οὐδαμῶς ἄλλως, εἰ μή γε καθ’ ὑπόθεσιν, ὡς μὴ ἐνδεχόμενον ἅμα κατὰ ταὐτόν τε εἶναι καὶ μὴ εἶναι· ἵνα μὴ ἡ ἀντίφασις συναληθεύσῃ, τοῦ ἤδη γεγονότος καὶ ἀποβάντος λεγομένου μὴ εἶναι τότε ὅτεπερ ἔστι. τὸ δὲ ὧν ἡ ἀρχὴ ἐν τῷ ποιοῦντι ἀλλ’ οὐκ ἐν τῷ ποιουμένῳ πρὸς ἀντιδιαστολὴν ἔθηκε τῶν φύσει γινομένων. ἔστι γὰρ ἰδεῖν καὶ τὴν φύσιν ὑσὶν περὶ γένεσιν ἐνεργοῦσαν, ’σαν, ἀλλ’ ἡ μὲν φύσις ἐντὸς οὖσα καὶ διὰ τῶν σωμάτων χωροῦσα οὕτως ἐν αὐτοῖς ἐνεργεῖ, ἡ δὲ τέχνη οὐχ οὕτως ἀλλ’ ἐκτὸς οὖσα τῶν σωμάτων, περὶ ἃ καταγίνεται, οὕτως ἐν αὐτοῖς ἐνεργεῖ, καὶ οὕτως αὐτοῖς τὰ τεχνητὰ εἴδη ἐντίθησιν. ἐκτὸς γὰρ ἡ ἀνδριαντοποιητικὴ τοὐ χαλκοῦ καὶ ἡ τεκτονικὴ τοῦ ξύλου, ἐν τοῖς τεχνίταις δ’ οὖσαι καὶ ἄμφω οὕτω κινοῦσι τὰ ὑποκείμενα, διὸ καὶ ἐκτὸς αὐτῶν κατὰ τὴν ἐπιφάνειαν τὰ εἴδη περιτιθέασιν. ὥστε τὸ ποιητικὸν αἴτιον ἐν τοῖς τεχνητοῖς ἐν τῷ τεχνητῶς ἐνεργοῦντί ἐστιν, οὐκ ἐν τῷ ποιουμένῳ, ἤγουν ἐν τῷ ὑποκειμένῳ καὶ δεχομένῳ τὴν ποίησιν. οὔτε γὰρ τῶν ἐξ ἀνάγκης ὄντων ἢ γινομένων ἡ τέχνη ἐστὶν οὔτε τῶν κατὰ φύσιν· ἐν αὑτοῖς γὰρ ἔχουσι ταῦτα τὴν ἀρχήν. Διὰ τοῦτο, φησί, περὶ γένεσιν λέγομεν καὶ περὶ τὰ ἐνδεχόμενα τέχνην καταγίνεσθαι, διότι οὐκ ἔστι τέχνη τῶν ἐξ ἀνάγκης ὄντων ἢ γινομένων. οὐ μόνον γὰρ ὄντα ἐξ ἀνάγκης εἰσίν, ἀλλ’ εἰσὶ καὶ γινόμενα ἐξ ἀνάγκης· ὄντα μὲν αἱ ἄυλοι οὐσίαι καὶ ἀσώματοι καὶ αἱ οὐράνιαι οὐράνιαι καὶ αἱ τῶν στοιχείων ὁλότητες μένουσι γὰρ καὶ αὐτὰ ὑπὸ τοῦ δημιουργοῦ συνε- χόμενα), γινόμενα δὲ αἵ τε κινήσεις τῶν οὐρανίων σφαιρῶν καὶ αἱ ὧραι τοῦ ἔτους, καὶ τὰ τοιαῦτα. κατὰ φύσιν δὲ τὰ ζῷα καὶ τὰ φυτά. τῶν μὲν οὖν ἀναγκαίων τῷ μὴ ἀνάγκῃ εἶναι τὰ τῇ τέχνῃ ὑποκείμενα διαφέ- ρουσι, τῶν δὲ κατὰ φύσιν, ὅτι ταῦτα ἐν αὑτοῖς ἔχουσι τὴν ἀρχὴν τῆς κινήσεως. ἐπεὶ δὲ ποίησις καὶ πρᾶξις ἕτερον, ἀνάγκη τὴν τέχνην ποιήσεως ἀλλ’ οὐ πράξεως εἶναι. καὶ τρόπον τινὰ περὶ τὰ αὐτά ἐστιν ἡ τύχη καὶ ἡ τέχνη, καθάπερ καὶ Ἀγάθων φησὶ “τέχνη τύχην ἔστερξε καὶ τύχη τέχνην.” Δείξας ἕτερα ἀλλήλων τὴν πρᾶξιν καὶ ποίησιν, λαμβάνει τοῦτο νῦν ὡς ὁμολογούμενον καὶ φησὶ τὴν τέχνην ποιήσεως εἶναι τέχνην ἀλλ’ οὐ πράξεως, διότι καὶ τὰ τέλη τῆς τέχνης ἔργα εἰσὶ μετὰ τὴν τεχνικὴν ἐνέργειαν ὑπομένοντα, τῆς δὲ πράξεως ἀρκετὸν τέλος ἡ εὐπραξία, ἱκανὸν ἐχούσης τὸ μέχρι τοῦ εὖ ὡς τέλος καταντᾶν αὐτῆς τὴν ἐνέργειαν. προσοὕτως τίθησι δὲ καὶ τὸ κατά τινα τρόπον περὶ τὰ αὐτὰ εἶναι τὴν τύχην καὶ τὴν τέχνην, καὶ τούτου πάλιν παράγει μάρτυρα ποιητὴν τὸν Ἀγάθωνα φίλας ἀλλήλαις τὴν τύχην εἰσάγοντα καὶ τὴν τέχνην ἐν τῷ λέγειν “τέχνη τύχην ἔστερξε καὶ τύχη τέχνη.” δεῖ δὲ ἐξετάσαι τὸν τρόπον, καθ’ ὃν αὐτός τε ὁ Ἀριστοτέλης περὶ τὰ αὐτά φησιν εἶναι ἀμφοτέρας αὐτὰς καὶ ὁ Ἀγάθων στέργειν ἀλλήλας, καὶ εἴη ἄν ὅτι ἀμφοτέραις τῶν ὑποκειμένων πραγμάτων τὸ αἴτιον ἔξωθεν καὶ ὅτι ἄμφω ἕτερον παρὰ τὴν ἐνέργειαν ἔργον ἔχουσιν. ὅ τε γὰρ τεχναζόμενος κινεῖ τὴν ὕλην ἔξωθεν οὖσαν ούτῆς, τῆς, ὅ τε ἀπὸ τύχης περιτυγχάνων τινὶ πράγματι εἴτε ἀγαθῷ εἴτε κακῷ, ἔξωθεν ὢν ἐκείνου καὶ δρῶν ἕτερα καὶ τὸν σκοπὸν ἔχων πρὸς ἕτερα, περιτυγχάνει τῷ ἀπὸ τύχης, οἷον εἴ τις εἰς βαλανεῖον ἀπιὼν ὥστε λούσα- σθαι βιβλίῳ περιτύχῃ τῶν ζητουμένων, ἢ ἐν ἀμπέλῳ σκάπτων εὕρῃ θη- σαυρόν ἢ βαδίζων οἴκαδε λίθῳ προσκόψας τὸν πόδα βλαβῇ. τούτων οὖν πάντων ὁ ἐνεργῶν ἔξωθεν καὶ τὸ κατὰ συμβεβηκὸς ἐκτὸς ἐνέργειαν ἀποτελούμενον ἔστι μὲν παρὰ τὸν τοῦ ἐνεργοῦντος σκοπόν, ἔστι δὲ καὶ ἀποτέλεσμα ἕτερον παρὰ τὴν αὐτοῦ ἐνέργειαν· καὶ κατὰ ταῦτα τύχη καὶ τέχνη ἀλλήλοις ἐοίκατον, διαφέρουσι δέ, ὅτι τῇ μὲν τέχνῃ κατὰ τὸν σκο- πὸν τοῦ τεχνίτου τὸ τέλος ὡς ἐπὶ τὸ πολύ, τῇ δὲ τύχῃ παρὰ τὸν σκοπὸν τοῦ ἐνεργοῦντος τὸ τέλος καὶ ὡς ἐπ’ ἔλαττον. Ἡ μὲν οὖν τέχνη ὥσπερ εἴρηται, ἕξις τις μετὰ λό- γου ἀληθοῦς ποιητική ἐστιν, ἡ δ’ ἀτεχνία τοὐναντίον μετὰ λόγου ψευδοῦς ποιητικὴ ἕξις, περὶ τὸ ἐνδεχόμενον ἄλλως ἔχειν. Εἰπὼν ἱκανῶς ὅσα ἔδει περὶ τῆς τέχνης περὶ τὴν προκειμένην πραγματείαν ἀποδίδωσι καὶ τὸ ἐναντίον αὐτῷ, ὃ ἡ ἀτεχνία ἐστί. διὸ καὶ παρεισάγει πάλιν τὸν ὅρον τῆς τέχνης, ἵν’ ὡς ἐκ παραθέσεως δείξῃ τὴν ἀτεχνίαν τί ἐστιν. εἰ γὰρ ἡ τέχνη ἕξις μετὰ λόγου ἀληθοῦς ποιητική, ἔσται ἡ ἀτεχνία τοὐναντίον ποιητικὴ ἕξις μετὰ λόγου ψευδοῦς. τὰ μὲν γὰρ ἄλλα κατὰ τὰ αὐτὰ ἡ τέχνη καὶ ἡ ἀτεχνία, διαφέρουσι δὲ κατὰ τὸ 40 ὀρθὸν καὶ διάστροφον καὶ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. εἰσὶ δὲ ἄμφω καὶ περὶ τὰ ἐνδεχόμενα ἄλλως ἔχειν. οὐ γὰρ ἄν εἰς πλάνην καὶ εἰς ψεῦδος ἡ τέχνη ἐξέπιπτε καὶ ἀτεχνίαν εἶχεν ἐνεργοῦσαν περὶ τὰ αὐτῇ ὑποκείμενα, εἰ μὴ ἄλλως καὶ ἄλλως ἔχειν αὐτὰ ἐνεδέχετο. Περὶ δὲ φρονήσεως οὕτως ἄν λάβοιμεν, θεωρήσαντες 91r τίνας λέγομεν φρονίμους. δοκεῖ δὴ φρονίμου εἶναι τὸ δύνασθαι καλῶς βουλεύεσθαι περὶ τὰ αὑτῷ ἀγαθὰ καὶ σὺ καὶ συμφέροντα, οὐ κατὰ μέρος, οἷον ποῖα πρὸς ὑγίειαν ἢ ἰσχύν, ἀλλὰ ποῖα πρὸς τὸ εὖ ζῆν ὅλως. Πέντε οὐσῶν τῶν ἀληθευτικῶν ἕξεων, ἃς ὧδε ἀπηριθμήσατο περὶ ἐπιστήμης καὶ τέχνης εἰπών, τάττει νῦν τρίτην τὴν φρόνησιν, οἰκειοτέραν οὖσαν τῶν δ τῇ ἠθικῇ καὶ πολιτικῇ θεωρίᾳ. αὐτῆς γὰρ ὁ ὀρθὸς λόγος μέτρον ὑπάρχει καὶ στάθμη τῶν πράξεων, δι’ οὗ καὶ τὸ μέσον καὶ σύμμετρον ἐν αὐταῖς ἀνευρίσκεται, καὶ δι’ αὐτῆς μέσης ἡ περὶ τῶν διανοητι- κῶν ἕξεων παράδοσις πρὸς τὰ προλαβόντα συνέχειαν δέχεται, ἐπεὶ καὶ κοινωνεῖ ἀμφοτέροις τοῖς εἴδεσι, τοῖς διανοητικοῖς καὶ πρακτικοῖς. τοῦ νοητικοῦ γὰρ οὖσα καὶ αὐτὴ τὴν προχείρισιν ποιεῖται ἐν ταῖς πράξεσιν αὐτὴ προισταμένη αὐτῶν καὶ μετροῦσα αὐτάς. διὰ τοῦτο καὶ μέση ἐνταῦθα τέτακται, πρὸ ἑαυτῆς μὲν τὴν τέχνην καὶ τὴν ἐπιστήμην ἔχουσα παραδεδομένην, μεθ’ ἑαυτὴν δὲ τὴν σοφίαν καὶ τὸν νοῦν. νοῦν δὲ λέγομεν ἐνταῦθα οὐ τὸν ἀπλῶς καὶ καθ’ ὕπαρξιν ἀλλὰ τὸν καθ’ ἕξιν καὶ κατὰ μέθεξιν. οὐ γὰρ ἄν ταῖς ἀληθευτικαῖς ἕξεσι συνετάττετο, εἰ μὴ ὡς τοῦτο σημαίνων παρελαμβάνετο. ἡ γὰρ ψυχὴ ὡς μὲν ψυχὴ ἀνειλιγμένως ἐνεργεῖ, συλλογιζομένη καὶ μεταβαίνουσα εἰς συμπεράσματα ἐκ προτάσεων, ὡς δὲ μετέχουσα νοῦ ἀπλῶς ἐπιβάλλει, ἔχουσα μὲν καὶ τὰς ἀρχὰς καὶ τοὺς ὅρους ὡς νοῦ ἀπηχήματα, γινομένη δὲ καὶ τούτων ἐπέκεινα, ὅταν νοερὰ γένηται, τοῖς νοητοῖς νοητῶς ἐπιβάλλουσα, εἰ καὶ μὴ ἀθρόως καὶ ὁμοῦ ὡς ὁ καθ’ ὕπαρξιν, ἀλλὰ καθ’ ἓν περιεχομένη τὰ πάντα καὶ νοοῦσα καθ’ ἕκαστον, διὸ καὶ ἡ τοιαύτη κατάστασις οὐ φύσις ἀλλὰ ἕξις τῆς ψυ- χῆς ὀνομάζεται, ὡς ἔξωθεν ἐπεισιοῦσα καὶ γινομένη ἐπίκτητος. προθέμενος τοίνυν ὁρίσασθαι τὴν φρόνησιν, φησὶν ὅτι δεῖ ἄρξασθαι τῆς περὶ αὐτῆς θεωρίας ἀπὸ τῶν ἐν οἷς θεωρεῖται ὑπάρχουσα, ἤγουν ἀπὸ τῶν ὑπο- κειμένων ἐν οἷς ὡς ἕξις ἐστίν· οὗτοι δ’ εἰσὶν οἱ φρόνιμοι. εὐδηλότεροι γὰρ πρὸς ἡμᾶς καὶ σάφ’ σαφέστεροι τῶν ἕξεών εἰσιν οἱ τὰς ἕξεις ἔχοντες. καὶ λαμβάνει τὴν κοινὴν περὶ αὐτῶν δόξαν ὡς ὁμολογουμένην ἀρχήν. δοκεῖ γὰρ φρονίμου ἴδιον ἀνθρώπου τὸ δύνασθαι καλῶς βουλεύσασθαι περὶ τὰ αὐτῷ ἀγαθὰ καὶ συμφέροντα. ἐπεὶ δὲ πολλὰ τοιαῦτά ἐστι καὶ ἐνδέχεται εἶναί τινα κατορθωτικὰ περὶ ἕν τι τῶν ἀγαθῶν καὶ συμφερόντων αὐτῷ, ἐν· δέχεται δὲ καὶ περὶ πλείω καὶ περὶ πάντα, διὰ τοῦτό φησιν οὐ κατὰ μέρος, οἷον πρὸς ὑγείαν ἢ πρὸς ἰσχὺν <ἀλλὰ πρὸς τὸ εὖ ζῆν ὅλον. οὐ γὰρ εἴ τις εἰδὼς τὰ πρὸς ὑγείαν αὑτῷ σώματος ἢ τὰ πρὸς ἰσχὺν περὶ τούτων ὀρθῶς βουλεύοιτο, ἁπλῶς ἄν αὐτὸν εὔβουλον καὶ φρόνιμον εἴπωμεν>, ἀλλὰ πρὸς πάντα τὰ εἰς ὅλον τὸ ζῆν αὐτῷ συντελοῦντα, εἴτε ψυχικὰ εἶεν ταῦτα εἴτε σωματικὰ εἴτε ἔξωθεν. εἰ δὲ καὶ ἀντὶ τοῦ ὅλον τὸ ὅλως τις λήψεται, ὡς ἔ τισι τῶν ἀντιγράφων εὑρίσκεται, ἀλλὰ πρὸς τὴν αὐτὴν ἔννοιαν αἱ λέξεις ἀμφότεραΙ φέρουσιν, εἰ καὶ διαφέρειν ἴσως δοκοῦσι. τὸ μὲν γὰρ ὅλον ἔμφασιν ἔχει ὡς ὁλότητά τινα ποιοῦν τὴν εὐζωίαν καὶ μέρη αὐτῆς τὰ καθ’ ἕκαστα, ἃ ἐν ταῖς ἠθικαῖς θεωρεῖται ἐνεργείαις καὶ πράξεσιν, ὁποῖά ἐστι τὰ κατὰ τὰς ἀρετὰς καὶ ἐν ταῖς σωματικαῖς καταστάσεσι καὶ ἐν τοῖς ἐπισυμβαίνουσιν ἔξωθεν, ὅσα τούτων ἐφ’ ἡμῖν τε καὶ ἐνδεχόμενα, ὧν ἔστιν ἕκαστον καὶ φυλάξεσθαι καὶ αἱρήσεσθαι, τὸ δὲ ὅλως τὸ ἀπλῶς καὶ καθόλου δηλοὶ· ὡς ἐκεῖνον εἶναι δοκεῖν τοῖς ἅπασι φρόνι- μον, οὐ τὸν περί τι εὔβουλον ἀλλὰ τὸν ἁπλῶς καὶ περὶ πάντα τὰ ἐφ’ ἡμῖν· ὡς εἶναι τὸ σχῆμα τῆς ἐννοίας διάφορον, τὴν δὲ δύναμιν τὴν αὐτήν. Σημεῖον δ’ ὅτι καὶ τοὺς περί τι φρονίμους λέγομεν, ὅταν πρὸς τέλος τι σπουδαῖον εὖ λογίσωνται, ὦν μὴ ἔστι τέ- χνη. ὥστε καὶ ὅλως ἂν εἴη φρόνιμος ὁ βουλευτικός. Εἰ καὶ μὴ ἀπλῶς, φησί, φρόνιμος ὁ περί τι καλῶς βουλευόμενος ἀλλ’ ὁ ἁπλῶς περὶ πάντα, ἐξ ὧν τὸ εὖ ζῆν ἀνθρώπῳ συνίσταται, μεριστὸν ὂν καὶ πολυμερὲς καὶ ποικίλον, ἀλλ’ οὖν ὁ ἐν πᾶσιν εὔβουλος φρόνιμος, ἔσται γνώρισμα λαβεῖν ἀπὸ τῶν εὗ βουλευομένων καθ’ ἕκαστα. φρονίμους γὰρ καθ’ ἕκαστον λέγομεν τοὺς πρὸς τέλος τι ἀγαθὸν εὖ λογιζομένους, ὥστε καθόλου εἴη ἂν φρόνιμος ὁ βουλευτικός. ὡς γὰρ περὶ ἕκαστον φρόνιμος λέγεται ὁ τέλος ἀγαθὸν προτιθέμενος καὶ εὗ πρὸς τὸ ἐπιτυχεῖν αὐτοῦ βου- λευόμενος, καὶ ἀπλῶς ἄν εἴη φρόνιμος ὁ καθόλου τέλος ἀγαθὸν προτιθέμενος καὶ περὶ τῆς ἐπιτυχίας αὐτοῦ καλῶς τὰς βουλὰς καὶ τὰς σκέψεις ποιούμενος. ὡς γὰρ ἐπίπαν τὰ καθ’ ἕκαστα πρὸς ἡμᾶς τῶν καθόλου εἰσὶ γνωριμώτερα, διὰ τοῦτο καὶ ἐπαγωγικῶς ἐκ τῶν καθ’ ἕκαστα τὰ καθόλου πιστούμεθα. τὸ δὲ ὧν μὴ ἔστι τέχνη εἴρηκεν, ἐπεὶ ἔστι καὶ περὶ τῶν τεχνητῶν εὖ βουλεύεσθαι καὶ τοὺς μὴ τὰ τοιαῦτα προτιθεμένους. ταῦτα δὲ τῇ τέχνῃ καὶ οὐ τῇ φρονήσει ἐφήρμοσε. δέδεικται δὲ ἤδη ἑτέρας εἶναι ἀλλήλων τέχνην καὶ φρόνησιν. εἰ δὲ καὶ ἐξ ἐνδόξων ποιεῖται τὰς συστάσεις τῶν λεγομένων, οὐ χρὴ θορυβεῖν. εἴπομεν γὰρ ἐξ ἀρχῆς, ὅτι ἐνδεχόμενα τὰ προκείμενα καὶ οὐ χρὴ περὶ τοιούτων τὸ ἐξ ἀναγκαίων δείκνυσθαι ἀπαιτεῖν. βουλευτικὸν δὲ ὠνόμασε τὸν ἐπιτήδειον εἰς τὸ βου- λεύσασθαι· οὗτος δέ ἐστιν ὁ εὔβουλος. Βουλεύεται δ᾿ οὐθεὶς περὶ τῶν ἀδυνάτων ἄλλως ἔχειν, οὐδὲ τῶν μὴ ἐνδεχομένων αὐτῷ πρᾶξαι. Πρὸς τὴν ἀπόδοσιν ἤδη τοῦ ὁρισμοῦ τῆς φρονήσεως ἑτοιμάζεται ὡς οὕτω συσταίη, ὡς διαστέλλεσθαι μὲν ἀπ’ ἀμφοῖν ἐπιστήμης τε καὶ τέχνης, περὶ ὧν ἤδη τὸν λόγον πεποίηται, ἀντιστρέφειν δὲ πρὸς αὐτόν. τέως δ’ οὖν τὰ ἐνταῦθα λεγόμενα τῆς ἐπιστήμης διορίζει τὴν φρόνησιν. ἐπεὶ γὰρ βουλευτικὴ ἕξις ἡ φρόνησις, οὐδεὶς δὲ περὶ τῶν ἀδυνάτων ἄλλως ἔχειν βουλεύεται, ἤτοι τῶν ἀναγκαίων τὰ γὰρ ἀναγκαῖά ἐστιν ἅπερ ἄλλως ἔχειν ἀδύνατον), ἀλλ’ οὐδὲ περὶ τῶν μὴ ἐνδεχομένων αὐτῷ πρᾶξαι ἅ ἐστι τὰ ἀδύνατα ἢ ἁπλῶς ἢ τῷδέ τινι· ἀπλῶς μὲν ὡς τὸ ἐν μιᾷ ῥοπῇ τὸν ἐν Θράκῃ ὄντα εἰς Αἴγυπτον ἀφικέσθαι, τῷδέ τινι τὸ πένητα ὄντα καὶ ξένον καὶ πᾶσιν ἄγνωστον κατάρξαι μεγίστης πόλεως ἐν ᾗ τοιοῦτος περιέχεται. ἔχεται. εἰ οὖν βουλευτικὴ ἡ φρόνησις, οὐδεὶς δὲ περὶ τῶν ἀναγκαίων ἢ ἀδυνάτων βουλεύεται, ὁ ἐν ἕξει ἄρα φρονήσεως οὕτε τὰ ἀναγκαῖα σχῆ μάτα οὔτε τὰ ἀδύνατα τῇ ἕξει αὐτοῦ ὑποκείμενα. οὕτως εἰπὼν περὶ τῆς φρο- νήσεως καὶ τῆς κατ’ αὐτὴν ἐνεργείας, τὰ ἀναγκαῖα καὶ τὰ ἀδύνατα ἔξω θέμενος, ἐπάγει δεικνύων ἑτέραν εἶναι κατὰ τὸν λόγον τῆς ἐπιστήμης τὴν φρόνησιν καί φησιν ᾖστε εἴπερ ἐπιστήμη μὲν μετὰ ἀποδείξεως, ὧν δ’ αἱ ἀρχαὶ ἐνδέχονται ἄλλως ἔχειν, τούτων μὴ ἔστιν ἀπόδειξις πάντα γὰρ ἐνδέχεται καὶ ἄλλως ἔχειν καὶ οὐκ ἔστι βουλεύσα- σθαι περὶ τῶν ἐξ ἀνάγκης ὄντων), οὐκ ἄν εἴη ἡ φρόνησις ἐπι- στήμη οὐδὲ τέχνη. Ἐξ ὑποθέσεως μὲν τὴν πρὸς ἀλλήλων διαφορὰν δείκνυσιν ἐπιστήμης καὶ φρονήσεως. τρία δέ ἐστι συνημμένα τὰ ἐν τῷ συλλογισμῷ παραλαμβανόμενα· ἓν μέν, ὅτι μετὰ ἀποδείξεως ἡ ἐπιστήμη, ἕτερον δέ, ὅτι ὧν αἱ ἀρχαὶ ἐνδέχονται ἄλλως ἔχειν τούτων οὐκ ἔστιν ἀπόδειξις, καὶ τρίτον ὅτι οὐκ ἔστι βουλεύεσθαι περὶ τῶν ἐξ ἀνάγκης. ἐπεὶ δὲ τὰ μὲν δύο τούτων ἀνωτέρω δέδεικται, τό τε πρῶτον καὶ τὸ τρίτον, ἐπὶ τούτων οὔτε προσλήψεως ἐδέησεν οὔτε ἄλλου λόγου τινὸς εἰς κατασκευήν, κατεσκεύασε δὲ μόνον τὸ δεύτερον γοργῶς ἐπαγαγὼν τὸ πάντα γὰρ ἐνδέχεται καὶ ἄλλως ἔχειν. ἔοικε δὲ ὡς ἐπάγειν τοῦτο τῷ λόγῳ ἑπόμενον τῷ ἀντικειμένῳ κειμένῳ πρὸς τὸ δεύτερον συνημμένον· τὸ γὰρ συνημμένον οὕτως εἶχεν. ὧν δὲ αἱ ἀρχαὶ ἐνδέχονται ἄλλως ἔχειν, τούτων μὴ ἔστιν ἀπόδειξις. τουτέστιν ὧν προβλημάτων αἱ προτάσεις ἐνδεχόμεναί εἰσι, τούτων ἀπόδειξις οὐκ ἔστι. πασῶν γὰρ ἀποδείξεων αἱ προτάσεις ἀναγκαῖαι. τὸ δὲ τούτῳ ἀντικείμενον, ὅτι ὧν αἱ ἀρχαὶ ἐνδεχόμεναι, τούτων ἔστιν ἀπόδειξις, ᾧ ἕπεται τὸ πάντα ἐνδέχεται καὶ ἄλλως ἔχειν, ὃ δόξειεν ἄν ἕπεσθαι ὡς ἄτοπον τῷ λέγοντι λόγῳ, ἐνδεχομένων εἶναι ἀπόδειξιν. εἰ γὰρ δοίημεν ἐξ ἐνδεχομένων ἀρχῶν γίνεσθαι τὰς ἀποδείξεις, πάντα ἔσται ἐνδεχόμενα καὶ οὐδὲν ἀναγκαῖον. δύναται δὲ καὶ ἄλλως νοεῖσθαι τὸ πάντα ἐνδέχεται καὶ ἄλλως ἔχειν, ὥσπερ τῶν συμπερασμάτων λεγομένων τῶν ἐξ ἐνδεχομένων συναγομένων ἀρχῶν, ὡς τοιαύτην ἔχειν ἔννοιαν τὰ λεγόμενα, ὅτι διὰ τοῦτο οὐκ ἔστιν ἀπόδειξις, ὧν αἱ ἀρχαὶ ἐνδέχονται ἄλλως ἔχειν, διότι πάντα τὰ ἐξ ἐνδεχομένων ἀρχῶν συναγόμενα συμπεράσματα ἐνδέχεται καὶ ἄλλως ἔχειν. τοῦτο δὲ οὐκ ἔστιν ἀπόδειξις· τὰ γὰρ ἀποδεικτικῶς συμπεραινόμενα ἄλλως ἔχειν οὐκ ἐνδέχεται. Ἐπιστήμη μέν, ὅτι ἐνδέχεται τὸ πρακτὸν ἄλλως ἔχειν, τέχνη δ’ ὅτι ἄλλο τὸ γένος πράξεως καὶ ποιήσεως. λεί- πεται ἄρα αὐτὴν ἕξιν εἶναι ἀληθῆ μετὰ λόγου πρακτικὴν περὶ τὰ ἀνθρώπῳ ἀγαθὰ καὶ κακά. Διὰ μὲν τῶν εἰρημένων τῆς ἐπιστήμης διεῖλε τὴν φρόνησιν, οὐχὶ δὲ ὦ· καὶ τῆς τέχνης, εἰπὼν τὴν ἐπιστήμην ἐξ ἀνάγκης τε συλλογίζεσθαι καὶ συμπεραίνειν ἀναγκαῖα, τὴν δὲ φρόνησιν ἐξ ἐνδεχομένων καὶ ἐνδεχόμενα, κἀντεῦθεν αὖθις ὅτι ἡ μὲν ἐπιστήμη οὐκ ἔστι βουλευτική· περὶ γὰρ τῶν ἀναγκαίων εἶναι ἢ μὴ εἶναι οὐδεὶς βουλεύεται. περὶ ταῦτα δὲ ἡ ἐπιστήμη, ἡ δὲ φρόνησις βουλευτικὴ καὶ οὐκ ἔστιν ἐπιστήμη. ἐπεὶ δὲ συμπεραινόμενος καὶ τὴν τέχνην σὺν τῇ ἐπιστήμῃ διΐστησι τῆς φρονήσεως, διὰ τοῦτο ταῦτα προστίθησιν, ἀποδιδοὺς τὰς αἰτίας περὶ ἀμφοῖν, δι’ ἃς καὶ τῆς τέχνης καὶ τῆς ἐπιστήμης διίσταται. καὶ οὔτε ἐπιστήμη ἡ φρόνησις οὔτε τέχνη ἐστίν. ἐπιστήμη μὲν γὰρ οὐκ ἔστιν, ὅτι πρακτική ἐστι καὶ περὶ τὰ πρακτὰ γίγνεται· πᾶν δὲ τὸ πρακτὸν ἐνδέχεται ἄλλως ἔχειν, τὸ δὲ ἐπιστητὸν οὐχί· οὐκ ἄρα ἐπιστήμη ἡ φρόνησις. τέχνη δ’ οὐκ ἔστιν, ὅτι ἑτέρα τῷ εἴδει πρᾶξις καὶ ποίησις, ὃ καὶ ἤδη προλαβὼν εἴρηκε. ταῦτα οὕτως εἰπὼν τὸν τῆς φρονήσεως ὅρον συνίστησιν οὕτως ἐπαγαγών· λεί- πεται ἄρα αὐτὴν εἶναι ἕξιν ἀληθῆ μετὰ λόγου πρακτικὴν περὶ τὰ ἀνθρώπῳ ἀγαθὰ καὶ κακά. τὸ μὲν ἕξιν ἀληθῶς μετὰ λόγου, κοι- νὰ λαμβάνων τῆς ἐπιστήμης τε καὶ τέχνης καὶ τῆς φρονήσεως <(πᾶσαι γὰρ αἱ ἐνταῦθα ἀπαριθμούμεναι ἕξεις εἰσὶν ἀληθῶς μετὰ λόγου), τὸ δὲ πρακτικὴν ὡς μὲν πρὸς τὰς εἰρημένας ιοιον τῆς φρονήσεως, κοινὸν ’δε καὶ ταῖς πρακτικαῖς τῶν τεχνῶν. τὸ δὲ περὶ τὰ ἀνθρώπῳ ἀγαθὰ καὶ κακά, τοῦτο ὡς ἴδιον τίθησι τῆς φρονήσεως> καὶ ἀπαρτίζει τὸν ὁρισμὸν αὐτὴν ἀντιστρέφοντα. περὶ γὰρ τὰ ἀνθρώπῳ ἀγαθὰ καὶ κακὰ ἡ φρόνησις καταγίνεται, ὡς τὰ μὲν αὐτῶν εὑρίσκειν ἵνα αἱρήσηται καὶ πῶς αὐτῶν ἐπιτύχῃ βουλεύσηται, τὰ δὲ εὑρίσκειν ἵνα ἐκφεύξηται, καὶ πῶς αὐτῶν ἐξετοῦτο θώματα, τό τε εὑρίσκειν τὰς τῶν ὑποκειμένων πραγμάτων ποιότητας καὶ περὶ τῶν τρόπων βουλεύεσθαι, καθ’ οὓς ἡ ἐπίτευξις καὶ ἡ ἀποφυγὴ αὐ- τῶν περιέσεται. τῆς μὲν γὰρ ποιήσεως ἕτερον τὸ τέλος, τῆς δὲ πράξεως οὐκ ἀεί. ἔστι γὰρ αὐτὴ ἡ εὐπραξία τέλος. ἐπειδὴ τὴν πρὸς τὴν τέχνην διαφορὰν τῆς φρονήσεως παραδιδοὺς τὰς ποιητικὰς παρέλαβε τέχνας, κἄν τούτῳ εἶπε διαφέρειν πρὸς ἀλλήλας τέχνην καὶ φρόνησιν, τῷ τὴν τέχνην ποίημά τι ἔχειν ἐκ τῆς κατ’ αὐτὴν ἐνεργείας ἀποτελούμενον, ὡς οἰκοδομικὴν μὲν οἶκον, ἀνδριαντοποιητικὴν δὲ ἀνδριάντα καὶ ἑκάστην τῶν ποιητικῶν τὰ ἑαυτῆς, φρόνησιν δὲ τοιοῦτον οὐδέν, εἰσὶ δὲ καὶ τέχναι πρακτικαί τινες ἕτεραι παρὰ τὰς ποιητικάς, ὧν τὰ τέλη οὐ ποιήματα ἀλλά τινα ἕτερα ταῖς κατ’ αὐτὰς ἐνεργείαις ἐπόμενα, ὡς τῇ μὲν τῆς στρατηγικῆς ἐνεργείᾳ ἕπεται νίκη, τῆ δὲ τῆς οἰκονομικῆς ἢ χρηματιστικῆς πλοῦτος, καὶ ἄλλα τὰ τέλη ταῦτα παρὰ τὰς ἐν- εργείας εἰσίν, εἰκὸς ἦν τὴν φρόνησιν μίαν δόξαι τῶν πρακτικῶν τεχνῶν. διὰ τοῦτο ταῦτα προστίθησιν, ἵνα καὶ τῶν πρακτικῶν τεχνῶν δείξῃ ἑτέραν οὖσαν τὴν φρόνησιν. πάσης γὰρ τέχνης ἕτερον παρὰ τὴν ἐνέργειαν τὸ τέλος, εἴτε ποιητικῆς †ὅτι τὸ τέλος ἕτερον φανερόν· ποίημα γάρ ἐστιν, οἷον οἶκος ἢ ἀνδριὰς ἤ τι ἕτερον. τῆς δὲ πρακτικῆς εἰ καὶ μὴ ποίημα τὸ τέλος, ἀλλ’ ἔστι τι ἕτερον τῇ ἐνεργείᾳ ἑπόμενον παρ’ αὐτὴν τὴν ἐνέρ- γειαν, ὡς ἡ νίκη τῇ τῆς στρατηγικῆς καὶ <τῇ> τῆς οἰκονομικῆς καὶ τῆς χρηματιστικῆς ὁ πλοῦτος. διαφέρει οὖν καὶ τούτων καὶ τῶν πρακτι- κῶν τεχνῶν ἡ φρόνησις, ὅτι καὶ αὕτη πρακτικὴ οὖσα ἕξις αὐτὸ ἔχει τέλος τὸ πρᾶξαι καλῶς. εἰ δὲ καὶ κλέος πολλάκις καὶ ἔπαινοι ἕπονται τοῖς εὖ πράττουσιν, ἀλλ’ οὐ τέλη ταῦτα φρονήσεως. ἦν γὰρ ἂν ὁ φρόνιμος ἄρε- σκος, οὐ τὸ ἀγαθὸν ἔχων τέλος τῆς αὑτοῦ ἕξεως, ὃ ἡ εὐπραξία ἐστίν, ἀλλὰ τὸ ἀρέσκειν τοῖς ἐπαινέταις· νῦν δ’ οὐδενὸς τοιούτου ὁ τῷ ὄντι φρόνιμος πεφρόντικεν ἐν ταῖς πράξεσιν, ἀλλ’ ὅπως τὸ εὖ κατορθώσῃ ἐν αὐταῖς. διὰ τοῦτο εἶπεν, ὅτι τῆς μὲν ποιήσεως ἕτερον τὸ τέλος, τῆς δὲ πράξεως οὐκ ἀεί. πᾶσα πὰρ ποίησις ἔχει ποίημα ἐξ ἀνάγκης ἀποτελούμενον λούμενον ἕτερον ὂν παρὰ τὴν ποίησιν, ἥ ἐστι τοῦ ποιητικοῦ τεχνίτου ἐνέργεια. οὐχὶ δὲ καὶ πᾶσα πρᾶξις ἔχει τέλος παρὰ τὴν πρᾶξιν ἕτερον, ἀλλ’ αἱ μὲν ὡς τέχναι πρακτικαὶ ἔχουσι καὶ αὐταὶ τέλος τῶν πράξεων, ἡ δὲ ὡς φρόνησις πρακτικὴ αὐτὴν τὴν εὐπραξίαν ἔχει τὸ τέλος καὶ οὐδὲν ἕτερον παρ’ αὐτήν. εἰ δὲ καὶ ταῖς διανοητικαῖς ἀρεταῖς συνταττομένην διανοητικὴ οὖν ἐστιν, ὅτι ἐν διανοίᾳ ἐστὶ καὶ ἐκ διανοίας προέρχεται, πρα- κτικὴ δέ, ὅτι ἐν τοῖς πρακτικοῖς ἐνεργεῖ. Διὰ τοῦτο Περικλέα καὶ τοὺς τοιούτους φρονίμους οἰόμεθα εἶναι, ὅτι τὰ αὑτοῖς ἀγαθὰ καὶ τὰ τοῖς ἀνθρώποις δύ- νανται θεωρεῖν· εἶναι δὲ τοιούτους ἡγούμεθα τοὺς οἰκονομι- κοὺς καὶ πολιτικούς. Εἰπὼν ἐν τῷ ὅρῳ τῆς φρονήσεως, ὅτι περὶ τὰ ἀνθρώπῳ ἀγαθὰ καὶ κακὰ πρακτική ἐστιν ἡ φρόνησις, συνίστησι τοῦτο ἀπὸ τῆς κοινῆς ὑπολήψεως. διότι γάρ, φησί, περὶ τὰ τοιαῦτα ἡ φρόνησις, διὰ τοῦτο Περικλέα καὶ τοὺς κατὰ Περικλέα φρονίμους εἶναι ὑπολαμβάνομεν, ὅτι ἄνθρω- ποι ὄντες δύνανται θεωρεῖν τὰ ἑαυτοῖς ἀγαθὰ καὶ τὰ τοῖς ἄλλοις ἀνθρωποις ᾗ ἄνθρωποί εἰσι. ὑπολαμβάνομεν δὲ εἶναι τοιούτους τοὺς οἰκονομικοὺς καὶ πολιτικούς. οἵ τε γὰρ οἰκονομικοὶ τοιοῦτοί εἰσιν ὡς δύνασθαι θεωρεῖν τὰ ἑαυτοῖς καὶ τοῖς συνοικοῦσιν ἀγαθά, οἵ τε πολιτικοὶ ὡσαύτως τὰ ἑαυτοῖς καὶ τοῖς συμπολιτευομένοις, ὡς τὰ μὲν αἱρεῖσθαι, τὰ δὲ ἀποβάλλεσθαι, βάλλεσθαι, ἐκεῖνοι μὲν ἐν ἐλάττοσιν, οὗτοι δὲ ἐν μείζοσι τὴν ἔξιν ἐνδεικνύμενοι. διὸ καὶ οἱ πολιτικοὶ τῶν οἰκονομικῶν θαυμαστότεροι. ὥστε καὶ ὅταν οἱ σοφοὶ τὸ θεῖον φρόνιμον ὀνομάζωσιν ὡς ἐξ ἐκείνων τῶν οἰκονομι- κῶν καὶ πολιτικῶν ἀνδρῶν πρὸς ἀρχέτυπον ἐκεῖνο τὸ τῆς φρονήσεως ὄνομα μεταφέρουσι, σὺν λόγῳ καὶ τάξει καὶ ἁρμονίᾳ διοικοῦν καὶ σῶζον τὴν ἐξ αὐτῶν σύμπασαν ποίησιν. δεῖ ἄρα τοὺς ὀρθῶς οἰκονομεῖν καὶ πολιτεύεσθαι βουλομένους πρὸς ἐκεῖνο ποιεῖσθαι τὴν μίμησιν μετὰ πλείστης ἐπιστασίας στάσιας καὶ προσοχῆς, ἵνα σὺν τῷ ἀγαθῷ οἰκονομοῦντες καὶ πολιτευόμενοι ἑαυτοὺς τε καὶ ὅλας οἰκίας καὶ πόλεις σώζοιεν καὶ πρὸς τὸν ποιήσαντα θεὸν ἀποφέροιεν. Ἔνθεν τοι καὶ τὴν σωφροσύνην νῆν τούτῳ προσαγορεύουσι τῷ ὀνόματι, ὡς σώζουσαν τὴν φρόνησιν. σώζει δὲ τὴν τοιαύτην ὑπόληψιν. οὐ γὰρ πᾶσαν ὑπόληψιν διαφθείρει, οὐδὲ διαστρέφει τὸ ἡδὺ καὶ τὸ λυπηρόν, οἷον ὅτι τὸ τρίγωνον δύο ὀρθαῖς ἴσας ἔχει ἢ οὐκ ἔχει, ἀλλὰ τὰς περὶ τὸ πρακτόν. Ετι τὸ αὐτὸ βεβαιοῖ καὶ διὰ τοῦ τῆς σωφροσύνης ὀνόματος, λέγω δὲ τὸ ὅτι περὶ τὰ τῷ ἀνθρώπῳ ἀγαθὰ ἢ κακὰ ἕξις ἐστὶν ἡ φρόνησις. σωκαὶ φροσύνη γὰρ εἴρηται παρὰ τὸ σώζειν τὴν φρόνησιν. μετὰ γοῦν τὸ ἐτυμολογῆσαι τὴν σωφροσύνην μεταλαμβάνει τὸ τῆς φρονήσεως ὄνομα εἰς τὴν ὑπόληψιν γενικωτέραν οὖσαν τῆς φρονήσεως. ὑπόληψις γὰρ ἥ τε δόξα καὶ ἡ ἐπιστήμη καὶ ἡ φρόνησις, ὡς εἰς γένος ἀναφερόμεναι τὴν ὑπόληψιν, καί φησι τὴν σωφροσύνην τὴν τοιαύτην ὑπόληψιν σώζειν μόνην, τὴν περὶ τὰ ἀνθρώπῳ ἀγαθὰ καταγινομένην ἢ τὰ κακά· ἀλλ’ οὐ πᾶσαν ἁπλῶς· καὶ δείκνυσι τοῦτο ἐκ τοῦ ἐναντίου, λέγω δὴ τοῦ μὴ σωφρονεῖν, ὅ ἐστιν ἡ τοῦ ἡδέος καὶ τοῦ λυπηροῦ ἐπικράτεια. οὐδὲ γὰρ τοῦτο ἀπόλλυσι πὰσαν ἣν ἄν τις εἴποι ὑπόληψιν, <οἶον ἵνα τις ἐρεῖ, ὅτι τὸ ἡδὺ καὶ τὸ ἐπικρατοῦντα ἔν τινι διαφθείρει καὶ διαστρέφει τὴν περὶ τοῦ τριγώνου ὑπόληψιν> ὥστε ἀληθοῦς ὄντος τοῦ δύο ὀρθαῖς ἴσας εἶναι τὰς γωνίας τοῦ, ὑπολαμβάνειν ὅτι οὔκ ἔχουσιν οὕτως, ἀλλὰ δύνανται εἶναι αἱ τρεῖς ὀρθαὶ ἢ ἄλλο τι ὃ εἰσάγει ἀπόφασιν τοῦ δύο ἔχειν ὀρθὰς τὸ τρίγωνον. οὐδεμίαν γὰρ ἂρ ἔχει κοινωνίαν τὸ κατ’ αἴσθησιν ἡδὺ καὶ λυπηρόν, περὶ ἃ ἡ σωφροσύνη καταγίνεται, πρὸς τὰ τοιαῦτα θεωρήματα καὶ τὰς περὶ αὐτῶν ὑπολήψεις, ἀλλὰ τὰ φθειρόμενα ὑπὸ τῆς κατ’ αἴσθησιν ἡδονῆς αἱ περὶ τὰ πρακτὰ ὑπολήψεις εἰσί. πρακτὰ δέ εἰσιν, ἃ πράττοντες καὶ μεταχειρι- ζόμενοι ἢ κατορθοῦμεν ἢ ἁμαρτάνομεν, τὸ μέν, ὅταν ἡ φρόνησις σώζηται, ο καὶ σωφρονεῖν ἐστι, τὸ δέ, ὅταν αὕτη μὴ σώζηται, ὅ ἐστι τὸ μὴ σωφρονεῖν. πονεῖν. καὶ σώζεται μή· ὅταν μήτε τῇ λειότητι τῆς ἡδονῆς ὁ λόγος νικᾶται μήτε τῇ τῆς λύπης τραχύτητι, ἀπόλλυται δέ, ὅταν ὁ λόγος τῇ συνεζευγμένῃ ἀλογίᾳ ἐνδίδωσιν, ὡς τὴν μὲν ἡδονὴν διώκειν διὰ τὴν ῥᾳστώνην καὶ ἄνεσιν, τὴν δὲ λύπην φεύγειν διὰ τὸ θλιβερὸν καὶ ἐπίπονον. ὃ ἐν τοῖς πολλοῖς τῶν ἀνθρώπων ἔστιν ἰδεῖν γινόμενον διὰ μὲν τὴν ἡδονὴν τὸ αἰσχρῶς ζῆν αἱρουμένοις, διὰ δὲ τὴν λύπην τὸ ζῆν σπουδαίως ἐκκλίνουσι. ταῦτα λέγων Ἀριστοτέλης δόξειεν ἄν μέχρι τῆς σωφρο|σύνης συνῆς ἱστᾶν καὶ τῶν κατ’ αὐτὴν πρακτῶν τὴν ἐνέργειαν τοῦ ὀρθοῦ λόγου καὶ τῆς φρονήσεως. τὸ γὰρ ἡδὺ καὶ τὸ λυπηρὸν μόνῃ δοκοῦσιν ὑποκεῖσθαι τῇ σω- φροσύνῃ, καὶ τούτων ἐπικρατοῦντος τοῦ λόγου κατορθοῦσθαι αὐτήν, νικωμένου δὲ ὑπ’ αὐτῶν, ἀκρασίαν καὶ ἀκολασίαν, ἕξεις ἀσχήμονας, ταῖς ψυ- χαῖς ἐπιγίνεσθαι. ἀλλὰ ποῦ θήσομεν ἀνδρείαν καὶ δικαιοσύνην, εἰ σωφροσύνη μόνη σώζει τὴν φρόνησιν; ἢ γὰρ ἄλλην τινὰ ἕξιν παρὰ τὴν φρόνησιν ἐπὶ τῶν δύο τούτων ζητήσομεν, ἥτις ἄξει τὰς ψυχὰς καὶ εἰς τὴν τούτων κα- τόρθωσιν, ἢ πᾶσαι σωφροσύναι ῥηθήσονται, καὶ ἔσται μία τῶν πρακτικῶν ἀρετῶν τὸ κῦρος ἁπασῶν ἔχουσα, ἀλλ’ οὐ τρεῖς ἔσονται κατὰ γένος, κα- θὼς παραδέδοται· λέγω δὴ ἀνδρεία δικαιοσύνη καὶ σωφροσύνη. τί δὴ πρὸς ταῦτά φαμεν; πρῶτα μέν, ὅτι ἀδελφαὶ ἀλλήλων αἱ ἀρεταὶ καὶ πολλὴν φέρουσι πρὸς ἀλλήλας τὴν ὁμοιότητα, ὥστε καὶ ἀλλήλαις συνεισφέρεσθαι ὡμολόγηνται· καὶ οὐδὲν θαυμαστόν, εἰ ὁ περὶ μιᾶς αὐτῶν λόγος παρεισάγει καὶ τὰς λοιπάς. δεύτερον ὅτι πολυειδῆ τὰ ἡδέα καὶ τὰ λυπηρὰ καὶ οὐ πάντα ταῖς πάσαις ὑπόκεινται, ὅταν εἰδικῶς αὐτῶν ἑκάστη λαμβάνηται, ἁπλῶς δὲ ἡδέα καὶ λυπηρὰ λεγόμενα καὶ ἡδονὴ καὶ λύπη ταῖς πάσαις ὑπόκεινται. διὰ τοῦτο καὶ καθόλου ὁ Ἀριστοτέλης, ὡς καὶ πρότερον εἴρηται, ἔφη ‘διὰ μὲν γὰρ τὴν ἡδονὴν τὰ φαῦλα αἱρούμεθα, διὰ δὲ τὴν λύπην, τῶν καλῶν ἀπεχόμεθα. ᾿λέγει δὲ καὶ Πλάτων’ ἐν Νόμοις· Νόμοις· ἕνα μὲν ἡμῶν ἑαυτῶν ἕκαστον τιθῶμεν, δύο δὲ κεκτημένον ἐν ταὐτῷ ξυμ- βούλω ἐναντίω τε καὶ ἄφρονε, ὣ προσαγογεύομεν ἡδονὴν καὶ λύπην;” ὡς τῆς ἡδονῆς καὶ τῆς λύπης παθῶν οὐσῶν κοινῶν καὶ ἀκολουθουσῶν ἐπὶ πράξεως πάσης, ἀφρόνων μὲν καλουμένων διὰ τὸ ἄλογον, συμβούλων δὲ τῷ ἀνθρώπῳ ὑπαρχουσῶν διὰ τὸ πανταχοῦ ὥσπερ ὑποτίθεσθαι τῷ ἀνθρώ- πω τὴν μὲν αἱρεῖσθαι, τῆς δὲ ἀπέχεσθαι. τρίτον δ’ ἐπὶ τούτοις οὐ τὴν εἰδικῶς σωφροσύνην ἐνταῦθα ὁ Ἀριστοτέλης εἶπεν ἀλλὰ τὴν κατὰ κοινοῦ λεγομένην ἐπὶ πασῶν ἀρετῶν. ἡ μὲν γὰρ εἰδικὴ σωφροσύνη ἡ ὡς μία λαμβανομένη τῶν πρακτικῶν ἀρετῶν, οὐχ’ ἁπλῶς περὶ πάντα τὰ ἡδέα καὶ λυπηρὰ <καταγίνεται, ἀλλὰ περὶ μόνα τὰ κατὰ γεῦσιν καὶ ἁφήν, εἰσὶ ἕτερα ἡδέα καὶ λυπηρά>, περὶ ἃ ἡ ἀνδρεία. εἰ γὰρ καὶ τὰ φοβερὰ θαρσαλέα ὑποκείμενα ταύτῃ λέγονται, ἀλλά γε καὶ τούτοις ἡδοναὶ καὶ λύπαι συναναφαίνονται. θαρροῦμεν γὰρ εὑρεῖν ἡδέα ἐλπίζοντες, δεδοίκαμεν δὲ λυπηρὰ ὑποπτεύοντες, ἀλλ’ οὐδ’ ἡ δικαιοσύνη ἐκτὸς ἡδέων καὶ λυπηρῶν. πηρῶν. ἀδικεῖ γὰρ ὁ ἀδικῶν ἐν νοῖς τε καὶ συναλλάγμασιν, ἡδύ τι ἑαυτῶ περιποιήσασθαι προθυμούμενος, καὶ μηχανᾶται μὴ ἀφαιρεθῆναί τι προσὸν καὶ πάντα τὴν λύπην ἐκκλίνων, ἣν ἡ τοῦ προσόντος αὐτῷ περιποιεῖται ποιεῖται ἀφαίρεσις. ὁ δὲ δίκαιος ὄνον τὸ δικαιοπραγεῖν τέλος ἑαυτῷ τι- θέμενος τῆς βιώσεως πάντα τὰ τοιαῦτα ἡδέα καὶ λυπηρὰ παρὰ φαῦλον ἡγούμενος, μόνου τοῦ δικαίου ἀντιλαμβάνεται. ὁ μὲν οὖν ἐπὶ πάντων ἁπλῶς ἡδέων καὶ λυπηρῶν τὴν τοῦ λογιζομένου μορίου τῆς ψυχῆς φυσικὴν τηρῶν ἐπικράτειαν, ὡς ὑπὸ μηδεμιᾶς ἡδονῆς ἢ λύπης αὐτὸ κατακυριεύεσθαι, εἴη ἄν οὗτος ὁ ἀπλῶς σώφρων ὡς σῴαν ἔχων τὴν φρόνησιν καὶ ταῖς ἀρεταῖς ἀπάσαις κοσμούμενος, εἰδικῶς δ’ ἄν λέ. γοιτο σώφρων ὁ τοῖς κατὰ γεῦσιν καὶ ἁφὴν ἡδέσιν οὐδαμῶς ὑποκείμενος καὶ αὐτὸς ταῦτα τῷ λογιζομένῳ ὑποτιθέμενος καὶ τὴν αὐτῶν ἀεὶ παρατάσσων δυσγένειαν, ὡς ἂν μηδέποτέ τι αὐτῶν τὴν εὐγένειαν καταχράνῃ τοῦ κρείττονος. ὥστε ὁ ὖ· Ἀριστοτέλης ἐνταῦθα σωφροσύνην οὐ τὴν εἰδικὴν εἴληφεν ἀλλὰ τὴν κοινὴν καὶ πασῶν ἐξακουομένην τῶν ἀρετῶν. καὶ οὐ μόνον ἐπὶ σωφροσύνης τὸ κοινὸν καὶ εἰδικὸν εὑρίσκομεν παραλαμβανόμενον. ἀλλ’ ἔστι τοῦτο καὶ ἐπὶ τῶν ἄλλων εὑρεῖν. ἥ τε γὰρ δικαιοσύνη λέγεται μὲν εἰδικῶς ἡ ἐπὶ τῶν συναλλαγμάτων κατορθουμένη καὶ τῶν διανομῶν. λέγεται δὲ καὶ κοινῶς οὐ μόνον παρὰ τῷ Ἀριστοτέλη ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις σοφοῖς, ἣ καὶ νομιμότης ὠνόμασται τὰ παρὰ πασῶν ἀρετῶν τηροῦσα θεσμὰ καὶ νόμιμα, φυσικά τε ὁμοῦ καὶ πολιτικά. τὸ γὰρ τηρεῖν τὸ οἰκεῖον τῶν τῆς ψυχῆς ἑκάστου μορίων, ὡς τὸν λόγον μὲν ἔχειν τῶν παθῶν κυριεύοντα καὶ τὴν οἰκείαν οὕτως τηροῦντα εὐγένειαν, θυμὸν δὲ τῷ μὲν λόγῳ ὑπείκοντα ὡς κυρίῳ καὶ βασιλεῖ, τὴν δὲ ἐπιθυμίαν ὑποτάσσοντι καὶ πείθοντι συνυπείκειν αὐτῷ τῷ λαχόντι βασιλεύειν ἐκ φύσεως τῆς ἀπλῶς δικαιοσύνης, δι- καίως ἄν τις θεῖτο ἴδιον μάλιστα. ἕπεται δὲ τῇ τοιαύτῃ ἕξει καὶ περὶ τὰ πολιτικὰ δίκαια ἐξ ἀνάγκης ἀκρίβεια καὶ κατόρθωσις. ἀλλὰ καὶ ἀνδρείαν πῶς οὐκ ἄν τις ἐρεῖ κοινῶς τε καὶ ἰδίως ἄξιον λέγεσθαι; τὸ γὰρ ἀπλῶς πρὸς πάντα τὰ πάθη γενναίως ἐνίστασθαι καὶ ἀντωπεῖν ἀσκαρδα- μυκτὶ τῷ τῆς ψυχῆς ὄμματι πρὸς πάσας καὶ παντοίας αὐτῶν προσβολάς, ἀλλὰ καὶ αὐτὴν τῶν ἀναγκαίων τὴν ἔνδειαν παρ’ οὐδὲν ἡγεῖσθαι καὶ τῆς ζωῆς ἀφειδεῖν ὡς μηδενὶ τῶν παραλόγων ὑποπεσεῖν, πῶς οὐκ ἔστιν εὐτολ- μίας οἰκειότατον μάλα καὶ τῆς κατὰ ψυχὴν γενναιότητος. ἔνθεν οἶμαι καὶ τὸ ἀντακόλουθον ἀλλήλαις περὶ αὐτῶν εἴρηται. ὀρθῶς ἄρα Ἀριστοτέλης κοινότερον ἐνταῦθα λαμβάνων τὴν σωφροσύνην σώζουσαν αὐτὴν τὴν φρόνησιν εἴρηκεν, ὡς τῇ ἑαυτῆς κατορθώσει τὸ ἐλεύθερον τηροῦσαν καὶ ἀκατάπτωτον τῶν τῆς ψυχῆς μορίων τῷ κρείττονι. ὅρα δὲ ὅτι καὶ εἰπὼν μὴ πᾶσαν ὑπόληψιν διαστρέφειν τὸ ἡδὺ καὶ λυπηρὸν ἀλλὰ τὰς περὶ τὸ πρακτόν, καθόλου τοῦτο εἶπεν. οὐ γὰρ τὸ κατὰ τὴν εἰδικὴν σωφροσύνην πρακτὸν μόνον πρακτόν ἐστιν, ἀλλὰ τὰ κατὰ πᾶσαν τὴν πρακτικὴν ἀρετὴν κατορθούμενα πρακτὰ ἀγαθὰ κοινῶς ἐστί τε καὶ ὀνομάζεται. Αἱ μὲν γὰρ ἀρχαὶ τῶν πρακτῶν τὸ οὗ ἕνεκα τὰ πρα- κτά· τῷ δὲ διεφθαρμένῳ δι’ ἡδονὴν ἢ λύπην ο ὒ φανεῖται ἀρχή, οὐδὲ δεῖν τούτου ἕνεκα οὐδὲ διὰ τοῦθ’ αἱρεῖσθαι πάντα καὶ πράττειν· ἔστι γὰρ ἡ κακία φθαρτικὴ ἀρχῆς· ὥστ’ ἀνάγκη τὴν φρόνησιν ἕξιν εἷναι μετὰ λόγου ἀληθῆ, περὶ τὰ ἀνθρώπινα ἀγαθὰ πρακτικήν. Δείκνυσι πῶς ἡ σωφροσύνη περὶ ἡδονὰς καταγινομένη καὶ λύπας <τὴν φρόνησιν> τῇ ψυχῇ σώζει, καί φησιν ὡς αἱ ἀρχαὶ τῶν πρακτῶν τὰ τελικά ἐστιν αἴτια. εἰς ταῦτα γὰρ ἀφορῶντες καὶ ταῦτα ἑαυτοῖς ὡς ἐφετὰ προτιθέμενοι πρό- τερον, οὕτως ἐπιχειροῦμεν ταῖς πράξεσι. πρακτὰ δέ φησι τὰ κατορθούμενα διὰ πράξεων ἐνεργήματα, ὧν ἕκαστον διά τι τέλος ἐνεργεῖται, ἢ ἁπλῶς ἀγαθὸν ἢ δοκοῦν ἀγαθόν. ᾧ οὖν τῶν ἀνθρώπων ὁ λόγος ὑπὸ ἡδονῆς ἢ λύπης κατακρατούμενος διαφθείρεται ὥσπερ ὀφθαλμὸς ὢν τῆς ψυχῆς ὑπὸ τοῦ κατακρατοῦντος τυφλώττεται πάθους, καὶ οὐχ ὁρᾷ τὴν ἀρχὴν εὐθύς, ἤτοι τὸ τελικὸν αἴτιον, ἀλλὰ δεῖ αὐτῷ μελέτης, ἵνα ἀνανήψῃ ἀπὸ τοῦ πάθους καὶ ἀπλανῶς ἐντρανίσῃ τῷ ἀγαθῷ. ἀπείργει δὲ καὶ τούτου ἡ ἐμπαθὴς διάθεσις ὀκνηρὸν ποιοῦσα τὸν ὑπὸ ταύτης κρατούμενον πρὸς τὴν ἔρευναν, ὥστε καὶ πεπλανημένως ἔχει περὶ τὴν ὄρεξιν καὶ ἄλλου ἀντ’ ἄλλου ἐφίεται καὶ περιπίπτει τῷ χείρονι. τὸ δὲ οὐδὲ δεῖν τούτου ἕνεκα οὐδὲ διὰ τοῦθ’ αἱρεῖσθαι πάντα καὶ πράττειν δεῖ νοεῖν ἐξακούοντας τὸ οὐ φανεῖται. τῷ γὰρ δι’ ἡδονὴν ἢ λύπην διεφθαρμένῳ τὸν νοῦν οὔθ’ ἡ ἀρχὴ φαίνεται, ἤτοι τὸ τελικὸν αἴτιον οὔτε τὸ δεῖν ἕνεκα τοῦδε τοῦ τέλους, καὶ διὰ τοῦτο πάνθ’ αἱρεῖσθαι καὶ πράττειν, ἵνα τοῦ ὄντως ἀγαθοῦ τέλους ἐπιτευξώμεθα. ἡ γὰρ κακία φθαρτικὴ τοὐ τέλους, ἤτοι κρυπτική τις, ποιοῦσα μηδὲ εἶναι δοκεῖν τὸ ἀγαθὸν παρὰ τὸ ἐμπα- θὲς διὰ τοῦ πάθους ὡς σκότους βαθέος αὐτὸ ἀφανίζουσα. ταῦτα εἰπὼν ἐπάγει πάλιν τὸν ὅρον φρονήσεως ὡς συμπέρασμα τοὐ συστάντος ἐπιχειρήματος, ἐκ τοὐ τῆς σωφροσύνης ὀνόματος ὡς ἀναγκαίως ἑπομένου τοῦ τὴν φρόνησιν ἕξιν εἶναι μετὰ λόγου ἀληθοῦς περὶ τὰ ἀνθρώπινα ἀγαθὰ πρακτικήν. μετὰ λόγου μέν, ὅτι πᾶσα πρᾶξις ἀνθρώπου μετὰ λόγου· σύνεστι γὰρ ὁ λόγος τῷ ἀνθρώπῳ ἐν πάσαις πράξεσιν· ἢ μᾶλλον ὁ λόγος ὁ πράττων ἐστίν, ἐπεὶ καὶ κατὰ τὸν λόγον ὁ ἄνθρωπος· τὰ γὰρ πάθη κοινὰ καὶ τοῖς ἀλόγοις· πλὴν ἔνθα μὲν τηρεῖται ἡ φρόνησις σώφρονος ὄντος τοῦ πράττοντος, ἀληθὴς καὶ ὁ λόγος, ἅτε καὶ κρίνων περὶ τοῦ τέλους ὀρθῶς, ἔνθα δὲ μὴ τηρεῖται, ψευδής, ὅτι καὶ πλανώμενος τὸ μὴ ἀγαθὸν αἱρεῖται ὡς ἀγαθόν. διὰ τοῦτο καὶ τῷ μετὰ λόγου τὸ ἀλη- θοῦς προστέθεικεν, ὡς ψευδοῦς ὄντος τοὐ λόγου παρὰ τῷ πλάνητι. τὸ δὲ πρακτικὴν διὰ τὴν προαίρεσιν. δεῖ γὰρ προαιρέσεως, ἵνα πρᾶξις γένηται· ἄνευ γὰρ προαιρέσεως θεωρῶν ὁ λόγος τὸ ἀληθὲς θεωρητικὸς μόνον ἐστίν, οὐ πρακτικός. Ἀλλὰ μὴν τέχνης μὲν ἔστιν ἀρετή, φρονήσεως δ’ ουκ εστιν. Ἕτερον ἐπιχείρημα, διιστῶν καὶ αὐτὸ ἀπὸ τῆς τέχνης τὴν φρόνησιν. δι’ ὧν μὲν γὰρ εἶπε πρότερον, τὴν πρὸς τὴν ἐπιστήμην αὐτῆς συνεστησατο ἑτερότητα. δι’ ὧν δὲ μετ’ ἐκεῖνά φησι τὴν πρὸς τὴν τέχνην διαφορὰν αὐτῆς παριστάναι, δυνάμει οὖν τοῦτό φησιν, ὅτι ἡ μὲν φρόνησις ἀρετή, ἡ δὲ τέχνη οὕ· οὐκ ἄρα τέχνη ἡ φρόνησις, πόθεν δέ, ὅτι οὐκ ἀρετὴ ἡ τέχνη καὶ ὅτι ἡ φρόνησις ἀρετή; ὅτι τῆς μὲν τέχνης ἐστὶν ἀρετή, τῆ, τῆς δὲ φρονήσεως οὐκ ἔστιν, ἀρετὴ δὲ τέχνης καὶ τεχνίτου τὸ εὕτεχνον καὶ τὸ περὶ τὰ οἰκεῖα ἔργα καὶ τὰς πράξει κατορθωτικὸν τῶν δε- όντων. ἔστι γὰρ ἁμαρτάνειν τὸν τεχνίτην ἢ δι’ ἀμέλειαν καὶ ῥᾳθυμίαν τὴν περὶ τὰ τεχνητὰ ἢ διὰ τὸ μὴ τέλειον εἶναι περὶ ἃ ἐνεργεῖ καὶ ἐνερἐντρανήση γάζεται, φρονίμου δὲ ἁμαρτία ᾗ φρόνιμος οὐκ ἔστι, διὰ τοῦτο οὐδὲ κακία, ὥστε οὐδὲ ἀρετὴ φρονήσεως, ἀλλ’ αὐτὸ τοῦτο ἡ φρόνησις ἀρετή· ἀρετὴν δὲ ἀρετῆς εἶναι οὐκ ἐνδέχεται, ὡς οὐδὲ κινήσεως κίνησιν, οὐδὲ γενέσεως γένεσιν, ἵνα μὴ ἐπ’ ἄπειρον ἡ πρόβασις γίνοιτο. Καὶ ἐν μὲν τέχνῃ ὁ ἑκὼν ἁμαρτάνων αἱρετώτερος, περὶ δὲ φρόνησιν ἧττον, ὡς καὶ περὶ τὰς ἀρετάς. Ἔτι τὸ αὐτὸ κατασκευάζει, ὅτι ἑτερογενῆ ἀλλήλων ἡ φρόνησις καὶ ἡ τέχνη, ὡς τὴν μὲν φρόνησιν εἶναι ἀρετήν, τὴν δὲ τέχνην οὔ. εἰ δὲ ἑτερογενῆ, καὶ ἑτεροειδῆ ἐξ ἀνάγκης. τὰ γὰρ τῷ γένει ἕτερα καὶ τῷ εἴδει ἕτερα. ὁ δὲ λόγος τοιοῦτος· ἐν μὲν τῇ τέχνῃ εἴ τις ἑκὼν ἁμαρτάνει, αἱρετώτερος τοῦ ἄκοντος ἁμαρτάνοντος, οἷον εἰ ζωγράφος ἢ ἀνδριαντοποιὸς ἢ οἰκοδόμος κατορθωτικὸς ὢν περὶ τὴν οἰκείαν τέχνην ἁμαρτάνει, ἑκὼν καὶ ἀτέχνως ἢ κακοτέχνως τὸ οἰκεῖον ἔργον ἐργάζεται, καταφρονητικῶς ἢ ἀμελητικῶς αὐτὸ μετερχόμενος ἢ διὰ μισθοῦ τυχὸν ἀποστέρησιν ἤ τι τοιοῦτον ἕτερον. αἱρετώτερος γὰρ ἂν εἴη οὗτος τοῦ δι’ ἀτεχνίαν ἀκουσίως ἀποτυγχάνοντος. αἵρεσιν γάρ τις λαμβάνων, ᾧ ἄν βούλοιτό τις ἀμφ’ ἀμφοτέρων εἰς οἰκεῖον ἔργον χρήσασθαι, οὐδέποτ’ ἂν προκρινεῖ τοῦ ἐντέχνου τὸν ἄτεχνον, ἀλλὰ προκρίνας τὸν εὔτεχνον χρήσαιτ’ ἄν αὐτῷ καλῶς, τὸ τῆς καταφρονήσεως ἐξελὼν αἴτιον, καὶ πείσαι ἂν αὐτὸν ὀρθῶς τῇ τέχνῃ χρησάμενον καὶ κατωρθωμένον τὸ ἔργον ἀποτελέσαι· καὶ ἐν μὲν τῇ τέχνῃ οὕτω, περὶ δὲ φρόνησιν οὐχ οὕτως. ὁ γὰρ ὡς φρόνιμος ἐνεργῶν, εἶτα ἑκὼν ἁμαρτάνων, ἢ πρὸς τοὐναντίον τοῦ τέλους ἀπένευσεν ἀντὶ τοῦ ἀγα- θοῦ τὸ κακὸν ἑλόμενος ἢ τὸν τρόπον τῆς ἐπιτεύξεως |καταλείψας τὴν πρὸς τοὐναντίον ἄγουσαν ὁδὸν προτετίμηκε, καὶ εἴη ἀν’ ἑκατέρωθεν πονηρὸς καὶ κακόβουλος, καὶ διὰ τοῦτο φευκτός, οὐχ αἱρετός. τοῦτο δὲ καὶ περὶ πάσας τὰς ἀρετάς, ὥστε ἡ φρόνησις ἀρετή, ὅτι τὸ τῶν ἀρετῶν ἴδιον ταύτῃ πρόσεστιν, ἡ δὲ τέχνη οὐκ ἀρετή, ὅτι μηδὲ κατὰ τὸ αὐτῶν ἴδιον ταύταις κοινωνεῖ. ἀρετὴ ἄρα, οὐ τέχνη ἡ φρόνησις. τὸ δὲ ἧττον ἢ ἀν- τὶ τοῦ οὐδαμῶς εἴληπται, ὡς ἡ τῆς λέξεως ἔδειξε διασάφησις, ἢ ἀντὶ τοῦ ἔλαττον, ὡς ἐνδέχεσθαί ποτε καὶ τὸν φρόνιμον εἷναι αἱρετὸν ἑκόντα ἁμαρτάνοντα· οἷον ὡς ὅταν ἐξ ἑτέρων τις τὸ γένος ἔχων εἰς ἑτέρους καὶ ἀλλοτρίους κατασχεθῇ δορυάλωτος, εἶτα φρόνιμος καὶ γενναῖος ἀποφανθεὶς καταπιστευθῇ τὴν ἀρχὴν παρὰ τῶν κατασχόντων ἐν τῷ πρὸς τοὺς οἰκείους πολέμῳ καὶ ἑκουσίως τὴν ἧτταν τῶν κατεχόντων ἐπιτηδεύσαιτο. εἴη γὰρ ἄν οὗτος ἁμαρτάνων αἱρετώτερος τοῖς ὁμογενέσιν, οἷς ἑκουσίως τῆς νίκης παρακεχωρηκεν. Δυοῖν δ’ ὄντοιν μεροῖν τῆς ψυχῆς τῶν λόγον ἐχόντων, θατέρου ἂν εἴη ἀρετή, τοῦ δοξαστικοῦ· ἥ τε γὰρ δόξα περὶ τὸ ἐνδεχόμενον ἄλλως ἔχειν ἐστὶ καὶ ἡ φρόνησις. Τί μὲν οὖν ἐστι φρόνησις καὶ τί διαφέρει τέχνης καὶ ἐπιστήμης, εἶπεν ἱκανῶς. διαφόρων δὲ μορίων ἢ δυνάμεων οὐσῶν τῆς ψυχῆς, πα· δίδωσιν ἐνταυθοῖ, ἐν ποίῳ τούτων ἡ φρόνησις ὑφέστηκε. διαιρεῖ δὴ τὸν λόγον ἦς ψυχῆς εἰς δύο, διανοητικὸν καὶ δοξαστικόν, ὡς τοὐ νοῦ ὄντος ἐπέκεινα τῆς ψυχῆς. εἰ γὰρ καὶ νοερὰν λέγει τὴν ψυχὴν καὶ νοῦν ὑπάρχειν φησὶν ἐν αὐτῇ, ἀλλ’ οὐκ οὐσιωδῶς ὑπάρχειν ἐν αὐτῇ τὸν νοῦν τίθεται, ἀλλά γε κτητὸν καὶ ὡς ἕξιν ἐπιγινόμενον, καθὰ καὶ πρότερον εἴρηται. διὰ τοῦτο καὶ ταῖς ἀληθευτικαῖς ἕξεσιν αὐτὸν συνηρίθμησεν, ὁρῶν αὐτὸν καὶ κτώμενον ἔξωθεν καὶ ἀποβαλλόμενον. καθαρὰ γὰρ γενομένη καὶ ἐλευθέρα τῶν παθῶν ἡ ψυχή, ἐλλάμπεται μὲν τῇ πρὸς νοῦν γειτνιάσει, δέχεται δὲ ἐκεῖθεν τὸ νοερῶς ἐνεργεῖν, καὶ οὕτω τὴν τῶν ὄντων προσλαμβάνει κατάληψιν ἁπλαῖς ἐπιβολαῖς ἐφαπτομένη αὐτῶν, οὐκ ἀθρόον ὡς ὁ κύριος νοῦς οὐδὲ πάντων ὁμοῦ, ἀλλὰ καθ’ ἓν ἕκαστον αὐτῶν τὸν νοῦν περιχορεύουσα καὶ ἐξ ἑτέρων τῶν ὑπ’ αὐτοῦ νοουμένων εἰς ἕτερον μετα- βαίνουσα. δείκνυσι τοίνυν τῷ δοξαστικῷ μέρει ἵης ψυχῆς τὴν φρόνησιν γίνεσθαι ἐκ τοῦ ἀμφοτέρας ταύτας, τὴν δόξαν καὶ τὴν φρόνησιν, περὶ τὰ ἐνδεχόμενα καταγίνεσθαι, τὴν μὲν ὡς μέρος τῆς ψυχῆς, τὴν δόξαν, τὴν δὲ φρόνησιν ὡς ἕξιν. καταγινομένη γὰρ ἡ ψυχὴ κατὰ τὸ αὐτῆς δοξαστι- κὸν περὶ τὰ ἐνδεχόμενα καὶ ταῖς περὶ ταῦτα ἐνεργείαις χρονίως ἐνδιατρίβουσα ἐκ τῆς ἐν τούτοις πολυπειρίας, εἰς ἕξιν εἶσι φρονήσεως καὶ κατορ- θοῖ ἐνδεχομένως ἃ κατορθοῖ, διὸ καὶ οὐδ’ ἀεὶ ἐφικνεῖται τῶν προκειμένων τελῶν, ἀλλ’ ἔστιν οὗ καὶ ἀποτυγχάνει. ἱκανὸν γὰρ ταῖς περὶ τὰ ἐνδεχόμενα καταγινομέναις δυνάμεσι καὶ ἕξεσι τῆς ψυχῆς καὶ τὸ ὡς ἐπὶ τὸ πο- λὺ ἐφικνεῖσθαι τῶν προκειμένων, τὸ δέ γε ἐπιστημονικόν, ἐπεὶ περὶ τὰ ἀναγκαῖα ποιεῖται τὴν ἐνέργειαν, διὰ τοῦτο καὶ ἀναγκαῖα ἔχει τὰ τέλη καὶ ἀπαράβατα. Ἀλλὰ μὴν οὐδ’ ἕξις μετὰ λόγου μόνον, σημεῖον δ’ ὅτι λήθη τῆς μὲν τοιαύτης ἕξεως ἐστι, φρονήσεως δ’ οὐκ εστιν. Τὴν μὲν ἐπιστήμην καὶ τὴν φρόνησιν δι’ ὀλίγων ἀπ’ ἀλλήλων διέ- στησεν, ὡς τῶν ὑποκειμένων ἀμφοτέραις αὐταῖς τῷ πολὺ διαφέρειν πρὸς ἄλληλα, ἱκανῶν ὄντων καὶ τὸ τῶν ἕξεων τούτων παριστάνειν διάφορον. ἐπεὶ δὲ ἡ φρόνησις καὶ ἡ τέχνη αμφω περὶ τα ενοεχομενα καταγινονται, τὸ ὁμογενὲς τῶν ὑποκειμένων πολλὴν ποιεῖται τὴν σύγχυσιν τῆς τῶν ἕξεων διαστάσεως. διὰ τοῦτο καὶ πλειόνων αὐτῷ λόγων ἐδέησε πρὸς τὸ δηλῶσαι τὴν τούτων διαφοράν, ἐφ’ ᾧ καὶ πρὸ τοῦ ἀποδοῦναι τὸν ὅρον τῆς φρο- νήσεως πολλὰς ἔδειξεν ἀνομοιότητας ὑπαρχούσας αὐταῖς, προστίθησι δὲ καὶ ἔτι μετὰ τὴν τοῦ ὅρου ἀπόδοσιν. κοινὸν μὲν γάρ φησιν ἕξουσιν ἄμφω τὸ ἕξεις εἶναι μετὰ λόγου, ἀλλ’ ἡ φρόνησις οὐ τοῦτο μόνον ἔχει ἀλλ’ ἔστιν ἔτι καὶ περὶ τὰ ἀνθρώπινα ἀγαθὰ πρακτική, ὃ μόνης αὐτῆς ἴδιον ἀλλ’ οὐ καὶ τῇ τέχνῃ κοινόν, ᾧ ἕπεται καὶ ἕτερον γνώρισμα τῆς τούτων διαφορᾶς, τὸ τῆς μὲν τέχνης λήθην γίνεσθαι τῇ ψυχῇ, τῆς δὲ φρονήσεως οὐχί. τοῦτο δὲ γίνεται διὰ τὸ κατὰ μὲν τὴν τέχνην μὴ ἀεὶ ἐνεργεῖν, κα- τὰ δὲ τὴν φρόνησιν δὴ ἀεί. τὰ γὰρ ὑποκείμενα τῇ φρονήσει ἀεὶ πρόκειται τῷ ἀνθρώπω, καὶ δεῖ αὐτὸν τοῖς προσήκουσι χρῆσθαι τρόποις ὡς φρόνιμον ἀεί, ἵνα ἐπιτυγχάνῃ αὐτῶν. τὸ γὰρ ἐν ἀρετῇ ζῆν διὰ παντός ἐστι τῇ φύσει τῶν ἀνθρώπων ἐποφειλόμενον καὶ πανταχοῦ καὶ ἐν πάσαις ἐνεργείαις καὶ πᾶσι πάθεσιν. ὧν πάντων ἔξω ποτὲ γενέσθαι κατὰ τὸν βίον τῇ φύσει τῶν ἀνθρώπων ἀδύνατον, ἐν οἷς ἅπασι δεῖ τῆς φρονήσεως. διὰ τοῦτο τῆς μὲν τέχνης γίνεται λήθη, οὐχὶ δὲ καὶ τῆς φρονήσεως διὰ τὸ κτὰ μὲν τὴν φρόνησιν ἐνεργεῖν ἀεί, κατὰ δὲ τὴν τέχνην οὐχί. διὸ καὶ πολλάκις χρονίως ὁ τεχνίτης τῆς τέχνης ἀνακοπτόμενος ἢ παντελῶς ἢ ἐν μέρει αὐτῆς ἐπιλανθάνεται. Ἐπεὶ δ’ ἡ ἐπιστήμη περὶ τῶν καθόλου ἐστὶν ὑπόληψις καὶ τῶν ἐξ ἀνάγκης ὄντων, εἰσὶ δ’ ἀρχαὶ τῶν ἀποδεικτῶν καὶ πάσης ἐπιστήμης μετὰ λόγου γὰρ ἡ ἐπιστήμη) τῆς ἀρχῆς τοὐ ἐπιστητοῦ οὔτ’ ἄν εἴη ἐπιστήμη οὔτε τέχνη οὔτε φρόνη- σις· τὸ μὲν γὰρ ἐπιστητὸν ἀποδεικτόν, αἱ δὲ τυγχάνουσιν ’σαι περὶ τὰ ἐνδεχόμενα ἄλλως ἔχειν. Περὶ τῶν τριῶν ἀληθευτικῶν ἕξεων διδάξας ἤδη ὁ Ἀριστοτέλης, τέχνης ἐπιστήμης φρονήσεως, προ|τίθεται νῦν παραδοῦναι ἡμῖν περὶ τῶν δύο τῶν ἐπιλοίπων, ἤτοι σοφίας καὶ νοῦ. καὶ ποιεῖται τὴν ἀρχὴν τῆς περὶ τούτων διδασκαλίας ἀπὸ τῶν ἐπιστημονικῶν ἀρχῶν, ἵνα ἐκ τούτων παραστήσῃ ἡμῖν τὴν τῶν προκειμένων ἕξεων ἔννοιαν. τὰ γὰρ ἀξιώματα ἀρχαὶ ὄντα τῶν ἐπιστημῶν ἀπηχήματά εἰσι τοῦ νοῦ. ἐνεργεῖ γὰρ περὶ ταῦτα ἡ ψυχὴ νοοειδῶς, τουτέστι κατὰ μίμησιν τοῦ κυρίως νοῦ ἁπλαῖς καὶ ἀσυλλογίστοις ἐπιβολαῖς αὐτοῖς ἐπιβάλλουσα, καὶ ὑπὲρ συλλογισμὸν ἅπαντα τὴν αὐτῶν ποιουμένη κατάληψιν. ὅτι μὲν οὗν περὶ τῶν καθόλου ἡ ἐπι- στήμη, δῆλον ἐντεῦθεν. ἡ αἴσθησις γὰρ περὶ τὰ καθ’ ἕκαστα ἐν ὑποκειμέκαταγίνονται νῷ τε οὖσα, τῷ κοινῷ αἰσθητηρίῳ καὶ ὀργάνοις χρωμένη, δι’ ὧν πρὸς ἕκαστον οἰκείως τῶν αἰσθητῶν ἐνεργεῖ, ἡ δὲ ἐπιστήμη κατὰ διάνοιαν ἕξις ἐστίν, ἕτερον δὲ τῆς αἰσθήσεως ἡ διάνοια, καὶ πολὺ ἀλλήλων αὗται διε- στήκατον. εἰ τοίνυν ἡ αἴσθησις περὶ τὰ καθ’ ἕκαστα, ἡ ἐπιστήμη οὐ περὶ τὰ καθ’ ἕκαστα· εἰ δὲ μὴ περὶ τὰ καθ’ ἕκαστα περὶ τὰ καθόλου ἄρα. πᾶν γὰρ τὸ λαμβανόμενον πρᾶγμα ἢ ὡς καθόλου λαμβάνεται ἢ ὡς καθ’ ἕκαστον, καὶ μεταξὺ τούτων οὐκ ἔστιν οὐθέν. ἐπεὶ καὶ ὅταν περὶ τῶν μοναδικῶν ἡ ἐπιστήμη ἐξήταζεν, οἷον τυχὸν ἡλίου καὶ σελήνης εἰ ἐκλείπουσιν ἢ διὰ τί ἐκλείπουσιν, οὐχ ὡς περὶ ἑνός τινος τὰς ἀποδείξεις ποιεῖται, ἀλλ’ ὡς οὕτως τοῦ ἀποδεικνυομένου ἔχοντος, κἄν μυρίαι ἦσαν σελῆναι κἄν μυρίοι ἥλιοι. ὅτι δὲ καὶ περὶ τῶν ἐξ ἀνάγκης ὄντων ἡ ἐπιστήμη, καὶ τοῦτο εἴρηται πρότερον, ὅτι δὲ καὶ ἀρχαὶ τῶν ἀποδεικτῶν, ἤτοι τῶν δι’ ἀποδείξεως συνισταμένων συμπερασμάτων καὶ πάσης ἐπίστη μὴς, οὐδὲ τοῦτο ἄδηλον. πᾶσα γὰρ διδασκαλία καὶ μάθησις διανοητικὴ ἐκ προϋπαρχούσης γίνεται γνώσεως, ὡς καὶ αὐτὸς τῶν Ὑστέρων Ἀναλυτικῶν ἀρχόμενος εἶπεν. εἰσὶ δὲ ἀρχαὶ οἱ ὅροι καὶ τὰ ἀξιώματα. τὸ δὲ μετὰ λόγου γὰρ ἡ ἐπιστήμη εἰς κατασκευὴν εἴρηται τοὐ εἶναι ἀρχὰς ἁπάσης ἐπι- στήμης. αἱ γὰρ ἀρχαὶ τὰς αἰτίας χορηγοῦσι τῶν ἀποδεικνυμένων, αἳ οἱ λόγοι εἰσίν. εἰπὼν δὲ τῶν ἀποδεικτῶν καὶ προσθεὶς τὸ καὶ πάσης ἐπιστήμης ἢ ἐκ παραλλήλου τὸ αὐτὸ εἶπεν, ὡς τῶν ἀποδεικτῶν διὰ τῆς ἐπιστημονικῆς γινωσκομένων γνώσεως, ἥτις ἡ μετὰ λόγου ἐστὶ· καὶ τῆς τοὺ πράγματος αἰτίας κατάληψις, ἢ ὡς ἀποδεικτῶν μὲν ὄντων τῶν συμ- περασμάτων, ἐπιστήμης δὲ τῆς ὅλης ἐπεξελεύσεως τοῦ ὅλου συλλογισμοῦ. εἰσὶ γὰρ αἱ ἀρχαὶ καὶ τῶν ἀποδεικτῶν καὶ τῆς ἐπιστήμης τῶν μὲν ἀποδεικτῶν ὡς ἱστῶσαι τὰ κατὰ διάνοιαν, τῆς δὲ ἐπιστήμης ὡς χρωμένης ταύτης αὐταῖς πρὸς τὴν τῶν δεικνυμένων βεβαίωσιν. ταῦτα εἰπὼν ἐπιφέρει, ὅτι τῆς ἀρχῆς τὸ ὖ ἐπιστητοῦ, ὅταν ἐπιστήμη εἴη, οὔτε τέχνη οὔτε φρόνησις μὴ καταγινομένη περὶ τὴν ταύτης κατάληψιν, εἶτα λέγει καὶ τὴν αἰτίαν, δι’ ἣν οὔτε τέχνη οὔτε φρόνησις οὔτε ἐπιστήμη τῆς ἀρχῆς ἔστι τῶν ἀποδεικτῶν. ἐπιστήμη μὲν οὐκ ἔστιν αὐτῆς, ὅτι ἡ ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη. τὸ δὲ ἐπιστητὸν ἀποδεικτόν, ἡ δ’ ἀρχὴ οὐκ ἀποδεικτὴ ἀλλ’ ἀποδεικτική, ὡς τῇ ἀποδόσει οὖσα αἰτία τοῦ συνίστασθαι αὐτήν. οὕτε δὲ τέχνη οὔτε φρόνησις τῆς ἀρχῆς, ὅτι αὗται μὲν περὶ τὰ ἐνδεχόμενα ἄλλως ἔχειν εἰσίν, ἡ δὲ ἀρχὴ τῆς ἐπιστήμης ἀναγκαία. οὕτως μὲν ἔδειξε μηδεμίαν εἶναι τῶν τριῶν τῶν κατὰ τὰς ἐπιστήμας ἀρχῶν, ἑξῆς δέ φησιν οὐδὲ σοφία τούτων ἐστίν. ὁ γὰρ σοφὸς οὐχ ἁπλῶς ἔχει ἀνοίκειον ἑαυτοῦ τὸ ἀποδεικνύναι, ἀλλ’ ἔστιν οὗ χρῆται καὶ ἀποδεί- ξεσιν. εἰ δὲ τοῦτο, ἀρχοειδέστεραι καὶ τῆς τοῦ σοφοῦ ἐνεργείας αἱ ἀρχαὶ τῶν ἀποδείξεων. οὐ γὰρ ἄν ἐχρῆτο αὐταῖς ὡς ἀρχαῖς καὶ αὐτὸς πρὸς τὸ ἀποδεικνύειν τινὰ τῶν αὐτῷ γνωστῶν. Εἰ δὴ οἷς ἀληθεύομεν καὶ μηδέποτε διαψευδόμεθα περὶ τὰ μὴ ἐνδεχόμενα ἢ καὶ ἐνδεχόμενα ἄλλως ἔχειν, ἐπιστήμη μὴ καὶ φρόνησίς ἐστι καὶ σοφία καὶ νοῦς, τούτων δὲ τῶν τριῶν μηδὲν ἐνδέχεται εἶναι λέγω δὲ τρία φρόνησιν σοφίαν ἐπιστήμην), λείπεται νοῦν εἶναι τῶν ἀρχῶν. Τὸ προκείμενον ἦν ἐν τούτοις περὶ νοῦ καὶ σοφίας εἰπεῖν, ἃ ἦν ὑπό- λοιπα ἐκ τῶν πέντε ἀληθευτικῶν ἕξεων. περὶ γὰρ τῶν τριῶν, ἐπιστήμης καὶ τέχνης καὶ φρονήσεως εἶπεν ἱκανῶς ὡς πρὸς τὴν παροῦσαν πραγμα- τείαν. παρέλαβεν οὖν εἰς μέσον τὰς ἀρχὰς τῶν ἐπιστημῶν, ἵν’ ἐντεῦθεν ἀφορμὴν λήψοιτο παραστῆσαι ἡμῖν τὴν περὶ νοῦ ἔννοιαν. ἔδειξε τοίνυν τῶν ἐπιστημονικῶν ἀρχῶν μήτε τὴν ἐπιστήμην οὖσαν ὡς αὐτῶν καταλη- πτικήν, ᾗ ἐπιστήμη ἐστί, μήτε τὴν τέχνην μήτε τὴν φρόνησιν· εἶτα δὲ οὐδὲ τὴν σοφίαν. ἐπεὶ δὲ ἑ οὐσῶν ἀπασῶν ἕξεων, καθ’ ἃς ἀληθεύομεν, κατ’ οὐδεμίαν τῶν δ τούτων ἡ κατάληψις ἡμῖν περιγίνεται τῶν ἀρχῶν, λείπεται ἄρα τὸν νοῦν εἶναι, δι’ οὗ τὴν γνῶσιν αὐτῶν καταλαμβάνομεν. κἀντεῦθεν παρίστησιν ἡμῖν νοῦν εἶναι, καθ’ ὃν ἐπιστημονικῶν ἀρχῶν εἰς γνῶσιν ἐρχόμεθα καὶ διαφέρειν τὸν νοῦν τῶν λοιπῶν ἀληθευτικῶν ἕξεων, ὅτι οὐδεμία ἐκείνων τἀς ἀρχὰς ἔχει τῶν ἐπιστημονικῶν τὸ ἑαυτῇ ὑποκείμενον ἀλλ’ ἢ μόνος οὗτος ὁ νοῦς. ὁ μὲν γὰρ κατ’ οὐσίαν νοῦς πάντα ἔχων ἐν ἑαυτῷ τὰ γνωστὰ καὶ ἁπλαῖς ἐπιβολαῖς καὶ ἀθρόοις καταλαμβάνων αὐτὰ οὐδέποτε ἐξίσταται ἀπ’ αὐτῶν, ὁ δὲ ἐν ἡμῖν νοῦς καθ’ ἕξιν ἔχων τὸ εἶναι, μόνας ἔχει ἐξ ἀρχῆς τὰς κοινὰς ἐννοίας οἰκεῖα ἐνεργήματα καὶ νοήματα ἀπηχῆ μάτα τινα ἐν ἑαυτῷ τοῦ ἀπλῶς ὑπάρχοντος νοῦ, ὅταν δὲ τῆς τῶν παθῶν ἀπαλλαγῇ συγχύσεως καὶ τῶν συνηρτημένων ὑπεραρθῇ δυνάμεων καὶ τὸ τέλειον αὐτοῦ ὑπολήψεται ἑαυτοῦ μόνου γενόμενος, τότε καὶ ἑκάστῳ τῶν νοητῶν ἁπλῶς ἐπιβάλλειν δύναται, οὐκ ἀθρόον οὐδ’ ἐν αἰῶνι ὡς ὁ κυρίως νοῦς καταλαμβάνων αὐ|τὰ ἀλλὰ καθ’ ἓν καὶ ἐν χρόνῳ καὶ μεταβαίνων ἀφ’ ἑτέρου εἰς ἕτερον, ὡς προείρηται. δεῖ γὰρ τὴν ψυχὴν τῇ πρὸς τὸν νοῦν γειτνιάσει ἔχειν τι νοερὸν τοὐ ὑπὲρ αὐτὴν τεταγμένου μετέχουσαν, ἵνα καὶ τῶν ὄντων αἱ πρόοδοι ἐκ τῆς πρώτης αἰ. τίς καθ’ εἱρμὸν γίνοιντο, ἀεὶ τοῦ ὑφειμένου συναπτομένου τῷ πρὸ αὐτοῦ καί τινα πρὸς ἐκεῖνο κεκτημένου ὁμοίωσιν, ὡς καὶ μετὰ τὴν λογικὴν ψυχὴν οὐχ ἡ φύσις εὐθὺς καὶ τὰ σώματα ἀλλὰ ζωαί τινες ἕτεραι, ἃς ἐντελεχείας φασὶν εἶναι, ἀχωρίστους οὔσας σωμάτων καὶ οἰκείως αὐτῶν ἐπιγινομένας τῖς κράσεσι καὶ τούτων διαλυομένων συναπιούσας. αἷς καὶ γνώ- σεως μέτεστιν αἰσθητικῆς <καὶ φανταστικῆς> εἰκόνα φερούσαις τῆς λογικῆς γνώσεως, ἐξ ἧς αὐταῖς καὶ τῆς γνώσεως μέτεστι τῆς οἰκείας μεταδιδούσης ἐλλάμψεως, καὶ μή τις ἀπαιτείτω τῆς ψυχῆς προκοπὴν ἐπὶ τοσοῦτο προβῆναι, ὥστε εἰς νοῦ προηκέναι τελείαν ἐνέργειν, ἵνα μὴ καὶ εἰς τὴν οὐσίαν μεταβαλεῖται αὐτοῦ. ψυχικῆς γὰρ τῆς οὐσίας μενούσης, ἀδύνατον τὴν ἐνέργειαν εἰς τοῦτο ἐλθεῖν, ὥστε ἐξισωθῆναι τῇ τῆς ἐπέκεινα φύσεως, ἵνα μὴ αἰτιατὴ οὖσα ἡ ἐνέργεια τῆς οὐσίας, ἐπέκεινα τῆς γνώσεως αἰτία γένηται, ὃ ἀδύνατον. μέτρον γὰρ ἑκάστῳ προκοπῆς ἀνάλογον τῇ οὐσίᾳ πέφυκε γίνεσθαι. πῶς δ’ ἐνταῦθα συμπεραινόμενος τὸν λόγον καὶ τὰς περὶ τὸν νοῦν ἕξεις δι· ιστὰς τῶν ἀρχῶν, τὰς μὲν τρεῖς ἀπηριθμήσατο, φρόνησιν λέγων καὶ ἐπιστήμην καὶ σοφίαν, τὴν δὲ τέχνην ἀπεσιώπησεν; ἢ οιοτι περὶ τὰ ὁμογενῆ αὗται ἀμφότεραι. περὶ γὰρ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν ἡ τέχνη ἐστὶ καὶ ἡ φρόνησις· ἀπεσιώπησεν οὖν αὐτὴν ὡς τῇ φρονήσει συνεξακουομένην διὰ τὸ περὶ ὁμογενῆ καταγίνεσθαι. πῶς δὲ καὶ τὴν τέχνην καὶ φρόνησιν ταῖς ἀληθευτικαῖς ἕξεσι συντάττει; ἐπιστήμη μὲν γὰρ καὶ σοφία καὶ νοῦς ἀληθεύειν ἐξ ἀνάγκης πεφύκεν, ὅτι αὐταῖς ἀναγκαῖα τὰ ὑποκείμενα. τέχνη δὲ καὶ φρόνησις πῶς ἀληθευτικαὶ περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν καταγινόμενα, καίτοι καὶ τέχνη καὶ φρόνησις ἀποτυγχάνουσι τοῦ τέλους ποτὲ καὶ τοῦ ἀληθοῦς ἀποπίπτουσιν; εἰ γὰρ μή, ἔσται καὶ αὐταῖς ἀναγκαῖα τὰ ὑποκείμενα. τοῦτο ἐζήτηται μὲν καὶ ἀνωτέρω, καί τινος προσηκούσης ἐπιλύσεως τέτευχεν, ἕνεκα δὲ τοῦ καὶ ἑτέρας τυχεῖν τέτακται ἐνταῦθα καὶ τυγχανέτω καὶ τῆς ἑτέρας. τὸ γὰρ ἀληθεύειν καὶ ταύταις ὡς ἐπὶ πολύ. τῶν γὰρ ὡς ἐπὶ τὸ πολὺ πᾶσα τέχνη καὶ ἡ φρόνησις ὡσαύτως, ὥστε διὰ τοῦτο ἀληθευτικαὶ καὶ αὗται, ὅτι ὡς ἐπὶ τὸ πολὺ τὸ ἀληθεύειν αὐταῖς ἀλλ’ οὔτε ἐπίσης τὸ ἀληθεύειν τε καὶ τὸ ψεύδεσθαι οὔτε τὸ ἀληθεύειν ἐπ’ ἔλαττον. ἔδει οὖν ἐπικρατεῖν τὸ ἐπὶ πλέον τοῦ ὡς ἐπ’ ἔλαττον καὶ ἀληθευτικὰς ἕξεις καὶ ταύτας κατονο- υάζεσθαι. Τὴν δὲ σοφίαν ἐν τῖς τέχναις τοῖς ἀκριβεστάτοις τὰς τέχνας ἀποδίδομεν, οἷον Φειδίαν λιθουργὸν σοφὸν καὶ Πολύκλειτον ἀνδριαντοποιόν, ἐνταῦθα μὲν οὖν οὐδὲν ἄλλο σημαίνοντες τὴν σοφίαν, ἢ ὅτι ἀρετὴ τέχνης ἐστίν· εἶναι δέ τινας σοφοὺς οἰόμεθα ὅλως οὐ κατὰ μέρος οὐδ᾿ ἄλλο τι σοφούς, ὡς μηρός φησιν ἐν τῷ Μαργείτῃ, “τὸν δ᾿ οὔτ’ ἄρ σκαπτῆρα θεοὶ θέσαν οὔτ’ ἀροτῆρα οὔτ’ ἄλλως τι σοφόν.” Περὶ τῶν τριῶν διδάσκων ἀληθευτικῶν ἕξεων, ἐπιστήμης τέχνης φρονήσεως, ἐπεὶ ἔμελλεν εἰσβαλεῖν εἰς τὴν διδασκαλίαν τὴν περὶ σοφίαν καὶ νοῦ, παρεισήνεγκεν εἰς μέσον λόγον τινὰ περὶ τῶν ἐπιστημονικῶν ἀμ’ χῶν ζητῶν ποία τῶν ἑ ἀληθευτικῶν ἕξεων τούτων ἐστὶ τῶν ἀρχῶν εύρετικὴ καὶ ταῖς ἐπιστήμαις ταύτας παραδοῦσα καὶ δείξας ἐκ τῆς ἐπαγωγῆς ὅτι οὐδεμία τῶν δ ἐστὶ, κατέλιπεν αὐταῖς τὸν νοῦν ὡς ἐξ αὐτοῦ τικτομέναις καὶ ταῖς ἐπιστήμαις χορηγουμέναις. καὶ ἠρκέσθη ἐν τῷ παρόντι τοσαῦτα εἰπεῖν περὶ νοῦ, διότι ὁ περὶ αὐτοῦ λόγος, εἰ μέλλει τελέως παρα- δοθῆναι, πολλῆς ἀκριβείας δεῖται καὶ ἐξετάσεως. ἃ δὲ εἶπεν ἐνταῦθα περὶ αὐτοῦ, μόνον ἔννοιάν τινα ἐπιδείκνυται ἀμυδρὰν ἔκ τινος ἐνεργείας ἐμφαινομένην αὐτοῦ, δηλονότι τῆς περὶ τὰς κοινὰς ἐννοίας, ἅς φαμεν ἀξι- ώματα, περὶ ἃ δρῶν ὁ ἡμέτερος νοῦς νοερὰν ἐνέργειν δείκνυσι ἀπλανῆ οὖσαν ἐπιβολὴν περὶ τὰ γνωστά, ἤγουν ἄμεσόν τε καὶ ἀσυλλόγιστον, ὡς μὴ δεομένην ὅρου μέσου πρὸς τὴν τῶν νοουμένων κατάληψιν. μεταβαίνει δὲ ἐπὶ τὴν σοφίαν καὶ ἐξετάζει περὶ αὐτῆς, ἀρχόμενος δὲ τοῦ τῆς σοφίας λόγου παραλαμβάνει τὴν κοινὴν περὶ αὐτῆς τῶν ἀνθρώπων ὑπόληψιν, καί φησιν, ὅτι τὴν σοφίαν καὶ ἐν ταῖς τέχναις παραλαμβάνομεν, ἀποδιδόντες τὸ ταύτης ὄνομα τοῖς ἀκριβεστάτοις τῶν τεχνιτῶν, οἷον Φειδίαν λι- θουργὸν σοφόν. οὗτος γὰρ λιθοξόος ὑπάρχων καὶ μιμήσεις πραγμάτων ἐν λίθοις ποιούμενος τὴν δυνατὴν ἀκρίβειαν ἐν τοῖς λίθοις γίνεσθαι περὶ τὰς παρ’ αὐτοῦ γινομένας ἐπιδείκνυται μιμήσεις, ζῴων σχήματα μιμούμε- νος καὶ φυτῶν καὶ ἄλλων τινῶν, ὡς καὶ Πόλύκλειτος ἀνδριαντοποιὸς σοφὸς ὠνομάζετο, ἀκριβεῖς καὶ αὐτὸς τὰς μιμήσεις ἐν τοῖς λίθοις κατὰ τὸ ἐγ- χωροῦν τῷ ὑποκειμένῳ ποιούμενος. ταῦτ’ εἰρηκὼς περὶ τῆς ἐν τέχναις σοφίας, διδάσκει τὴν διαφορὰν τῆς ἀποδιδομένης ταῖς τέχναις σοφίας καὶ τῆς ἀληθῶς οὕτω λεγομένης σοφίας, καί φησιν, ὅτι ἐπ’ ἐκείνων μὲν λέγεται σοφία ὡς ἀρετὴ οὖσα τῶν τεχνῶν καὶ ὁ ἐκεῖσε λεγόμενος σοφὸς κατορθωτικὸς ὢν ἐν τῇ οἰκείᾳ τέχνῃ καὶ τὴν ἐνδεχομένην κατὰ τὸ αὐτοῦ ὑποκείμενον κατορθώσας ἀκρίβειαν, οὕτω σοφὸς λέγεται, καὶ ἔστι τις σο- φὸς ὡς ἐν τῇδε τῇ ὕλῃ καὶ τῷδε τῷ ὑποκειμένῳ τοῦ ἀκριβοῦς ἐφαψάμενος, ἐφ’ ὅσον ἡ τῆς ὕλης φύσις παραδέχεται, καὶ ἥδε ἡ σοφία ἀρετή ἐστιν, ἡ τῇδε τῇ τέχνῃ ἁρμόζουσα, ὡς τὴν τελείωσιν τὴν κατὰ τέχνην ἐπέχουσα, καὶ αὐτὴ ἔστιν, ἣν ἐλέγομεν πρότερον, ὅτε ἡ διαφορὰ τῆς τέ- χνης καὶ τῆς φρονήσεως παρεδίδοτο, ὅτι ἀρετὴ μὲν τέχνης ἐστί, φρονή- σεως δὲ οὐχί, ὡς τῆς φρονήσεως ἀρέτης οὔσης αὐτῆς, οὐ μέντοι καὶ οεχομένης ἑαυτῆς ἀρετήν. ἄλλην δέ φησιν εἶναι σοφίαν ὅλως οὐ κατὰ μέρος. τουτέστιν οὐ κατὰ τήνδε τὴν ὕλην ἢ τήνδε, ἀλλ’ ἁπλῶς καὶ καθόλου. πιστοῦται δὲ καὶ τοῦτο ἐκ τῆς κοινῆς ὑπολήψεως. εἶναι γάρ φησι σοφοὺς οἰόμεθα ὅλως οὐ κατὰ μέρος οὐδὲ ἄλλο τι σοφούς· καὶ σκόπει πῶς τὸ ὅλως καὶ τὸ ἄλλο τι ἐνταῦθα λέγεται. ὡς γὰρ ἡ μὲν οὐσία ὂν ἁπλῶς, τὰ δὲ ἐν τῇ οὐσίᾳ καὶ περὶ τὴν οὐσίαν οὐχ ἁπλῶς ὄντα, ἀλλά τι ὂν ἕκαστον τούτων λέγεται, καί τι τῆς οὐσίας ὄν, οἷον ποσότης οὐσίας ἢ ποιότης οὐσίας ἢ σχέσις ἢ θέσις, ὡς τὸ κεῖσθαι καὶ ἵστασθαι καὶ ἀνακεκλίτελέως σθαι ἢ τὸ ἐν τόπῳ εἶναι τὴν οὐσίαν ἢ τὸ ἐν χρόνῳ ἤ ἄλλο τι τῶν θ κατηγοριῶν, οὕτω καὶ τῶν τεχνῶν ἑκάστη, ἐπεὶ τῆς οὐσίας ὑποκειμένης ἐν τῇ οὐσίᾳ καὶ περὶ τὴν οὐσίαν ἐργάζεταί τι, ἐκείνου ἐστὶ γνωστική, οὗ τε ἐργάζεται καὶ ὃ ἐν τῇ οὐσίᾳ καὶ περὶ τὴν οὐσίαν ἐντίθησι. τοῦτο δέ ἐστι τὸ κατὰ τὴν τέχνην εἶδος, ὃ ἐν τῇ οἰκείᾳ ὕλῃ τῆς τέχνης ὑπὸ τοῦ τεχνίτου ἀποτελεῖται. τοῦτο δέ ἐστι συμβεβηκός, καὶ διὰ τοῦτό τι ὂν οὐχ ἁπλῶς, καὶ διὰ τοῦτό τις σοφία ἡ κατ’ αὐτὸ τελειότης καὶ ἀρετή, ἡ δὲ σοφία ἁπλῶς περὶ τὴν τῶν ὄντων γνῶσιν καταγινομένη, ἤτοι τῶν οὐσιῶν, οὔ τι ὂν γινώσκει ἀλλ’ ἁπλῶς ὄν, ἤγουν οὐ συμβεβηκός ὅ τι ὄν ἐστιν ἀλλ’ οὐσίαν ἢ ἁπλῶς ὄν ἐστιν.] ὡς οὖν ἐπὶ τῶν γενέσεων τὴν μὲν τοῦ συμβεβηκότος ἐκ τοῦ μὴ εἶναι γένεσιν οὐχ ἀπλῶς γένεσιν ἀλλά τινα γέ· νεσιν λέγομεν, τὴν δὲ τῆς οὐσίας γένεσιν ὅλως, ἀλλ’ οὔ τινα διὰ τὸ ὅλως ὄντως εἶναι γένεσιν, ὡς καὶ αὐτὸς ὁ Ἀριστοτέλης ἡμῖν παραδέδωκεν, οὕτω καὶ τὴν γνῶσιν καὶ τὴν σοφίαν τῶν μὲν συμβεβηκότων ἑκάστου γνῶσίν τινα καὶ σοφίαν τινά, καὶ τὸν κατ’ αὐτὴν σοφόν τι σοφὸν καί τινα σοφόν, τὸν δὲ κατὰ τὰς οὐσίας σοφὸν καὶ τὰ καθ’ αὑτὸ ταῖς οὐσίαις ἑπόμενα ὅλως σοφὸν καὶ ἀπλῶς σοφόν, πάντων δ’ εἰσέτι ἐν σοφίᾳ κρά- τιστον τὸν περὶ τὰ ἀρχικώτερα τῶν ὄντων καταγινόμενον καὶ σοφίαν κρατίστην τὴν ἐπιστήμην αὐτοῦ, ἥτις ἐστὶν ἡ θεολογία. ἡ δὲ οὐσία τριττὴ κατὰ τοὺς περὶ Πλάτωνα, ἡ μὲν φυσική, ἡ δὲ μαθηματική, ἡ δὲ θεολο- γική. εἰ γὰρ καὶ Ἀριστοτέλης περὶ τὰ ἐξ ἀφαιρέσεως λέγει τὴν μαθηματικὴν καταγίνεσθαι, ἀλλὰ τοῦτο οὐκ ἤρεσκε τοῖς Πλατωνικῶς περὶ τοῦτο δοξάζουσι, διότι τὰ ἐξ ἀφαιρέσεως τῶν αἰσθητῶν ἐστι καὶ φυσικῶν χείρονα, ὡς ἐξ αὐτῶν τὴν γένεσιν ἔχοντα καὶ ὑστερογενῶς αὐτῶν ὑφιστάμενα. καὶ ἄτοπον εἶναί φασι τὴν ψυχήν, πολλῷ κρείττω οὖσαν τῆς φύσεως ἐκ τῶν καθ’ ἕκαστα καὶ φυσικῶν ἔχειν ἐν ἑαυτῇ τοὺς λόγους ὑφισταμένους, ἀλλὰ μὴ ἔχειν πρὸ τῶν αἰσθητῶν εἴδη καὶ λόγους οἰκείους αὐτῇ λογικῶς καὶ ψυχικῶς ἐνυπάρχοντας, κρείττους ὄντας καὶ φύσει προτέρους τῶν ἐνύλων καὶ αἰσθητῶν καὶ καθ’ ἕκαστα, κἄν ἐξ ἀρχῆς ἀγνοοῦσα τούτους διὰ τὸν δεσμὸν τῆς γενέσεως χρῆται τῇ αἰσθήσει καὶ τοῖς ἀφαιρουμένοις ἐκ τῆς ὕλης εἴδεσι καὶ λόγοις, ὅπως ἀναφθῇ ἐξ αὐτῶν ἐν αὐτῇ τὸ τῆς γνώσεως ζώπυρον, ὃ ἐκ τῆς οἰκείας φύσεως καὶ τοῦ δημιουργήσαντος ὑπάρ- χον αὐτῇ συγκέχυται τοῖς ἐκ τῆς γενέσεως πάθεσι, καὶ δεῖται ἀνακα- θάρσεως εἰς φανέρωσιν, ὡς ἐν αἰθάλῃ κεκρυμμένον ἐμπύρευμα, ὃ δὴ σκεδαννυμένης τῆς αἰθάλης ἐκφαίνεται καὶ δραττόμενον ὕλης εἰς πυρσὸν πολ- λάκις ἀνάπτεται. παράγει δ’ εἰς μαρτυρίαν τοῦ εἶναι τὸν ὅλως σοφὸν ὖ· ἕτερον παρὰ τόν τινα σοφὸν καί τινα ποίησιν Μαργίτην ἀνομαζομένην Ὁμήρου. μνημονεύει δ’ αὐτῆς οὐ μόνον αὐτὸς Ἀριστοτέλης ἐν τῷ πρώ- τῳ Περὶ ποιητικῆς ἀλλὰ καὶ Ἀρχίλοχος καὶ Κρατῖνος καὶ Καλλίμαχος ἐν τῷ ἐπιγράμματι καὶ μαρτυροῦσιν εἶναι Ὁμήρου τὸ ποίημα. εἰπὼν οὖν ὁ Ἀριστοτέλης ὅτι τῶν κατὰ τέχνας σοφῶν λεγομένων ἕκαστος λέγεται σοφός, ὡς ἀρετὴν ἔχων ἐν τῇ τέχνῃ αὐτοῦ κατορθωτικὴν τοῦ κατ’ αὐτὴν <εὖ> καὶ λέγεται οὗτος κατά τι σοφός, ἵνα δείξῃ, ὅτι οὐ τοιαύτη ἐστὶν σοφία ἡ νῦν παρ’ αὐτοῦ λεγομένη, ἐπάγει, ὅτι οἰόμεθά τινας σοφοὺς ὅλως, οὐ κατὰ μέρος, οὐδὲ ἄλλο τι σοφούς, ἤτοι κυρίως, καὶ οὐ πῇ καὶ κατά τι σοφούς. τί δὲ δηλοῖ αὐτῷ ἐνταῦθα τὸ ὅλως καὶ κατὰ μέρος, εἰρήκαμεν ἤδη ἱκανῶς ὡς ἐνῆν. ὁ δὲ Ὅμηρος λέγων ἐν τῷ Μαργίτῃ “τὸν δ’ οὔτ’ ἄρ σκαπτῆρα θεοὶ θέσαν οὔτ’ ἀροτῆρα οὔτ’ ἄλλως τι σοφόν” περὶ σοφοῦ λέγει ὅλως ὄντος καὶ κυρίως σοφοῦ, καὶ οὐ κατά τι σοφοῦ, ὡς οἱ κατορθοῦντες περὶ τὰς τέχνας. ἔστι γὰρ καὶ σκαπτῆρα τὸ σκάπτειν ἔργον ἔχοντα κατορθωτικὸν εἶναι περὶ τοῦτο καὶ διὰ τοῦτο σοφὸν ὀνομάζεσθαι, καὶ ἀροτῆρα ὡσαύτως περὶ τὸ ἀροτριᾶν ὑπάρχειν σοφὸν καὶ ἄλλον περὶ ἄλλο καὶ ἕτερον περὶ ἕτερον, ἀλλὰ τούτων ἕκαστος τὶ σοφός, ὁ δὲ ὅλως σοφὸς τούτων ἕτερος. ταῦτα εἰπὼν ἐπάγει συμπεραινόμενος Ὥστε δῆλον ὅτι ἡ ἀκριβεστάτη ἄν τῶν ἐπιστημῶν εἴη ἡ σοφία. Πόθεν οὖν τοῦτο τὸ συμπέρασμα συνῆκται; ἐκ τοῦ καθ’ ἑκάστην τέχνην σοφὸν λέγεσθαι τὸν κατ’ αὐτὴν ἀκριβῆ. ἀκολούθως γὰρ καὶ ὁ κατὰ τὴν ὅλως γνῶσιν σοφὸς ἔσται ὁ περὶ τὴν ὅλως σοφίαν ἀκριβής. αὕτη δέ ἐστιν, <ἣ> οὐ μόνον <τῶν> ἐκ τῶν ἀρχῶν δεικνυμένων ἀλλὰ καὶ αὐτῶν τῶν ἀρχῶν, ὡς καὶ περὶ αὐτὰς ἀληθεύουσα. τί δέ ἐστι τὸ ἀληθεύειν περὶ τὰς ἀρχὰς ἢ τὸ ἔχειν λόγους ἐν οἷς ἐν δέχεται καὶ περὶ αὐτῶν; εἰσὶ γάρ τινες τῶν ἀρχῶν, αἳ λόγου δεόμεναι τοῦ πιστοῦν· τος αὐτὰς οὐκ ἐξ ἀνάγκης τὸν λόγον ἀποδιδόμενον ἔχουσι περὶ τῶν καθ’ ἑκάστην ἐπιστήμην ἐπιστημόνων, ἀλλ’ αὐτοὶ μὲν ὁμολογουμένας αὐτὰς λαμβάνουσι καὶ ἐξ αὐτῶν τὰ κατὰ τὰς αὐτῶν ἐπιστήμας ἀποδεικνύουσιν, ὁ δὲ σοφὸς ἀκριβέστερος ὢν αὐτῶν κατὰ γνῶσιν καὶ τούτων τοὺς λόγους ἀποδίδωσιν εἴ πῃ δεήσει. αἱ γὰρ ἀρχαὶ τῶν ἐπιστημῶν εἰς τρία διαιροῦνται, ἀξιώματα ὑποθέσεις αἰτήματα, ἀξιώματα μὲν ὡς τὸ τὰ αὐτοῖς ἴσα καὶ ἀλλήλοις ἴσα· λέγεται γὰρ ἀξιώματα, ὅσα καὶ τῷ μανθάνοντι γνώριμα καὶ καθ’ αὑτὰ πιστά, σαφηνείας ἴσως μόνης <τῆς> κατὰ λέξιν οἷον τὸ εἰρημένον. ὅταν δὲ μὴ ἔχῃ μὲν ἔννοιαν τοῦ λεγομένου αὐτόπιστον ὁ ἀκούων, τιθῆται δ’ ὅμως καὶ συγχωρῇ τῷ λαμβάνοντι, τὸ τοιοῦτον ὑπόθεσις. τὸ γὰρ εἷναι τὸν κύκλον σχῆμα τοιόνδε, κατὰ κοινὴν μὲν ἔννοιαν οὐ προειλήφαμεν ἀδιδάκτως, ἀκούσαντες δὲ συγχωροῦμεν ἀποδείξεως χωρίς. ὅταν δ’ ὖ καὶ ἄγνωστον ᾖ τὸ λεγόμενον καὶ μὴ συγχωροῦντος τοῦ λαμτῶ τὰς ὀρθὰς γωνίας ἴσας ἀλλήλαις εἶναι. δηλοῦσι δὲ οἱ περί τινος τῶν ὑπο- θέσεων πραγματεύσασθαι σπουδάσαντες, ὡς μὴ ἐνουσῶν κατὰ κοινὴν ἔν- νοιαν τῷ μανθάνοντι, ὡς ὁ Πτολεμαῖος τὸν ὅρον τοῦ τελείου σώματος ἀπέδειξεν ἔχοντα καλῶς, σημεῖον ὑποθέμενος καὶ εἰς τρία δείξας γινομένην τὴν ῥύσιν αὐτοῦ, τὴν μὲν κατὰ μῆκος, τὴν δὲ κατὰ πλάτος, τὴν δὲ κατὰ βάθος, καὶ ἐπεὶ μὴ ἐνδέχεται ἐκ τοῦ αὐτοῦ σημείου πλείους τῶν τριῶν ἐπινοῆσαι ῥύσεις γινομένας, δῆλον ὡς οὐδὲ πλείους τῶν τριῶν ἐνδέχεται διαστάσεις γενέσθαι. καὶ οὕτω δείκνυται τέλειος ὢν ὅρος τοῦ σώματος ὁ λέγων εἶναι σῶμα τὸ τριχῇ διαστατόν. ἔστι μὲν οὖν τὸν ὅλως σοφὸν καὶ οὕτως νοεῖν ὡς εἰρήκαμεν, ἔστι δὲ καὶ ἄλλως ἐκλαβέσθαι τὸ τοιοῦτον. ἐπεὶ γὰρ ἡ πρώτη φιλοσοφία, ἥτις ἐστὶν ἡ θεολογία, τέχνη τεχνῶν λέγεται τᾶι καὶ ἐπιστήμη ἐπιστημῶν, διὰ τοῦτο ταῦτα λέγεται, διότι τεχνοῖ τὰς τέχνας καὶ ἐπιστημοῖ τὰς ἐπιστήμας τὰς ἀνοποδείκτους αὐτῶν ἀρχάς, ὅποι π· αρήκοι διασαφοῦσα καὶ παραδιδοῦσα ταύταις αὐτὰς καὶ παρασκευάζουσα ταύτας, ἐκ τῶν παρ’ αὐτῆς παραδιδομένων <τὰ> οἰκεῖα κατορθοῦν οἷον ὡς ἐπὶ τεκτονικῆς καὶ οἰκοδομικῆς ἡ κάθετός ἐστι καὶ ἡ σπάρτη καὶ τὸ ὀρθογώνιον τρίγωνον, ὃ ἀλφάδιον παρὰ τοῖς οἰκοδόμοις καὶ τέκτοσιν ὀνομάζεται. ἡ μὲν γὰρ κάθετος ἐν χρήσει οὖσα τῷ οἰκοδόμῳ τοῦτο μόνον ἔχει παρ’ αὐτοῦ γινωσκόμενον, ὅτι διορθοῦται δι’ αὐτῆς τὸ οἰκοδομούμενον. τίς δὲ ἡ αἰτία τοῦ τὴν σπάρτην ἐξηρτημένην ἑαυτῆς τὴν μόλιβδον ἔχουσαν τῇ οἰκοδομικῇ συμβάλλεσθαι πρὸς τὴν ὄρθωσιν, ἀγνοεῖται παρὰ τοῦ τεχνίτου, ᾗ τεχνίτης ἐστὶ τῆσδε τῆς τέχνης, ὁ δέ γε σοφὸς ἀποδιδοὺς τὴν αἰτίαν, δι’ ἣν ἡ κάθετος τῇ ὀρθῇ τοῦ τοίχου συμβάλλεται, τὴν ἀρχὴν τῆς οἰκοδομικῆς συνιστᾷ, καὶ αἴτιος τῇ τέχνῃ τῆς συστάσεως γίνεται. ἐπεὶ γὰρ ἡ ἐξηρτημένη τῆς σχοίνου μόλιβδος βαρὺ σῶμα, τὰ δὲ βαρέα τῶν σωμάτων τὴν ῥοπὴν ἔχει πρὸς τὸ τοῦ παντὸς κέντρον, κατ’ ὀρθὰς γωνίας ἄγεται ἡ σχοῖνος ὀρθῶς, ἧς ἡ μόλιβδος ἤρτηται, καὶ οὕτως ἡ οἰ- κοδομικὴ ὀρθῶς ἀναφέρεται ἑπομένη τῇ τῆς σχοίνου εὐθύτητι. πάλιν ἡ σπάρτη κατὰ τὸ εὐθὺ ἑκατέρωθεν τῶν ἄκρων τοῦ ξύλου ἐκτεινομένη ποιεῖ τὸ ξύλον εὐθύνεσθαι ἀφαιρουμένων ἀπ’ αὐτοῦ πανταχόθεν τῶν περιττῶν ἃ τὴν λόξωσιν ποιεῖ ὡς τῆς εὐθείας γραμμῆς αἰτίας οὔσης τῷ ξύλῳ ἐκ τῆς παραθέσεως τοῦ εὐθύνεσθαι. πάλιν τὸ ὀρθογώνιον τρίγωνον τρίγωνον θέμενον τοῖς ἀνεγειρομένοις εἰς ὕψος κίοσιν αἴτιον γίνεται τῇ στάσει αὐτῶν τῆς ὀρθότητος, διότι καὶ ἡ ἀγομένη εὐθεῖα πρὸς τὸ ἀποτελέσαι τὴν ὀρθὴν γωνίαν κατὰ κάθετον ἄγεται, καὶ οὕτως ἑκάστῃ τέχνῃ λόγους καὶ κανόνας ἡ σοφία παραδιδοῦσα πρόξενος αὐτῇ τῆς τεχνώσεως γίνεται. τὸ δ’ αὐτὸ εὑρήσεις καὶ ἐν τῇ ἐπιστήμῃ. ὁ γὰρ γεωμέτρης τὸν ὅρον τοῦ σημείου δεχόμενος καὶ τῆς γραμμῆς καὶ τῆς ἐπιφανείας καὶ τοῦ σώματος οὐδὲν πολυπραγμονεῖ περὶ αὐτῶν, ἀλλ’ ὡς ἀρχαῖς αὐταῖς χρώμενος τὰ αὐτῶν ἀποδείκνυσι, τρεῖς μὲν λαμβάνων διαστάσεις, πλάτος μῆκος καὶ βάθος, ἐξ ὧν τὸ σῶμα συνίσταται, δύο δὲ μῆκος καὶ πλάτος, ἐξ ὧν ἡ ἐπιφάνει, ἓν δὲ ἀπλατὲς διάστημα, ὅ ἐστιν ἡ γραμμή, ἧς πέρας ἐκατέρωθεν τὸ σημεῖόν ἐστιν ἀμερὲς ὁριζόμενον. ὁ δέ γε σοφὸς πρῶτον μὲν δείκνυσιν, ὡς προλαβόντες εἴπομεν, τρεῖς μόνας οὔσας τὰς διαστάσεις καὶ τέλειον ὂν μέγεθος, ὃ τριχῇ διέστηκεν· εἶτα λαβὼν ἀξίωμα ἐναργές, ὅτι πᾶν τὸ περατοῦν τοῦ περατουμένου ἁπλούστερον καὶ ἀναγκαῖον εἶναι λεί- πεσθαι τὸ περατοῦν τοῦ περατουμένου κατὰ διάστασιν. πῶς γὰρ ἄν εἴη πέρας τὸ ἴσον ὂν τῷ περατουμένῳ κατὰ διάστασιν ἢ αὐτοῦ ἐπὶ πλείονα διισταμένου, ἔχει ἐντεῦθεν δεικνύμενον, ὅτι περατοῦσα τὸ σῶμα ἡ ἐπιφάνεια, λείπεται ἐκείνου κατὰ διάστασιν, ὡς διισταμένου τριχῇ τοῦ σώματος αὐτὴν κατὰ δύο διΐστασθαι, ἤγουν κατὰ μῆκος καὶ πλάτος, ὡσαύτως ἐπεὶ ἡ γραμμὴ πέρας ἐπιγανείας ἐστίν, ἀναγκαῖον αὐτὴν λείπεσθαι τῆς ἐπιφανείας κατὰ διάστασιν, ὡς εἶναι τὴν γραμμὴν διισταμένην καθ’ ἕν, τῷ δὲ σημείῳ ἐπεὶ πέρας αὐτό ἐστι τῆς εὐθείας γραμμῆς, ἀναγκαῖον μη- δεμίαν προσεῖναι διάστασιν, λειπομένῳ παντελῶς διαστάσεως, ὅτι τὸ ὑπ’ αὐτοῦ περατούμενον μίαν μόνην ἔχει διάστασιν. |καὶ οὕτως ἐδείχθησαν πάντες οἱ ἀποδεδειγμένοι ὅροι τῶν μεγεθῶν καὶ τοῦ ἀμεγέθους σημείου ἔχοντες καλῶς. ὃν οὖν τρόπον ἐπὶ τούτων δέδεικται τὰς ἀρχὰς ἡ σοφία παραδιδοῦσα, τὸν αὐτὸν καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν καὶ ἐπιστημῶν ἐξε- τάζων εὑρήσει τις αὐτὴν εὑρετικὴν τῶν ἀρχῶν. διὰ τοῦτο οὐ τὶ σοφὸς ἀλλ’ ὅλως σοφὸς ὁ πρῶτος φιλόσοφος λέγεται, ὃς ὁ θεόλογος ἐστί· διὰ τοῦτο ὅλως σοφὸς καλούμενος, διότι καὶ τοῖς ἄλλοις τεχνίταις καὶ ἐπιστήμοσιν ὧν ἕκαστός τι σοφὸς αἴτιός ἐστι τοῦ εἶναι σοφοῖς. δεῖ ἄρα τὸν σοφὸν μὴ μόνον τὰ ἐκ τῶν ἀρχῶν εἰδέναι ἀλλὰ καὶ περὶ τὰς ἀρχὰς ἀληθεύειν. τοῦτο συμπέρασμά ἐστι τῶν εἰρημένων, ἕξεως οὔσης τῆς σοφίας, παριστῶν ἅμα μὲν αὐτῆς τὴν ἐνέργειαν, ἅμα δὲ καὶ τὴν δια- φοράν, ἣν ἔχει πρὸς τὴν ἐπιστήμην. ἡ μὲν γὰρ ἐπιστήμη περὶ τὰ ἐκ τῶν ἀρχῶν τὴν ἀλήθειαν ἔχει τῆς ἀρχῆς χρωμένη πρὸς τὴν αὐτῆς εὕ- ρεσιν. περὶ δὲ τῶν ἀρχῶν ἡ ἐπιστήμη ἐστὶν οὐδαμῇ ἐξετάζουσα, ἡ δὲ σοφία καὶ περὶ τὰς ἀρχὰς ἀληθεύουσα συνιστῶσα καὶ αὐτὰς κατὰ τὴν ἑαυτῆς πρὸς τὴν ἐπιστήμην ὑπεροχὴν. Ὥστ᾿ εἴη ἄν ἡ σοφία νοῦς καὶ ἐπιστήμη, καὶ ὥσπερ κεφαλὴν ἔχουσα ἐπιστήμην τῶν τιμιωτάτων. Τοῦτο ὥσπερ πόρισμά ἐστι τῷ ῥηθέντι ἑπόμενον συμπεράσματι, καὶ δηλοῖ τὴν σοφίαν σύνθετον οὖσαν ἕξιν ἐκ νοῦ καὶ ἐπιστήμης. ὁ μὲν γὰρ νοῦς τὴν γνῶσιν ἔχει τῆς ἀληθείας τῶν ἀρχῶν, ἡ δὲ ἐπιστήμη χορηγουμένας αὐτὰς λαμβάνουσα ἐκ τοῦ νοῦ ἀποδείκνυσι τὰ οἰκεῖα προβλήματα· ὥστ’ ἐπεὶ ἡ σοφία καὶ τὰς ἀρχὰς ἔχει ὡς ὁ νοῦς καὶ τὰ ἐκ τῶν ἀρχῶν ὡς ἡ ἐπιστήμη, εἴη ἄν νοῦς ἅμα καὶ ἐπιστήμη. διὰ τοῦτο καὶ κεφαλῆς λόγον ἐν ταῖς ἐπιστήμαις ἐπέχει, ὅτι ἐπιστήμη τῶν τιμιωτάτων ἐστί. τι- μιώταται δὲ αἱ ἀρχαί. εἰ γὰρ αἴτιαι αὗται τῶν παρὰ ταῖς ἐπιστήμαις συμπερασμάτων, πῶς οὐκ ἄν εἶεν τὰ ἐν ταῖς ἐπιστήμαις κυριώτερα; κεφα- λαὶ τοίνυν αἱ ἀρχαὶ τῶν ἐν ταῖς ἐπιστήμαις θεωρουμένων, κεφαλὴ δὲ καὶ ἡ σοφία τῶν ἐπιστημῶν ἡ ταύτας χορηγοῦσα ταῖς ἐπιστήμαις. ἢ εἰ βού- λοιτό τις, ῥητέον καὶ οὕτω τὸ κεφάλαιον ἔχουσα, ὅτι ἐπεὶ αἱ ἐπιστῆμαι μὴ οἴκοθεν ἔχουσι τὰς ἀρχὰς ἀλλ’ ἐκ τῆς σοφίας χορηγουμένας, ῥη- θεῖεν ἄν τούτου ἕνεκα καὶ ἀκέφαλοι. ἡ δὲ σοφία ἐπεὶ αὐτοτελὴς καὶ ἐξ ἑαυτῆς ἔχει τὰς ἀρχάς, διὰ τοῦτο καὶ ἐπιστήμη λέγεται μετὰ κεφαλῆς, ὡς ἔχουσα κεφαλήν, ἥτις ἐστὶν αἱ ἀρχαί. ἔστι δ’ οἶμαι οὐ περιττὸν ζη- τῆσαι καὶ περὶ τούτων, πῶς οὐχ ἕξεις μόνον αἱ ἀληθευτικαί, αἳ καὶ τέσσαρες ἀπηρίθμηνται, ἀλλὰ καὶ ὁ νοῦς ὡς πέμπτη προστέθειται. ἡ γὰρ σοφία νοῦς ἐστι καὶ ἐπιστήμη. ὁ μὲν μόνον ὢν ἐπιστήμων τῆς κατὰ σο- φίαν λείπεται τελειότητος, τὸ λαμβάνειν ἔχων μόνον τὰς ἀρχὰς χορηγουμένας ἀπὸ τοῦ νοῦ, μὴ μέντοι γε καὶ τὴν περὶ ταύτας ἔχων ἀλήθειαν, προκεκοφὼς δ’ ἐπὶ τὴν σοφίαν ἤδη ἔχει καὶ νοῦν καὶ τὸ περὶ τὰς ἀρχὰς ἀληθεύειν. πῶς οὖν τὸν νοῦν ἐν τῇ σοφίᾳ περιεχόμενον ὡς παρ’ αὐτὴν ἕτερον ἀπαριθμεῖται ὑπάρχοντα; ἢ ἐπεὶ σύνθετος ἡ σοφία ἐκ νοῦ καὶ ἐπιστήμης, ἔδει πρῶτον εἶναι τὰ ὡς μέρη αὐτῆς ὑπάρχοντα, καὶ οὕτως αὐτὴν ἐξ ἀμφοτέρων αὐτῶν συντίθεσθαι, ἔτι δὲ μᾶλλον εἰ καὶ ἀλλήλων ἐν- δέχεται ταῦτα χωρίζεσθαι ἁπλῶς καὶ καθ’ αὑτὰ ὑπάρχοντα πρότερον, εἶτα συνερχόμενα κα τὴν σοφίαν ἀποτελοῦντα. ἐνδέχεται γάρ τινα χωρὶς τῆς ἐπιστήμης νοερὸν γεγονότα τὴν περὶ τὰς ἀρχὰς ἔχειν ἀλήθειαν, οὐ μέν- τοι γε εἶναι καὶ ἐπιστήμονα τὰ ἐκ τῶν ἀρχῶν δεικνύμενα μὴ γινώσκοντα. διὰ τοῦτο μηδὲ σοφὸν τῶν μερῶν τῆς σοφίας θατέρου λειπόμενον, ὡς καὶ ἐπιστήμονα μὴ εἶναι νοερὸν ἐνδέχεται τὴν περὶ τὰς ἀρχὰς οὔπω κεκτημέ- νον ἀλήθειαν, ὁπηνίκα δ’ ἄμφω συλλάβῃ τὰς ἀληθείας, τήν τε περὶ τὰς ἀρχὰς καὶ τὴν περὶ τὰ ἐκ τῶν ἀρχῶν, τότε καὶ νοερός ἐστιν ὡς θεόλογος, καὶ ἐπιστήμων, ὡς τὰ ἐκ τῶν ἀρχῶν διὰ τῶν ἀρχῶν ἐπιστάμενος, ὥστε ἀναγκαῖον ἰδίως ἑκάστην τῶν ἀληθευτικῶν ἕξεων τὸν περὶ αὐτῆς λόγον δέξασθαι. μήποτε δὲ τιμιώτατα τὰ θεῖα λέγει καὶ ὑπὲρ γένεσιν, περὶ ἃ προηγουμένως ἡ πρώτη φιλοσοφία καταγίνεται, ἃ καὶ ἀρχαὶ πάντων τῶν γενητῶν, ὡς ὄντως ὄντα <καὶ νῷ μόνῳ ληπτά> καὶ διὰ τοῦτο τατα, ὡς ἀρχικώτατα τῆς πάσης γενέσεως, ἐξ ὧν δέχεται ἡ σοφία καὶ ἡ κτὰ νοῦν τῶν ἀνθρώπων ἐνέργεια καὶ τὸ περὶ τὰς ἀρχὰς τῶν ἐπιστημῶν ἀληθεύειν, τὸ ἀναπτόμενον ἐκεῖθεν φῶς εἰς ὁδηγίαν ἔχουσα καὶ τῇ τῶν ἐν τῖς ἐπιστήμαις ἀρχῶν καταλήψει τοῦ τῆς ψυχῆς ὄμματος καταλαμπομένου καὶ τὴν ἄμεσον ἕνωσιν τῶν ὅρων καθορῶντος, ἐξ ὧν αἱ ἄμεσοι προτάσεις συντέθεινται. τὸ δὲ ἀληθεύειν περὶ τὰς ἀρχὰς ὡς ἴδιον εἶπε τῆς σοφίας, οὐχ ὅτι αἱ ἐπιστῆμαι λαμβάνουσαι ταύτας οὐκ ἀληθεύουσι κατ’ αὐτάς, ἀλλ’ ὅτι τὴν περὶ αὐτὰς ἀλήθειαν ἡ σοφία καὶ ταῖς ἐπιστή- μαις πορίζει, αὐτὴ πρώτως τὴν ταύτης ποιουμένη κατάληψιν. Ἄτοπον γὰρ εἴ τις τὴν ἒπιστήμην τῆ μὴν πολιτικὴν ἢ τὴν φρόνησιν σπουδαιοτάτην εἶναι οἴεται, εἰ μὴ τὸ ἄριστον τῶν ἐν τῷ κόσμῳ ἄνθρωπός ἐστιν. Διὰ μὲν τῶν προσεχῶς εἰρημένων ἔδειξε τὴν διαφοράν, ἣν ἔχει πρὸς τὴν ἐπιστήμην ἡ σοφία, διὰ δὲ τῶν παρόντων δείκνυσιν διαφέρουσαν τῆς φρονήσεως. συνέχει δὲ τὸν λόγον τὸν γάρ σύνδεσμον λαμβάνων ἀντὶ τοῦ δέ, ὃ ἔστιν εὑρεῖν αὐτὸν ποιοῦντα ἐπὶ πολλοῖς. ἔλαβε δὲ τὴν πολιτικὴν εἰς τὸ μέσον καὶ |τὴν ἐπιστήμην ὡς συλλαμβανομένην αὐτῷ πρὸς τὸ δεῖξαι τὴν ἑτερότητα τῆς φρονήσεως καὶ τῆς σοφίας. φησὶν οὖν ἄτοπον εἶναι τὸ ὑπολαμβάνειν τὴν ἐπιστήμην πολιτικὴν ἢ τὴν φρόνησιν σπουδαιοτάτην. ἴδωμεν δὴ πῶς ἄμφω ταῦτα συμβάλλονται αὐτῷ πρὸς τὸ προκείμενον. τὴν μὲν γὰρ πολιτικὴν ἄτοπον εἶναι λέγειν ἐπιστήμην, ὡς ἑπομένου τοῦ ἀτόπου, τῷ λέγειν σοφίαν εἶναι τὴν φρόνησιν. ἡ μὲν γὰρ σοφία ἐκ νοῦ καὶ ἐπιστήμης σύγκειται, ἡ δὲ φρόνησις πολιτική. ὁ οὖν λέγων σοφίαν εἶναι τὴν φρόνησιν ἑπόμενον ἔχει ἄτοπον, τὸ λέγειν τὴν ἐπιστήμην πολιτικήν· ἀλλὰ τοῦτο ἄτοπον διὰ τί; ὅτι ἡ μὲν ἐπιστήμη περὶ τὰ ἀναγκαῖα καταγίνεται, ἡ δὲ πολιτικὴ περὶ ἐνδεχόμενα. ὥστε ἀδύνατον ταύτας ἀλλήλαις συνέρχεσθαι, οὕτω διαφερούσας κατὰ τὰ ὑποκείμενα. οὐκ ἄρα ἡ σοφία φρόνησις. σπουδῆς μὲν γὰρ ἀξία καὶ ἡ φρόνησις, ἀλλ’ οὐ τῆς πρωτίστης, ὡς ἡ σοφία. ὅτι δ’ ἡ φρόνησις οὐκ ἔστι σρουδαιοτάτη, δείκνυσιν ἐντεῦθεν. ἡ φρόνησις περὶ τὰ ἀνθρώπῳ συμφέροντα καταγίνεταί· εἰ οὖν ἦν ὁ ἄνθρωπος τῶν ἐν τῷ κόσμῳ τὸ ἄριστον, ἦν ἄν καὶ ἡ φρόνησις σπουδαιοτάτη· ἀλλὰ μὴν τοῦτο οὐκ ἔστιν, ὡς αὐτὸς δείκνυσι προιών· οὐκ ἄρ ἡ σοφία φρόνησις. Εἰ δὴ ὑγιεινὸν μὲν καὶ ἀγαθὸν ἕτερον ἀνθρώποις καὶ ἰκθύσι, τὸ δὲ λευκὸν καὶ εὐθὺ ταὐτὸ αἰεί, καὶ τὸ σοφὸν ταὐτὸν πάντες ἄν εἴποιεν, φρόνιμον δὲ ἕτερον. τὸ γὰρ περὶ αὑτὸ ἔκαστα εὖ θεωροῦν φαῖεν ἂν εἶναι φρόνιμον, καὶ τούτῳ ἐπιτρίμειαν αὐτά. Ἔτερον ἐπιχείρημα περὶ διαφορᾶς σοφίας καὶ φρονήσεως ἐκ τοῦ ἑτέρου καὶ τοῦ ταὐτοῦ. καὶ παράγει εἰς μέσον ὥσπερ παράδειγμα τοῦ μὲν ἑτέρου τὸ ύγεινὸν καὶ τὸ ἀγαθόν, τοῦ δὲ ταὐτοῦ τὸ λευκὸν καὶ εὐθύ. ὑγιεινὸν μὲν γὰρ τοῖς ἑτερογενέσιν ἕτερον καὶ ἕτερον, καὶ ἀγαθὸν ὡσαύτως, οἷον ἀνθρώποις καὶ ἰχθύσι. βρῶμα γὰρ ὑγιεινὸν ἢ διαίτημα ἢ ἄλλο τι τοιοῦτον ἄλλο μὲν ἀνθρώποις, ἕτερον δὲ ἰχθύσι· διότι καὶ ἡ κρᾶσις ἑτέρα καὶ τὰ συμβαλλόμενα τοῖς κατὰ τὴν κρᾶσιν ἑτέροις εἰς ὑγίειαν ἕτερα πάντως. καὶ τὸ ἀγαθὸν ὡσαύτως ἕτερον. ἀγαθὸν δὲ ἐνταῦθα οὐ τὸ καινόν φησι καὶ ἁπλῶς ἀλλὰ τὸ ἴδιον ἑκάστῳ. ἀγαθὸν γὰρ ἀνθρώποις ᾗ ἀνθρώποις καὶ χερσαίοις οὖσι ζῴοις τὸ ἐν χέρσῳ διάγειν, ἰχθύσι δὲ ὑδρηλοῖς οὖσι τὸ διατρίβειν ἐν ὕδατι, τὸ δὲ λευκὸν καὶ εὐθὺ οὐ τοῖς μέν ἐστι λευκὸν καὶ εὐθύ, τοῖς δ’ οὐχί, ἀλλ’ ἑκάτερον τούτων ἀεὶ τὸ αὐτό. οὕτω καὶ τὸ μὲν σοφὸν ταὐτὸν ἂν εἴποιεν πάντες, οὐ παρὰ τοῖς μὲν σοφόν, παρὰ δὲ τοῖσδε μή· φρόνιμον δὲ οὐ τὸ αὐτὸ πᾶσιν, ἀλλ’ ἕτερον καὶ ἕτερον. ἐκεῖνο γὰρ φρόνιμον, ὃ θεωρεῖ καὶ εὑρίσκει καὶ αἱρεῖται τὸ οἰκεῖον εὖ καὶ ἐπιτηδεύει ὀρθῶς τὴν ἐκείνου ἐπίτευξιν, καὶ τοῦτο ἂν εἴπῃ φρόνιμον τῶν κρινόντων ἕκαστον, καὶ εἰ μέλλει αὐτὸ ἐπιτρέψαι τινὶ τὴν ἑαυτοῦ σωτηρίαν, τούτῳ ἄν ἐπιτρέψειεν, ὃ ἂν γνῷ τὸ ἑαυτοῦ γνωρίζον εὖ, καὶ ἑαυτῷ ἐκεῖνο περιποιούμενον, ἵν’ ὡς ἑαυτῷ τὴν σωτηρίαν περιποιοῖτο τὸ ἑαυτοῦ θεωροῦν ἀγαθόν, οὕτω κἀκεῖνο περιποιήσεται. καὶ οὕτω μὲν ἡ ἅπασα θεωρία τῆς λέξεως, καὶ γέγονεν ἤδη σαφῆ καθ’ ὁλοσχέρειαν τὰ λεγόμενα. ἴδωμεν δὲ καὶ κατὰ μέρος, εἴ πῃ δέεται παραμυθίας τινός. εἰ δὴ ὑγιεινὸν μὲν καὶ ἀγαθὸν ἕτερον ἀνθρώποις καὶ ἰχθύσι. βουλόμενος δεῖξαι τὸ σοφὸν μὲν παρὰ πᾶσιν ὂν τὸ αὐτό, τὸ δὲ φρόνιμον ἕτερον, κἀντεῦθεν ἀναφῆναι τὴν τῆς σοφίας διαφορὰν πρὸς τὴν φρόνησιν, ἵνα δείξῃ τὸν ἑαυτοῦ λόγον μηδέν τι καινὸν παρεισάγοντα, διὰ τοῦτο παρέλαβε τὸ ὑγιεινὸν καὶ τὸ ἀγαθόν, ὡς παρὰ τοῖς ἑτέροις τὴν φύσιν ὄντα ἕτερα, τὸ δὲ λευκὸν καὶ τὸ εὐθὺ μὴ ἐξαλλασσόμενα πρὸς τὰς τῶν φύσεων ἑτερότητας ἀλλὰ παρὰ πᾶσιν ὄντα τὰ αὐτά. εἰ οὖν ἐπ’ ἐκείνων, φησίν, οὕτως ἔχει, οὐδὲν καινόν, ἄν καὶ ἡ σοφία καὶ ἡ φρόνησις ἀλλήλαιν διενηνόχατον. ἐπιστήμη τῶν τιμιωτάτων ἐστὶ καὶ ὡς αἱ τῶν ὑποκειμένων αὐτῇ φύσεις οὐκ ἐξαλλάττονται καὶ εἰς ἕτερα μεταπίπτουσιν ἀλλὰ τὰς ἰδίας φυλάττουσιν ἰδιότητας, οὕτως οὐδὲ ἡ τούτων γνῶσις εἴς τι ἄλλο μεθίσταται, ἀλλ’ ἡ αὐτή ἐστιν ἀεί, ἡ δὲ φρόνησις, ἐπεὶ τὸ συμφέρον ἑκάστου σκοπεῖ καὶ ὠφέλιμον, ταῦτα δὲ παρ’ ἄλλοις ἄλλα ἐστί, διὰ τοῦτο καὶ ἡ φρόνησις ἑτέρα καὶ ἑτέρα παρ’ ἑτέροις καὶ ἑτέροις ἐστίν. ὥστε τὸ μὲν σοφὸν ταὐτὸν ἂν εἴποιεν πάντες, μηδὲν ἕτερον ὂν ἢ τὸ τὰ ὄντα ὡς ὄντα ἐπίστασθαι καὶ τὰς ἀρχὰς ἑκάστων, ὧν ἀρχαί εἰσι, τὸ δὲ φρόνιμον ἕτερόν τε καὶ ἕτερον διὰ τὴν τῶν ὠφελίμων καὶ συμφερόντων ἐναλλαγήν. εἰ γὰρ καὶ κοινότερον λέγοντες ὡς ἓν τὸ συμφέρον καὶ τὸ ὠφέλιμον ὀνομάζομεν, ἀλλὰ κατ’ εἶδος ἐξετάζοντες πολλὴν τῶν ὠφελίμων καὶ συμφερόντων εὑρίσκομεν τὴν διαφοράν. τὸ δὲ περὶ ἑαυτὸ ἕκαστα τὸ εὖ θεωροῦν φαῖεν ἂν εἶναι φρόνιμον οὕτω συντακτέον. ἕκαστα γὰρ τῶν πραγμάτων τί τὸ φρόνιμον ἐξετάζοντα, εἴποιεν ἄν εἶναι φρόνιμον ἐκεῖνο τὸ θεωροῦν, ἤτοι καταλαμβάνον τὸ ἀγαθὸν περὶ αὑτὸ καὶ ὡς περιέχον ἀφ’ ἑαυτοῦ τὸ ἔχον τὴν τοῦ ὠφελίμου καὶ συμφέροντος γνῶσιν, προστήσαιεν ἂν ἑαυτῶν καὶ τῆς σφετέρας σω τηρίας. τὸ δὲ ἕκαστα στᾶ οὐδετέρως εἶπεν, ὡς ἐπέκεινα τῶν ἀνθρώπων ἐπεκτείνων τὸ νόημα, ὡς συμπεριλαμβάνειν ἐν ταὐτῷ καὶ τὰ ἄλογα. κἀκεῖνα γάρ, ὅπερ ἄν εἴπῃ τις ἐπ’ αὐτῶν φρόνιμον, τούτῳ ἑαυτὰ ἐπιτρέπουσι, καὶ αὐτῷ ἕπονται καὶ πρὸς αὐτὸ συννενεύκασιν, ὡς δι’ αὐτοῦ τὴν σωτηρίαν εὑρίσκοντα. διὰ τοῦτο τὰ θήλεα τοῖς ἄρρεσιν ἕπονται καὶ τῆς φωνῆς αὐτῶν καὶ τῆς στάσεως καὶ τῆς κινήσεως ἤρτηνται. Διὸ καὶ τῶν θηρίων ἔνια φρόνιμά φασιν εἶναι, ὅσα περὶ τὸν αὑτῶν βίον ἔχοντα φαίνεται δύναμιν προνοητικήν. Πιστοῦται τὸν λόγον ἐκ τῆς κοινῆς ὑπολήψεως, ὅτι ἡ φρόνησις ἕξις ἐστὶ τοῦ θεωρεῖν ἕκαστον τὸ ἑαυτοῦ εὖ. κοινότερος οὗτος ὁ λόγος ἐστὶ τῆς φρονήσεως, ἐπὶ πάντα διήκων ὅσα ἔχοντα φαίνεται δύναμιν δύναμιν προνοητικήν. ἑκασταχοῦ γὰρ ἔνθα κοινὴν εὑρίσκομεν τῶν ἀνθρώπων ὑπόληψιν περί τινος πράγματος, ὡς βεβαίᾳ ταύτῃ πρὸς τὴν τῶν ζητουμένων πίστωσιν χρώμεθα. φησὶν οὖν ὅτι τοσοῦτόν ἐστι φύσει τῆς φρονήσεως ἴδιον τὸ θεωρεῖν ἕκαστον τὸ ἑαυτοῦ ἀγαθόν, ὥστε καὶ ἐπὶ τῶν θηρίων τοῦτο οἱ ἄν- θρωποι φέρουσι· καὶ τῶν θηρίων γάρ τινά φασιν εἶναι φρόνιμα. τίνα ταῦτα; ὅσα περὶ τὸν ἑαυτῶν βίον ἔχοντα φαἰνεταὶ δύναμιν προνοητικήν. θηρί δὲ ὀνομάζει ἀπλῶς τὰ ἄλογα. ἐπὶ τούτων γὰρ <εὑρίσκομέν> τινα φύσει προνοουμενα ἑαυτῶν καὶ τὰ πρὸς οἰκείαν σωτηρίαν ἐπιτηδεύοντα, οὐ μόνον μεγέθει καὶ ῥώμῃ προὔχοντα ἀλλὰ καὶ βραχέα καὶ ἀσθενῆ. ἄρκτος τε γὰρ καταδύσεις εὑρίσκει καὶ σπήλαια χειμῶνος κατάδυσιν καὶ τὰ πρὸς βρῶσιν ἐναποτίθεται, ἵν’ ὅταν ἀπρόϊτος ἐκ ψύχους διατελῇ, ἔχῃ ἀποζῆν ἐξ ὧν ἀπέθετο· ταῦτά δ’ ἐστὶ βάλανοι καὶ μῆλα καὶ κάρυα καὶ εἴ τι τοιοῦτον ἕτερον πρὸς βρῶσιν αὐτῇ ἐπιτήδειον. ἐν γὰρ χειμῶνι ζῷα θηρεύειν ἢ ἁρπάζειν ἴσως οὐκ ἔχουσα, ἐκείνοις ἀρκεῖται οἷς ἀπέθετο. καὶ μέλιττα καὶ μύρμηξ ὡσαύτως· ἡ μὲν μέλι τοῖς σίμβλοις ἐναποτίθεται, ὁ δὲ καρποὺς ἐν ταῖς οἰκείαις συμφορεῖ καταδύσεσιν ἑαυτῷ, καὶ οὕτως ἔχειν τὴν τροφὴν προνοούμενος, ὅτε οὐκ ἔστιν αὐτῷ ἔξωθεν εὐπορεῖν βρώσεως. καὶ ὁ ἀράχνης ἱστὸν κατασκευάζει, ἵνα θηρεύῃ ξωύμια πρὸς βρῶσιν αὐτῷ συμβαλλόμενα. τὸ δὲ φαίνεται εἶπε καὶ τὸ δύναμιν, διότι μὴ κυρίως αὐτοῖς μήτε λόγος ἐστὶ μήτε πρόνοια, ἀλλὰ φυσικαί τινες ἰδιότητες, ὥς τινα λόγου ἀπηχήματα φύσει προσοῦσαι αὐτοῖς. Φανερὸν δ’ εἴη ὅτι οὐκ ἂν εἴη ἡ πολιτικὴ καὶ ἡ σοφία ἡ αὐτή. εἰ γὰρ τὴν περὶ τὰ ὠφέλιμα αὑτοῖς ἐροῦσι σοφίαν. πολλαὶ ἔσονται σοφίαι· οὐ γὰρ μία περὶ τὸ ἁπάντων ἀγαθὸν τῶν ζῴων ἀλλ’ ἑτέρα περὶ ἕκαστον, εἰ μὴ καὶ ἰατρικὴ μία περὶ πάντων τῶν ὄντων. Περὶ τοῦ αὐτοῦ καὶ πάλιν φησίν, οὐ μόνον τὴν φρόνησιν διιστῶν ἀπὸ τῆς σοφίας ἀλλὰ καὶ αὐτὴν ἀπλῶς τὴν πολιτικήν. ἔστι μὲν γὰρ φρόνιμος καὶ ὁ <πολίτης τὰ ἑαυτοῦ ζητῶν ὠφέλιμα, ὡς ἄνθρωπος ἔστι φρόνιμος καὶ ὁ> πολιτικός, ἤτοι ὁ πολίτης προιστάμενος καὶ ἢ νομοθετῶν ἢ ἐξετάζων καὶ συνιστῶν τὰ κοινῇ τῇ πόλει συμφέροντα καὶ ὠφέλιμα. εἰ γὰρ σοφίαν ἐροῦσι τὴν πολιτικήν, ὅτι τὰ κοινῇ τῇς πόλεως θεωρεῖ ὡφέλιμα, ἔσονται πολλαὶ σοφίαι, ὅτι καὶ ἑκάστη φύσις τῶν ζῴων κατὰ τὴν ἑαυτῆς ἰδιότητα οἰκεῖα ἔχει ὠφέλιμα. διότι καὶ οἰκεῖον ἀγαθὸν τὸ κατὰ φύσιν ἑκάστῳ, ὡς καὶ ἰατρικὴ ἄλλη καὶ ἄλλη καθ’ ἑκάστην φύσιν διὰ τὸ καὶ κρᾶσιν εἶναι τῶν ζῴων ἄλλην καὶ ἄλλην καὶ τὸ κατὰ φύσιν ἑκάστῳ εἴδει ἕτερον καὶ ἕτερον. δόξειε δ’ ἄν τῆς αὐτῆς εἶναι δυνάμεως τῷ πρὸ αὐτοῦ τὸ παρὸν ἐπιχείρημα, μόνον δὲ διαφέρειν κατὰ τὸ κοινὸν καὶ ἴδιον, ὅτι ἐκεῖ μὲν μερικώτερον τὴν φρόνησιν ἔλαβεν, ἐνταῦθα δὲ κοινότερον καὶ πολιτικώτερον. Εἰ δ’ ὅτι βέλτιστον ἄνθρωπος τῶν ἄλλων ζῴων, οὐδὲν διαφέρει· καὶ γὰρ ἀνθρώπου ἄλλα τινὰ θειότερα τὴν φύσιν, ο ἴον τὰ φανερώτατά γε ἐξ ὧν ὁ κόσμος συνέστηκεν. Ἀντίθεσίν τινα φέρει πρὸς ἑαυτόν. ἐπεὶ γὰρ ἐν τοῖς προλαβοῦσιν ἐκ τοῦ ταὐτοῦ καὶ ἑτέρου τὴν διαφορὰν ἐδείκνυ τῆς σοφίας καὶ φρονήσεως, τὴν μὲν σοφίαν λέγων παρὰ πᾶσιν εἶναι τὴν αὐτήν, τὴν δὲ τῶν ὠφελίμων καὶ συμφερόντων θεωρίαν, ἥ ἐστιν ἡ φρόνησις, οὐ τὴν αὐτὴν ἀλλὰ καθ’ εκαστην φύσιν ἑτέραν καὶ ἑτέραν, ὡς καὶ τὴν ἰατρικὴν, δία τοῦτο ἐπιφέρει ταῦτα ἀντιθέμενος πρὸς ἐκεῖνα. εἶτα δὲ καὶ λύων τὴν ἀντίθεσιν. ἐκεῖ γὰρ τὴν τῆς φρονήσεως ἑτερότητα πρὸς ἑαυτὴν κατὰ τὰς διαφορὰς ἐδείκνυ τῶν ζῴων, ἄλλα καὶ ἄλλα λέγων τὰ ἑκάστῃ φύσει ὠφέλιμα, ὥστε καὶ διαφέρειν τὰς ἀντιποιουμένας αὐτῶν ἕξεις καθ’ ἕκαστον εἶδος ζῴου, ὡς κατὰ τὸ διάφορον τῶν φύσεων καὶ τῶν ἀφελίμων διαφερόντων καὶ τῶν ἕξεων, αἳ ταῦτα μεταδιώκουσιν. ἐπιφέρει τοίνυν, ὡς ἴσως ἄν τις ἐρεῖ, βέλτιστον εἶναι τῶν ἄλλων ζῴων τὸν ἄνθρωπον, κἀντεῦθεν εἶναι δῆλον, ὅτι κρεῖττον πάσης ἕξεως τῆς τὸ ἑτέροις ζῴοις σκοπούσης ὠφέλιμον ἡ σκοποῦσα τὰ τοῖς ἀνθρώποις ὄνησιν φέροντα. εἴη ἄν οὖν καὶ σοφία ἡ φρόνησις, ὡς σκοποῦσα τὰ πάντων κρείττω, ἅ εἰσι τὰ τῇ κρείττονι τῶν ἄλλων φύσει τῶν ἀνθρώπων ὠφέλιμα. λέγει τοίνυν, ὡς οὐδὲν διαφέρει τοῦτο, τουτέστιν οὐκ οἰκεῖόν ἐστι πρὸς τὸ δεῖξαι μὴ ἑτέρας οὔσας πρὸς ἀλλήλας σοφίαν καὶ φρόνησιν. εἰ γὰρ καὶ τῶν ἐν τῇ κοινῇ γνώσει ζῴων κρείττων ὁ ἄνθρω- πος, ἀλλ’ εἰσὶν ἄλλα ἐν τοῖς οὖσι τοῦ ἀνθρώπου πολὺ τὴν φύσιν θειότερα. καὶ οἱ μὲν περὶ Πλάτωνα ἥρωάς φασι καὶ δαίμονας καὶ ἑτέρας φύσεις καὶ αὐτὰ τὰ οὐράνια σώματα κρείττω εἶναι ἢ καθ’ ἡμᾶς, οὗτος δὲ μόνα παραλαμβάνει πρὸς τοῦτο τὰ φανερώτατα, ἐξ ὧν ὁ κόσμος συνέστηκε. ταῦτα δέ ἐστι τὰ οὐράνια σώματα. διδόασι γὰρ Ἕλληνες τούτων ἑκάστῳ ψυχὴν καὶ λόγον καὶ νοῦν καὶ φρόνησιν, κἀντεῦθεν προσάπτουσιν αὐτοῖς καὶ γνῶσιν τοῦ ἑκάστῳ αὐτῶν ἀγαθοῦ καὶ ἔφεσιν αὐτοῦ καὶ πρόνοιαν καὶ σπουδὴν περὶ αὐτό, ὃ φρονήσεως ἴδιον, ὡς εἶναι καὶ ἄλλην παρὰ τὴν τῶν ἀνθρώπων τὴν τούτων φρόνησιν θειοτέραν καὶ κρείττονα. ἀλλ’ οὐ παρὰ τοῦτο σοφίαν οὐδὲ αὐτήν, ὅτι ἡ σοφία ἐπιστήμη οὖσα, καὶ νοῦς τῶν τιμιωτάτων τῇ φύσει, ἡ αὐτή ἐστι παρὰ πᾶσιν, ἐν οἷς ἐστιν. εἰ γὰρ καὶ ἑξαλλάττεταί πὼς κτὰ τὸ ἐπιτείνεσθαι καὶ ἀνίεσθαι, ἀλλ’ ἡ αὐτὴ· τὴν φύσιν ἐστίν, ὡς τὸ λευκὸν ἀνιέμενον καὶ ἐπιτεινόμενον. ἡ δὲ φρόνησις ἄλλη καὶ ἄλλη ἐστὶ διὰ τὸ εἶναι ἄλλο καὶ ἄλλο τὸ ἑκάστῳ ἴδιον ἀγαθόν, ὃ θεωρεῖν ἐπαγγέλλεται· τοῦτο ἐπὶ τῆς σοφίας οὐκ ἔστιν ἰδεῖν. τὰ γὰρ τῇ φύσει τιμιώτατα, ἃ παρ’ αὐτῇ πρὸς γνῶσιν ὑπόκειται, τὰ αὐτὰ παρὰ πᾶσίν ἐστιν, εἰ καὶ μᾶλλον καὶ ἧττον γινώσκεται κατὰ τὴν διαφορὰν τῶν ἐν τοῖς γινώσκουτινα σιν ἕξεων ἢ καὶ φύσεων. τὸ δ’ εἶναι τὴν τῶν κυκλοφορικῶν ὀρικῶν σωμάτων κρείττω φρόνησιν καὶ πρόνοιαν καὶ τὸ ἑκάστου ἐκείνων ἀγαθὸν ἤπερ τὰ ἐν ἀνθρώποις ἐξετάζομεν ἐκ τῆς σωματικῆς οὐσίας ἐν ἄλλοις δείκνυσιν, ἐκ τῶν ἡμῖν σαφεστέρων τοὺς λόγους ποιούμενος, θειότατα μὲν λέγων ἐκείνων νῶν τὰ σώματα καὶ φθορᾶς ἀνώτερα καὶ γενέσεως, κἀντεῦθεν εἶναι δῆλον, ὅτι δεῖ ταῦτα καὶ ἔμψυχα εἶναι καὶ λογικῆς ψυχῆς καὶ νοερᾶς μετέχοντα καὶ φρονήσεως. καὶ ταῦτα κρείττω ἢ κατ’ ἄνθρωπον, ὡς ἄτοπον ὄν, χείρω εἶναι τῶν χειρόνων σωμάτων τὰ κρείττω ψυχῆς μὴ μετέχοντα, εἴπερ καὶ χεῖρον σώματος ἐμψύχου τὸ ἄψυχον καὶ ἄλλα τινὰ πλείω τούτων ἐπέκεινα οἱ τὰ οὐράνια σώματα καὶ τὰς αὐτῶν δυνάμεις τῶν ἡμετέρων δοξάζοντες κρείττονα, περὶ ὧν ἐξετάζειν νῦν περιττόν. Ἐκ δὴ τῶν εἰρημένων δῆλον, ὅτι ἡ σοφία ἐστὶ ἐπιστήμη καὶ νοῦς τῶν τιμιωτάτων τῇ φύσει. Πρότερον μὲν ἔδειξε τὸν ἐν ἡμῖν νοῦν ἕτερον τῆς φρονήσεως καὶ τῆς ἐπιστήμης ἐκ τοῦ αὐτὸν μὲν εἶναι εἰδήμονα τῶν ἀρχῶν, μηδετέραν δὲ ἐξ ἐκείνων. εἶτα περὶ τῆς σοφίας λέγειν ἀρξάμενος ἔδειξε καὶ αὐτὴν ἑτέραν μὲν οὖσαν ἐπιστήμης καὶ φρονήσεως, ἅμα δὲ οὖσαν καὶ τῶν ἀρχῶν, ἐπισταμένην τὰ δεικνύμενα ἐξ αὐτῶν, νῦν δὲ ἀποδίδωσι καὶ τὸν ὁρισμὸν αὐτῆς, συνάγων ἐκ τῶν εἰρημένων αὐτῷ καὶ φάσκων, δῆλον εἶναι ἐξ ἐκείνων, ὅτι ἡ σοφία ἐπιστήμη ἐστὶ καὶ νοῦς τῶν τιμιωτάτων τῇ φύσει, ὡς μὲν τῶν ἀρχῶν οὖσα ἀληθευτικὴ νοῦς, ὡς δὲ τὰ ἐκ τῶν ἀρχῶν ἀποδεικνυουσα ἐξ αὐτῶν τῶν ἄρχων επιστημη. ὑπεραίρων δὲ αὐτὴν τῆς ἁπλῶς ἐπιστήμης, τῶν τιμιωτάτων εἶναι τῇ φύσει φησὶν ἐπιστήμην, ἢ τὰς ἀρχὰς λέγων τιμιώτατα, ὡς πρὸς τὰ ἐξ αὐτῶν ἀποδεικνύμενα, ὡς αἰτίας ὑπαρχούσας ἐκείνοις τοῦ εἶναι καὶ γινώσκεσθαι, ἢ τιμιώτατα λέγων τὰ θεῖα ὡς ἀσώματα ὄντα καὶ ἄυλα καὶ καθ’ ἑαυτὰ ὑφεστηκότα τοῦ δυνάμει χωρίς. αὐτενέργειαι γὰρ ἐκεῖνα, ἅπερ εἰσὶν ἀεὶ ὄντα καὶ μηδέποτε, ἀφ’ οὗ εἰσι μεταβάλλοντα εἰς ἕτερον, ὃ ἔστιν ἰδεῖν ἐφ’ ἑκάστῳ τῶν ἐν γενέσει. τὰ γὰρ ἐν γενέσει καὶ φθορᾷ τὸ δυνάμει ἀεὶ συμπαρομαρτοῦν αὐτοῖς ἔχοντα οὐδέποτε ἵσταται ἐν τῷ αὐτῷ, ἀλλ’ ἀεί τε ῥεῖ καὶ τελευταῖον ἐξ οὗ ἔστιν εἰς ἕτερον μεταβάλλεται τῆς ὕλης, ἣ δύναμίς ἐστι, μηδέποτε ἐν ῴπερ ἔχει στεγούσης. οὐ γὰρ ἂν ἐφύλαττε τὸ ἴδιον, εἰ ἐφ’ ἑνός τινος ἵστατο, ἀλλὰ διὰ παντὸς πρὸς ἕτερον τεινούσης τὴν ἔφεσιν, ὅτι καθ’ ἑαυτὴν δύναμίς ἐστιν, ἀλλ’ οὐκ ἐνέργεια. τὰ δὲ ταύτης ἀπηλλαγμένα αὐτὸ τοῦτο ὄντα ἐνέργειαι οὐδέποτε μεθίστανται τοῦ εἶναι ὃ εἰσί. περὶ ὧν ἡ σοφία διαλαμβάνουσα νοῦς καὶ ἐπιστήμη λέγεται τῶν τιμιωτάτων τῇ φύσει. νοῦς μὲν ὡς νοερῶς ἐνεργοῦσα καὶ τῶν νοητῶν, ὡς ἐφικτὸν ἀνθρώπῳ ποιουβαλλομένη καὶ ταύτην, ὅτε δέει διὰ συλλογισμοῦ παριστᾶν τὰ γνωστά. Διὸ Ἀναξαγόραν καὶ Θαλῆν καὶ τοὺς τοιούτους σοφοὺς μέν, φρονίμους δ’ οὔ φασιν εἶναι, ὅταν ἴδωσιν ἀγνοοῦντας τὰ συμφέροντα ἑαυτοῖς, καὶ περιττὰ μὲν καὶ θαυμαστὰ καὶ χαλεπὰ καὶ δαιμόνια εἰδέναι αὐτούς φασιν, ἄχρηστα δὲ διότι οὐ τὰ ἀνθρώπινα ἀγαθὰ ζητοῦσιν. <ἡ δὲ φρόνησις περὶ τὰ ἀνθρώπινα> καὶ περὶ ὧν ἔστι βουλεύσασθαι. Δείκνυσι τὸ ῥηθέν, ὅτι ἑτέρα τῆς φροήσεως ἡ σοφία, καὶ εἰσέτι διά τινος ἑτέρας κοινῆς ὑπολήψεως· περὶ δὲ ἄνδρας ὁμολογουμένους σοφοὺς Ἀναξαγόραν τε καὶ Θαλῆν. ἰδοὺ γὰρ οὗτοι σοφοὶ μὲν λέγονται, φρόνιμοι δ’ οὔ, διότι ἀγνοοῦσι τὰ συμφέροντα ἑαυτοῖς. περὶ γὰρ τὰ ὑπὲρ τὸν βίον τῶν ἀνθρώπων καὶ τὴν κοινὴν αὐτῶν διαγωγὴν ἀπασχολήσαντες ἑαυτοὺς τῶν κατὰ τὸν βίον συμφερόντων ὑπερεφρόνησαν. οὗτοι γάρ, φησίν, οἴδασι χαλεπὰ καὶ δαιμόνια καὶ περιττὰ καὶ θαυμαστά· περιττὰ μέν, ὅτι ἔξω τῶν συμβαλλομένων εἰσὶ πρὸς τὴν παροῦσαν ζωήν, θαυμαστὰ δέ, ὡς ἐπέκεινα τῶν ἀνθρώποις γινωσκομένων καὶ ὡς ἐπ’ ἔλαττον ἐν εἰδήσει τῇ φύσει αὐτῶν ἐρχόμενα, χαλεπὰ δέ, ὅτι πόνου δέονται πλείστου πρὸς κατόρθωσιν, δαιμόνια δέ, ὅτι ταῖς ψυχαῖς ἀλλοτριουμέναις ἀπὸ τοῦ σώματος κατὰ σχέσιν, ᾧ φύσει συνδέδενται οὕτως ἐν γνώσει, πεφύκασι γίνεσθαι, ὅτι καὶ δαιμονίαις ἐοίκασι φύσεσι γινόμεναι ὑπὲρ ἄνθρωπον. ταῦτα δέ εἰσι τὰ φυσικὰ καὶ μαθηματικὰ καὶ ἔτι μᾶλλον τὰ θεολογικά. τοιαῦτα δέ εἰσι τὰ πρὸς τῶν σοφῶν γινωσκόμενα, ἃ ἄχρηστά εἰσι τῷ ἀνθρωπίνῳ βίῳ. καὶ οἱ ζητοῦντες αὐτὰ σοφοὶ οὐ τὰ ἀνθρώπινα ἀγαθὰ ζητοῦσιν, ἀλλὰ τὰ ὑπὲρ ἄνθρωπον. τὸ δὲ τοιαῦτα ζητεῖν οὐκ ἔστι τῆς φρονήσεως, περὶ ἧς αὐτὸς ἐνταῦθα τὸν λόγον πεποίηται. ἥδε γὰρ ἡ φρόνησις περὶ τὰ ἀνθρώπινα ἀγαθὰ καταγίνεται, ἃ καὶ βουλεύσει ὑπόκεινται, ἐνδεχόμενα ὄντα καὶ ἐπαμφοτερίζοντα περὶ τὴν κατόρθωσιν. δεῖ δὲ μὴ λανθάνειν, ὅτι εὑρίσκομεν τοὺς παλαιοὺς πολλάκις φρόνησιν καὶ τὴν γνῶσιν ἀπλῶς ὀνομάζοντας, καὶ αὐτῶν τῶν τιμιωτάτων τῇ φύσει, ὅπου γε καὶ ἐπὶ θεοῦ ταύτην φέρουσιν. ὡς δὲ καὶ ὁ Καιρωνεὺς Πλούταρχος ’οὐ γὰρ ἀργυρίῳ,’ φησί, ’καὶ χρυσίῳ μακάριον τὸ θεῖον οὐδὲ βρονταῖς καὶ ἀστραπαῖς ἰσχυρόν, ἀλλ’ ἐπιστήμῃ καὶ φρονήσει. τἄλλα μὲν γὰρ ὁ θεὸς ὧν δέονται ἀνθρώποις δίδωσι, νοῦ δὲ καὶ φρονήσεως οὐ μεταδίδωσιν οἰκεῖα κεκτημένος ταῦτα καὶ χρώμενος.' καὶ οὐ δήπου ταῦτα λέγων οὑτωσὶ ὁ σοφὸς τὴν βουλευτικὴν ἕξιν περὶ τῶν ὠφελίμων ἀνθρώποις δηλοῖ, ἀλλὰ τὴν ἑνιαίαν γνῶσιν τῶν ὄντων, καθ’ ἣν ἐν ἑαυτῷ τὸ πρῶτον αἴτιον πάντα καὶ πρὸ τοῦ γενέσθαι προείληφε. Τοῦ γὰρ φρονίμου μάλιστα τοῦτ’ ἔργον εἶναί φαμεν, τὸ εὖ βουλεύεσθαι, βουλεύεται δ’ οὐθεὶς περὶ τῶν ἀδυνάτων ἄλλως ἔχειν, οὐδ’ ὅσων μὴ τέλος τί ἐστι, καὶ τοῦτο πρακτὸν ἀγαθόν. Ἔτι περὶ τοῦ αὐτοῦ δείκνυσι, λέγω δὲ τοῦ μὴ εἶναι ταὐτὸν σοφίαν καὶ φρόνησιν. καὶ πρότερον μὲν ἐκ τῶν ὑποκειμένων ἑκατέρῳ, τῷ φρονίμω καὶ τῷ σοφῷ, ἔδειξε τὸ ζητούμενον. ἑτέρων γὰρ ὄντων τῶν ύποκειμένων, περὶ ἃ ἡ σοφία καὶ ἡ φρόνησις καταγίνεται, ἕτεραι ἐξ ἀνάγκης καὶ αἱ ἕξεις αἱ περὶ αὐτά, ὡς ἐπὶ γεωμετρίας ἔχει καὶ ἀριθμητικῆς. ἐπεὶ γὰρ ἕτερον ἀριθμὸς καὶ ἕτερον μέγεθος, ἕτεραι ἐξ ἀνάγκης καὶ ἀλλήλων εἰσὶ ἀριθμητική τε καὶ γεωμετρική, ὅτι ἡ μὲν περὶ ἀριθμούς, ἡ δὲ περὶ μεγέθη καταγίνεται, διότι καὶ ἄλλως καὶ ἄλλως ἔχοντά εἰσι τὰ περὶ έκάτερα θεωρούμενα ὑποκείμενα. εἰ γὰρ καὶ περὶ τὸ αὐτὸ γένος ἐπιστήμης καταγινόμεναι ἕτεραί εἰσιν ἀλλήλων, ὅταν παρὰ μὲν τῇδε ἑτέρως ἔχον, παρὰ δὲ τῇδε ἑτέρως λαμβάνηται, πολλῷ μᾶλλον ἔσονται ἕτεραι, ὅταν καὶ ἀπλῶς ᾖ τὰ ὑποκείμενα ἕτερα. τί δέ ἐστιν ὃ λέγει, δῆλον ἐκ τῆς άριθμητικῆς καὶ μουσικῆς, καὶ γεωμετρικῆς καὶ ἀστρονομικῆς. ἀριθμητική τε γὰρ καὶ μουσικὴ περὶ τοὺς ἀριθμοὺς καταγίνεται, ἀλλ’ ἡ μὲν ὡς καθ’ αὑτοὺς θεωρουμένους, ἡ δὲ ὡς ἐν σχέσει λαμβανομένους. περιττὸν γὰρ καὶ ἄρτιον, καὶ ἀρτιοπέρισσον καὶ περισσάρτιον καθ’ αὑτό, εἰ βούλει δέ, καὶ πρῶτον καὶ ἀσύνθετον καὶ δεύτερον καὶ σύνθετον, καὶ τὰ τοιαῦτα, διὰ τεσσάρων δὲ καὶ διὰ πέντε καὶ διὰ πασῶν πρός τι. τὸ μὲν γὰρ κατὰ ἐπίτριτον σχέσιν τοὺς ἀριθμοῦ, τὸ δὲ κατὰ ἡμιόλιον, τὸ δὲ κατὰ διπλάσιον. τοῦ αὐτοῦ οὖν ὄντος τοῦ #x003E; ἀμφοτέραις, ἕτεραι ἀλλήλων εἰσὶν ἀριθμητική τε καὶ μουσικὴ διὰ μόνον τὸ καθ’ αὑτὸ καὶ ἐν σχέσει. οὕτω καὶ γεωμετρική τε καὶ ἀστρονομικὴ περὶ τὸ αὐτὸ μὲν γένος τὸ πηλίκον ἀμφότεραι, ἀλλ’ ἡ μὲν περὶ τὸ ἐν μονῇ καὶ στάσει, ἡ δὲ περὶ τὸ ἐν κινήσει ἐστί· διὰ τοῦτο ἀλλήλων ἕτεραι. καὶ οὕτω μὲν ἀνωτέρω τὴν διαφορὰν ἐποιήσατο τῆς σοφίας καὶ τῆς φρονήσεως. τοῦτο δὲ τὸ ἐπιχείρημα ἐξ ἀμφοτέρων ἐστί, τοῦ τε ὑποκειμένου καὶ τῆς ἐνεργείας. τὸ μὲν γὰρ βουλεύεσθαι ἐνέργεια τοῦ φρονίμου, τὸ δὲ ἐνδέχεσθαι ἄλλως ἔχειν καὶ μὴ ἐνδέχεσθαι ἐκ τῶν ὑποκειμένων ταῖς ἕξεσι λαμβάνεται. ἔστι δὲ οὕτω συλλογίσασθαι τὸ προκείμενον· τοῦ φρονίμου μάλιστα ἔργον φαμὲν τὸ εὖ βουλεύεσθαι· ὁ σοφὸς ᾗ σοφός ἐστιν οὐ βουλεύεται· ὁ σοφὸς ἀνάγκῃ οὒκ ἔστι φρόνιμος ᾗ σοφός ἐστιν. ἢ ἀνάπαλιν· ὁ φρόνιμος οὐκ ἔστι σοφὸς ᾗ φρόνιμός ἐστιν. ἔστι γὰρ ἑκάτερον ἐκ τῶν εἰλημμένων προτάσεων συναγαγεῖν ἐν δευτέρῳ σχήματι. ὅτι δὲ ὁ σοφὸς οὐ βουλεύεται, οὕτω δείκνυσιν· ὁ σοφὸς περὶ τὰ ἀδύνατα ἄλλως ἔχειν καταγίνεται· περὶ δὲ τῶν ἀδυνάτων ἄλλως ἔχειν οὐδεὶς βουλεύεται· ὁ σοφὸς ἄρα οὐ βουλεύεται. τὸ δ’ ὅσων μὴ τέλος |ἐστί, καὶ τοῦτο πρακτικὸν ἀγαθὸν ἑτέρου συλλογισμοῦ ἐστι πρότασις, καὶ δεῖ προστεθῆναι καὶ ἑτέραν πρότασιν, ἵνα καὶ τοῦτο συλλογισμὸς γένηται. καὶ ἔστιν οὕτως εἰπεῖν. <περὶ ὅσα ὁ φὸς καταγίνεται, τούτων οὐκ ἔστι τέλος πρακτὸν ἀγαθόν· περὶ ὅσα ὁ φρό- νιμος καταγίνεται, τούτων ἑκάστῳ ἔστι τέλος πρακτὸν ἀγαθόν· >ὁ ἄρα οὐκ ἔστι φρόνιμος, δῆλον δὲ ὅτι ᾗ σοφός ἐστιν. ἐνδέχεται γὰρ τὸν αὐτὸν ἀμφοτέρας ἔχειν τὰς ἕξεις, καὶ εἶναι σοφόν τε καὶ φρόνιμον, ἀλλὰ δηλονότι κατὰ ἄλλην καὶ ἄλλην ἕξιν. οὐ γὰρ μία ἔσται διὰ τοῦτο, ὅτι ἐν τῷ αὐτᾷ καὶ ἑνὶ εὕρηνταί ποτε καὶ ἀμφότεραι. ὥσπερ οὐδ’ εἰ γεωμετρία καὶ ἀριθμητική ἐστιν ὁμοῦ, μίαν καὶ τὴν αὐτὴν ἀμφοτέρας ἐροῦμεν τὰς ἐπιστήμας, ὅτι ἐν τῷ αὐτῷ εὕρηνται, εἰ μή που κατὰ συμβεβη- κός. τὸ δὲ οὐδ’ ὅσων μὴ τέλος τί ἐστι, καὶ τοῦτο πρακτὸν ἀγαθὸν τοῦτο δηλοῖ, ὅτι ἔστι μὲν καὶ τῷ σοφῷ τέλος τῆς θεωρίας καὶ τῆς σπουδῆς, εἴ γε μὴ μάτην αὐτῷ ὁ πόνος ἅπας τἀληθῆ ἐξετάζοντι, ἀλλὰ τὸ τέλος τοῦ σοφοῦ ἡ θεωρία τῆς ἀληθείας ἐστὶ καὶ ἡ τοῦ ὄντος κατάληψις, οὐχὶ δέ τι πρακτὸν ἀγαθόν. πρακτὸν γάρ ἐστιν ἀγαθὸν τὸ διὰ πρά- ξεως κατορθούμενον, θεωρία δὲ πράξεως ἑτέρα. Ὁ δὲ ἀπλῶς εὔβουλος ὁ τοῦ ἀρίστου ἀνθρώπου τῶν πρακτῶν στοχαστικὸς κατὰ λογισμόν. Περὶ φρονήσεως λέγων καὶ ὅτι φρονίμου ἴδιον τὸ βουλεύεσθαι, καὶ τοῦτο εὖ, καὶ ὅτι περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν ἡ φρόνησις. κἀκ τούτων τῆς σοφίας ἑτέρα, ὅτι ἐκείνη περὶ τὰ ἀναγκαῖα καὶ περὶ ὧν βουλεύεσθαι οὐκ ἐνδέχεται, ἀκολούθως ὁρίζεται καὶ τὸν ἁπλῶς εὔβουλον, τί ἐστιν, ὅτι ὁ τοῦ ἀρίστου ἀνθρώπῳ τῶν πρακτικῶν στοχαστικὸς κατὰ τὸν λογισμόν, τὸ μὲν στοχαστικὸς τάττων ὡς γένος, τὰ δὲ λοιπὰ ὡς διαφοράς. καὶ αὐτίκα τὸ γένος διαστέλλει τὴν φρόνησιν ἀπό τε τοῦ νοῦ καὶ σοφίας καὶ ἐπιστήμης. τὸ γὰρ στοχάζεσθαι μελετᾶν ἐστι καὶ σκοπεῖν καὶ λογίζεσθαι, πῶς ἔσται τὸ προκείμενον κατορθούμενον, ὧν οὐδὲν ταῖς τρισὶν ἐκείναις ἐφήρμοσεν ἕξεσιν. περὶ τὰ ἀναγκαῖα γὰρ ἐκεῖναι, περὶ τὰ ἐνδεχόμενα δὲ τὸ στοχάζεσθαι. ἄριστον δὲ ἀνθρώπῳ, ὡς διαφορὰ κείμενον ἐν τῷ ὁρισμῷ, ἀπὸ τῶν κατὰ τέχνην ἀποτελουμένων διἵστησι τὸ φρόνιμον καὶ τὴν φρόνησιν. ἀγαθὰ μὲν γὰρ καὶ τὰ τῶν ἀγαθῶν τεχνῶν ὑράρχει ἀποτελέσματα, ἀλλ’ οὐδὲν ἐξ ἐκείνων ὑπάρχει ἀνθρώπῳ τὸ ἄριστον. οἰκία γὰρ καὶ θρόνος καὶ τράπεζαι καὶ ἱμάτια καὶ τὰ τοιαῦτα ἀγαθά μὲν ἀνθρώπῳ ὡς χρήσιμα καὶ ὠφέλιμα, οὐδὲν δὲ αὐτῶν ἀνθρώπῳ τὸ ἄριστον, ἀλλὰ τοῦτό ἐστι τὸ ὑποθέσθαι τῷ λογισμῷ τὰ πάθη καὶ κύριον αὐτὸν καὶ δεσπότην τῆς ἀλόγου ποιήσασθαι. πρακτὰ δὲ λέγονται ἀγαθὰ τὰ διὰ πράξεως κατορθούμενα, οἷον τὸ ἐν πολέμῳ ἀνδρίσασθαι, τὸ ὑπὸ ἐπιθυμίας πολεμούμενον ἐγκρατεύσασθαι καὶ ὅσα τοιαῦτα. ὧν πάντων ἄριστόν τε καὶ ἐξοχώτατον ἡ ἀπάθεια καὶ τὸ ἔξω γενέσθαι τῆς σαρκός, κατὰ τὴν προαίρεσιν ἔτι τῇ φύσει δεσμούμενον. τὸ δὲ κατὰ τὸν λογισμὸν εἴληπται, πται, ὅτι τοῦτο τὸ μέρος ἐστὶ τῆς ψυχῆς τὸ ἐν τοῖς τοιούτοις κατορθοῦν, ὃ καὶ αὐτὸ μετὰ τῶν ἄλλων διαστέλλει τὴν φρόνησιν ἀπὸ τῶν εἰρημένων τριῶν ἀληθευτικῶν ἕξεων, ὅτι ἐν ἐκείναις οὐχ ὁ πρακτικὸς νοῦς, ὅπερ ὁ λογισμός ἐστιν, ἐνεργῶν ἐστιν ἀλλ’ ὁ θεωρητικός. ὀρθῶς οὖν ἄν ὁρίζοιτο εὐβουλία μὲν ἕξις στοχαστικὴ κατὰ τὸν λογισμὸν τοῦ ἀρίστου ἀνθρώπῳ τῶν πρακτῶν, καὶ ἀνὴρ εὔβουλος, ᾧ ἡ τοιαύτη πρόσεστιν ἕξις. αὐτὸς δὲ τὸν ᾧ ἡ ἕξις πρόσεστιν ἀντὶ τῆς ἕξεως ὁρισάμενος οὕτως ἀπέδοτο. ὥσπερ δὲ ἡ εὐβουλία τῆς φρονήσεως ἐστι τὸ ἀκρότατον, οὕτως ὁ εὐβουλότατος ἐν πᾶσι <τῶν> φρονίμων ἐστὶν ὁ Οὐδ' ἐστὶν ἡ φρόνησις τῶν καθόλου μόνον, ἀλλὰ δεῖ καὶ τὰ καθ’ ἕκαστα γνωρίζειν· πρακτικὴ γάρ· ἡ δὲ πρᾶξις περὶ τὰ καθ’ ἕκας τὰ. Ἑτέρα τοῦτο διαφορὰ τῆς σοφίας καὶ τῆς φρονήσεως. ἡ μὲν γὰρ σοφία περὶ τὰ καθόλου αἰεί, ἡ δὲ φρόνησις περὶ τὰ πρακτὰ καταγινομένη, ἔχει μὲν καθόλου κανόνας ἠθικοὺς καὶ πολιτικούς, καθ’ οὓς δεῖ διάγειν καὶ πολιτεύεσθαι. ἐξετάζει δὲ καὶ τὰ καθ’ ἕκαστα περὶ ἃ καὶ τὰς πράξεις ἐνδείκνυται. πᾶσα γὰρ πρᾶξις ἐν τοῖς καθ’ ἕκαστα. οὐ μόνον δὲ ἐπὶ τῶν κανόνων τὸ καθόλου καὶ μερικόν, ἐκεῖνο μὲν ὡς θεωρούμενον καὶ λεγόμενον, μένον, τοῦτο δὲ ὡς ἐνεργούμενον καὶ πραττόμενον, ἀλλ’ ἔστι τοῦτο καὶ ἐπὶ τῶν πραγμάτων τὸ γὰρ [εἶναι τὸ] μὴ στασιάζειν τοὺς ὁμοφύλους ἀγαθὸν καθόλου ἐστὶ καὶ ὁ τοῦτο δοξάζων καὶ λέγων καθόλου καὶ δοξάζει καὶ λέγει, τὸ δὲ μὴ στασιάζειν τούσδε πρὸς τούσδε, οἷον εἴτε τοὺς ἐν Ἀθήνησι δήμους πρὸς ἀλλήλους εἴτε Ἀθηναίους πρὸς Λακεδαιμονίους, καθ’ ἕκαστα. Διὸ καὶ ἔνιοι οὐκ εἰδότες ἐνίων εἰδότων πρακτικώτεροι, καὶ ἐν τοῖς ἄλλοις οἱ ἔμπειροι· εἰ γὰρ εἰδείη, ὅτι τὰ 51 κοῦφα εὔπεπτα κρέα καὶ ὑγιεινά, ποῖα δὲ κοῦφα ἀγνοεῖ, οὐ ποιήσει ὑγίειαν, ἀλλ’ ὁ εἰδὼς ὅτι τὰ ὀρνίθεια κοῦφα καὶ ὑγιεινὰ ποιήσει μᾶλλον. ἡ δὲ φρόνησις πρακτική· ὥστε δεῖ ἄμφω ἔχειν, ἢ ταύτην μᾶλλον. Κατασκευάζει καὶ διὰ τούτων τὸ εἰρημένον. λέγων δὴ τὸ τὴν φρόνησιν νῆσιν περὶ τὰ καθ’ ἕκαστα μάλιστα καταγίνεσθαι. ἐκ δὲ τοῦ αἰτιατοῦ κα- τασκευάζει τὸ αἴτιον. διότι γὰρ περὶ τὰ καθ’ ἕκαστα μᾶλλον ἡ φρόνησις, διὰ τοῦτο καί τινες οὐκ εἰδότες τὰ καθόλου, ὃ τέχνης οἰκειότερον, ἐνίων εἰδότων τὰ καθόλου, εὐδοκιμώτεροί εἰσιν ἐν ταῖς πράξεσιν. οἱ γὰρ ἐμπειρικοὶ ἀγνοοῦντες μὲν τὰ καθόλου, μετερχόμενοι δὲ τὰ καθ’ ἕκαστα, πρακτικώτεροί εἰσιν, ἤγουν ἁρμοδιώτεροι ἐν ταῖς πράξεσιν. εἰδότας δὲ εἶπε τοὺ λογικοὺς καὶ τεχνίτας, διότι τὰς αἰτίας γινώσκουσι τῶν γινομένων, τῶν ἐμπειρικῶν ἀγνοούντων αὐτάς. καλῶς δὲ εἴπομεν τὸ ἐκ τοῦ αἰτιατοῦ τὸ αἴτιον ἐνταῦθα κατασκευάζεσθαι. τοῦ μὲν γάρ τινας τῶν μὴ εἰδότων, ἤτοι τῶν ἐμπειρικῶν, ἐνίων εἰδότων, ἤτοι τοὺς καθόλου λόγους ἄνευ ἐμπειρίας ἐχόντων, πρακ· τικωτέρους εἶναι, αἴτιον τὸ τὴν φρόνησιν περὶ τὰ καθ’ ἕκαστα γίνεσθαι. πιστοῦται δὲ ἐκ τοῦ προτέρου τὸ δεύτερον διὰ τὸ πρὸς ἡμάς εἶναι τὸ αἰτιατὸν τοῦ αἰτίου σαφέστερον, ἐναργὲς ὂν ἐκ τῶν πραττομένων κάθ’ ἕκαστα. τὸ δὲ καὶ ἐν τοῖς ἄλλοις οἱ ἔμπειροι εἰς μαρτυρίαν καὶ πίστιν προσήνεγκε, καθόλου τοῦτο πιστούμενος, ὅτι πανταχοῦ ἐν ταῖς πράξεσιν ἀναγκαιοτέρα ἡ ἐμπειρία. καλὸν μὲν γὰρ ἄμφω ἔχειν τὸν πράττειν ἐθέλοντα, τόν τε μετ’ αἰτίας λόγον, ὃς καὶ καθόλου ἐστίν, καὶ τὴν πεῖραν τῶν μερικῶν καὶ καθ’ ἕκαστα, τῶν δὲ τούτων ἐχόντων θάτερον ὁ ἐμπειρικὸς αἱρετώτερος. εἶτα φέρει καὶ παράδειγμα, οὐκέτι πολιτικὸν ἀλλ’ ἰατρικόν, δεικνύων οὐ μόνον ἐπὶ φρονήσεως, ἀρετῆς οὔσης πολιτικῆς, ἀλλὰ καὶ ἐπὶ πάσης πράξεως ἀληθὲς τὸ λεγόμενον, λέγων ὅτι εἴ τις εἰδείη ἀπλῶς ὅτι τὰ κοῦφα κρέα εὔπεπτα καὶ ὑγιεινά, ποῖα δὲ κοῦφα ἀγνοεῖ, οὐ ποιήσει ὑγείαν, ὅτι ἁπλῶς μὲν οἶδεν ὑγιεινὰ εἶναι τὰ κοῦφα κρέα, ἀγνοῶν δὲ ποῖα τὰ κοῦφα, ἀγνοεῖ ποίοις, ὡς κούφοις, πρὸς ὑγείαν χρήσεται. καὶ ἢ οὐδ’ ὅλως χρήσεται κρέασι διὰ τὴν ἄγνοιαν, φόβῳ τοῦ μὴ χρήσασθαι οἷς οὐ δεῖ, ἢ ἴσως, ὡς κοῦφα τὰ βαρέα παραλήψεται, ἀλλὰ τὸ μερικώτερον ἐξ ἐμπειρίας εἰδώς, οἷον τὰ ὀρνίθεια κοῦφα καὶ ὑγιεινὰ ποιήσει ὑγείαν. μέχρι τούτου ἡ μείζων πρότασις συστᾶσα ἐκ τῶν καθ’ ἕκαστα, ὅτι τῖς πράξεσι τοῦ καθόλου ἀναγκαιότερον τὸ καθ’ ἕκαστον· εἶτα ἐπιφέρει τὴν ἐλάττονα, τὸ τὴν φρόνησιν πρακτικήν τε εἶναι καὶ ἐν ταῖς πράξεσι φαίνεσθαι· εἶτα ἐπάγει συμπέρασμα, ὑβρίσαι τὸν λόγον φειδόμενος, καὶ ἄμφω λέγων ἔχειν τὸν φρόνιμον τὸ καθόλου καὶ τὸ καθ’ ἕκαστον, ἤγουν λόγον καὶ ἐμπειρίαν, ἢ ταύτην μᾶλλον, τὴν ἐμπειρίαν, ὡς τῶν καθ’ ἕκαστα οὖσαν γνωστικὴν καὶ ταῖς πράξεσιν ἐφαρμόζουσαν, ὡς οὔσαις καθ’ ἕκαστα. οὐδὲν δὲ περιττὸν ἴσως εἰ καὶ κατὰ σχῆμα καὶ λόγον τὴν συλλογιστικὴν πλοκὴν ἀναλύσομεν. ἡ φρόνησις πρακτικὴ καὶ ἐν ταῖς πράξεσι φαίνεται· πάσα πράξις ἐν τοῖς μερικοῖς καὶ καθ’ ἕκαστα θεωρεῖται ἐνεργοῦσα· ἡ φρόνησις ἄρα ἐν τοῖς μερι- κοῖς καὶ καθ’ ἕκαστα θεωρεῖται ἐνεργοῦσα. τούτου δειχθέντος προτιθέαμεν ἔτι ὡς πρότασιν ὁμολογουμένην τὸ συνηγμένον ἤδη λαμβάνοντες. ἡ φρόνησις ἐν τοῖς μερικοῖς καὶ καθ’ ἕκαστα θεωρεῖται ἐνεργοῦσα, ἐν πάσῃ ἕξει ἐνεργούσῃ ἐν τοῖς μερικοῖς καὶ καθ’ ἔκαστα χρησιμωτέρα τοῦ λόγου ἡ ἐμ- πειρία, τῇ φρονήσει ἄρα χρησιμωτέρα τοῦ λόγου ἡ ἐμπειρία. καὶ εἰσὶν ἄμφω οἱ συλλογισμοὶ διὰ τοῦ τρίτου τρόπου τοῦ πρώτου σχήματος περαινομενοι. Εἴη δ’ ἄν τις καὶ ἐνταῦθα ἀρχιτέκτονι κή. Ἐπεὶ τὴν φρόνησιν εἶπε λόγον καταγινόμενον περὶ τὰ καθ’ ἕκαστα ἐν ταῖς πράξεσι τὴν ἐνέργειαν ἐνδεικνύμενον, ὁ δὲ λόγος ἐξήρτηται τῶν καθ’ ἕκαστα, διὰ τοῦτό φησιν εἶναι καὶ ἐνταῦθα, ἤτοι ἐν ταῖς πράξεσιν, ἀρχιτεκ- τονικήν, δεικνύων ἐκ τούτου τίνα λόγον ἔχει ὁ λόγος καὶ τὸ καθόλου πρὸς τὴν πεῖραν καὶ τὰ καθ’ ἕκαστα, λόγον ἀρχιτεκτονικόν. τὸ γὰρ κσθόλου λοῦ καὶ ὁ λόγος πεῖραν μὴ ἔχων συνοῦσαν αὐτῷ ἀρχιτεκτονικῶς διατάξει μόνον καὶ διορίσεται, οὐ μέντοι γε καὶ πράξει διὰ τὴν ἀπειρίαν· συνούσης δὲ αὐτῷ καὶ τῆς πείρας ἄμφω δράσει καὶ διορίσεται καὶ πράξει καὶ ἔσται ἅμα ἀρχιτεκτονικός τε καὶ πρακτικός. ἔστι δὲ καὶ ἡ πολιτικὴ καὶ ἡ φρόνησις ἡ αὐτὴ μὲν ἕξις, τὸ μέντοι εἶναι οὐ τὸ αὐτὸ αὐταῖς. ἡ αὐτὴ μέν ἐστιν ἡ πολιτικὴ καὶ ἡ φρόνησις κατὰ τὸ ἀμφοτέρας ἔχειν ἔργον, τὸ εὖ βουλεύεσθαι, καὶ τοῦ ἀρίστου ἀνθρώπῳ τῶν πρακτῶν σΤοχά- ζεσθαι κατὰ τὸν λογισμόν. διότι δὲ ἡ μὲν φρόνησις τοῦ καθ’ ἑαυτὸν φρονίμου νίμου ἐστὶ καὶ τοῦ στοχαζομένου τοῦ ἑαυτῷ ἀρίστου τῶν πρακτῶν, ἡ δὲ πολιτικὴ τῶν κοινῆ τῇ πολιτείᾳ ἀρίστων στοχάζεται, διὰ τοῦτο διαφ· έρουσιν ἀλλήλων τῷ λόγῳ. ἔστι γὰρ καὶ ἡ πολιτικὴ φρόνησις στοχαστική, ἀλλὰ τῶν συμφερόντων τῇ πόλει κοινῇ. ἡ δὲ μὴ πολιτικὴ φρόνησις ἀλλ’ ἡ ἠθικὴ τῶν ἰδίως ἑνὶ ἀρίστων στοχάζεται. ὥστε αὕτη μὲν πολίτου φρόνη- σις, ἐκείνη δὲ πολιτικοῦ. ἐπεὶ καὶ πολίτης μὲν ὁ εἷς τῶν ἐν τῇ πόλει ὠφελίμων ἑαυτῷ στοχαζόμενος καὶ ἑαυτῷ μόνῳ τὰς πολιτικὰς ἀρετὰς κατορθοῦν φροντίδα ποιούμενος, ἢ τῷ πείθεσθαι τοῖς ἐμφρονεστέροις ἢ τῷ μαθεῖν αὐτὸν καὶ λόγους ἔχειν ὧν πράττει καὶ ἐνεργεῖ, ἀγόντων πρὸς τὴν κατ’ ἄνθρωπον τελειότητα· πολιτικὸς δὲ ὁ ἔχων μὲν καὶ τὴν τέχνην τοῦ ἄν ἐν πᾶσι τοῖς ἐν αὐτῇ κατορθοῖτο τὸ βέλτιον. οὕτω γὰρ καὶ ἐξ ἀρχῆς ἡμᾶς ὁ Ἀριστοτέλης ἐδίδαξε. διὰ τοῦτό φησιν οὐ τὸ αὐτὸ τὸ εἶναι 100r ἀμφοτέραις αὐταῖς. ὧν γὰρ ἕξεων τὰ ὑποκείμενα διαλλάπουσιν, ἐξ ἀνάγκης καὶ αὐταὶ διαφέρουσιν. Τῆς δὲ περὶ πόλιν ἡ μὲν ὡς ἀρχιτεκτονικὴ φρόνησις νομοθετική, ἡ δὲ ὡς τὰ κα θ’ ἕκαστα τὸ κοινὸν ἔχει ὄνομα πολιτική· αὕτη δὲ πρακτικὴ βουλευτική. τὸ γὰρ ψήφισμα πρακτὸν ὡς τὸ ἔσχατον. Διελὼν τὴν φρόνησιν εἰς εἰδικὴν καὶ κοινήν, καὶ τὴν μὲν εἰδικὴν ὁνομάσας τῷ κοινῷ ὀνόματι, πολιτικὴν δὲ τὴν κοινὴν ὡς κοινῇ περὶ τῆς πο- λιτείας στοχαζομένην, ὑποδιαιρεῖ ταύτην εἰς τὸ καθόλου καὶ τὸ καθ’ ἕκαστον, καὶ τὴν μὲν ὀνομάζει ἀρχιτεκτονικὴν καὶ νομοθετικήν, τῆ δὲ τὸ κοινὸν ὄνομα τίθησι, πολιτικὴν καλῶν. ὥσπερ γὰρ ἀνωτέρω τὴν τὸν λόγον ἄνευ τῆς πείρας ἔχουσαν φρόνησιν ἀρχιτεκτονικὴν ἔλεγεν ὡς τοῖς καθ’ ἕκαστα πράττουσι διατάττουσαν, οὕτω κἀνταῦθα τὴν νομοθετικὴν καθόλου κανόνας τιθεῖσαν, καθ’ οὓς ὀφείλουσι πράττειν οἱ καθ’ ἕκαστα τὰ πολιτικὰ μεταχειριζόμενοι, ἀρχιτεκτονικὴν ὀνομάζει ὡς ἐπιτάττουσαν μὲν τοῖς πράττουσιν, αὐτὴν δὲ ᾗ αὐτή ἐστι μὴ μεταχειριζομένην τὰς πράξεις. ἡ δὲ καθ’ ἕκαστα, φησί, τὸ κοινὸν ἔχει ὄνομα, καλουμένη πολιτική, ἥτις καὶ δικαστικὴ λέγεται. διὰ τί δὲ τὸ κοινὸν αὐτῇ ἰδίως ὄνομα ἐπιτέθειται; διότι αὐτή ἐστιν ἡ πολιτευομένη καὶ πράττουσα τὰ καθ’ ἕκαστα, ὡς εἶναι τὴν μὲν νομοθετικὴν πολιτικὴν ὀνομαζομένην, ὅτι αἰτία τῇ πολιτείᾳ ἐστὶ τῆς συστάσεως. καινοὺς νοὺς γὰρ ἔχοντες νόμους καὶ τῇ τούτων κοινωνίᾳ ἀλλήλοις συνιόντες καὶ συναγελαζόμενοι, οὕτω πολῖται καὶ πολιτικοὶ λέγονται. ἡ δὲ ἰδίως πολιτικὴ καὶ δικαστική, διότι τοιαύτη ἐστὶ κατ’ ἐνέργειαν, κρεῖττον δὲ πολιτικὴν ταύτην ἢ δικαστικὴν λέγεσθαι, διότι οὐ μόνον δίκας καὶ δικαστήρια ἀλλὰ βουλὰς καὶ βουλευτήρια καὶ ἕτερα τοιαῦτα τῆς πολιτείας οἰκεῖα μεταχειρίζεται. καὶ γὰρ ἀρχαὶ καὶ δημοτελεῖς ἑορταί. ῥητορεῖαί τε καὶ σημαγωγίαι καὶ ἕτερ’ ἄττα οἰκεῖά εἰσι πολιτικῇ, ἔτι δὲ αὕτη καὶ πρακτικὴ βουλευτική, διότι βουλευομένη πράττειν τὰ καθ’ ἕκαστα εἰς τοὺς κειμένους νόμους καὶ τὰ ἔθη ἀνάγουσα τὰ πραττόμενα. τὸ γὰρ ψήφισμα πρακτὸν ὀρθῶς εἴρηται καὶ τοῦτο, ὅτι τὸ ψήφισμά ἐστιν, ὃ τελευταῖον ὁ κρίνας ἢ βουλευσάμενος ἀπεφήνατο, τί δεῖ γενέσθαι ἐπὶ τῷ προτεθέντι ζητήματι, οὐχ ὡς καθόλου μαινόμενον ἀλλ’ ὡς ἔσχατον καὶ καθ’ ἕκαστον. τὸ γὰρ καθόλου πράξει οὐχ ὑποτίθεται. Διὸ πολιτύεσθ|αι τούτους μόνον λέγουσι· μόνοι γὰρ πράττουσιν οὗτοι ὡς οἱ χειροτέ χναι. ’Ex τούτου δῆλον, ὅτι καλῶς ἡμῖν εἴρηται ἰδίως πολιτικὴ ἡ καθ’ ἕκαστα τὰ πολιτικὰ μεταχειριζομένη καὶ πράττουσα διὰ τοῦτο αὐτό, ὅτι τοῦτο μεταχειρίζεται. ἴδε γὰρ ὅτι καὶ τὸ νῦν παρὰ τοῦ φιλοσοφου λεγόμένον ἐκείνοις ἰσοδυναμεῖ. πολιτεύεσθαι γὰρ τοὺς νομοθέτας οὔ φαμεν διὰ τὸ μὴ πράττειν πολιτικῶς, καθὸ νομοθέται εἰσίν, ἀλλὰ μόνον κανόνας τοῦ ὅπως πολιτευτέον ἐκτίθεσθαι μόνοι δ’ οἱ πράττοντες οὕτως ὀνομάζονται, διότι μόνοι τὰ πολιτικὰ πράττουσιν. εἰ δέ τις ἴσως εἴη καὶ νομοθέτης, καὶ πράττει ὡς μὲν νομοθέτης, ἔσται ἀρχιτεκτονικὸς τοῖς πολιτικοῖς, ὡς δὲ πράττων πολιτικός. ἐπεὶ καὶ χειροτέχναι οἱ κατὰ τὰς τέχνας πράττοντες, οὐχὶ δὲ οἱ τοῖς πράττουσι κατ’ αὐτὰς διατάττοντες· εἰ δέ τις εἴη καὶ διατάττων καὶ πρακτικός, ἀρχιτέκτων μὲν ὡς διατάττων ῥηθείη, χειροτέχνης δὲ ὡς πράττων καὶ τὰ καθ’ ἕκαστα μεταχειριζόμενος. Δοκεῖ δὲ καὶ φρόνησις <μάλιστ᾿> εἶναι ἡ περὶ καὶ ἕνα. καὶ ἔχει αὕτη τὸ κοινὸν ὄνομα, φρόνησις· ἐκείνων δὲ ἡ μὲν οἰκονομία, ἡ δὲ νο μοθεσία, ἡ δὲ πολιτική, καὶ ταύτης ἡ μὲν συμβουλευτικὴ, ἡ δὲ δικαστική. Περὶ τῆς φρονήσεως εἰσέτι ἀκριβολογεῖται καὶ τῶν ἕξεων τῶν συστοίχων αὐτῇ, λέγω δὲ οἰκονομικῆς νομοθεσίας πολιτικῆς. σύστοιχοι δ’ αὗται πᾶσαι ἀλλήλαις, διότι καὶ πᾶσαι αὗται βουλευτικαὶ καὶ περὶ τὰ ἀνθρώπῳ ἄριστα καταγίνονται. διαφέρουσι δὲ ἀλλήλων, ὅτι ἡ μὲν φρόνησις δοκεῖ μάλιστα εἶναι, ὡς αὐτός φησιν, ἡ περὶ τὸν αὐτὸν καὶ ἕνα τὴν σπουδὴν ἔχουσα καὶ τῶν αὐτῷ ὠφελίμων στοχαζομένη. διὸ καὶ τὸ κοινὸν ἔχει ὄνομα. φρόνησις καλουμένη. κἄν δὲ καὶ τὰς ἄλλας φρονήσεις λέγῃ, οὐδὲν ἄτοπον, ἐπεὶ κἀκεῖναι περὶ τὰ ἐνδεχόμενα καὶ βουλευτὰ καὶ ἀνθρώποις ὠφέλιμα καταγίνονται. ἀλλ’ ἐπεὶ τῷ πλήθει διάφορα τὰ οἷς ἐστιν ὠφέλιμα καὶ συμβαίνει ταῦτα διάφορα εἶναι καὶ πρὸς αὐτὴν τὴν φρόνησιν καὶ πρὸς ἀλλήλας ὡς ἐντεῦθεν διαφερούσας κατὰ τὰ ὑποκείμενα, εἰκότως καὶ διάφορα ἐκ τῶν ὑποκειμένων ὀνόματα ἐκληρώσαντο, ἡ μὲν οἰκονομικὴ λεγομένη, ὅτι περὶ οἶκον καὶ τοὺς ἐνοικοῦντας αὐτῷ τὴν ἐνέργειαν κέκτηται, ἡ δὲ περὶ τοῦ πῶς πολιτευτέον καὶ καθόλου κανόνας ἐκτίθεται, ἡ δὲ περὶ πόλεις καὶ τοὺς ἐν αὐτῇ πολιτευομένους ἑαυτὴν ἐπιδείκνυται. διὰ τοῦτο ἡ μὲν οἰκονομική, ἡ δὲ νομοθεσία, ἡ δὲ πολιτικὴ λέγεται. διαιρεῖ δὲ καὶ τὴν πολιτικὴν εἰς δύο, βουλευτικὴν καὶ δικαστικήν. ταῦτα γὰρ μάλιστα τὰ ἐν ταῖς πολιτείαις ἐπικρατέστερα, ἡ μὲν περὶ τῶν συμφερόντῶν ζητοῦσα καὶ ἐξετάζουσα, ἡ δὲ στεφανοῦσα τοὺς κατορθοῦντας καὶ διορθουμένη τοὺς ἁμαρτάνοντας. |Eἶδος μὲν οὖν ἄν τι εἴη γνώσεως τὸ αὑτῷ εἰδέναι· "ἀλλ’ ἔχει διαφορὰν πολλήν· καὶ δοκεῖ ὁ τὰ περὶ αὑτὸν εἰδὼς καὶ διατρίβων φρόνιμος εἶναι, οἱ δὲ πολιτικοὶ πολυπράγμονες. Τὴν διαφορὰν διδάσκει διὰ τούτων τοῦ καθ’ ἑαυτὸν φρονίμου πρὸς οἰκονομικὸν καὶ πολιτικόν. καί φησιν, ὅτι ἑκάστῳ μὲν τούτων καὶ γνῶσίς ἐστι καὶ φρόνησις, πλὴν ἔχουσι διαφορὰς πρὸς λλληλα, τῷ γένει μὲν ἴσως ὄντα ταὐτά, διαφέροντα δὲ πολὺ τούτων πρὸς τὰ λοιπά, καὶ τοσοῦτον, ὥστε καὶ δοκεῖν τὸν εἰδότα τὰ περὶ αὐτὸν καὶ περὶ αὐτὰ διατρίβοντα φρό- νιμον εἶναι, τὸν δὲ πολιτικὸν οὐ φρόνιμον ἀλλὰ πολυπράγμονα ὡς τὰ ἔξω ἑαυτοῦ ζητοῦντα καὶ ἐξετάζοντα. αὕτη μὲν τῶν ῥήσεων ἡ δύναμις. ἴδωμεν δὲ καὶ κατὰ μέρος τῶν εἰρημένων ἕκαστον. τοίνυν τὰ μὲν τῶν ἀντιγράφων, εἶδός τι ἄν εἴη ἔχουσι γνώσεως, τὰ δὲ εἶδός τι ἄν εἴη φρο νήσεως. τὸ μὲν οὖν γνώσεως εἰπεῖν χωρίζοντός ἐστιν ἀπεντεῦθεν τὴν περὶ αὐτὸν καὶ ἕνα φρόνησιν τῶν ἄλλων, ὡς αὐτῇ ἁρμόττοντος μόνῃ τοῦ ὀνόματος τῆς φρονήσεως, κατὰ τὸ τῆς γνώσεως ὄνομα μόνον κοινω- νουσῶν τῶν ἄλλων αὐτῇ. εἰ δὲ ἀντὶ τῆς γνώσεως φρονήσεως λάβωμεν, κοινὸν ἤδη τιθέμεθα πάσαις ταύταις τὸ ὄνομα τῆς φρονήσεως, λέγομεν δὲ διαφέρειν ἀλλήλων κατά τε τὰ ὑποκείμενα καὶ τἄλλα ἃ προιὼν ὁ λόγος δηλώσει. τὸ δὲ τὸ αὑτῷ εἰδέναι ἐλλιπῶς εἴρηται, καὶ δεῖ ἐξακούεσθαι τὸ ὠφέλιμον ἢ τὸ συμφέρον ἢ τὸ ἄριστον, ὡς εἶναι τὸ ὅλον τὸ ἑαυτῷ εἰδέναι ὠφέλιμον ἢ συμφέρον ἢ ἄριστον. ἄλλ’ ἔχει διαφ ὁρᾶν πολλήν, φησί. εἰ γὰρ καὶ εἶδος γνώσεως ἡ τοῦ ἑαυτῷ ὠφελίμου καὶ συμφέροντος γνῶσις, ἀλλ’ ἔχει διαφορὰν πολλὴν πρὸς τὴν οἰκονομικὴν καὶ πολιτικήν, καὶ μᾶλλον πρὸς τὴν πολιτικήν. ἡ γὰρ οἰκονομικὴ ἐγγίζει τῇ γνώσει τῇ τοῦ οἰκείου συμφέροντος ἑνός τινος. ὁ γὰρ οἴκου κύριος τῶν κατ’ οἶκον καὶ τοῦ οἰκείου συμφέροντος ἀντιτͅοιούμενο,- τὸ κοινῇ συμφέρον πᾶσι τοῖς κατ’ οἶκον σκοπεῖ, ἅτε καὶ ἐντὸς ἑαυτοῦ πάντας ἔχων καὶ κοινὰ ποιού- η- ἥμενος τὰ ὠφέλιμα. καὶ δοκεῖ ὁ τὰ περὶ αὑτὸν εἰδὼς φρόνιμος εἶ- ’ναι. τὸ δοκεῖ ἐνταῦθα ὡς κοινὸν δοξαζόμενον εαηπται· δηλοῖ δὲ τὸ ῥητόν, ὅτι καὶ ἀνωτέρω γνώσεως οἰκειότερον λέγειν παρὰ φρονήσεως. ιοε γὰρ τὸν τὰ περὶ αὑτὸν εἰδότα καὶ περὶ αὐτὰ διακρίνοντα τοῦτον εἶναι φρόνιμον λέγων κατὰ τὴν ὑπόληψιν κοινήν. οἱ δὲ πολιτικοὶ πολυ- πράγμονες, ἢ φιλοπρ άγμονες, τουτέστι δοκο ὑσὶ· διττῶς γὰρ ἐν τοῖς ἀντιγράφοις λαμβάνεται. πιστοῖ δὲ τοῦτο, λέγω δὲ τὸ φρόνιμον εἶναι τὸν lVi περὶ τὰ ἑαυτῷ ὠφέλιμα καταγινόμενον. τὸν δὲ περὶ τὰ πολιτικὰ πολυπράγμονα καὶ φιλοπράγμον ὡς φιλοῦντα τὰ πράγματα καὶ περὶ πολλὰ πράγματα καταγινόμενον καὶ οὐχ ἓν ὡς ὁ φρόνιμος· πολλὰ γὰρ καὶ ποι- κίλα τὰ τῇ πόλει ἁρμόζοντα. καὶ τὸν τραγικὸν Εὐριπίδην παράγων εἰς Πῶς δ’ ἄν φρονοίην, ᾧ παρῆν ἁ πραγμὁνως ἐν τοῖσι πολλοῖς ἀριθμημένον στρατοῦ ἴσου μετασχεῖν; τοὺς γὰρ περισσοὺς καί τι πράσσοντας πλέον. ’Ex τούτων τῶν ἰαμβείων τοῦ Εὐριπίδου λέξεις μόνας εὑρίσκομεν διϊστώσας τὴν φρόνησιν ἀπὸ τῆς οἰκονομικῆς καὶ πολιτικῆς, πράγματα δὲ ἢ οὐδ’ ὅλως ἢ ἀμυδρῶς. τὸ γὰρ πῶς δ’ ἂν φρονοίην, ᾧ παρῆν ἀπραγμόνως ἐν τοῖσι πολλοῖς ἠρ ιθμημένον στρατοῦ ἴσου μετα- σχεῖν δεικνύει τὸν λέγοντα ἑαυτὸν διαστέλλοντα τοῦ φρονίμου, ὅτι ἐξὸν ὂν αὐτῷ χωρὶς πραγμάτων τὰ ἑαυτοῦ ἐξετάζοντα καὶ περὶ τοῦ οἰκείου μελετῶντα συμφέροντος ζῆν καὶ οὕτω φρόνιμον εἶναι, ὁ δ’ εἰσενεγκὼν ἑαυτὸν εἰς τὰ κοινὰ καὶ πολιτικὰ περισσὸς ἀντὶ τοῦ φρονίμου γεγένηται, περισσὸς δὲ διὰ τὸ πλῆθος τῶν φροντίδων, ὧν ἀναδέχεται ἄνθρωπος τὸ πολιτεύεσθαι ὑποδύς, ἤγουν τὸ πράττειν τὰ κοινά. ὡς οὖν εἴρηται, ἐκ τῶν Εὐριπίδου ἰαμβείων τοῦτο μόνον σχεδὸν ἐμάθομεν, ὅτι ἄλλος ὁ φρόνιμος καὶ ἄλλος ὁ πολιτικός. εἰ δέ τις καὶ τὰ πράγματα εἰς μέσον παράξει περὶ ἃ τούτων ἑκάτερος καταγίνεται, εἴσεται ἐξ αὐτῶν τὴν τελείαν τούτων διαφοράν, διαφέρει δὲ ἡ φρόνησις τῆς οἰκονομικῆς καὶ πολιτικῆς οὐ μόνον κατὰ τὰ ὑποκείμενα, ὅτι ἐκείνη μὲν τὰ ἑνὶ ὄντα τᾷ φρονίμῳ σκοπεῖ ἐφαρ- μόζοντα, ἡ δὲ οἰκονομικὴ τὰ τῷ οἴκῳ καὶ πᾶσι τοῖς ἐν αὐτῷ, ἡ δὲ πολιτικὴ τὰ τῇ πόλει καὶ τοῖς ἐν αὐτῇ πολιτευοένοις ἅπασι, καθὸ συμπολῖ- ταί εἰσι καὶ κοινὰ κατὰ τὴν πολιτείαν τὰ συμφέροντα ἔχουσιν, ἀλλὰ δὴ καὶ κατ’ εἶδος, ὅτι καὶ τῷ εἴδει διαφέρουσιν ἀλλήλων τὰ ἑνὶ ἰδίως ἁρμόζοντα καὶ τὰ οἴκῳ καὶ τοῖς κατ’ οἶκον καὶ τὰ τῇ πόλει καὶ τοῖς συμπο λιτευομένοις. ὁ μὲν γὰρ φρόνιμος περὶ τῶν οἰκείων φροντίζων ἰδία περί τε τοῦ οἰκείου σώματος φροντίσει καὶ τῆς ψυχῆς, πῶς ἕξει αὐτῷ καλῶς ἀμφότερα κατὰ φύσιν ἔχον ἑκάτερον, ὥστε τὸ σῶμα συνίστασθαι καὶ ὑγιαίνειν καὶ τὴν ψυχὴν εὖ ἔχειν λογισμοῦ καὶ πράξεων καὶ παθῶν, ἡ δὲ οἰκονομική, πῶς ἕξει ἡ οἰκία οὐ μόνον ὀχυρότητος καὶ μονίμου συστάσεως ἀλλὰ καὶ εὐπνοίας καὶ εὐαερίας εὖ διακειμένη πρὸς ψύχη καὶ θάλπη κατά τι τῶν ἐνοικούντων ὠφέλιμον καὶ πῶς αὐτῇ περιέσται φυλακὴ καὶ ἀσφάλεια εἰς ἔργα τε καὶ λόγους καὶ πῶς τοῖς συζῶσιν ἱκανῶς ἕξει τὰ πρὸς ζωήν, μήτε βλαπτομένοις παρά του μήτε μήν τινα βλάπτουσι, καὶ πῶς τῶν συνοικούντων ἕκαστος τὸ οἰκεῖον ἕξει ἑαυτῷ κατὰ τὴν οἰκείαν ποιότητα τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ κατὰ ἡλικίαν καὶ κατὰ γένος, λέγω δὲ ἄρρεν καὶ θῆλυ καὶ κατὰ τὸ ἄρχειν καὶ ἄρχεσθαι καὶ ὅσα τοιαῦτα ἐν ταῖς οἰκίαις ὁρῶμεν πρὸς ἄλληλα διαφέροντα, καὶ μέχρις ἐπιτηδευμάτων αὐτῶν περιβολῆς τε καὶ βρώσεως καὶ πόσεως. ἡ δὲ πολιτικὴ περὶ νόμον τε σκοπήσει, ὅπως ἔσονται ἄριστοι καὶ ὠφέλιμοι κατά τε τὰ ἤθη τῶν συμπολιτευομένων ἀλλήλοις καὶ τὴν θέσιν τῆς γῆς, ἐν ᾗ ἡ πόλις διάκειται, καὶ κατὰ τούς πλησιάζοντας καὶ κατὰ τοὺς πόρρω μέν, ἐχ- θρωδῶς δὲ ἡ φιλικῶς τῇ πόλει διακειμένους καὶ κατὰ τὰ χρειώδη, πόθεν τε καὶ κατὰ ποίους τρόπους συγκομισθήσονται, πῶς ἕξει τὰ τείχη τῆς πόλεως, λέως, πῶς ἔσται ἡ καθαριότης ἐντός, οὐ μόνον εἰς ὑγίειαν τοῖς πολίταις συμβαλλομένη, ἀλλὰ καὶ πρὸς τὸ μὴ χραίνεσθαι καὶ μολύνεσθαι, καὶ περὶ ὑδάτων δὲ οὐχ ἧττον καὶ λουτρῶν καὶ τοῦ καθ’ ἕκαστα πορισμοῦ τῶν ὠνίων καὶ τῶν πρὸς βρῶσιν καὶ πόσιν οὐκ ἔλαττον φροντίσει τινός. καὶ περὶ πολέμου καὶ εἰρήνης καὶ πρὸς τίνας καὶ ἀπὸ τίνων ἔχθραν καὶ φιλίαν προσδέξεται καὶ ὅσα τοιαῦθ’ ἕτερα τοῖς πολιτευομένοις συμβουλὰς καὶ συζητήσεις παρέχουσι, καὶ περὶ δικαίων καὶ ἀδίκων καὶ κολάσεων καὶ τιμῶν καὶ τεχνῶν καὶ ἐπιστημῶν, τίνας οἱ πολῖται μαθήσονται καὶ τίνων ἀφέξονται καὶ ἐν τίσι καὶ μέχρι τίνων ἑκάστῃ χρήσονται καὶ τοιούτων ἑτέρων, καὶ πρὸ πάντων περὶ ὁσιότητος καὶ τῆς εἰς θεὸν καὶ τὰ θεῖα τιμῆς. σκόπει οὖν ταῦτα πάντα, ἃ ταῖς τρισὶν ὑπόκειται ταύταις, καὶ γνῶθι ὅτι διαφόρου κατ’ εἶδος δέονται καὶ πείρας καὶ φροντίδος καὶ γνώσεως καὶ τρόπου μετελεύσεως. εἰ δὲ ταῦτα τῷ εἴδει διάφορα, πῶς οὐχὶ καὶ αὗται κατ’ εἶδος; καθόλου γὰρ ὧν τεχνῶν καὶ ἐπιστημῶν διάφορα κατ’ εἶδος τὰ ὑποκείμενα, καὶ αὐταὶ ἀλλήλων κατ’ εἶδος διάφοροι, εἰ δὲ καί τινα εὕρηνται δοκοῦντα κοινὰ ταῖς τρισίν, ἀλλ’ ὁ τρόπος τῆς μετελεύσεως τοῦ ἰδίως καὶ κοινῶς διάφορος παρ’ αὐτοῖς, καὶ αὐτὰ διατίθησιν ὁποῖα καὶ ἡ ὁσιότης ἐστί. λέγω δὲ ὁσιότητα τὴν τῷ θεῷ καὶ τοῖς θείοις ἕξιν ἀνήκουσαν. δεῖ γὰρ πάντως πάντας ἀνθρώπους εὐσεβεῖν ἰδίᾳ τε καὶ κοινῇ. Ζητοῦσι γὰρ τὸ αὑτοῖς ἀγαθόν, καὶ οἴονται δεῖν 20 πράττειν. Περὶ τῶν φρονίμων καὶ τοῦτό φησι πληθυντικῶς οὕτω λέγων, εἰ καὶ ἄνωθεν ἑνικῶς τὸν φρόνιμον ἔλαβε. τὸ γὰρ ἑαυτῷ ἀγαθὸν ζητεῖν καὶ οἴεσθαι δεῖν ἐκεῖνο πράττειν μηδὲν περιττὸν ἐπιτηδεύοντα μηδὲ πράγμασι πολλοῖς ἑαυτὸν ἐμβιβάζοντα φρονίμου εἴρηται ἴδιον, ὥστε κἄν πολλοὶ εἷεν οἱ τηροῦντες τοῦτο τὸ ἴδιον, φρόνιμοι ἄν εἶεν, οὐ μέντοι πολιτικοί, ἀλλ’ ἴσως πολῖται, ὡς καὶ ἐν τῷ πρώτῳ βιβλίῳ τῆσδε τῆς πραγματείας εἴρηται. καὶ ἠθικὴ αὕτη ὠνόμασται, καθ’ ἣν εἷς τις ὢν ἕκαστος ἑαυτὸν μόνον τηρήσει ἐν τῷ βελτίονι ἢ πειθόμενος τοῖς ἐμφρονεστέροις ἡ καὶ αὐτὸς παιδείας μεταλαβὼν καὶ ἀφ’ ἑαυτοῦ τοὺς λόγους τῶν πραγμάτων εἰδώς, οὐ μὴν ἱκανὸς ὢν πόλεως προίστασθαι καὶ κοινῶν ἀντιποιεῖσθαι πραγμάτων ὥστε καὶ πολιτικὸς ὀνομάζεσθαι. ’Ex ταύτης οὖν τῆς δόξης ἐλήλυθε τὸ περὶ τούτους φρονίμους εἶναι· καίτοι ἴσως οὐκ ἔστι τὸ αὑτοῦ ἄνευ οἰκονομίας οὐδ’ ἄνευ πολιτείας. Λέγει καὶ ἔτι πόθεν ἐλήλυθε τὸ φρονίμους ἐκείνους λέγεσθαι τοὺς ζητοῦντας τὸ ἑαυτοῖς ἀγαθὸν μόνον, ὅτι ἐκ τῆς εἰρημένης δόξης τῆς κοινῆς. οἱ γὰρ ἐξ ἀρχῆς τοῦτο δοξάσαντες παραπέμπουσι τὴν δόξαν τοῖς ἐφεξῆς, ᾧ δὲ ἐπιφέρει, δόξειεν ἄν ἐμφαίνειν ἑαυτὸν μὴ ἀρεσκόμενον ταύτῃ τῇ δόξῃ. τῷ γὰρ λέγειν ὅτι ἴσως οὐκ ἔστι τὸ αὑτοῦ ἄνευ οἰκονομίας οὐδὲ ἄνευ πολιτείας φανερός ἐστι παραπέμπων τὸν σκοποῦντα τὸ ἑαυτοῦ μόνον ἀγαθὸν τῷ οἰκονομικῷ καὶ πολιτικῷ, ὡς μὴ δυνάμενον ἀφ’ ἑαυτοῦ τὸ εἰδέναι ἀλλὰ δεόμενον ἐκείνων τινός, ἵνα ἐξ ἐκείνου τοῦτο μαθήσεται. ἐμφρονέστερος γὰρ ὢν ὁ οἰκονομικὸς ἑκάστου τῶν ἐν τῷ οἴκῳ διδάξει ἕκαστον αὐτῶν, τί τὸ ὠφέλιμον αὐτῷ. τοῦτο δὲ ποιήσει καὶ ὁ πολιτικὸς πρὸς ἕκαστον τῶν ἐν τῇ πόλει. διὰ τοῦτο ἔφη, ὅτι ἄνευ οὐκονομίας ἢ ἄνευ πολιτείας οὐκ ἔστι τὸ ἑαυτοῦ ἀγαθὸν ἑκάστῳ, ὡς δεομένου ἑκάστου πρὸς τὴν εἴδησιν τοῦ ἰδίου ἀγαθοῦ, τῆς τε οἰκονομικῆς τέχνης ἢ τῆς πολιτικῆς ἐπικρατεστέρων οὐσῶν ἀμφοῖν τῆς ἠθικῆς, καὶ σκοπουσῶν τὸ ἑαυτοῦ ἑκάστου ὄντος ἑνός, καίτοι ἐξ ἀρχῆς μὲν ἴσως τοῦτ’ ἀναγκαῖον, οὐκ ἀδύνατον δὲ διὰ χρόνου τινὸς μαθόντα καὶ παιδευθέντα αὐτάρκη εἶναι ὥστε αὑτῷ περιποιεῖσθαι τὰ δέοντα. ἢ οὖν οὕτως ἢ ὅτι ἐπεὶ καινωνικὸν ὁ ἄνθρωπος φύσει καὶ συναγελαστικόν, ἑπόμενος ὁ φιλόσοφος τῇ τοιαύτῃ φύσει τοῦ ἀνθρώπου φησίν, ὡς οὐκ ἄν ἐροῦμεν τὸν φρόνιμον καθ’ ἑαυτὸν τὴν ἀρετὴν κατορθοῦν τὸ οἰκεῖον μετερχόμενον ἀγαθόν, μήτε ἐν οἴκῳ ποιούμενον τὴν κατόρθωσιν μήτε ἐν πόλει, ἀλλὰ καθ’ ἑαυτὸν διάγοντα γοντα καὶ ἀκοινώνητον ἀνθρώποις ὑπάρχοντα. τὸ γὰρ οὕτως ζῆν ἢ θεῖον ὡς ὑπὲρ ἄνθρωπον ἢ λειπόμενον ἀνθρώπου ὡς θηριῶδες καὶ ἄγριον. ἔτι δὲ τὸ αὑτοῦ πῶς δεῖ διοικεῖν ἄδηλον καὶ σκεπτέον. καὶ τοῦτο τὸ ἐπιχείρημα δεικτικόν ἐστι τοῦ ἐξ ἀνάγκης δεῖσθαι ἐν κοινωνίᾳ εἶναι τὸν φρόνιμον. ἐπεὶ γὰρ δεῖ αὐτὸν διοικεῖν τὸ ἑαυτοῦ ἀγαθόν, ἤτοι διευθετεῖν καὶ διεξάγειν καὶ κατορθοῦν, πῶς δὲ δεῖ τοῦτο ποιεῖν, ἄδηλον, ὥστε δεῖν σκέψεως ἵν’ εὑρίσκοιτο τὸ ἄδηλον. τῆ δὲ σκέψει δεῖ κοινωνοῦ, ἡ δὲ κοινωνία ἢ οἰκονομικὴ ἢ πολιτική. καλῶς ἄρα εἴρηται ὅτι ἄνευ οἰκονμίας ἢ ἄνευ πολιτείας οὐ δυνατὸν εἰδέναι τὸν φρόνιμον τὸ ἑαυτοῦ ἀγαθόν. Σημεῖόν δ’ ἐστι τοῦ εἰρημένου καὶ διότι γεωμετρικοὶ μὲν νέοι καὶ μαθηματικοὶ γίνονται καὶ σοφοὶ τὰ τοιαῦτα, φρόνιμος δ’ οὐ δοκεῖ γίνεσθαι. Πιστοῦται τὸ λεγόμενον καὶ ἀπὸ σημείου, μαρτύριον ποιούμενος τὴν 101v ἐνέργειαν. ὅτι γάρ φησιν ἀληθές, ὃ λέγομεν, ὅτι οὐκ ἔστι φρόνιμον γενέ- σθαι τινὰ τὸ ἑαυτοῦ ἀγαθὸν σκοποῦντα καὶ τοῦτο εὑρίσκοντα, εἰ μὴ ἀνθρώποις ἔμφροσι συναναστραφῇ καὶ κοινωνὸς αὐτοῖς γένηται πράξεων καὶ ἐμπειρίαν σχοίη τῶν ἀνθρωπίνων, δῆλον καὶ ἀπὸ τούτου, ὅτι τοὺς νέους τῶν ἀνθρώπων φρονίμους εἶναι οὐ δυνατόν, ἐπειδὴ μὴ χρόνος αὐτοῖς ἱκανὸς δνθρώπων πρὸς τὸ πεῖραν εἰληφέναι τῶν καθ’ ἕκαστα πράξεων, αἳ ἐν τῇ πρὸς ἀλλήλους τῶν ἀνθρώπων κοινωνίᾳ καὶ συναναστροφῇ ἐνεργεῖσθαι πεφύκασιν. ἵνα δὲ μή τις τῷ χρόνῳ μόνῳ τὴν αἰτίαν ἐπιγράψηται τοῦ μὴ εἶναι φρονίμους νέους, οὐχὶ δὲ καὶ τῇ ἀπειρίᾳ τῶν πραγμάτων, ὡς μήπω πεφυκότων τῶν νέων φρονεῖν διὰ τὴν ἡλικίαν, τὴν κατὰ τὰς ἐπιστήμας προφέρει ἐνέργειαν, ὅτι γεωμέτρας καὶ ἁπλῶς μαθηματικοὺς νέους εἶναι ἐνδέχεται, ἐντρέχειαν ἐχούσης τῆς φύσεως κἀν τῇ τῆς ἡλικίας νεότητι, ὡς καὶ δυσχερῆ κατορθοῦν αὐτοὺς θεωρίαν τὴν ἐν μαθήμασι, καὶ εἶναι δῆλον, ὡς τὸ τῆς ἡλικίας ὀλιγοχρόνιον αὐτὸ καθ’ αὑτὸ οὐκ ἔστι τῆ ψυχικῇ ἐντρεχείᾳ ἐμπόδιον, ἀλλ’ ὅτι ἡ φρόνησις ἐκ πείρας πολλῆς τῶν καθ’ ἕκαστα καὶ αἰσθήσει ὑποκειμένων ἡμῖν περιγίνεται ἐνεργοῦσι πολλὰ καὶ πάσχουσιν ἐν οἷς τὰ καθ’ ἕκαστα μεταχειριζόμεθα, καὶ οὕτως ἐκ τοῦ ὁρᾶν πολλὰ καὶ ἀκούειν πραττόμενα καὶ λεγόμενα καὶ άπλῶς ἐνεργούμενα καὶ λύπας φέρειν καὶ ἀτυχίας ἀκολουθούσας ἐν ταῖς τῶν πραγμάτων μεταχειρίσεσιν, εἰς ἕξιν ἥκομεν τοῦ φρονεῖν καὶ εὑρίσκειν τὰ ἑαυτοῖς ἀγαθά, καὶ ταὐθ’ αἱρεῖσθαι καὶ πορίζειν ἑαυτοῖς διὰ τρόπων ἁρμοδιωτάτων τοῖς πράγμασιν εὐμεταχειρίστως μετερχόμενοι αὐτά. ταῦτα δὲ οὐκ ἄλλως ἡμῖν περιέσται, εἰ μὴ διὰ χρόνου μακροῦ καὶ τῆς πρὸς ἀνθρώπους κοινωνίας καὶ συναναστροφῆς καὶ συμπράξεως, προσέχοντας ἀεί τινι πραχθέντι ἢ [τινὶ ἐνεργηθέντι ἢ] ἁπλῶς ἐνεργηθέντι, τὶ ἠκολούθησεν οὐ μόνον ἡμῖν ἀλλὰ καὶ ἑτέροις, οὓς ὁρῶμεν πράττοντας ἢ λεγόντων ἀκούομεν. Αἴτιον δ’ ὅτι καὶ τῶν καθ’ ἕκαστά ἐστιν ἡ φρόνησις, ἃ γίνεται γνώριμα ἐξ ἐμπειρίας. Αἴτιόν φησι τοῦ μαθηματικὸν μὲν γίνεσθαι νέον, φρόνιμον δὲ μή, τὸ τὰ μὲν μαθηματικὰ ἐπιστημονικὰ εἶναι, τὰ δὲ ἐπιστημονικὰ καθόλου καὶ ἐννοηματικά, τὰ δὲ τοιαῦτα ῥᾷον τῷ λόγῳ τῆς ψυχῆς προσγίνεσθαι καὶ μὴ δεῖσθαι χρόνου μακροῦ τὴν ψυχὴν εἰς τὴν τούτων περίληψιν. ἡ δὲ φρόνησις περὶ τὰ καθ’ ἕκαστα, ἃ γίνεται φρόνιμα ἐξ ἐμπειρίας, τουτέστιν ἃ φρονίμως καθ’ ἕκαστα ἀποτελεῖται, ἐκ τοὐ πεῖραν ἔχειν πολλὴν τὸν ἄνθρωπον πον τῶν καθ’ ἕκαστα πράξεων. διὰ τοῦτο νέος φρονίμως κατορθοῦν τὰ τοιαῦτα οὐ δύναται, μήπω ἐσχηκὼς ἐμπειρίαν, διὰ τὸ μήπω χρόνον ἀνῦσαι κατὰ τὸν βίον τοσοῦτον, δι’ ὅσου ἱκανὸν ἐν πείρα γενέσθαι πολλῶν πραττομένων καθ’ ἕκαστα. πλῆθος γὰρ χρόνου ποιήσει, φησίν, ἐμπειρίαν. τὸ ποιήσει κατὰ τὸν μέλλοντα χρόνον εἴρηκεν, ὡσπερεὶ τὸν νέον πρὸς κτῆσιν τῆς φρονήσεως προτρεπόμενος, ὥστε σπουδάσαι αὐτὸν διὰ χρόνου πεῖράν τε πολλῶν πραγμάτων λαβεῖν καὶ ἀφικέσθαι εἰς ἕξιν φρονήσεως. Ἐπεὶ καὶ τοῦτ’ ἄν τις σκέψαιτο, διὰ τί μάθη μαθηματικὸς μὲν παῖς γένοιτ’ ἄν, σοφὸς δὲ ἢ φυσικὸς οὔ. ἢ ὅτι μὲν δι’ πιστεύουσιν ἐστι, τῶν δ’ αἱ ἀρχαὶ ἐξ ἐμπειρίας· καὶ τὰ μὲν οὐ πιστεύουσιν οἱ νέοι ἀλλὰ λέγουσι, τῶν δὲ τὸ τί ἐστιν οὐκ 35 ἄδηλον. Περὶ φρονήσεως λέγων καὶ ἀπαγορεύων τοῦ νέου αὐτὴν ὡς δεομένην χρόνου μακροῦ καὶ τῆς τῶν πραγμάτων πολυπειρίας, ὧν ὁ νέος οὔπω ἀπήλαυσε καὶ ὅτι τῷ νέῳ πρὸς μὲν τὸ μαθηματικῷ εἶναι ὁ χρόνος τῆς ζωῆς ἐξαρκεῖ, πρὸς δὲ φρόνησιν οὔ, διὰ τὸ πλείονος δεῖν χρόνου πρὸς τὴν κτῆσιν αὐτῆς, ἐπιφέρει καὶ ἕτερον τούτῳ ὅμοιον, καὶ φησι καὶ αὐτὸ εἶναι σκέψεως ἄξιον, ἵνα καὶ αὐτοῦ τὴν αἰτίαν τις ἀποδῷ. τοῦτο δέ ἐστι τὸ μαθηματικὸν μὲν παῖδα ἐνδέχεσθαι γενέσθαι, σοφὸν δὲ ἢ φυσικὸν οὔ. καὶ ἀποδίδωσι τούτου δύο αἰτίας· μίαν μέν, ὅτι τὰ μαθηματικὰ δι’ ἀφαιρέσεως σεως καταλαμβάνονται, τῆς δὲ σοφίας καὶ τῆς φυσικῆς ἐξ ἐμπειρίας αἱ ἀρχαί. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον, ὅτι τὰ μὲν μαθηματικὰ φανταστικὰ καὶ διανοητὰ καὶ ἐν φαντασίᾳ καὶ διανοίᾳ ἔχει τὴν σύστασιν, ἐν μὲν τῆ φαντασίᾳ τυπούμενα, ὑπὸ δὲ τῆς διανοίας ἐξεταζόμενα· τὰ δὲ τοιαῦτα ἐξ ἀφαιρέσεως λαμβάνομεν, ἤτοι ἐκσπῶντες αὐτὰ καὶ ἀφαιροῦντες ἀπὸ τῶν ὑποκειμένων ἐν οἷς ὑφεστήκασι καὶ τυποῦντες αὐτὰ ἐν τῇ φαντασίᾳ ἀύὅτι λῶς καὶ ἀσωμάτως δεχομένῃ ταῦτα ἀπὸ τῆς αἰσθήσεως, ἢ ἀμέσως ὡς αἰσθητοῖς οὖσι καὶ ἐν ὑποκειμένῳ αὐτοῖς ἐπιβάλλουσα, παραπέμπει τῇ φαντασίᾳ τοὺς τύπους αὐτῆς, ἡ δ’ ἐν ἑαυτῇ τούτους δεχομένη καὶ συντηροῦσα ὥσπερ τις πίναξ ὑποτίθησι τῇ διανοίᾳ αὐτούς, ἡ δ’ ὡς ὄμμα τῆς ψυχῆς αὐτοῖς ἐπιβάλλουσα ἐξετάζει περὶ αὐτῶν καὶ τῶν ἑπομένων αὐτοῖς καὶ εὑρίσκει ταῦτα καὶ τοὺς λόγους αὐτῶν ἀποδίδωσι. τοῦτο δὲ γίνεται ἐπὶ τῶν ἀριθμῶν καὶ μεγεθῶν, ἃ ὑποκείμενα ταῖς μαθηματικαῖς ἐπιστήμαις εἰσίν. ἥ τε γὰρ γεωμετρικὴ καὶ ἡ ἀστρονομικὴ περὶ μεγέθη ἔχει καὶ τὰ ἐν τούτοις σχήματα ἐπίπεδά τε καὶ στερεά (ἐπίπεδα μὲν τρίγωνα καὶ τετράγωνα καὶ κύκλους καὶ τὰ τοιαῦτα, στερεὰ δὲ σφαίρας κυλίνδρους κύβους κώνους τὰ ὅμοια), ἥ τε ἀστρονομία ὡσαύτως περὶ μεγέθη καὶ αὐτή· ἀλλ’ ἐκείνη μὲν περὶ ἀκίνητα μεγέθη, ἡ δὲ ἀστρονομία ὅρι’ κινούμενα. ὅσα γὰρ σχήματα περὶ οὐρανὸν καὶ τὰ οὐράνια ἡ ἀστρονομία σκοπεῖ, ὡς μετὰ κινήσεως θεωρούμενα ἐξετάζει αὐτά. ὡς δὲ καὶ ἀριθμητικὴ περὶ ἀριθμοὺς καταγινομένη καὶ τὸ διωρισμένον ποσόν, ὡς καθ’ ἑαυτοὺς θεωρουμένους ἐξετάζει αὐτούς. ἡ δέ γε μουσικὴ περὶ ἀριθμοὺς μὲν καὶ αὐτή, ἀλλ’ ὡς ἐν σχέσει ὄντας τούτους λαμβάνει. ἐπ’ ὄγδοον γὰρ λόγον ἀριθμοῦ πρὸς ἀριθμὸν καὶ ἐπίτριτον καὶ ἡμιόλιον καὶ διπλάσιον καὶ τοιαῦτα ἕτερα ἔχει τὰ ἐξεταζόμενα παρ’ αὐτῆς, ὧν οὐδὲν μὲν ὑφέστηκεν ἄνευ ὑποκειμένου. χρῶνται δὲ αὐτοῖς αἱ ἐπιστῆμαι ἀφαιρούμεναι τὰ εἴδη ἀπὸ τῶν ὑποκειμένων αὐτοῖς, καὶ αὐτὰ καθ’ αὑτὰ ἐπινοητικῶς ἐξετάζουσαι καὶ τὰ ἑπόμενα αὐταῖς ἀνευρίσκουσι. διὰ ταῦτ’ οὖν παῖς μαθηματικὸς μὲν γίνεται, ἀφαιρεῖν τὰ τῶν μεγεθῶν καὶ τῶν σχημάτων εἴδη ἀπὸ τῶν ὑποκειμένων δυνάμενος καὶ περὶ αὐτῶν τῶν ἑπομένων αὐτοῖς θεωρεῖν. σοφὸς δὲ ἢ φυσικὸς οὔ, διὰ τὸ ταύτας τὰς ἕξεις τὰς ἀρχὰς λαμβάνειν ἐξ ἐμπειρίας. πῶς δὲ τοῦτό ἐστι καὶ πῶς ὁ σοφὸς καὶ ὁ φυσικὸς ἐξ ἐμπει- ρίας λαμβάνουσι τὰς ἀρχάς, οὐκ ἄδηλον οἶμαι καὶ τοῖς τυχοῦσι. σοφὸν δὲ ἐνταῦθα τὸν θεόλογον φησί, τὸν περὶ τὰ θεῖα καὶ ἄυλα εἴδη καὶ αὐθυπόστατα τὴν σπουδὴν καὶ ζήτησιν ἔχοντα, φυσικὸν δὲ τὸν περὶ τὰ ἔνυλα καὶ ὧν ἡ ὕπαρξις οὐκ ἄνευ τῆς κτὰ τόπον κινήσεως ἢ ἐν διηνεκεῖ θεωρουμένων φορᾷ κατὰ μόρια· εἰ καὶ κατὰ τὰς ὁλότητας τοὺς τόπους οὐκ ἐξαλλάττουσιν, ἢ πῇ μὲν ἠρεμούντων πῇ δὲ κινουμένων καὶ κατ’ αὐτὰς τὰς ὁλότητας, καὶ διὰ τοῦτο λεγομένων φυσικῶν ἁπάντων, ὡς ἀρχὴν ἐχόντων ἠρεμίας τε καὶ κινήσεως, ἥτις ἡ φύσις ἐστί. πρῶτον τοίνυν εἴπωμεν διὰ τί καὶ πῶς δὴ ἡ μὲν μαθηματικὴ θεωρία περὶ τὰ ἐξ ἀφαιρέσεως καταγίνεται καὶ πόθεν ἀφαιροῦνται τὰ ἀφαιρούμενα· οὔτε δὲ τὰ τῇ φυσικῇ ὑποκείμενα ἐξ ἀφαιρέσεώς ἐστι. τούτων γὰρ ἐξετασθέντων καλῶς, ἴσως ἡμῖν φῶς ὑπαναφθήσεται πρὸς τὸ θεωρῆσαι ὀρθῶς τὰ ὑπ’ Ἀριστοτέλους λεγόμενα. ἐξ ἀφαιρέσεως μὲν οὖν τὰ μαθηματικὰ λέγονται, ἀριθμοὶ ὄντα καὶ μεγέθη ἤτοι σχήματα μεγεθῶν, ὅτι ποσὰ μέν εἰσι καὶ ποιά, καὶ ἐν ὑτͅοκε· -μέναιζ- οὐσίαις τὴν ὑπόστασιν ἔχουσι, χωρὶς τῶν ὑποκειμένων κατ’ ἐνέργειαν ὑφίστασθαι μὴ δυνάμενα, ἀφαιροῦντι δὲ κατ’ ἐπίνοιαν ἐκ τῶν ὑποκειμένων ἐν οἷς ὑφεστήκασι καὶ ὡς ἐν φαντασίᾳ ὑφεστηκότα περὶ τῆς διανοίας τὴν ἐξέτασιν δέχονται παρὰ τῶν ἑπομένων αὐτοῖς. ἀφαιροῦνται δέ, ὅτι μὴ ἕν τι τῷ γένει ὑποκείμενον ἔχουσιν ἀλλ’ ἐν διαφόροις ὑποκει- μένοις δύνανται γίνεσθαι. ἕκαστός τε γὰρ ἀριθμὸς ἐν διαφόροις ὑποκει- μένοις ὑφίστασθαι δύναται, σώμασί τε καὶ ἀσωμάτοις, οἷον ὁ ῖ ἀριθμὸς ὁ μετρῶν καὶ ἐν t σώμασι καὶ ἐν ῖ ψυχαῖς δύναται ἐπιγίνεσθαι, καὶ τῶν ἀριθμῶν ἕκαστος ὡσαύτως, εἴπερ καὶ ἓν σῶμα δύναται εἶναι καὶ πολλὰ καὶ μία ψυχὴ καὶ πολλαὶ καὶ νοῦς καὶ νόες ὡσαύτως εἷς τε καὶ πολλοὶ καὶ ἀπλῶς τὸ πλῆθος οὐχ ὥρισται, ἀλλὰ καὶ ἐπ’ ἐλαττόνων δύναται καὶ πλειόνων λαμβάνεσθαι. καὶ τὰ σχήματα δὲ ὡσαύτως οὐδὲ αὐτῶν γὰρ ἕκαστον ὡρισμένον ἔχει τῷ γένει τὸ ὑποκείμενον. ἥ τε γὰρ σφαῖρα οὐ μόνον ἐν τῷ τοῦ παντὸς ὑφ’ ἱσταμένῳ τεθεώρηται σώματι, ὡς μὴ ἐν ἄλλῳ τῳ δυναμένη ὑφίστασθαι, ἀλλὰ δύναται ταύτην καὶ ξύλον καὶ λίθος καὶ χρυσὸς καὶ ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος δέχεσθαι καὶ ὁ κύκλος οὐκ ἐν οὐρανῷ διαγράφεσθαι μόνον ἀλλὰ καὶ παντοίοις σώμασιν. ὁμοίως καὶ τὰ ἕτερα σχήματα, στερεά τε ὁμοῦ καὶ ἐπίπεδα. διὰ τοῦτο ὥσπερ ἀφ’ ἑνός τινος εἴδους σωματικοῦ τῶν σχημάτων ὁτιοῦν ἀφαιρούμενον ἐν ἑτέρῳ δύναται γίνεσθαι, οὕτω καὶ ἐκ πάντων ἀφαιρεθὲν κατ’ ἐπίνοιαν ἐν φαντα- σία τε ὡς ἐν ὑποκειμένῳ τινὶ γράφεται καὶ κατὰ τὴν διάνοιαν ἐξετάζεται καὶ μαθηματικὰ ταῦτα λέγεται, διότι κατὰ μάθησιν καὶ ἐπίνοιαν ἡ τούτων ἀφαίρεσις γίνεται, μὴ δυναμένων ἐνεργείᾳ χωρὶς ὑποκειμένου τινὸς ὑφίστα- σθαι. ὥστε καὶ ὁρίζονται ἅπαντα ὑποκειμένου χωρίς, μὴ συλλαμβανομέ- συλλαμβανομένου τινὸς ἐν τοῖς λόγοις αὐτῶν. ἐν γὰρ τῷ λέγειν ὅτι κύκλος ἐστὶ σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν ἀφ’ ἑνὸς σημείου τῶν ἐντὸς τοῦ σχήματος κειμένων πᾶσαι αἱ προσπίπτουσαι εὐθεῖαι ἴσαι ἀλλή- ἀλλήλαις εἰσίν, οὐδὲν προσλαμβάνεται ὑποκείμενον, ἀλλ’ αὐτὸ καθ’ αὑτὸ τὸ σχῆμα ὁρίζεται χωρὶς παντὸς ὑποκειμένου. οὕτω καὶ τὰ λοιπὰ σχήματα καὶ οἱ ἀριθμοὶ ὡσαύτως. ὅ τε γὰρ ἀριθμὸς ὁ μετρῶν σωρεία μονάδων λέγεται, τοῦ ὁρισμοῦ μηδὲν προσλαμβάνοντος ὑποκείμενον, καὶ ἕκαστος ἀριθμὸς ὁμοίως, οἷον ὁ ῖ μονάδων δέκα σωρεία, καὶ οὕτως ἅπαντες, ὡς μόνον ἀριθμοὶ λαμβανόμενοι χωρὶς ὑποκειμένων λαμβάνονται καὶ παντοί- ὄις ἀριθμητοῖς ἐφαρμόζεσθαι δύνανται, τὰ δὲ οὐσιώδη ετῃὐ οὐχ οὕτως ἔχουσιν, ἀλλ’ ἄυλα ὄντα καὶ αὐθυπόστατα οὐσίαι εἰσὶν ἄυλοι καὶ οὐδενὸς ὑποκειμένου εἰσὶ χωριζόμενα κατ’ ἐπίνοιαν, ὅτι μηδὲ ἔν τινι ὑποκειμένῳ ἑδράζονται ἀλλ’ αὐτὰ ἑαυτοῖς εἰσιν ἕδραι, ὡς οἵ τε καθαροὶ νόες καὶ αἱ λογικαὶ ψυχαί. καὶ αὗται γάρ, ὅταν μετὰ σωμάτων λαμβάνωνται, οὐκ ἐν ὢ σώμασιν ἑδράζονται, ἀλλὰ μᾶλλον ἐν ἑαυταῖς ἐκεῖνα ἑδράζουσι καὶ ἐκεῖναι αὐτὰ συνέχουσιν, ὡς καὶ ἐξ αὐτῶν χωριζόμενα ἀκίνητα εἶναι καὶ ἀμεμέργητα, γητα, καὶ μηδὲν τὸν οἰκεῖον ὅρον δυνάμενα δέχεσθαι, ὃς αὐτοῖς ἥρμοττε, συνεζευγμένοις ἐκείναις οὐχ ὡς σώμασιν ἁπλῶς ἀλλ’ ὡς τοιοῖσδε σώμασιν, ἤτοι οἰκείως ἔχουσι τῖς ψυχαῖς, αἷς συνεζευγμένα ἐτύγχανεν, ἢ ἔνυλα ὑπάρχοντα ἀτελῆ μέν εἰσιν ὡς ἐν εἴδεσιν, ἅτε ὑποκειμένων δεόμενα, μενα, οἷς ἐνιδρυνθήσονται, τελειοῦν δ’ ὅμως τὰ ὑποκείμενα διὰ τὸ δράσεώς τινος αὐτοῖς ἀξιολόγου γίνεσθαι τι, ἧς ἐστέρητο πρὸ τοῦ τὰ εἴδη αὐτὰ παραδέξασθαι. διὰ τοῦτο καὶ οὐσιώδη ἐστὶ καὶ φυσικά, ὡς τὴν φύσιν ἀρχὴν ἔχοντα, ἢ τά τε ὑποκείμενα τοῖς εἴδεσι προσήρμοσε καὶ τὰ δἴδη τοῖς ὑποκειμένοις οἰκεῖα εἰργάσατο. ταῦτα δέ εἰσιν αἱ ἄλογοι ζωαὶ καὶ αἱ φυσικαί, καὶ εἴ τι ταύταις ἀνάλογον ἕτερον ἀλλὰ καὶ ἡ φύσις οὕτως ἔχει αὐτή, εἶδος ἔνυλον οὖσα καὶ αὐτὴ καὶ τοῦ ὑποκειμένου ἀχώριστον καὶ μετὰ τῆς ὕλης ὁριζομένη. διὰ τοῦτο οὔτε αὐτοτελῆ εἰσι καὶ αὐθέδραστα καὶ μὴ ὑποκειμένου τινὸς πρὸς τὸ ἑδρασθῆναι δεόμενα, ἵν’ ἐξ ἐκείνου νου ἀφαιρεθήσονται κατ’ ἐπίνοιαν. ταῦτα δ’ ὅτι ἐν ὑποκειμέωῳ θεωρούμενα μενα τοῦ ὑποκειμένου εἰσὶν ἀχώριστα καὶ συνῃρημένως τῷ ὑποκειμένῳ τὸν ὁρισμὸν ἐπιδέχονται. ζῷον γὰρ ἄλογον χρεμετιστικὸν ὁ ἵππος ὢν καὶ τὸ ὑποκείμενον ἐν τῷ λόγῳ ἔχει συλλαμβανόμενον, καὶ ὁ ἄνθρωπος κατὰ τὸ συναμφότερον λαμβανόμενος, καθὰ δὴ καὶ φυσικῶς όρίζεται, καὶ τὸ υποκειμενον ἔχει κατὰ τὴν ἀπόδοσιν συναιρούμενον· ζῷον γὰρ λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν ἐστι. καὶ τό τε ζῷον ὑπὸ τὸ σῶμα τὸ ἔμψυχον, ὃ ὡς ὕλη τῇ ψυχῇ ὑποτίθεται, τό τε θνητὸν τῆς τοῦ σώμα- τος φύσεως. καὶ οἱ φυσικοὶ πάντες ὁρισμοὶ συνῃρημένα τὰ ὑποκείμενα τοῖς εἴδεσιν ἔχουσι φυσικῶς ἀποδιδόμενοι, ὡς τῶν ὑποκειμένων χωρίς, ἀτελεῖς εἶναι λαμβανομένους αὐτούς, ὥσπερ ὁ λέγων ὅρος, τὸν θυμὸν ὄρεξιω εἶναι ἀντιλυπήσεως, καὶ μέχρι τούτου ἱστάμενος ἀτελής ἐστιν, ὅτι μὴ συμπεριλαμβάνει τὸ ὑποκείμενον. καὶ δῆλον ὅτι οὐδ’ ἀντιστρέφει, ὅπερ ἀναγκαίως τῷ ὁρισμῷ ἐποφείλεται. ἐνδέχεται γάρ τινα ὀρεγόμενον ἀντιλυπῆσαι κατὰ τὸ θυμικὸν ἠρεμεῖν, μὴ ἐνδιδόντα τῷ πάθει. εἰ δὲ μέλλει ὰντιστρέφειν εἰν ὁ ὅρος καὶ λαμβάνειν τὸ τέλειον, δεῖ οὕτως ὁρίζεσθαι τὸν θυμόν, ζέσιν τοῦ περὶ καρδίαν αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως. <ἔστι τὸ μὲν ζέσις τοῦ περὶ καρδίαν αἵματος ἐκ τῆς ὕλης λαμβανόμενον, τὸ δὲ δι’ ὄρεξιν ἀντιλυπήσεως> ἐκ τοῦ εἴδους, τὸ γὰρ ἐν τῇ καρδίᾳ αἷμα μὲν καὶ τῷ πυρετῷ παρὰ φύσιν ὄντι θερμῷ νοσήματι, ὑπόκειται δὲ καὶ τῷ θυμῷ, πάθει ὄντι ὀρεκτῷ καὶ φύσει τῷ ζῴῳ ὑπάρχοντι. διὰ ταῦτα δὴ τὰ εἰρημένα τὰ οὐσιώδη εἴδη, εἴτε τέλει εἴτε ἀτελῆ εἰσιν, οὔτε εἰσὶν ἐξ ἀφαιρέσεως ποτε οὔτε λέγονται. ταῦτα μὲν εἴρηται πρὸς γνῶσιν τοῦ τῇ μὲν μαθηματικῇ ἐπιστήμῃ ἐξ ἀφαιρέσεως εἶναι τὰ ὑποκείμενα, τῇ δὲ φυσικῇ καὶ πρώτῃ φιλοσοφ ία, ἣ καὶ κατ’ ἐξαίρετον σοφία καλεῖται, οὐχί. πῶς δ’ ἐξ ἐμπειρίας αἱ ἀρχαὶ τῇ σοφίᾳ καὶ γγ φυσικῇ, ἔτι μαθεῖν λεί- πεται. οἶμαι δὴ ἡ ἐμπειρία ἐνταῦθα οὐ κατὰ τὸ σύνηθες σημαινόμενον εἰηπται, ἵνα τὴν ἄλογον σημαίνῃ τριβήν, ἀλλ’ ἀντὶ τῆς πραγματειώδους καὶ κατ’ ἐπιβολὴν γνώσεως. τοῦτο γὰρ τὸ εἶὸος τῆς γνώσεως καὶ πρὸς τὴν μαθηματικὴν γνῶσιν ἀντιδιῄρηται, περὶ τὰ ἐξ ἀφαιρέσεως οὖσαν, ὡς εἴρηται ὁ τοίνυν παρὰ τὴν τῶν φυσικῶν εἰδῶν γνῶσιν ἐνεργῆσαι βουλό- βουλόμενος, ἵν’ ἐντεῦθεν ἀρξώμεθα, παρὰ τὰ ὑπὸ τῆς φύσεως γινόμενα τὴν σπουδὴν ἐνδείξασθαι βούλεται. ταῦτα δέ εἰσι τὰ ἔνυλα καὶ καθ’ ἕκαστα. οὐ γὰρ τὸν ἁπλῶς ἄνθρωπον ἡ φύσις ποιεῖ, ἀλλὰ τὸν τινὰ καὶ τὸν ἵππον ὡσαύτως καὶ τῶν φυσικῶν ἕκαστον, ὥστε ὁ μὴ λογικῶς ἀλλὰ φυσικῶς ἐξετάζειν τὰ φυσικὰ προτιθέμενος ἐκ τῶν καθ’ ἕκαστα τὰς ἀρχὰς τῆς γνώσεως λήψεται. ταῦτα δὲ αἰσθητά, ὥστε καὶ ὁ λόγος τῷ φ υσικῷ ἐντεῦθεν ἀρξάμενος, τὴν οἰκείαν θεωρίαν καὶ ἐπιστήμην ἐνύλως ἐνεργῶν καὶ μετὰ τῆς ὕλης τὴν περὶ τῶν εἰδῶν ποιούμενος διανόησιν καὶ ταῖς λογικαῖς με- θόδοις παρὰ τὰ ἔνυλα χρώμενος, ὡς εἶναι αὐτῷ τὰς ἐπιβολὰς περὶ τὰ ἔνυλα καὶ αἰσθητὰ πρώτιστα, οἷς ἐπιφέρειν τὸ καθόλου οὕτως ἔχειν τὴν οἰκείαν τέχνην ἢ ἐπιστήμην συνίστησιν. ἐκ γὰρ τοῦδε τοῦ ἀνθρώπου ἀρ- χ̓̀όμενος̀- καὶ ἕκαστον οὕτως ἔχειν ὑπολαμβάνων τὸ ἐπὶ πάντων κοινῶς θεωρούμενον καθόλου τε ἀπεργάζεται καὶ τεχνικὸν ἀποτελεῖ τὸ ἰσθητὸν καὶ ὁ̓́πιστrιμονικ̀όν, οἰκειουμένου τοῦ λόγου θεωρητικῶς, ἃ αὐτῷ ἐμπειρι- κῶς ἐκ τῆς αἰσθήσεως ὑποβέβληται. ἐπὶ μὲν οὖν τῆς φυσικῆς οὕτως· ἐπὶ δὲ τῆς σοφίας πῶς εἴπωμεν, οὔκ ὄντων αἰσθητῶν τῶν ὑποκειμένων αὐτῇ ἀλλὰ θείων καὶ ἀύλων καὶ ὑπὲρ αἴσθησιν ; ἡ καὶ ἐπὶ ταύτης τὰ πρὸς ἡμάς πρῶτα ἀρχαὶ τῆς καταλήψεως γίνονται, οὐχὶ τὰ φύσει ὑπάρχοντα πρότερον. τὰ μὲν γὰρ φύσει πρότερον ἐν τοῖς θείοις ἢ τὸ παράγον τοῦ παραγομένου ἐστὶν ἢ τὸ τελεσιουργὸν τοὐ τελεσιουργουμένου ἢ τὸ φρουρητικὸν τοῦ φρουρουμένου ἢ τὸ καθαρτικὸν τοὺ καθαιρουμένου ἢ τὸ φωτιστικὸν τοῦ φωτιζομένου καὶ ἁπλῶς τὸ ὑπερέχον τοῦ ὑπερεχομένου. ἀλλ’ ἡμῖν οὐκ ἔστιν εὐθὺς ἐξ ἀρχῆς κατειληφέναι τὰ πρότερον, κἀκ τῆς πρὸς ἐκεῖνα ἐπιβολῆς τοὺς περὶ τῶν δευτέρων λόγους ἀποδιδόναι, ἀλλὰ δῆλα πρώτως ἡμῖν τὰ ἐσχάτως ἐκεῖθεν ἀποτελούμενα. ταῦτα δὲ τὰ ἐν σώμασι θεωρούμενα, ἅ ἐστιν αἰσθητὰ καὶ καθ’ ἕκαστα, οἷς ἐπιβάλλοντες καὶ τὴν τούτων ποικιλίαν καὶ σύστασιν καὶ συνοχὴν καὶ διεξαγωγὴν ἐκπλητ͂- τόμενοι ἀεὶ πρὸς τὸ προσεχὲς διὰ τῆς λογικῆς καὶ νοερᾶς θεωρίας ἀνα- τρέχομεν αἴτιον, ἔστ’ ἄν διὰ τῶν μέσων διακόσμων εἰς τὴν πρώτην καὶ μίαν ἀρχὴν καταντήσωμεν. ὡς εἶναι κἀνταῦθα τὴν ἀρχὴν τῆς γνὡσεως ἐκ τῶν αἰσθητῶν καὶ καθ’ ἕκαστα ἐξ ἐμπειρίας ἀπαρχομένων. τὸ δὲ καὶ τὰ μὲν οὐ πιστεύουσιν οἱ νέοι ἀλλὰ λέγουσι τοιαύτην ἔχει ἔννοιαν, ὡς οἱ νέοι περὶ τῶν φυσικῶν καὶ τῶν θείων ἀκούοντες, ἐπεὶ μή- πω τῆς προσηκούσης αὐτοῖς ἐμπειρίας ἀπήλαυσαν, χρόνου δεόμενοι πλείο- νος καὶ τριβῆς, λέγειν μὲν καὶ διὰ στόματος προφέρειν ἃ ἐν ταῖς οἰκείαις ἐν πράγμασιν. ἐπὶ δὲ τῶν μαθηματικῶν οὐ μόνον λόγους προφέρουσιν ἀλλὰ καὶ τὸ τί ἐστιν οἴδασι διὰ τὸ μὴ πολλοῦ δεῖσθαι χρόνου πρὸς τῷ καὶ τοὺς ὅρους αὐτῶν ἐπίστασθαι. τὸ γὰρ οὐ πιστεύουσι τοῦτο δηλοῖ, ὅτι οὐκ ἐν πίστει καὶ πληροφορίᾳ τῶν πραγμάτων καθίστανται. νέους δὲ ὀνομάζει ἐνταῦθα τοὺς παῖδας, ἐπεὶ καὶ ἐξ ἀρχῆς περὶ παιδὸς τὴν ζή- τησιν προὔθετο, διότι μαθηματικὸς μὲν παῖς γένοιτ’ ἄν, σοφὸς δὲ ἢ φυσικὸς οὔ, παῖδα ὀνομάζων ἴσως τὸν ἐγγὺς τῆς ἥβης ἢ τὸν ἤδη ἡβάσκοντα ἢ καὶ μετὰ τὴν ἥβην μικρόν. Ἔτι ἡ ἁμαρτία ἢ περὶ τὸ καθόλου ἐν τῷ βουλεύετὸ καθ’ ἕκαστα. ἢ γὰρ ὅτι πάντα τὰ σθαι ἢ περὶ τὸ καθ’ ἕκαστα. ἢ γὰρ ὅτι πάντα τὰ βαρύσταθμα ὕδατα φαῦλα, ἡ ὅτι τοδὶ βαρύσταθμον. Τοῦτο πρὸς τὰ ἀνωτέρω ἐστίν, ὅτι δεῖ τῇ εἰδήσει τοῦ οἰκείου ἀγαθοῦ τῆς τοῦ κοινοῦ ἀγαθοῦ γνώσεως, ὡς δεῖσθαι τὸν ἑαυτῷ φρόνιμον τοῦ οἰκονομικοῦ ἢ καὶ αὐτοῦ τοῦ πολιτικοῦ. ὁ γὰρ βουλευσάμενος ἢ ἥμαρτε περὶ τὴν βούλευσιν ἢ ηὐστόχησε. τὸ δὲ εὐστοχῆσαι καὶ ἁμαρτεῖν ἐν ἑκατέρῳ γενέσθαι δύναται, ἔν τε τῷ καθόλου καὶ τῷ καθ’ ἕκαστα· ὥστε ἄμφω δεῖ τὸν φρόνιμον ἔχειν, καὶ τὴν τοῦ καθόλου ἀγαθοῦ γνῶσιν καὶ τὴν τοῦ καθ’ ἕκαστα. καθόλου δὲ ἀγαθὸν λέγει καὶ καθ’ ἕκαστα τὸ κοινὸν καὶ ἰδικόν. ἔστι δὲ τὸ μὲν ἰδικὸν τοῦ ἰδίως φρονίμου, τὸ δὲ κοινὸν τοῦ οἰκονομικοῦ καὶ ἔτι τοῦ πολιτικοῦ, ὥστε δεῖ τῷ ἰδίως φρονίμῳ τοῦ οἰκο- νομικοῦ καὶ πολιτικοῦ, ἵνα μὴ μόνον τοῦ ἰδίως ἀγαθοῦ ἔχῃ τὴν εἴδησιν ἀλλὰ καὶ τοῦ κοινοῦ. ἵν’ εὖ βουλεύοιτο καθ’ ἑκάτερον. παράδειγμα δὲ ἔθηκε τοῦ μὲν καθόλου καὶ κοινοῦ ἀγαθοῦ τὸ πάντα τὰ βαρύσταθμα ὕδατα φαῦλα εἶναι, τοῦ δὲ μερικοῦ καὶ καθ’ ἕκαστα τὸ ὅτι τοδὶ τὸ ὕδωρ βα- ρύσταθμον. ὁ δὲ ἁμαρτάνων περὶ τὴν χρῆσιν τῶν ὑδάτων ἀδιαφόρως τοῖς ὕδασι χρήσεται καὶ προσήσεται τὰ φαῦλα ὡς μὴ μετέχοντα τῆς φαυ- λότητος ἢ ἁπλῶς ἢ καθ’ ἕκαστα. ὡς οὖν ὁ κακῶς βουλευόμενος περὶ τῶν ὑδάτων καὶ καθόλου καὶ ἐν μέρει καὶ τὰ φαῦλα καὶ τὸ φαῦλον προσήσεται καἰ ἁμαρτητικῶς αὐτοῖς χρήσεται, οὕτω καὶ ὁ περὶ τἀγαθοῦ βουλευσάμενος ἢ καθόλου ἁμαρτήσεται ἢ καθ’ ἕκαστον. καὶ ἐπεὶ τελειότερον τὸ κοινὸν τοῦ καθ’ ἕκαστα ὡς περιεκτικὸν αὐτοῦ, τελειότερος ἔσται ὁ φρόνιμος, ὁ τοῦ κοινοῦ κεκτημένος εἴδησιν. δεῖ ἄρα τῷ ἰδικῶς φρονίμῳ τοῦ οἰκονομικοῦ καὶ πολιτικοῦ, ὡς τῶν κοινῶς ὠφελίμων ἐχόντων κατάληψιν. Ὅτι δ' ἡ φρόνησις οὐκ ἐπίστη μὴ, φανερόν. τοῦ γὰρ 103r ἐσχάτου ἐστίν, ὥσπερ εἴρηται. τὸ γὰρ πρακτὸν τοιοῦτον. Τοῦτο ὡς πόρισμα τοῖς προσεχῶς εἰρημένοις ἠκολούθησεν. ἔδειξε μὲν γὰρ καὶ ἀνωτέρω τὸ διάφορον ἐπιστήμης καὶ φρονήσεως. ἐπεὶ δὲ καὶ νῦν ἀδύνατον, ἔδειξε διὰ τῶν προσεχῶς εἰρημένων φρόνιμον εἶναι τὸν νέον, διότι ἐμπειρίας δεῖ πρὸς τὴν φρόνησιν, ἧς ὁ νέος ἀμέτοχος, τὰ δὲ πρακτὰ περὶ ἃ ἡ φρόνησις καθ’ ἕκαστά ἐστι, τὰ δὲ καθ’ ἕκαστα ἐκ πείρας καὶ ἐμπειρίας καταλαμβάβεται, τοῦτο μὲν αὐτῷ συνετέλεσεν εἰς τὸ δεῖξαι, μὴ δύνασθαι εἶναι τὸν νέον φρόνιμον. ἠκολούθησε δὲ ἐξ ἀνάγκης ἐντεῦθεν καὶ τὸ δῆλον γενέσθαι τὸ εἶναι ἑτέρας ἀλλήλων ἐπιστήμην καὶ φρόνησιν, εἴ γε ἡ μὲν ἐπιστήμη περὶ τὰ καθόλου, ἡ δὲ φρόνησις περὶ τὰ καθ’ ἕκαστα καὶ ἄλλως, ὅτι ὁ νέος ἐπιστήμων εἶναι δύναται, νέος μὲν ὤν, φρόνιμος δὲ οὔ, διὰ τὸ δεῖσθαι μακροῦ χρόνου καὶ πολλῆς ἐμπειρίας τὴν φρόνησιν. Ἀντίκειται μὲν δὴ τῷ νῷ. ὁ μὲν γὰρ νοῦς τῶν ὅρων, ὧν οὐκ ἔστι λόγος. ἡ δὲ τοὐ ἐσχάτου οὗ οὐκ ἔστιν ἐπιστήμη ἀλλ’ αἴσθησις, οὐχ ἡ τῶν ἰδίων, ἀλλ’ οἵᾳ αἰσθανόμεθα ὅτι τὸ ἐν τοῖς μαθηματικοῖς ἔσχατον τρίγωνον· στήσεται γὰρ κἀκεῖ. ἀλλ’ αὕτη μᾶλλον αἴσθησις ἢ φρόνησις, ἐκείνης δὲ ἄλλο εἶδος. Ὥσπερ τῆς ἐπιστήμης διὰ τοὐ ῥηθέντος πορίσματος διάφορον τὴν φρόνησιν ἔδειξε, προσθήκην τοῦτο ποιησάμενος ἐπὶ τοῖς πρότερον περὶ τῆς διαφορᾶς αὐτῶν εἰρημένοις, οὕτω καὶ ταῦτα προστίθησιν, ἐφ’ οἷς πρότερον περὶ φρονήσεως εἴρηκε καὶ τοῦ νοῦ, δεικνύων καὶ αὐτοῦ τὴν φρόνησιν διαφέρουσαν. ἀντικεῖσθαι γάρ φησι τὴν φρόνησιν τῷ νῷ κατὰ τὸ ὑποκεύμενον, ὡς καὶ τὴν ἐπιστήμην. καὶ γὰρ τῆς ἐπιστήμης περὶ τὰ καθόλου καταγινομένης, διαφέρει αὐτῆς ἡ φρόνησις, ὅτι περὶ τὰ καθ’ ἕκαστα, οὕτω καὶ τοῦ νοῦ διαφέρει ἡ φρόνησις, ὅτι ὁ μὲν τῶν ὅρων ἐστὶ γνωστικός, ὧν οὐκ ἔστι λόγος. ὅρους δέ φησιν ἢ τοὺς ὁριστικοὺς λόγους, οἷς χρῶνται οἱ μαθηματικοί, ἕκαστος κατὰ τὴν ἑαυτῶν ἐπιστήμην, οἷον ὁ μὲν ἀριθμητικός, τί ἐστιν ἀριθμὸς ἀπλῶς ἢ τί ἐστι περιττὸς ἀριθμὸς ἢ τί ἄρτιος καὶ τοὺς λοιπούς, ὁ δὲ γεωμέτρης τί <ἐστι> στιγμή, τί ἐστι γραμμή, τί ἐπιφάνεια, τί σῶμα, τί κύκλος, τί τρίγωνον καὶ τῶν σχημάτων ἕκαστον καὶ ὅσα ἕτερα ὁριστικῶς ἐκεῖσε λαμβάνονται ἢ ἁπλῶς τὰς πρώτας ἀρχάς. πᾶσαι γὰρ αἱ ἀρχαὶ τῶν ἐπιστημῶν ὅροι πώς εἰσιν, ἐπεὶ ἀναλύσει χρώμενοι, μέχρις αὐτῶν ἀνιόντες, παυόμεθα, ζητοῦντές τι τῶν ἀρχῶν ἰδικώτεοὖ ρον. ἐπεὶ τοίνυν τοῦθ’ οὕτω καὶ διττῶς ἐξείληπται, καὶ τὸ ὧν |οὐκ ἔστι λόγος διττῶς νοηθήσεται, ἢ λόγος ὁ τὸ τί ἦν εἶναι, ἢ αἰτίας ἀπόδοσις δοσις καὶ συλλογισμός. καθ’ ἑκάτερον γὰρ οὐκ ἔσονται ἀρχαὶ αἱ ἀρχαί, ὥστε καὶ εἰς ἄπειρον ἀνιοῦσι μηδὲ ἐπιστήμας εἶναι τὰς ἐπιστήμας συμβήσεται. δείκνυσι δὲ ἐνταῦθα ἑτέραν τοῦ νοῦ τὴν φρόνησιν διὰ τὸ τὸν μὲν νοῦν τῶν πρώτων εἶναι, ἅ εἰσιν οἱ ὅροι, τὴν δὲ φρόνησιν τῶν ἐσχάτων, ἅ εἰσι τὰ αἰσθητὰ καὶ καθ’ ἕκαστα. ὥστε καὶ ταύτῃ διαφέρει κατὰ τὰ ὑποκείμενα, ὡς ἀδύνατον εἶναι ἓν ὑπάρχειν καὶ τὸ αὐτὸ κατ’ εἶδος τό τε περὶ τὰ πρῶτα γινόμενον καὶ τὸ περὶ τὰ ἔσχατα. ὅρα δὲ ὅτι τὰ ἀμφοῖν ὑποκειμένα, φρονήσει καὶ νῷ, κοινωνοῦσι κατὰ τὸ ἀνεπίστημον. οὔτε γὰρ τῶν ὅρων ἐπιστήμη οὔτε τῶν αἰσθητῶν καθ’ ἕκαστα, ἀλλ’ ἐκεῖ μὲν διὰ τὸ ὑπερκεῖσθαι τῆς ἐπιστήμης τοὺς ὅρους, ἐνταῦθα δὲ διὰ τὸ λείπεσθαι ἐπιστήμης τὰ ὑποκείμενα τῇ φρονήσει, αἴσθησιν δὲ εἶναι τὴν ταῦτα γινώσκουσαν. πῶς δὲ ἐπὶ μὲν τοῦ ὑποκειμένου τῷ νῷ τῷ πληθυντικῷ ἐχρήσατο ἀριθμῷ, ἐπὶ δὲ τοῦ ὑποκειμένου τῇ φρονήσει τῷ ἑνικῷ, καίτοι τὰ καθ’ ἕκαστα πλείω τῶν καθόλου τῷ ἀριθμῷ· τὸ μὲν γὰρ καθόλου ἕκαστον ἕν, τὰ δὲ καθ’ ἕκαστα πλείω ὄντα εἰς ἓν τὸ προσεχὲς καθόλου ἀνάγονται, ὡς ὁμοῦ περιεχόμενα ὑπ’ αὐτοῦ; ἢ ὅτι ἡ μὲν φρόνησις ἐν ταῖς ἐνεργείαις αἰεὶ ἕν τι λαμβάνει τῷ ἀριθμῷ περὶ οὗ σκοπεῖ καὶ μελετᾷ τὴν κατόρθωσιν, ὁ δὲ νοῦς καθόλου αἰεί, τὸ δὲ καθόλου περιεκτικὸν πολλῶν, ὥστε τὸ ἓν τοὐ νοῦ πολλὰ τῇ περιοχῇ. διὰ τοῦτο ἐκεῖ μὲν πληθυντικῶς εἶπεν, ὧδε δὲ ἑνικῶς. αἴσθησις δέ φησιν οὐχ ἡ τῶν ἰδίων, ἀλλ’ οἵᾳ αἰσθανόμεθα. οὐχ οὕτω, φησίν, αἴσθησιν λέγομεν τὴν ἐνεργοῦσαν περὶ τὸ ὑποκείμενον τῇ φρονήσει, ὡς λέγομεν ἐφ’ ἑκάστου γένους τῶν αἰσθητῶν, ἰδίαν εἶναι αἴσθησιν τὴν ἐνεργοῦσαν περὶ αὐτό, ὡς περὶ μὲν τὰ χρώματα τὴν ὅρασιν, περὶ δὲ τοὺς ψόφους τὴν ἀκοήν, περὶ δὲ τὰς ὀδμὰς τὴν ὄσφρησιν, περὶ δὲ τοὺς χυμοὺς τὴν γεῦσιν, καὶ τὴν ἁφὴν περὶ τὰ ἁπτά, ἀλλ’ ἁπλῶς τὰ καθ’ ἕκαστα καὶ ἐν οἷς ἡ αἰσθητικὴ γνῶσις ἐνεργεῖν πέφυκεν. εἰ γάρ τις περὶ τῆσδε τῆς εἰρήνης ἢ τοῦδε τοῦ πολέμου βουλεύοιτο, εἰ δεῖ ἔσεσθαι ἢ μή, καὶ εἰ ἔσται, πῶς ἔσται καὶ διὰ τί ἔστι, καὶ εἰ οὐκ ἔσται ὡσαύτως, οὐχ ὡς περὶ ἰδίου μιᾷ τινι τῶν αἰσθήσεων βουλεύεται, ἀλλὰ περὶ τοῦ ἁπλῶς καὶ καθ’ ἕκαστα αἰσθη- τοῦ. τίθησι δὲ καὶ παράδειγμα τοῦ εἰρημένου τὸ τοῖς μαθηματικοῖς ἔσχατον. εἰ γὰρ καὶ μαθηματικῆς ἐπιστήμης ἐστὶ τὸ ἀποδεῖξαι περὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τῷ τριγώνῳ, καὶ καθόλου ἡ ἀπόδειξις γίνεται, ἀλλὰ τὸ ἔσχατον τρίγωνον ἤτοι τὸ ἄτομον καὶ καθ’ ἕκαστον ᾗ τοιοῦτόν ἐστιν οὐκ ἐπιστήμῃ ἀλλ’ αἰσθήσει ὑπόκειται, οὐχ ὡς χρῶμα οὐδ’ ὡς ψόφος οὐδ’ ὡς ἄλλο τι, ὃ παρά τινος μιᾶς τῶν αἰσθήσεων κρίνεται, ἀλλ’ ὅτι καθ’ ἕκαστον. ὅτι δὲ αἰσθητὸν τοῦτο, ἔδειξεν ἐκ τοῦ εἰπεῖν στήσεται γὰρ κἀκεῖ. ὅτι γάρ, φησίν, αἰσθητὸν τὸ ἔσχατον τρίγωνον, δῆλον ἐντεῦθεν. κατιὼν γὰρ ἄν τις ἀπὸ τῶν καθόλου καὶ περιεχόντων εἰς τὰ μερικὰ καὶ περιεχόμενα, στήσεται εἰς τὸ ἔσχατον, ὡς καὶ ἐπὶ τῶν ἄλλων γίνεται, ὁπότε τις ἀπὸ τῶν καθόλου κάτεισιν. ἵσταται γὰρ ὁ κατιών, ἐλθὼν εἰς τὰ ἔσχατα. δύο γὰρ ἕξεις τῶν γνωστικῶν δυνάμεων αἱ ἀκρότητες, πρῶται καὶ ἔσχαται· κάτωθεν μὲν ἀνιόντων ἡμῶν ὁ νοῦς ἔσχατος, ὅτι μέχρις αὐτοῦ καὶ τῶν ὑπ’ αὐτοῦ γινωσκομένων ἡ ἄνοδος, ἡ δὲ αἴσθησις πρώτη, ὅτι ἀπὸ ταύτης τῆς ἀνόδου ἀρχόμεθα· εἰ δ’ ἄνωθεν τὴν ὁρμὴν ποιούμεθα καὶ τὴν κίνησιν ἀπὸ τοῦ νοῦ πρώτου ἀπὸ τῶν γνωστικῶν ἀρχόμεθα ἕξεων, καὶ πρῶτα καὶ ἀρχὰς τὰ παρ’ αὐτοῦ γινωσκόμενα τίθεμεν, εἰς ἐσχάτην δὲ καταντῶμεν τὴν αἴσθησιν, καὶ ἃ ὑπ’ αὐτῆς γινώσκεσθαι πεφύκε· ταῦτα δὲ τὰ μερικὰ καὶ καθ’ ἕκαστα. καὶ ὅταν οὕτω λέγωμεν, οὐ μίαν τινὰ λαμβάνομεν τῶν κατὰ μέρος αἰσθήσεων, οἷον ὅρασιν ἢ ἀκοὴν ἢ ἄλλην τινὰ τῶν στυστοίχων ἀλλ’ ἁπλῶς τὴν κοινήν. δεῖ γὰρ ἀμερῶς ἐσχάτου τινός, ὃ κρίνει τἀναντία ἐπὶ τῶν αἰσθητῶν καὶ τὰ ἑτερογενῆ. οἷον <ἵν᾿> ὡς ἐπὶ παραδείγματος εἴπωμεν τῆς ὁράσεως, τὸ μὲν γὰρ δρᾷ εἰς τὸν ἀέρα καὶ αὐτὸν κατὰ τὰ εἴδη τῶν ὁρατῶν διατίθησιν, ὁ δὲ παραπέμπει ταῦτα τῇ κόρῃ, ἡ δὲ τῷ αἰσθητῷ πνεύματι, τὸ δὲ τῇ ἀπλῶς αἰσθήσει ἢ ἀμερὴς οὖσα καὶ τἀναντία καταλαμβάνει καὶ τί ἀλλήλων διαφέρουθσι κρίνειν δύναται. οὕτως ἐπὶ ἀκουστῶν, οὕτως ἐπὶ ὀσφραντῶν, οὕτως ἐπὶ πάντων τῶν αἰσθητῶν γίνεται, ὡς δύνασθαι τὴν κοινὴν αἴσθησιν, ἀμερῆ οὖσαν, καὶ τἀναντία καὶ τὰ ἑτερογενῆ κρίνειν πρὸς ἄλληλα τί διαφέρουσιν. ἁλλ’ αὕτη μᾶλλον ἡ αἴσθησις ἢ φρόνησις, ἐκείνη δὲ ἄλλο εἶδος. ἐπεὶ περὶ τῶν πρακτῶν καὶ βουλευτῶν εἴρηκε καὶ ταῦτα εἶναι καθ’ ἕκαστα καὶ αἰσθητά, καὶ περὶ ταῦτα τὴν φρόνησιν καταγίνεσθαι, ὡς εἶναι τὸ λογιζόμενον προσεχῶς αὐτῶν ἐφαπτόμενον, ὥσπερ σύγκρισιν ποιεῖται τοῦ μετὰ φρονήσεως αἰσθάνεσθαι τοῦ καθ’ ἕκαστα καὶ τοῦ ἀπλῶς, ἤτοι κατὰ τὴν κοινὴν αἴσθησιν τὸ γὰρ οἵᾳ αἰσθανόμεθα τοῦτο δηλοῖ, ἤτοι τῇ κοινῇ αἰσθήσει καθ’ ἣν ἡμῖν προσγίνεται τὸ αἰσθάνεσθαι,, ἥτις μία τέ ἐστι καὶ κοινῇ πρὸς πάντα ἐνεργοῦσα τὰ αἰσθητά. ἡ γὰρ εἰς πέντε διαίρεσις κατὰ τὰ αἰσθητὰ γίνεται, ὧν δεῖ τῇ κοινῇ αἰσθήσει, ἵν’ ὡς ὁργάνοις χρωμένη αὐτοῖς τοῖς διαφόροις κατὰ γένος προσβάλλῃ δι’ αὐτῶν αἰσθητοῖς. ἐκείνη δὲ μία καὶ ἡ αὐτή ἐστι, καὶ ὥσπερ ποιότητά τινα ταυ- τηνὶ τὴν κοινότητα τῇ ἁπλῶς προσάπτων αἰσθήσει. οὐ λέγομεν, φησίν, αἴσθησιν τὴν τῶν ἰδίων αἰσθητῶν τῇδε ἢ τῇδε, ὃ δι’ αἰσθητηρίου τινὸς ἐνεργεῖ, ἀλλὰ τοιαύτην λέγομεν ὁποίᾳ αἰσθήσει ἀπλῶς καὶ κοινῶς αἰσθα- νόμεθα. φησὶ δὲ ταύτην μᾶλλον εἶναι αἴσθησ· ιν, τὴν μετὰ |φρονήσεως, ὅτι σὺν λόγῳ καὶ ἐπιστασίᾳ, ἐκείνη δὲ ἄλογός τε καὶ ἀνεπίστατος. ὅσον οὖν τὸ μετὰ λόγου κρεῖττον τοῦ ἄνευ λόγου, τοσοῦτον κρεῖττον αἰσθήσεως ἡ φρόνησις τῆς τοῦ αἰσθητοῦ ἰδίας αἰσθήσεως· διὸ καὶ ἄλλο εἶδος ἐκείνη ἡ αἴσθησις ταύτης τῆς αἰσθήσεως, ὡς καὶ τὸ λογικὸν τοῦ ἀλόγου ετερον. Τὸ ζητεῖν δὲ καὶ τὸ βουλεύεσθαι διαφέρει· τὸ γὰρ 5 βουλεύεσθαι ζητεῖν τί ἐστι. Διδάξας ἱκανῶς ἤδη περὶ τῶν πέντε ἕξεων, λέγω δὴ φρονήσεως τέχνης ἐπιστήμης σοφίας νοῦ, καθ’ ἃς τὸ ἀληθεύειν ἀνθρώποις ἐστί, προτί- θεται καὶ περὶ ἑτέρων τινῶν ἕξεων διδάξειν, αἳ καὶ αὐταὶ τῇ φύσει θεωροῦνται τῶν ἀνθρώπων γινόμεναι ἐνεργούντων κατὰ λόγον. ἐχρῆν γάρ, ὡς ἐπὶ τῶν πρακτικῶν ἐνεργειῶν ἀνελλιπῆ τὴν διδασκαλίαν εἰργάσατο, οὕτω ποιῆσαι καὶ ἐπὶ τῶν διανοητικῶν, καὶ πρῶτον παραδίδωσι περὶ εὐβουλίας. ποιεῖται δὲ κἀνταῦθα τὴν διδασκαλίαν ὁμοιότροπον τῆ προτέρᾳ, διιστῶν μὲν ἑκάστην τούτων τῶν ἕξεων ἀπὸ τῶν ἄλλων, πρὸς ἃς ἔχει τινὰ ὁμοιότητα, καὶ ἀποδιδοὺς τὸν λόγον αὐτῆς ἰδιάζοντα καὶ ἀντιστρέφοντα πρὸς αὐτήν. ἐπεὶ δὲ περὶ φρονήσεως ἔλεγε προσεχῶς, οἰκεῖον δὲ τῇ φρονήσει τὸ εὖ βουλεύεσθαι, διὰ τοῦτο καὶ περὶ εὐβουλίας πρῶτον τὸν λόγον ποιεῖται. ἀλλ’ ἐπεὶ τὸ ἀπλῶς βουλεύεσθαι περιεκτικὸν τοῦ εὖ τοῦτο ποιεῖν ἢ μή, τούτου ἕνεκα λέγει τι πρῶτον μικρὸν περὶ τοῦ βουλεύεσθαι. ἀλλὰ καὶ ζητητικὸς ὁ ἄνθρωπος ὡς καὶ βουλευτικός, καὶ ἐοίκασιν ἀλλήλαις ζήτησις καὶ βούλευσις. διὰ τοῦτο τίθησι πρότερον τὴν διαφορὰν τοῦ ζητεῖν τε καὶ τοῦ βουλεύεσθαι, καὶ λέγει καθολικώτερον εἶναι τὸ ζητεῖν τοῦ βουλεύεσθαι. πᾶς γὰρ ὁ βουλευόμενος ζητεῖ, οὐ μὴν καὶ πᾶς ὁ ζητῶν βουλεύεται. ἡ μὲν γὰρ βούλευσις περὶ τῶν πρακτέων ἐστὶ ζήτησις, ἔστι δὲ καὶ ζήτησις περὶ ἕτερα θεωρητά, οὐχὶ πρακτέα, τυγχάνοντα. τὸ γὰρ ζητεῖν εἰ σύμμετρος ἡ ἀσύμμετρος ἡ διάμετρος τῇ πλευρᾷ ἢ εἰ σελήνη τῇ σκιᾷ ὑποπίπτει τῆς γῆς ἢ μή, οὐχὶ τῶν πρακτῶν εἰσὶν ἀλλὰ τῶν θεωρητῶν. διὰ τοῦτό τις ζήτησις ἡ βούλευσις, ὡς εἶδος οὖσα ζητήσεως, καί τι ζητεῖν τὸ βουλεύεσθαι. Δεῖ δὲ διαλαβεῖν καὶ περὶ εὐβουλίας τί ἐστι, πότερον 30 ἐπιστήμη τις ἢ δόξα ἤ τι ἄλλο γένος. Τῷ περὶ φρονήσεως διδάξαντι ἀναγκαῖον ἦν καὶ περὶ εὐβουλίας εἰπεῖν, διότι τῆ φρονήσει ἀναγκαῖόν ἐστι τὸ ὀρθῶς βουλεύεσθαι. διὰ τοῦτο περὶ φρονήσεως διδάξας ἀκολούθως καὶ τὴν εὐβουλίαν τί ἐστι παραδίδωσι, πρῶτον μὲν τί οὐκ ἔστι λέγων καὶ διαστέλλων αὐτὴν ἀπὸ τῶν ἐξεῶν, ὧν εἰκὸς δόξαι μίαν αὐτὴν τοῖς μὴ σὺν ἀκριβείᾳ σκοποῦσιν, ἃς καὶ ἐκτίθεται. ἐπιστήμη μὲν δὴ οὐκ ἔστιν· οὐ γὰρ ζητοῦσι περὶ καὶ λογίζεται. Πρὸ τῶν ἄλλων τῆς ἐπιστήμης τὴν εὐβουλίαν διΐστησιν, οὕτω συλλογιζόμενος῾ ἡ ἐπιστήμη οὐ ζητεῖ, ἡ εὐβουλία ζητεῖ, ἡ εὐβουλία ἄρα οὐκ ἔστιν ἐπιστήμη. καὶ ἔστιν ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι καὶ κατα- σκευάζει τὴν μὲν μείζω πρότασιν οὕτως. ὁ ἐπιστήμων ἴσησι τὰ ἐπιστη- τά, περὶ ὧν τις ἴσησιν οὐ ζητεῖ, ὁ ἐπιστήμων ἄρα οὐ ζητεῖ περὶ τῶν ἐπιστητῶν. καὶ ἔστιν οὗτος ὁ λόγος ἐν πρώτῳ σχήματι. τὴν δὲ ἐλάττω πρότασιν οὕτως· ἡ εὐβουλία βουλή τις, ὁ βουλευόμενος ζητεῖ, ἡ εὐβουλία ἄρα ζητεῖ. βουλὴ γὰρ καὶ βούλευσις τὸ αὐτό. ἕτερον δὲ ἡ βούλησις παρὰ τὴν βουλὴν καὶ τὴν βούλευσιν. ἐκεῖ γὰρ οὐκ ἔστι ζήτησις, ἀλλὰ μόνον ὄρεξις τοῦ βουλητοῦ πράγματος. τὸ δὲ καὶ λογίζεται μέσος ὅρος ἐστὶ πρὸς τὸ δεῖξαι ζητοῦντα τὸν βουλευόμενον, ἵνα τοιοῦτος ὁ λόγος γένηται῾ νῆται· ὁ βουλευόμενος λογίζεται, ὁ λογιζόμενος ζητεῖ, ὁ βου. λευόμενος ἄρα ζητεῖ. εἶπε δὲ οὐ γὰρ ζητοῦσι περὶ ὧν ἴσασι πρὸς τοὺς ἐπι- στήμονας ἀναπέμπων τὸν λόγον, ἵν’ εἴη οὕτω νοούμενον τὸ λεγόμενον, ὅτι δὲ οὐκ ἔστιν ἡ ἐπιστήμη ἡ εὐβουλία, δῆλον ἀπὸ τοῦ τοὺς ἐπιστήμονας μὴ ζητεῖν περὶ ὧν εἰσιν ἐπιστήμονες. μετέλαβε δὲ τὸν λόγον ἀπὸ τῆς ἐπιστήμης ἐπὶ τοὺς ἐπιστήμονας διὰ τὸ τὴν ἐπιστήμην μὲν κεκρύφθαι ἐν τῇ ψυχῇ, τοὺς ἐπιστήμονας δὲ εἶναι τοὺς ἐναργῶς ἐνεργοῦντας ἐκτός. Ἀλλὰ μὴν οὐδ’ εὐστοχία· ἄνευ γὰρ λόγου καὶ τα- χύ τι ἡ εὐστοχία, βουλεύεται δὲ πολὺν χρόνον, καί φασι Πράττειν μὲν δεῖν ταχὺ τὰ βουλευθέντα, βουλεύεσθαι δὲ βραοεως. ἐπεὶ τὸ στοχάζεσθαι ἔχει τινὰ κοινωνίαν πρὸς τὸ βουλεύεσθαι, καθὸ ἀμφότερα πρὸ τοῦ πράγματος γίνονται, πρὸς ὃ ἀφορῶσιν ὅ τε βουλευόμενος νος καὶ ὁ στοχαζόμενος, εἰκὸς ἦν δόξαι τινὰ ταὐτὸν εἶναι τὸ στοχάζεσθαι καὶ βουλεύεσθαι, καὶ διὰ τοῦτο ταὐτὸν καὶ τὸ εὖ ἐνεργεῖν καθ’ ἑκάτερον. διαστέλλει τοίνυν καὶ ἀπὸ τῆς εὐστοχίας τὴν εὐβουλίαν· ἡ δὲ διαστολὴ κατὰ τὸν χρόνον, καί φησι τὴν μὲν εὐστοχίαν ἄνευ λόγου εἶναι, ἤτοι τῆς κατὰ τὸν λόγον μελέτης καὶ σκέψεως καὶ ἐπὶ χρόνον βραχύν. ὁ δὲ βου- λευόμενος μελετᾷ καὶ πολὺν χρόνον βουλεύεται, ἐνδεὴς ὢν τῆς συμβαλλομένης μένῃς πρὸς τὸ πρᾶγμα φρονήσεως καὶ ἀγνοῶν ἐξ ἀρχῆς, ὅπως αὐτῷ τὸ βουλευόμενον ἀνυσθήσεται. ταῦτα δ’ ἀλλήλων διάφορα. φέρει δὲ καὶ τὴν δημώδη παροιμίαν εἰς μαρτυρίαν, συμβουλεύουσαν ἐπὶ μακρὸν μὲν βουλεύεσθαι, ταχέως δὲ πράττειν τὸ βουλευόμενον, ὡς τῆς μὲν βουλῆς μακροῦ τινος δεομένης χρόνου, ὥστε τὸν τρόπον συστήσασθαι τῆς ἐπιτυχίας τοῦ πράγματος, τῆς δὲ πράξεως ταχύτητος, |ἵνα μὴ ἀναλλαγέντος τοῦ βουλευτοῦ ἀνοικείως ἕξει πρὸς αὐτὸ ὁ μελετηθὶς τρόπος τῆς ἐπιτεύξεως, ὃ ἔστι τῆς τῶν ἐνδεχομένων ἀβεβαιότητος. χρῆται δὲ τῇ παροιμίᾳ ταύτῃ καὶ Ἰσοκράτης ἐν ταῖς πρὸς Νικοκλέα ὑποθήκαις. τὸ δὲ βουλεύεται δὲ πολὺν χρόνον ἐλλιπῶς εἴρηται, καὶ δέον προσκεῖσθαι τὸ ὁ βουλόμενος. Ἔτι ἡ ἀγχίνοια ἕτερον καὶ ἡ εὐβουλία· ἔστι δὲ εὐστοχία τις ἡ ἀγχίνοια. Ἕτερον ἐπιχείρημα ἕτερα δεικνύον πρὸς ἄλληλα εὐβουλίαν καὶ εὐστοχίαν, στοχίαν, ἐκ μέρους ἢ ἐξ εἴδους τῆς εὐστοχίας ἔχον τὴν σύστασιν. ὁμολογούμενον γὰρ λαβὼν τὸ τὴν ἀγχίνοιαν εὐστοχίαν εἶναί τινα, δείκνυσι διὰ τούτου, ὡς οὐ ταὐτὸν εὐβουλία καὶ εὐστοχία. εἰ γὰρ ἦν τὸ αὐτό, ἔδει καὶ τὴν ἀγχίνοιαν, ἐπεὶ εὐστοχία τίς ἐστιν, εἶναι καὶ εὐβουλίαν τινά. ἀλλὰ μὴν οὐκ ἔστιν εὐβουλία τις ἡ ἀγχίνοια, οὐκ ἄρα ταὐτὸν εὐβουλία καὶ εὐστοχία. ὅτι δὲ οὐκ ἔστιν ἡ ἀγχίνοια εὐβουλία, δῆλον ἐκ τοῦ ὅρου τῆς ἀγχινοίας. ἀγχίνοια γάρ ἐστιν ἄσκεπτος ἀπόδοσις τοῦ μέσου· μέσον δὲ λέγομεν τὴν αἰτίαν, δι’ ἣν ὁ ἐν τῷ συμπεράσματι κατηγορούμενος ὑπάρχει τῷ ὑποκειμένῳ, ὅταν ἐρωτώμενός τις, διὰ τί τόδε τῷδε ὑπάρχει, ἀσκέπτως καὶ ἀμελετήτως ἀποδῷ τὴν αἰτίαν, ὡς ἀγχίνους τοῦτο ποιεῖν λέγεται, οἷον εἰ τύχῃ, εἴ τις ἐρωτηθείη, διὰ τί τὸ διὰ τῆς τοιᾶσδε καταγραφῆς τῶν κύκλων ἀποτελούμενον τρίγωνον ἰσόπλευρόν ἐστιν, εἴποι ἀσκέπτως, διότι αἱ δύο πλευραὶ τῇ μιᾷ εἰσιν ἴσαι. οὕτω γὰρ λέγων κατὰ ἀγχίνοιαν ἀποδέδωκεν. ἡ δὲ ἄσκεπτος ἀπόδοσις ἀμελέτητος· ἡ δὲ εὐβουλία βούλευσις ἀγαθή· πᾶσα δὲ βούλευσις μελέτη καὶ σκέψις ἐστί, πᾶσα δὲ μελέτη καὶ σκέψις διὰ μακροῦ τινος τὴν γένεσιν δέχεται· ὥστε καὶ ἡ εὐβουλία διὰ μακροῦ. πῶς οὖν τὸ ἄσκεπτον καὶ ἀβούλευτον ὑπὸ τὴν σκέψιν ἀναχθῇ καὶ τὴν βούλευσιν, ὅτι δὲ ἡ ἀγχίνοια εὐστοχία, δῆλον. συντόμως γὰρ ἡ ἀγχίνοια μετὰ ὀρθοῦ στοχασμοῦ τὸ μέσον ἀποδίδωσιν. οὐ γὰρ ὁ τὸ τυχὸν ἀποδοὺς οὗτος ἀγχίνους ἐστίν, ἀλλ’ ὃς τὸ κυρίως αἴτιον τοῦ πράγματος ἀσκέπτως ἀποδιδῷ. οὐκ ἐπὶ μόνων δὲ θεωρεῖται τῶν θεωρητῶν ἡ ἀγχίνοια, ἀλλ’ οὐδὲν ἧττον καὶ ἐπὶ τῶν πρακτῶν. ὁ γὰρ λογοθετούμενος ἐπὶ πράξεσι λόγους ἀπαιτεῖται τῶν πεπραγμένων. εἰ γοῦν ἔχει τούτους ἑτοίμους καὶ καλῶς αὐτοὺς ἀποδίδωσιν, ἀγχίνους ὀνομάζεται. διὰ τοῦτο χρὴ τὸν μετὰ λόγου διάγειν ἐν τῷ βίῳ αἱρούμενον λόγους ἔχειν ἀεὶ τῶν πραττομένων εὖ ἔχοντας, καὶ ἕτοιμον εἶναι, εἴ τις αὐτὸν εὐθύνας ἀπαιτοίη τῶν πράξεων, ἀποδιδόναι τοὺς λόγους αὐτῶν, ὡς ἑαυτὸν φυλάττειν ἀνεύθυνον. ἄλλως γὰρ σπουδαῖον εἶναι ἀδύνατον. οὐδὲ δὴ δόξα ἡ εὐβουλία <οὐδεμία>, ἀλλ’ ἐπεὶ ὁ κακῶς βουλευόμενος ἁμαρτάνει, ὁ δὲ εὖ ὀρθῶς βουλευέται, δῆλον ὅτι ὀρθότης τις ἡ εὐβουλία ἐστίν, οὔτ’ οὔτ' ἐπιστήμης δὲ οὔτε δόξης. ἐπιστήμης μὲν γὰρ οὐκ ἔστιν ὀρθότης (οὐδὲ γὰρ ἁμαρτία), δόξης δ’ ὀρθότης ἀλήθεια· ἅμα δὲ καὶ διώρισται ἤδη πᾶν, οὗ δόξα ἐστίν. Δείκνυσι διὰ τούτων τὴν εὐβουλίαν δόξης οὖσαν καὶ ἐπιστήμης ἑτέραν. εἰπὼν δὲ ὅτι οὐκ ἔστι δόξα οὐδεμία ἡ εὐβουλία, καὶ μέλλων καὶ τὴν ἐπι- στήμην τῇ δόξῃ συντάξαι, καὶ ἅμ τῶν δύο τούτων διαστῆσαι τὴν εὐβουλίαν, παρεισήγαγέ τι ἐν μέσῳ τῆς εὐβουλίας ἴδιον, οὗ ἡ δόξα καὶ ἡ ἐπιστήμη εἰσὶν ἀκοινώνητοι. τοῦτο δέ ἐστιν ὀρθότης, ἣν ἔδειξε τῇ εὐβουλίᾳ ὑπάρχουσαν ἐκ τοῦ ἐναντίου αὐτῇ, τῆς κακοβουλίας. κακοβουλία γὰρ καὶ εὐβουλία ἐναντία πρὸς ἄλληλα καὶ ἁμαρτία καὶ ὀρθότης. τοίνυν εἰ ἡ κακοβουλία ἁμαρτία, ὀρθότης ἡ εὐβουλία. εἰ γὰρ τῷ ἐναντίῳ τὸ ἐναντίον, καὶ τῷ ἐναντίῳ τὸ ἐναντίον. ὅτι μὲν οὑν ὀρθότης ἡ εὐβουλία, δῆλον ἤδη γέγονεν, ὅτι δὲ οὔτε ἐπιστήμης οὔτε δόξης ἐστὶν ὀρθότης, δείκνυσιν οὕτως. ἐπιστήμης μέν, ὅτι οὐκ ἔστιν ἁμαρτία ἐπιστήμης, ὥστε οὐδὲ ὀρθότης. τὰ γὰρ ἐναντία περὶ τὸ αὐτὸ ὑποκείμενον ἢ εἴδει ἢ γένει· γένει μέν, ὡς λευκὸν καὶ μέλαν ἐν σώματι (ἅπαν γὰρ χρῶμα ἐν σώματι), εἴδει δέ, ὡς ὑγίεια καὶ νόσος ἐν ζῴου σώματι, ὥστε εἰ ἦν ἐπιστήμη δεκτικὴ ὀρθότητος, ἦν ἂν δεκτικὴ καὶ ἁμαρτίας. ἐπεὶ δὲ οὐκ ἔστιν ἁμαρτίας δεκτική, οὐδὲ ὀρθότητος ἄρα. αὐτὸ μὲν γὰρ τοῦτο ὀρθότητα εἶναι εἴποιμεν ἄν τὴν ἐπιστήμην ἐκ τῶν καθ’ αὑτὸ καὶ ᾗ αὐτὸ καὶ πρώτων καὶ αἰτίων τοῦ συμπεράσματος γνῶσιν οὖσαν, καὶ διὰ τοῦτο ἀναγκαίαν καὶ μὴ ἐνδεχομένην ἄλλως ἔχειν, δεκτικὴν δὲ ὀρθότητος οὔ. εἰ γὰρ τοῦτο δοίημεν ἔσται ὀρθότης ὀρθότητος. καὶ οὕτως ἔσται καὶ κινήσεως κίνησις καὶ γενέσεως γένεσις, ἃ ἀδύνατα παρ’ αὐτοῦ τοῦ Ἀριστοτέλους ἐν τοῖς Φυσικοῖς δέδεικται. ὀρθότης δὲ οὖσα οὐδὲ ἁμαρτίας ἔσται δεκτική, οὐ γὰρ ἐνδέχεται τὸ ἐναντίον ὑποκεῖσθαι τῷ ἐναντίῳ πρὸς ὕπαρξιν. ὅτι δὲ οὐδὲ ἡ δόξα οὕτως ὡς ἡ εὐβουλία ὀρθότητα δέχεται, δείκνυσιν οὕτως, ὅτι τῆς δόξης ὀρθότης ἡ ἀλήθειά ἐστιν. ὀρθοδοξαστικὸς γὰρ ὁ ἀληθῶς δοξάζων ἐστὶ καὶ λέγεται· ὥστε καὶ δόξα ὀρθὴ ἡ ἀλήθεια. ὁ δὲ εὖ βουλευόμενος οὐκ ἐξ ἀνάγκης ὁ ἀληθεύων ἐστίν. ἔστι γάρ ποτε τὸν ὀρθῶς βουλευόμενον καὶ περὶ αὐτοῦ τοῦ ψεύδους βουλεύσασθαι, ἵν’ ἐπίτηδες ψεύσηται πρός τινα ἢ ἐχθρὸν ὄντα, ἵν σφάλῃ αὐτόν, ἢ φίλον, ἵν’ ἐκκόψῃ αὐτὸν ἀπὸ κακοῦ. καὶ τούτων τὰ παραδείγματα ἐν ταῖς ἱστορίαις πολλά, καὶ εἰσὶν αἰ τοιαῦται βουλαὶ ἄμφω εὐβουλίαι, ὡς εἰς ὠφέλειαν οὖσαι τῶν βουλευομένων καὶ ὀρθαὶ διὰ τοῦτο οὖσι. ὀρθὴ δὲ δόξα ψευδὴς οὐ|δέποτε. εἰπὼν δὲ οὐδὲ δἡ δόξα ἡ εὐβουλία, ἐπήγαγε τὸ οὐδεμία, ὅτι διάφορα φορα τὰ γένη τῶν δοξῶν. αἱ μὲν γὰρ αὐτῶν συμπεράσματα διανοίας εἰσίν, σίν, ἃ καὶ ἐξ ἀναγκαίων προτάσεων περαινόμενα ἀληθῆ καὶ ἀναγκαῖα ὑπάρχουσι, εἰσὶ δὲ καὶ ἐξ αἰσθήσεως καὶ φαντασίας ἀποτικτόμεναι, αἳ καὶ ψευδεῖς πολλάκις εἰσίν, ὡς τὸ δοξάζειν τὴν ἐν τῷ ὕδατι κώπην κεκλασμένην, κλασμένην, ἄκλαστον οὖσαν καὶ ὑγιῆ, τῆς ὄψεως οὔσης κεκλασμένης τῷ σάλῳ τοῦ ὕδατος. πολλαὶ γὰρ πλάναι ταῖς φαντασίαις καὶ ταῖς αἰσθήσεσι γίνονται, καὶ αἱ ἐξ αὐτῶν πλανωμένων δόξαι ἀποτικτόμεναι πεπλανημέναι εἰσὶ καὶ αὐταὶ καὶ ψευδεῖς. διὰ τοῦτο δὲ τὴν ἐπιστήμην τῇ δόξῃ συνέταξεν, ἐν τῷ δεικνύναι αὐτὰς διαφερούσας τῆς εὐβουλίας, διότι πολλαὶ δόξαι ἐπιστημῶν εἰσι συμπεράσματα καὶ διὰ τοῦτο κοινωνοῦσαι ταῖς ἐπιστήμαις. ἅμα δὲ καὶ διώρισται ἤδη πᾶν, οὗ δόξα ἐστίν. ἑτέρα διαφορὰ τῆς δόξης πρὸς τὴν εὐβουλίαν. ἡ μὲν γὰρ δόξα ἢ κατάφασίς ἐστιν ἢ ἀπόφασις ἀπηρτισμένη ἤδη καὶ τεταγμένη. τοῦτο γὰρ δηλοῖ ἐνταῦθα τὸ διωρίσθαι τὸ ἀπηρτίσθαι καὶ τετάχθαι, ἤτοι ἐν ὅρῳ καταντῆσαι καὶ πέπατι. ἡ δὲ εὐβουλία ζήτησίς ἐστιν ὀρθῶς γενομένη καὶ ἐπί τι προβαίνουσα, οὔπω τι πρᾶγμα ἀπηρτισμένον. Ἀλλὰ μὴν οὐδ’ ἄνευ λόγου ἡ εὐβουλία. διανοίας ἄρα λείπεται· αὕτη δὲ οὔπω φάσις· καὶ γὰρ ἡ δόξα οὐ ζήτησις ἀλλὰ φάσις τις ἤδη. ῆς αὐτῆς ἔχεται διανοίας καὶ τοῦτο τὸ ἐπιχείρημα, εἰ καὶ καθ’ ἑκάτερον τρόπον μετακεχείρισται. δηλοῖ γὰρ καὶ τοῦτο τὴν μὲν εὐβουλίαν μήπω ἀπηρτίσθαι, τὴν δὲ δόξαν ἤδη εἶναι ἀπηρτισμένην, λαμβάνει δὲ τὸν λόγον κοινὸν ὄντα εὐβουλίας καὶ δόξης καί φησι μὴ ἄνευ μὲν λόγου εἷναι τὴν εὐβουλίαν, ἐπεὶ δὴ μὴ ἀπήρτισται, λείπεται ἄρα διανοίας· καὶ τίθησι τοῦτο συμπερασματικῶς ὡσπερεὶ συλλογιζόμενος῾ ἡ εὐβουλία οὐκ ἔστι λόγος τέλειος, ἡ διάνοια λόγος τέλειος· ἡ εὐβουλία ἄρα οὐκ ἔστι διάνοια. τότε γὰρ διάνοια λέγεται ὁ λόγος, ὅταν ἀπηρτισμένος ᾖ, τὸ οἰκεῖον εἰληφὼς συμπέρασμα. ἡ δὲ εὐβουλία ἐν τῷ γίνεσθαι ἔχει τὸ εἶναι, διὰ τοῦτο οὔπω φάσις ἡ εὐβουλία ἀλλὰ πρὸς φάσιν χωροῦσα, ἤτοι κατάφασιν ἢ ἀπόφασιν, οὔπω δέ τι τούτων οὖσα. ὅταν δέ τι τούτων γίνηται, οὐκέτι βουλή (διὰ τοῦτο οὐδ’ εὐβουλία, πᾶσα δ’ εὐβουλία βουλή) ἀλλὰ δεῖ χωεῖν ῥεῖν ἤδη πρὸς τοὖργον περὶ οὗ βεβούλευται, ὥστε οὐδὲ δόξα ἐστίν. ἡ γὰρ δόξα οὐ ζήτησις ἀλλὰ φάσις τις ἤδη ἢ κατάφασις ἢ ἀπόφασις. διὰ τοῦτο λείπεται μὲν τῆς διανοίας ἡ εὐβουλία ὡς γένεσίς τις καὶ κίνησις, κἀντεῦθεν ἀτελὴς ἐνέργεια, τῆς διανοίας τὸ τέλειον ἐχούσης κατὰ τὴν τοῦ λόγου ἐνέργειαν. οὔτε δὲ δόξα ἐστίν, ὡς καὶ τῆς δόξης τὸ τέλειον ἐχούσης κατὰ τὸ ἀποφαίνεσθαι, ὃ τῇ εὐβουλίᾳ οὐ πρόσεστιν, ὡς πολλάκις εἴρηται· Ὁ δὲ βουλευόμενος, ἐάν τε εὖ ἐάν τε κακῶς βουλεύηται, ζητεῖ τι καὶ λογίζεται. Ἀπὸ τῆς εὐβουλίας εἰς τὴν βουλὴν μετέβη, βουλόμενος γένος δεῖξαι τῆς εὐβουλίας τὴν βουλήν, οὗ προσθέμενος καὶ τὰς οὐσιώδεις διαφορὰς ἀπαρτίζει καὶ τῆς εὐβουλίας τὸν ὅρον. καὶ ἃ γὰρ ἔλεγε περὶ τῆς εὐβουλίας μέχρι καὶ τοῦδε ὡς τὸ γένος αὐτῆς ζητῶν ἔλεγεν, ἀπαγορεύων μὲν τὰ ἴσως δοξάζοντα γένη εἶναι αὐτῆς, οἷον τὴν εὐστοχίαν τὴν ἐπιστήμην τὴν δόξαν, ζητῶν δὲ εὑρεῖν ἀκριβῶς ὑφ’ ὃ ἀληθῶς ὡς ὑπὸ γένος ἀνάγεται῾ ποιεῖται δὲ τὸν λόγον συνεχῆ τοῖς εἰρημένοις, διιστῶν καὶ τὸ γένος τῆς εὐβουλίας ἀπὸ τῆς δόξης. τῷ γὰρ εἰπεῖν, ὅτι ὁ βουλευόμενος, ἐάν τε εὖ ἐάν τε κακῶς βουλεύηται ζητεῖ τι καὶ λογίζεται, τὴν βουλὴν ἀπὸ τῆς δόξης διίστησιν. ἅμα δὲ καὶ διαιρεῖ τὴν βουλὴν εἰς τὸ εὖ βουλεύεσθαι καὶ κακῶς, ἤτοι εὐβουλίαν καὶ κακοβουλίαν, καὶ λέγει κοινὸν εἶναι αὐταῖς τό τι ζητεῖν καὶ λογίζεσθαι, ἴδιον ὂν τοῦ γένους αὐτοῦ τῆς βουλῆς, ὃ δίξης ἀλλότριον, φάσεως οὔσης, ὡς εἴρηται, καὶ ἢ πεπερασμένης ἢ ἀπεράντου, ἀλλ’ οὐκ ἐν τῷ ζητεῖν ἔτι θεωρουμένης καὶ τῷ λογίζεσθαι. εἰσὶν οὖν διαιρεταὶ καὶ διαφοραὶ τῆς βουλῆς καὶ συστατικαὶ τῶν εἰδῶν αὐτῆς, εὐβουλία τε καὶ κακοβουλία, τὸ εὖ καὶ κακῶς βουλεύεσθαι· εἴρηται οὖν ἤδη τὸ γένος τῆς εὐβουλίας καθαρῶς καὶ ἀναμφιβόλως. Ἀλλὰ ὀρθότης τίς ἐστιν ἡ εὐβουλία βουλῆς. διὸ ἡ βουλὴ ζητητέα πρῶτον τί καὶ περὶ τί. εἰπὼν τὰς διαφορὰς τῆς βουλῆς εἶναι τὸ εὖ καὶ κακῶς βουλεύσασθαι, ἀπονέμει νῦν τῇ εὐβουλίᾳ θατέραν τῶν διαφορῶν, ὃ ἔστι τὸ εὖ βουλεύσασθαι, καί φησι, δύο οὐσῶν τῶν διαφορῶν τὸ εὖ τῆς εὐβουλίας ἐστίν, ὡς καὶ τοὔνομα παριστᾷ. τὸ γὰρ ὀρθῶς ταὐτὸν τῷ εὖ, ἡ οὖν εὐβουλία ὀρθότης τίς ἐστι βουλῆς. οὕτω γὰρ ἕξει τὸ εὖ ἡ βουλή, εἰ ὀρθῶς ὀρθῶς τὸ. ἐπεὶ οὖν ἡ βουλὴ γένος εὐβουλίας, δεῖ ζητῆσαι πρῶτον περὶ βουλῆς, τί ἐστι καὶ περὶ τί καταγίνεται, ἵν τὸ γένος τῆς εὐβουλίας ὁρισάμενοι ἔχωμεν ἤδη γνώριμον τὸ τί τῆς εὐβουλίας, ἤτοι τὴν οὐσίαν καὶ τὸ γένος αὐτῆς. ἑκάστου γὰρ εἴδους τὸ τί τὸ γένος αὐτοῦ ἐστιν, αἱ δὲ διαφοραὶ ποιότητές εἰσι, περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζουσαι. καλῶς δὲ καὶ τὸ περὶ τί ζητεῖν οὐδὲν ἧττον συμβαλλόμενον εἰς κατάληψιν τῆς βουλῆς. ἐκ γὰρ τῶν ὑποκειμένων μάλιστα περὶ ἃ καταγίνονται αἱ τῆς ψυχῆς ἕξεις καταλαμβάνονται καὶ αἱ ἐνέργειαι. καλῶς δὲ εἶπε καὶ τὸ ὀρθότης τίς ἐστι, διότι ἔστιν ὀρθὴν λέγεσθαι βουλὴν καὶ ἐπὶ ἀγαθῷ καὶ φαύλῳ, καθὼς αὐτὸς ἐρεῖ ἑξῆς. Ἐπεὶ δὲ ἡ ὀρθότης πλεοναχῶς, δῆλον ὅτι οὐ πᾶσα. ὁ γὰρ ἀκρατὴς καὶ ὁ φαῦλος ὃ προτίθεται ἰδεῖν ἐκ τοῦ λογισμοῦ τεύξεται, ὥστε ὀρθῶς ἔσται βεβουλευμένος, κακὸν δὲ μέγα εἰληφώς. Ἐπὶ τῷ γένει τῆς εὐβουλίας, ὃ ἦν ἡ βουλή, τὰς προσηκούσας εἰδοποιοὺς διαφορὰς ἐκλεγόμενος καὶ συνάπτων ἀλλήλαις αὐτάς, ἵν’ ἀποτελέσῃ τὸν ὅρον, πρώτην εὐθὺς μετὰ τὸ γένος ἔταξε τὴν ὀρθότητα. ἐπεὶ δὲ ὁμώνυμος ἡ ὀρθότης (ἢ γὰρ ἀγαθὸν τὸ προτιθέμενον τῷ βουλευομένῳ τέλος καὶ ἡ βουλὴ <ὀρθὴ> διὰ τοῦτο ὡς πρὸς ἀγαθὸν ἀποφέρουσα, ἢ μὲν τέλος οὐκ ἀγαθόν, οἰκείως δὲ ὁ βουλευόμενος τῷ τέλει βουλεύεται, ὡς εὐστόχως εἰς τὸ τέλος ἀγόντων τῶν βουλευμάτων αὐτοῦ, καὶ διὰ τοῦτο ὀρθὴ βουλή, ὅτι πρὸς τὸ τέλος εὐθυβολεῖ), οὐ μέντοι γε ὀρθὴ οὕτως, ὅτι <οὐκ> ὠφέλιμος, καὶ παράδειγμα τίθησι τὸν ἀκρατῆ καὶ τὸν φαῦλον ἀπλῶς. γὰρ ὁ ἀκρατὴς καὶ ἁπλῶς ὁ φαῦλος προτίθεται ὡς τέλος ἰδεῖν, ἤτοι σκέψασθαι, ὅπως αὐτοῦ ἐπιτεύξεται καθὸ ἀκρατὴς καὶ φαῦλος, οὐκ ἔσται ὠφέλιμον, εἴ γε ἡ ὄρεξις αὐτοῦ ἐκ πονηρᾶς προἰοῦσα ἕξεως οἰκεῖον ἔχει τῇ ἕξει ὀρεκτόν, τεύξεται μὲν ἐκ τοῦ λογισμοῦ τοῦ τελείου, ὡς εὐθυβόλως πρὸς αὐτὸ λογισάμενος, καὶ κατὰ τοῦτο ἔσται βεβουλευμένος ὀρθῶς. κα- κὸν δὲ μέγα ἐκ τοῦ βουλεύματος λήψεται, ὡς τέλος ἑαυτοῦ τῇ σκέψει προθέμενος πονηρόν. ἐπεὶ ἐκ πονηρᾶς ἕξεως τὴν ὄρεξιν προεβάλλετο, οὐκ ἄρα ἡ ἁπλῶς ὀρθότης τῆς βουλῆς εὐβουλία ἐστίν, ἀλλὰ δεῖ τι προστεθῆναι, ἵν’ ᾖ δῆλον ὁποία ὀρθότης τῆς βουλῆς εὐβουλία ᾗ. δοκεῖ δὲ ἀγαθὸν τὸ εὖ βεβουλεῦσθαι. ἡ γὰρ τοιαύτη ὀρθότης βουλῆς εὐβουλία, ἡ ἀγαθοῦ τευκτική. τοῦτο κατασκευαστικὸν τοῦ μὴ καὶ τὴν 15 πρὸς πονηρὸν τέλος ἄγουσαν ὀρθότητα τῆς βουλῆς εὐβουλίαν εἷναι. ὁμολογεῖται γὰρ ἀγαθόν τι εἶναι τὸ εὖ βεβουλεῦσθαι, ὅτι καὶ τὸ εὗ ἐπὶ ἀγαθοῦ παρὰ πᾶσι λαμβάνεται. ὥστε ἡ τοιαύτη ὀρθότης τῆς βουλῆς εὐβουλία ἐστίν, ἥτις εἰς ἀγαθοῦ τέλους ἐξάγει ἐπίτευξιν. Ἀλλ’ ἔστι καὶ τούτου ψευδεῖ συλλογισμῷ τυχεῖν, καὶ ὃ μὲν δεῖ ποιῆσαι τυχεῖν, δι’ οὗ δὲ μή, ἀλλὰ ψευδῆ τὸν μέσον ὅρον εἶναι, ὥστ’ οὐδ’ αὐτή πὼς εὐβουλία, καθ’ ἣν οὗ δεῖ μὲν τυγχάνει, οὐ μέντοι δι’ οὗ ἔδει. ἔθηκε τὴν ὀρθότητα τῆς βουλῆς καὶ ἔδειξε μὴ οὖσαν εὐβουλίαν πᾶσαν βουλῆς ὀρθότητα ἀλλὰ δεῖν καὶ περὶ ἀγαθοῦ τέλους γίνεσθαι τὴν βουλήν, εἰ μέλλει εὐβουλία ὑπάρχειν. ἐπεὶ δὲ καὶ ἔτι λείπεται, προστίθησι καὶ ἕτερον. τοῦτο δέ ἐστι τὸ καὶ προσήκοντα εἶναι τὸν τρόπον δι’ οὗ τὸ τέλος ἐπιτυγχάνεται. ἐπεὶ δὲ δύο ὅρων ὄντων τῶν ἄκρων, τοῦ τ’ ὀρεχτοῦ πράγματος καὶ τοῦ ὀρεγομένου αὐτοῦ, μέσος ὅρος ὁ τρόπος ἐστί, δι’ οὗ τὰ ἄκρα ἀλλήλοις συνάπτονται, τό τε ὀρεκτὸν καὶ τὸ ὀρεγόμενον, παρεισάγει τοῦτο ὡς ἐπὶ γινομένου συλλογισμοῦ, οὗ τὸ μὲν συμπέρασμα ἀλη- θές, ὁ δὲ μέσος ψευδής, ἤτοι ψευδὴς ἢ ὑποκείμενος ἢ κατηγορούμενος, εἴτε ἀποφατικῶς εἴτε καταφατικῶς καθ’ οἷον δήποτε σχῆμα καὶ τρόπον. ὡς γὰρ ἐν τῷ συλλογισμῷ ἐνδέχεται ἀληθὲς εἶναι συμπέρασμα τοῦ μέσου λαμβανομένου ψευδοῦς, εἴτε καθ’ ἕνα εἴτε κατ’ ἄμφω τὰ διαστήματα, οὕτως ἐνδέχεται καὶ διὰ φύλου τρόπου τέλος ἀποβῆναι χρηστόν, οἷον εἴ τις πένης μοιχεύσας ἐκ τούτου ἠυπόρηκεν ἢ αἰχμαλωτισθεὶς ἠλευθέρωται. ἐπεὶ γὰρ ὅ τε πλοῦτος δοκεῖ ἀγαθὸν τῷ πλουτήσαντι καὶ ἡ ἐλευθερία τῷ αἰχμαλώτῳ, δόξειεν ἄν ἀγαθὸν εἶναι τὸ μοιχεῦσαι ἡ τὸ αἰχμαλωτισθῆναι ἑκατέρῳ· τέρῳ· ἀλλὰ τοῦτο ψεῦδος. ὥστε τὸ ἀγαθὸν κατὰ τοῦ μέσου, ἤτοι τῆς μοιχείας κατηγορούμενον, ψευδῆ ποιήσει τὴν πρότασιν. δόξειε δ’ ἂν ἴσως ἀδύνατον, ψεῦδος εἶναι τὸ μέσον ἐν τῇ πλοκῇ τοὐ συλλογισμοῦ, δι’ οὗ τὸ ἀγαθὸν ὑπῆρξε τῷ εὐπορήσαντι, εἴτε τῷ πλουτήσαντι ὁ πλοῦτος εἴτε τῷ αἰχμαλωσίας ἀπαλλαγέντι ἡ ἐλευθερία, ἀλλὰ μέσον μὲν τὸν τρόπον λαμβάνεσθαι, ἀληθεῖς θεῖς δὲ εἶναι καὶ τὰς προτάσεις. εἰ γὰρ ἀληθές, ὅτι ὁ πένης μεμοίχευκε καὶ διὰ τοῦτο εὐπόρηκε, πῶς ἔσται ὁ μέσος ψευδής, τοῦ μὲν ἀληθῶς κατηγορούμενος, τῷ δὲ ἀληθῶς ὑποκείμενος. τὸ αὐτὸ δ’ ἄν ἐρεῖς κἀπὶ τοῦ ἀπαλλαγέντος αἰχμαλωσίας διὰ μοιχείαν. πῶς οὖν ἐροῦμεν; εἰ οὐ τοῦτό φησι ψευδὲς εἶναι τὸ μέσον, ἢ ὡς ὅτι πέπρακται ἢ ὡς ὅτι δι’ αὐτοῦ τὸ ἀγαθὸν τῷ πράξαντι ἀποβέβηκεν, ἀλλ’ εἰς τοῦτο ψευδές, ὅτι ἀγαθὸν καὶ τὸ μέσον ἀγαθοῦ ὄντος τοῦ δι’ αὐτὸ ἀποβάντος. ὥστε καὶ δευτέρου γενομένου συλλογισμοῦ τοῦτο ψευδὲς συμπεραίνεται, οὐκ ἐν τῷ δευτέρῳ συλλογισμῷ μέσου τιθεμένου τοῦ τρόπου, ἀλλ’ ἄκρου μὲν καὶ ἐλάττονος, τῆς μείζονος δὲ καὶ περιεκτικῆς ψευδῶς ἐπί τι λαμβανομένης προτούτου τάσεως, οἷον ἵνα τις φαίη, ὁ δεῖνα διὰ μοιχείαν ἀγαθὸν εὕρηκε, πᾶν δι’ οὗ τις ἀγαθὸν εὑρίσκει ἀγαθόν ἐστιν, ἡ μοιχεία ἄρα ἀγαθόν ἐστι· καὶ ἰδοὺ ψευδὴς ὁ ἐκεῖσε μέσος εὑρίσκεται, ἔλαττον μὲν ἄκρον ἐνταυθοῖ λαμβανόμενος, διὰ δέ τινος μέσου καθολικωτέρου καὶ κοινοτέρου τὸ ψευδῶς εὑρίσκων ὑποκεῖσθαι τῷ μείζονι. ἐπεὶ γὰρ ἐνδέχεται ἀγαθόν τι κτᾶσθαι διὰ τρόπου καὶ ἀγαθοῦ καὶ φαύλου, ψευδὴς ἐπί τι ἡ μείζων πρότασις, ἡ πᾶν λέγουσα τὸ δι’ οὗ τις ἑαυτῷ πορίζει τὸ ἀγαθόν, τοῦτο ἀγαθὸν εἶναι. καλῶς ἄρα εἴρηται τῷ Ἀριστοτέλει, ὅτι ὁ μέσος ψευδής, δι’ οὗ ἡ ἀληθὴς συνῆκται τοῦ συμπεράσματος ὕπαρξις, ὅταν φαύλη ἡ ἐπιτήδευσις, δι’ ἧς τὸ ὀρεκτὸν ὂν ἀγαθὸν ἀποβέβηκεν. οὐ γὰρ ὡς ὑπάρξαν ψευδὲς τὸ μέσον ὠνόμασται, ἀλλ’ ὡς ἀγαθὸν λεγόμενον, ὅτι ἀγαθὸν αὐτῷ ἠκολούθησεν. ἢ οὖν οὕτως ἢ ὅτι ἐπεὶ τὸ ὀρεκτὸν ἀγαθὸν καὶ ἔδει τυχεῖν αὐτοῦ διὰ τρόπου τινός, εἰ μὲν διὰ τοῦ δέοντος ἔτυχε τρόπου, ἀληθῶς τὸ δέον κατὰ τοῦ τρόπου κατηγορηθήσεται, εἰ δὲ τὸ μὲν ὀρεκτὸν δέον, ἔτυχε δέ τις αὐτοῦ διὰ τρόπου μὴ δέοντος. ψευδῶς κατὰ τοῦ τρόπου μέσου ὄντος τὸ δέον ῥηθήσεται, οἷον εἴ τινι πλούτου δέει, εἰ μὲν γεωργίαν ἢ ἐμπορίαν ἢ ἄλλο τι τοιοῦτον ἐτιτηδεύσας τοῦ πλούτου τέτευχε, δέον καὶ ὁ τρόπος καὶ προσῆκον, εἰ δὲ κλοπὴν ἢ λῃστείαν, κἀντεῦθεν εὐπόρηκε, ψευδῶς τὸ δέον I κτὰ τοῦ τοιούτου τρόπου ῥηθήσεται. ὥστε ἡ μὲν ἐπιτυχία δέοντος πράγματος γέγονε, διὰ δὲ τρόπου φαύλου καὶ μὴ δέοντος, καὶ οὕτως ὁ μέσος ψευδής, ψευδῶς ἔχων κατ’ αὐτοῦ τὸ δέον κατηγτορούμενον· ψευδὴς οὖν κἀνταῦθα ἡ μείζων πρότασις ἡ λέγουσα, πᾶν τὸ δι’ οὗ τις τυγχάνει τοῦ δέοντος, δέον κἀκεῖνό ἐστιν, εἴπερ ἐστὶ δέοντός τινος τυχεῖν οὐ μόνον διὰ τρόπου δέοντος ἀλλὰ δὴ καὶ μὴ δέοντος· οἷον εἴ τις φαίη συλλογιζόμενος περὶ τοῦ διὰ κλοπῆς ἢ λῃστείας πλουτήσαντος ἤ τινος ἄλλης φαύλης ἐπιτηδεύσεως, ὁ δεῖνα πλούτου τυχὼν δέοντος ἔτυχε πράγματος, πᾶς ὁ τυγχάνων δέοντος πράγματος διὰ δέοντος τρόπου τυγχάνει αὐτοῦ. ὁ δεῖνα ἄρα διὰ δέοντος τρόπου πλούτου ἔτυχεν, ἔτυχε δὲ διὰ κλοπῆς, δέον ἄρα ἡ κλοπή. τοῦτο δὲ ψεῦδος, ὃ ἠκολούθησε διὰ τὸ ψευδῆ ἐπί τι 30 ληφθῆναι τὴν μείζω πρότασιν. ἐν δὲ τῷ δευτέρῳ συλλογισμῷ· ἔστι δὲ οὗτος. ὁ δεῖνα δέοντος πράγματος τοῦ πλούτου διὰ κλοπῆς ἔτυχε· πᾶν τὸ δι’ οὗ τις δέοντος πράγματος τυγχάνει, δέον κἀκεῖνό ἐστιν· ἡ κλοπὴ ἄρα δέον. τὸ δὲ δέον ἐνταῦθα τὸ συμφέρον εἴρηται καὶ ὠφέλιμον. ἐν μὲν οὖν τῷ πρώτῳ συλλογισμῷ τὸ ὑπάρξαι τὸ πρακτὸν ἀγαθὸν συνῆκται τῷ πράξαντι διὰ μέσου τοῦ τρόπου, δι’ οὗ προσγέγονε, καὶ ὡς ἀληθεῖς αἱ προτάσεις ἐλήφθησαν, ἐν δὲ τῷ δευτέρῳ ὁ μέσος τε ὡς ἔλαττον ἄκρον τέθειται καὶ τὸ περιέχον αὐτὸν μέσον τέθειται καὶ ἐπεὶ ψευδῶς τῷ μεί- ζονι ὑποτέτακται, καὶ τὸ συμπέρασμα ψευδὲς ἀπετέλεσεν. Ἔτι ἔστι πολὺν χρόνον βουλευόμενον τυχεῖν, τὸν δὲ ταχύ. οὐκοῦν οὐδ’ ἐκείνη πω εὐβουλία, ἀλλ’ ὀρθότης ἡ κατὰ τὸ ὼφέλιμον, καὶ οὗ καὶ οὗ δεῖ καὶ ὣς καὶ ὅτε. Ἐπεὶ μήπω ἱκανὰ τὰ εἰρημένα πρὸς ἀπαρτισμὸν τοῦ ὅρου τῆς εὐβουλίας, προστίθησι καὶ ἑξῆς. τί δὲ τὸ προστεθειμένον ἐστί; τὸ μέτρον τοῦ χρόνου, ὃ ἀνήκει τῆ βουλῇ τῇ περί τινος πράγματος, ἵν’ ἁρμόσῃ αὐτῇ τὸ εὐβουλία εἶναι. ἔστι γὰρ καὶ διὰ πλείονος χρόνου καὶ ἐλάττονος ἀνυσθῆναι τὴν βουλήν. εἰ οὖν δι’ ἐλάττονος ἀνυσθῆναι δέον, διὰ πλείονος ἀνύσει τὸ ἔργον ὁ βουλευόμενος, κατὰ μὲν τὰ προλαβόντα ἴσως ἕξει τὸ εὖ, πλείω δὲ χρόνον τοῦ δέοντος κατατρίψας ἐν τῷ βουλεύεσθαι ἐμποδισθήσεται τὸ εὖ. ὥστε οὐδὲ ἡ διὰ πλείονος ἢ δεῖ χρόνου ἀνυομένη βου- λῆ ἐστί πω εὐβουλία. πολλοὶ γὰρ τῶν ἀνθρώπων ἢ διὰ νωθρίαν φύσεως ἢ δειλίαν ψυχῆς ἢ ἄλλο τι πάθος ἀργότερον διατιθέμενοι περὶ τὰ βουλεύματα πλείω χρόνον τοῦ ἀναγκαίου καταναλίσκουσι, κἀντεῦθεν ἢ παντελῶς τῶν τελῶν ἀποπίπτουσιν ἡ οὐ τελείως αὐτῶν ἐφάπτονται ἢ μετὰ κινδύνων καταναλίσκειν καὶ αὐτὸ δὲ τοῦτο ἀπλῶς, τὸ πλείω τοῦ δέοντος χρόνον καταναλίσκειν ἐν ταῖς βουλεύσεσι, ψεκτὸν καὶ οὐκ εὔβουλον. ταῦτα εἰπὼν ἐπαναλαμβάνει τὰ εἰρημένα καί φησιν, ὅτι ἐκείνη ἡ ὀρθότης τῆς βουλῆς ἐστιν εὐβουλία, ἣ καὶ τὸ ὠφέλιμον ἔχει τοῦ τέλους καὶ τοῦ τρόπου τὸ ἐπαινετόν, ὃ δηλοῖ τὸ ὥς, καὶ τοῦ χρόνου τὸ ἀρκοῦν, ὅπερ δηλοῖ τὸ ὅτε, τὸ δὲ ὠφέλιμον καὶ οὗ δεῖ ἐκ παραλλήλου ἐστὶ τὸ αὐτό, ὡς εἶναι τοιοῦτον τὸ λεγόμενον κατὰ τὸ ὠφέλιμον καὶ οὗ δεῖ ἐφίεσθαι. ἢ τὸ οὗ δεῖ ἀντὶ τοῦ οὗ χρεία ἐστὶν ὡς συμφέροντος καὶ συμβαλλομένου. Ἔτι ἔστι καὶ ἁπλῶς εὖ βεβουλεῦσθαι καὶ πρός τι τέλος. ἡ μὲν οὗν ἁπλῶς ἡ πρὸς τὸ τέλος τὸ ἁπλῶς κατορθοῦσα, ἡ τὶς δὲ πρός τι τέλος. εἰ δὴ τῶν φρονίμων τὸ εὖ βεβουλεῦσθαι, ἡ εὐβουλία εἴη ἄν ὀρθότης κατὰ τὸ συμφέρον πρός τι τέλος, οὗ ἡ φρόνησις ἀληθὴς ὑπόληψίς ἐστι. Τὸν μὲν ὁρισμὸν τῆς εὐβουλίας δόξειεν ἄν ἤδη ἀποδεδωκέναι, ὀρθότητα μὲν βουλῆς ὡς γένος ὑπάρχειν θέμενος, τὰ δὲ λοιπὰ ὡς διαφορὰς αὐτῆς ἀποπληρούσας τὴν τελειότητα, ὡς μή πω οὔσης εὐβουλίας, ὅτε τῶν εἰρημένων τινὸς ἀπολείποιτο, εἴτε τοῦ ἀτελοῦς μὴ ὄντος δέοντος, ὃ προτίθεται, εἴτε τοὐ τρόπου δι’ οὗ τὸ τέλος ἐπιτυγχάνεται, εἴτε τοῦ χρόνου μακροτέρου ἢ δεῖ καταναλισκομένου, δι’ ὅσου ἡ βούλευσις γίνεται. ἐπεὶ δὲ τὸ τέλος διχῶς λαμβάνεται, τό τε ἀπλῶς καὶ πρὸς ὃ πάντα τὰ κατὰ μέρος ἀναφέρεται κατορθούμενα παρὰ τοῖς ἀνθρώποις, καὶ οὗ ἐφιέμενος ἄνθρωπος καὶ ἐπιτυγχάνων τέλειος ὡς ἄνθρωπος γίνεται, ὅπερ ἐστὶν ἡ εὐδαιμονία, ὅλον τι οὖσα κατόρθωμα καὶ τέλος ἐκ τῶν κατὰ μέρος κατορθουμένων συγκείμενον, καὶ ἔστι καὶ πρὸς τοῦτο τὸν ἄνθρωπον εὖ τε Βουλεύσασθαι καὶ μή, τὸ μὲν τὴν ὄντως εὐδαιμονίαν εὐδαιμονίαν εἶναι ὑπολαμβάνοντα καὶ τὰ πρὸς αὐτὴν φέροντα ὀρθῶς καὶ ἁρμοδίως ἐπιτηδεύοντα, τὸ δὲ περί τε τὸ τέλος αὐτὸ πλανώμενον καὶ τὸ μὴ ὂν τέλος ὡς τέλος ἡγούμενον καὶ μάταιά τινα ὡς πρὸς αὐτὸ φέροντα μετερχόμενον. ἔστι δὲ καὶ κτὰ μέρος περὶ τῶν ἀναφερομένων μερῶν εἰς τὴν δοξαζομένην εὐδαιμονίαν ὀρεκτά τινα προτίθεσθαι καὶ περὶ τῆς αὐτῶν ἐπιτεύ- ξεως βουλεύεσθαι εὖ τε καὶ ὡς ἑτέρως. περὶ τούτου νῦν παραδίδωσι, διαφορὰν ἡμῖν παριστῶν περί τε τῆς κατὰ τὴν εὐδαιμονίαν εὐβουλίας, ἥτις ἁπλῶς εὐβουλία ἐστί, πρὸς τὸ ἁπλῶς τέλος ἄγουσα καὶ περὶ τῆς κατὰ μέρος, ἥτις ἐστὶν ἡ πρὸς ἕκαστον μέρος τῆς εὐδαιμονίας τὸν βουλευόμενον ἀποφέρουσα. ὅτι δὲ καὶ περὶ τοὐ ἀπλῶς τέλους, ἤτοι τῆς εὐδαιμο- νίας, ἔστι καὶ ὀρθῶς δοξάσαι καὶ πλημμελῶς καὶ περὶ τῶν κατὰ μέρος τελῶν, δῆλον ἐντεῦθεν. οἱ γὰρ πλοῦτον εὐδαιμονίαν ἡγούμενοι ἢ ἡδονὴν σαρκὸς ἢ ὑγείαν ἢ ἄλλο τοιοῦτον τῆς ἀληθείας ἀποπεπτώκασι, καὶ ὁπόσα ἄν ἑαυτοῖς |περιποιεῖσθαι σπουδάζωσι, σκοπὸν τοῦ ἑαυτῶν βίου καὶ τέλος προθέμενοι, ματαιοπονοῦντές εἰσι καὶ κενὰ βουλευόμενοι. οἱ δ’ ἐνέργειν ψυχῆς κατ’ ἀρετὴν ἐν βίῳ τελείῳ τὸ ἀνθρώπινον τέλος ὑπάρχειν θέμενοι, οὗτοι δηλονότι καὶ περὶ τοῦ τέλους ὀρθῶς ὑπέλαβον καὶ τὰ προσ- ήκοντα πρὸς αὐτὸ κατὰ μέρος πάντα ὀρεκτὰ ἑαυτοῖς προτιθέμενοι ἀπλῶς καὶ καθόλου τυγχάνουσιν εὔβουλοι, εἰ δὲ κἂν τοῖς κατὰ μέρος εἰσί, φυλάττοντς τὰ τῆς εὐβουλίας παρατηρήματα, εἶεν ἄν κἄν τοῖς κατὰ μέρος βουλευτοῖς εὔβουλοι. διὰ τοῦτό φησι ταῦτα διαφορὰν ἡμῖν ὑποβάλλων νοεῖν τοῦ τε κοινοῦ τέλους, πρὸς ὃ τὰ κατὰ μέρος ὠφέλιμα προσφέρουσιν ἅπαντα καὶ αὐτῶν τῶν κατὰ μέρος τελῶν καὶ τῆς κοινῆς εὐβουλίας καὶ τῶν κατὰ μέρος εὐβουλιῶν, ὡς τῆς μὲν πρὸς τὸ κοινὸν ἀφορώσης τέλος, τῆς δὲ ἑκάστης πρὸς ἕκαστον τῶν κατὰ μέρος. προσθεὶς δὲ τὸ ἔτι ἐν τῇ ἀρχῇ τοῦ προκειμένου νοήματος, οὐ μικρὸν ἐμπόδιον τέθεικε τῇ προλαβούσῃ αὐτῷ διανοίᾳ πρὸς τὴν τῶν λεγομένων κατάληψιν. δοκεῖ γὰρ ὡς καὶ ἑτέραν τινὰ διαφορὰν προσθεῖναι τῷ ὅρῳ βουλόμενος οὕτως εἰπεῖν ὥσπερ ἐχομένου τοῦ νοήματος τῶν ἤδη ῥηθέντων· οἶμαι δ’ ὅτι οὐδ’ οὕτως ἔχει, ἀλλὰ τὸν ὅρον ἀπαρτίσας τῆς εὐβουλίας, ἕτερον τούτῳ ἐπεισάγει θεώρημα τὸν ἁπλῶς εὔβουλον διαχωρίζων τοῦ κατὰ μέρος. ἐξετα- στέον δὲ καὶ αὐτὴν τὴν λέξιν τοῦ Ἀριστοτέλους καὶ ῥητέον τὰ εἰκότα καὶ ἐπ’ αὐτῇ. ἔτι ἔστι καὶ ἁπλῶς εὖ βεβουλεῦσθαι καὶ πρός τι τέλος. τὸ ἀπλῶς εὖ βεβουλεῦσθαι περὶ τοῦ κοινοῦ τέλους ἐστί, τὸ δὲ πρός τι εὖ βεβουλεῦσθαι περί τινος τέλους ἐστίν, ὅ ἐστι καὶ αὐτὸ ἀγαθόν, μέρος ὂν τοῦ κοινοῦ καὶ εἰς τὸν ἐκείνου ἀπαρτισμὸν συμβαλλόμενον. ἔστι τοίνυν ἁπλῶς μὲν εὔβουλος ὅ τε ἀπλανῶς τὸ ἁπλῶς τέλος εἰδὼς καὶ ὀρ- θὼς ἐπιτηδεύων τὰ πρὸς αὐτὸ φέροντα, πρός τι δὲ εὔβουλος ὁ τὶ ὡφέλιμον ἑαυτῷ ὡς τέλος προθέμενος καὶ τὰ τῆς εὐβουλίας φυλάττων παρατηρήματα ἐν τῷ περὶ τοῦ τοιούτου βουλεύεσθαι. εἰ δὴ τῶν φρονίμων τὸ εὖ βεβουλεῦσθαι, ἡ εὐβουλία εἴη ἄν ὀρθότης ἡ κατὰ τὸ συμφέρον πρός τι τέλος, οὗ ἡ φρόνησις ἀληθὴς ὑπόληψίς ἐστι. τὰ μὲν μέχρι τοῦδε κατ’ ἐξήγησιν εἰρημένα ἔστιν ἐφαρμόσαι τοῖς μέχρι τοῦδε τοῦ Ἀριστοτέλους ῥητοῖς περὶ τοῦ καθόλου εὖ βεβουλεῦσθαι εἰρημένοις, τὰ δὲ ἑξῆς ἔοικε τῷ ὅρῳ ἐφαρμόζειν τῆς κατὰ μέρος εὐβουλίας. ἐπεὶ γὰρ περὶ πρακτέων κυρίως ἅπασα βούλευσις, τὰ δὲ πρακτέα καθ’ ἕκαστα, περὶ τὰ καθ’ ἕκαστα ἄρα ἡ πᾶσα βούλευσις. διὸ καὶ δέον προστίθεσθαι τῷ ὅρῳ τῆς εὐβουλίας τὸ πρός τι τέλος. ἐπεὶ δὲ καὶ τῶν φρονίμων τὸ εὖ βουλεύεσθαι, δεῖ καὶ τὴν φρόνησιν <ἐν> τῷ ὅρῳ παραλαμβάνεσθαι, καὶ οὕτως ἔσται τέλειος ὁ εὐβουλίας ὅρος, ἐκτεθειμένος ὡδί, ὡς ἐνταυθοῖ ὁ Ἀριστοτέλης ἐξέθετο, ἤγουν ὀρθότης ἡ κατὰ τὸ συμφέρον πρός τι τέλος, οὗ ἡ φρόνησις ἀληθὴς ὑπόληψις, ἡ μὲν ὀρθότης ὡς γένος ἀντικειμένη οὖσα πρὸς τὴν διαστροφήν, ἥτις ἐστὶν ἀνοικειότης πρὸς τὸ προκείμενον τέλος καὶ ἐπιτευχθῆναι ζητούμενον. τὸ δὲ κατὰ τὸ συμφέρον πρὸς τὴν εἰς κακὸν ἀφορῶσαν καὶ ἀσύμφορον βούλευσιν, πρὸς ἣν ὀρθότης μὲν εἶναι δύναται βουλῆς, ὡς εἰς ἐπιτυχίαν συμβαλλομένη τοῦ βλαβεροῦ, οἷον ὡς εἴ τις περὶ κλοπῆς ἀλλοτρίων πραγμάτων βουλεύοιτο, καὶ τὸν οἰκεῖον πρὸς τοῦτο τρόπον ἐπιτηδεύοιτο. τοῦτο γὰρ ὀρθότης μέν ἐστι διὰ τὸ ἄγειν πρὸς τὸ τέλος, περὶ ὃ ἡ βουλή, οὐ μὴν καὶ εὐβουλία ὅτι μηδὲ ἀγαθὸν ἐκεῖνο περὶ ὃ τὸ βουλεύεσθαι, τὸ πρός τι τέλος, διὰ τὴν περὶ τὸ καθόλου βουλήν. τὸ δὲ οὗ ἡ φρόνησις ἄλη θὴς ὑπόληψίς ἐστιν ὥσπερ ἐσχάτη τίς ἐστιν ἐν τῷ ὅρῳ τῆς εὐβουλίας διαφορὰ ἀντιστρέφουσα πρὸς τὴν εὐβουλίαν, ὡς ἐν τῷ ὅρῳ τοῦ ἀνθρώπου τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν. πᾶσα γὰρ εὐβουλία τέλος ἔχει τοιοῦτον, οὗ ἡ φρόνησις ἀληθὴς ὑπόληψίς ἐστι καὶ πᾶν βουλευτόν, οὗ ἡ φρόνησις ἀληθὴς ὑπόληψίς ἐστιν, εὐβουλίας τέλος ἐστίν. ἐπεὶ γὰρ ἡ φρόνησις ἀπλανῶς ἔχει περὶ τὰ ὀρεκτὰ καὶ βουλευτά, πάντα τὰ αὐτῇ πρὸς μελέτην ἐπιτυχίας προτιθέμενα δέοντά ἐστι καὶ ὠφέλιμα καὶ οἱ τρόποι δέοντες καὶ τοῖς τέλεσι ἐφαρμόζοντες, δι’ ὧν αἱ ἐπιτυχίαι προσγίνονται ὑπὸ ἕξεως ἀγαθῆς ἐπιτηδευόμενοι τῆς φρονήσεως. δεῖ ἄρα τῇ εὐβουλίᾳ καὶ ταύτην προσκεῖσθαι τὴν διαφοράν, ὡς οὐσιῶδές τι ἴδιον διαστέλλον αὐτὴν τῶν ἐχουσῶν μὲν ἕξεων τὴν διαφοράν, λειπομένων δὲ φρονήσεως τὸ ἀληθὲς ὑπολαμβανούσης περὶ τοῦ τέλους αὐτῆς, καὶ ἴσως διὰ τοῦτο ἐν ἀρχῇ τοῦ νοήματος τὸ <ἔτι προτέτακται, ὡς ἔτι προσθήκης δεομένου τοῦ περὶ εὐβουλίας λόγου, ἵν’ ὁ ὅρος αὐτῆς ἀποδοθῇ, διαστέλλων αὐτὴν ἀπὸ> ἀπλῶς εὐβουλίας, ἣ τοῦ ἁπλῶς τέλους ἐστίν, ἀλλὰ περὶ τῶν καθ’ ἕκαστα προτιθεμένων τοῖς ἀνθρώποις, εἰς ζήτησιν ὠφελίμων τε ὄντων καὶ διὰ τρόπων δεόντων κατορθουμένων καὶ διὰ χρόνου προσήκοντος. τὸ πρός τι οὖν τέλος ἐν τῷ παρόντι ὅρῳ αὐτῆς λαμβανόμενον, διΐστησιν αὐτὸν ἀπὸ τῆς περὶ τὸ ἁπλῶς τέλος γινομένης εὐβουλίας. καὶ διὰ τοῦτο ἦν ἀναγκαῖον οὕτως ὁρισθῆναι αὐτήν. οὕτω μὲν ἡμῖν διὰ τούτων εξείληπται ἡ καθόλου εὐβουλία καὶ ἡ κατὰ μέρος, ὡς περὶ τοῦ ἁπλῶς βουλευτοῦ καὶ τῶν κατὰ μέρος βουλευτῶν γεγενημένου τοῦ λόγου. εἰ δέ τις βούλοιτο εἰλήφθω μὲν τὸ καθόλου ὡς ἐνδεχομένου καὶ καθόλου βουλεύεσθαι καὶ ἐν μέρει, ὡς τινὸς μὲν ὄντος ἀεὶ περὶ ὃ βουλευόμεθα, παντὸς δὲ τοῦ τινὸς πρὸς καθόλου ἀναγομένου, ὡς εἶναι καὶ τὸ τὶ βουλευτὸν ὑπὸ τὸ ἁπλῶς ἀναφερόμενον βουλευτόν. πλὴν τὸ οὕτω καθόλου οὐδέποτε ἔσται ἐνέργεια, οὔτε μὴν |βουλὴ περὶ τοῦ καθόλου βουλευτοῦ, διότι οἱ πράττοντες καὶ βουλευόμενοι τῶν καθ’ ἕκαστα, καὶ ἃ πράττουσι καὶ περὶ ἃ βουλευόνται πάντα τῶν καθ’ ἕκαστα. ὃ δὲ λέγομεν ἁπλῶς τέλος καὶ ἁπλῶς βουλευτὸν οὐχ οὕτως ἁπλῶς ἐστιν ὡς ἐννοηματικόν, ἀλλ’ ὡς ὅλον τι καὶ τὰ καθ’ ἕκαστον βουλευτὰ ὡς εἰς ὅλον μέρη ἀνάγονται εἰς αὐτό, εἰ μετὰ φρονήσεως τέ εἰσιν ὀρεκτὰ καὶ ἡ φρόνησίς ἐστιν ἡ τὰς ἐπιτυχίας κατορθοῦσα αὐτῶν. Ἔστι δὲ καὶ ἡ σύνεσις καὶ ἡ ἀσυνεσία, καθ’ ἃς λέγομεν συνετοὺς καὶ ἀσυνέτους, οὔθ’ ὅλως τὸ αὐτὸ ἐπιστήμῃ ἢ δόξῃ (πάντες γὰρ ἄν ἦσαν συνετοί) οὔτε τις μία τῶν κατὰ μέρος ἐπιστημῶν, οἷον ἡ ἰατρικὴ περὶ ὑγιεινῶν ἂν ἦν ἢ γεωμετρία περὶ μεγέθη. οὔτε γὰρ περὶ τῶν αἰεὶ ὄντων καὶ ἀκινήτων ἡ σύνεσίς ἐστιν οὔτε περὶ τῶν γιγνομένὼν ὁτῳοῦν ἀλλὰ περὶ ὧν ἀπορήσειεν ἄν τις καὶ βουλεύσαιτο. Ὡς καὶ ἐπὶ τῶν πρακτικῶν ἀρετῶν γενικὰς ἐλέγομεν ἀρετὰς ἀνδρείαν σωφροσύνην δικαιοσύνην, ἐλαμβάνομεν δὲ καὶ ἑτέρας εἰδικωτέρας ἐλευθεριότητα μεγαλοπρέπειαν μεγαλοψυχίαν, οὕτω καὶ ἡ φρόνησις, ἀρετὴ οὖσα ἐννοηματικὴ καὶ γενική, ἔχει ὑπ’ αὐτὴν ἀναφερομένας τὰς ἐφεξῆς ἐνταῦθα λαμβανομένας, εὐβουλίαν ἀγχίνοιαν σύνεσιν συγγνώμην, περὶ ὧν ὁ Ἀριστοτέλης ἐνταῦθα διδάσκει, τὰς μὲν ἤδη παραδοὺς καὶ ὁρισάμενος, περὶ δὲ τῶν τὰς ἀποδείξεις ἑξῆς ποιούμενος. ὥσπερ τοίνυν περὶ τῆς εὐβουλίας διδάσκων διέστησεν αὐτὴν ἀπὸ ἐπιστήμης καὶ δόξης καὶ εὐστοχίας καὶ ἑτέρων γενῶν, διάφορον δείξας αὐτὴν ἑκάστης ἐκείνων, εἶτα τὸ γένος αὐτῆς τῆς εὑρὼν καὶ τὰς ἁρμοττούσας αὐτῇ συστατικὰς διαφορὰς συναγαγὼν καὶ ἁρμοδίως ταύτας τῷ γένει συνθέμενος τὸν οἰκεῖον ὅρον αὐτῆς ἀποδέδωκε, τὸ αὐτὸ ποιεῖ καὶ ἐπὶ τῆς συνέσεως. τί δέ ἐστιν ἡ σύνεσις καὶ ἡ ἀντικειμένη αὐτῇ ἀσυνεσία, δείκνυσιν ἐκ τῶν μετεχόντων αὐτῆς, οὓς ἐξ αὐτῶν παρωνύμως συνετοὺς καὶ ἀσυνέτους καλοῦμεν. ποιοὶ γὰρ ὁ συνετὸς καὶ ὁ ἀσύνετος, ἀπὸ τῆς συνέσεως καὶ ἀσυνεσίας ὀνομαζόμενοι, οὐκ ἄν δὲ οὕτως ἐξ αὐτῶν ποιοὶ ὠνομάζοντο, εἰ μὴ ποιότητες ἦσαν ἡ σύνεσις καὶ ἡ ἀσυνεσία. οὕτω δείξας ὅτι εἰσί, ζητεῖ ἐφεξῆς τί ἐστιν ἡ σύνεσις, καὶ πρὸ τούτου δείκνυσι τί οὐκ ἔστιν, ἵνα τῶν τριῶν ἀποχωρίσας αὐτὴν γενῶν, τὸ οἰκεῖον καὶ προσεχὲς προσαρμόσῃ αὐτῷ, καὶ οὕτω τὰς οἰκείας διαμορὰς ἐπαγαγὼν τέλειον αὐτῆς ἀποδώσει τὸ τί ἐστιν, ὃ καὶ ἐπὶ τῆς εὐβουλίας ἐποίησε. φησὶ τοίνυν ὅτι οὔτε ὅλως τὸ αὐτὸ ἐπιστήμῃ ἢ δόξῃ ἡ σύνεσις. εἰ γὰρ τὸ αὐτὸ ἦν, ἦσαν <ἂν> πάντες συνετοί τινες ἢ οἱ ἢ δοξάζοντες ἢ ὅλως καὶ καθόλου ὁ ἐπιστάμενος ἢ δοξάζων ἐτύγχανε συνετὸς οὔτε τις μία τῶν κατὰ μέρος ἐπιστημῶν. ἐπιστήμας δὲ ἐνταῦθα κοινῷ λόγῳ καὶ τὰς τέχνας φησί· διὸ καὶ τὴν ἰατρικὴν ὡς ἐπιστήμην παραλαμβάνει. ἔστι γάρ τις ὅρος τῆς ἐπιστήμης, καθ’ ὃν καὶ αἱ τέχναι ταῖς ἐπιστήμαις συντάσσονται. οὗτος δέ ἐστιν ὁ λέγων ὅτι ἐπιστήμη ἐστὶν ἡ πρώτων καὶ δευτέρων τάξιν ἔχουσα. πᾶσα γὰρ τέχνη καὶ πᾶσα ἐπιστήμη τάξιν ἔχει τῶν παρ’ αὐτῇ παραδεδομένων, ὡς τὰ μὲν πρῶτα τάττεσθαι, τὰ δὲ μετ’ αὐτὰ μὴ δυναμένων τῶν δευτέρων κατορθοῦσθαι, μὴ προηγησαμένων τῶν προτέρων. δείκνυσι δὲ ὅτι οὔτε τέχνη οὔτε ἐπιστήμη ἐστὶν ἡ σύνεσις ἐκ τῶν ὑποκειμένων ταῖς τέχναις καὶ ταῖς ἐπιστήμαις. εἰ γὰρ ἦν ἰατρική, διελάμβανεν ἄν περὶ ὑγιεινῶν καὶ νοσωδῶν καὶ οὐδετέρων, εἴτε σωμάτων εἴτε διαιτημάτων εἴτε φαρμάκων εἴτε ἄλλων τινῶν τοιούτων, περὶ ὧν ὧν διαλαμβάνει ἡ ἰατρική, εἰ δὲ γεωμετρία, περὶ μέγεθος ἂν κατεγίνετο, περὶ ταῦτα γὰρ ἡ γεωμετρία, ὧν τὰ, μὲν αἰεὶ ὄντα εἰσὶ καὶ ἀκίνητα, ἤτοι κατ’ οὐσίας ἀμετάβλητα, οἷα τὰ οὐράνια σώματα, ὡς αὐτὸς ἐν τῷ Περὶ οὐρανοῦ δείκνυσι. ταῦτα γὰρ εἰ καὶ κατὰ τόπον κινεῖται, ἀλλὰ κατ’ οὐσίαν ὡσαύτως ἀεί φησιν ἔχουσι, καὶ κατὰ τόπον δὲ κινούμενα, οὐ καθόλου κινούμενα ἀλλὰ κατὰ μόρια, κτὰ δὲ τὰς ὁλότητας ἐν ταὐτῷ μένουσι, τοὺς τόπους οὐκ ἐξαλλάττοντα. καταγίνεται οὖν ἡ γεωμετρία περὶ μεγέθη, ἐπίπεδά τε καὶ στερεά, ἐπίπεδα μὲν ὡς κύκλους καὶ τρίγωνα καὶ τετράγωνα καὶ τὰ λοιπὰ σχήματα, ἃ μεγέθη ὄντα θεωροῦνται κατ’ ἐπιφάνειαν, μὴ ἔχοντα τὸ τέλειον ἐν μεγέθεσι. τὰ γὰρ τρία πάντῃ καὶ τὸ τρεῖς πάντῃ καὶ τὸ κατὰ τρία διαστατὸν πάντῃ τε διαστατὸν καὶ μεγέθει τέλειον ὡς αὐτὸς ἐν τῶ Περὶ οὐρανοῦ καὶ περὶ τούτου διείληφε, καὶ περὶ στερεὰ δέ, οἷον σφαίρας κυλίνδρους κύβους κώνους πυραμίδας καὶ τὰ τούτοις ὁμοταγῆ, ἃ κατὰ τρεῖς θεωρούμενα διστάσεις στερεὰ ὀνομάζεται, μῆκος βάθος καὶ πλάτος ἔχοντα. ὧν τὰ μὲν οὐράνια ὡσαύτως ἔχειν ἀεί φησι καὶ κατ’ οὐσίαν εἶναι ἀκίνητα. εἰσὶ δὲ τούτων ἃ καὶ γίνεταί τε καὶ φθείρεται, οἷα τὰ μεγέθη τὰ ἐν ταῖς γενηταῖς καὶ φθαρταῖς οὐσίαις γινόμενα, περὶ ὧν οὐδετέρως τὴν θεωρίαν ποιεῖται ἡ σύνεσις, ἀλλὰ περὶ ὧν ἀπορήσειεν ἄν τις καὶ βουλεύσαιτο. Διὸ περὶ αὐτὰ μὲν τῇ φρονήσει ἐστίν. οὐκ ἔστι δὲ ταὐτὸν σύνεσις καὶ φρόνησις. ἡ μὲν γὰρ φρόνησις ἐπιτακτική ἐστιν· τί γὰρ δεῖ πράττειν ἢ μή, τὸ τέλος αὐτῆς ἐστιν· ἡ δὲ ξύνεσις κριτικὴ μόνον· ταὐτὸ γὰρ ξύνεσις καὶ εὐξυνεσία, καὶ γὰρ οἱ συνετοὶ καὶ εὐξύνετοι. Αἴτιαι μὲν δὴ αἱ κατὰ τὰς ἀρετὰς ἕξεις τῶν ἐξ αὐτῶν προιουσῶν προχειρίσεων ἤτοι ἐνεργειῶν· καὶ φύσει πρότεραι, εἴπερ αἴτιαι, ὡς δὲ πρὸς ἡμᾶς, πρότεραι τῶν ἕξεων αἱ ἐνέργειαι, ὅτι καὶ αἰσθήσει καταλαμβάνοντι. αἱ δὲ προχειρίσεις ἐν τοῖς πράγμασίν εἰσι, περὶ ἃ καταγίνονται, τὰ δὲ πράγματα αἰσθητά. διὰ τοῦτο τὰ πράγματα ἡμῖν γνωριστικὰ τῶν ἕξεων γίνονται, περὶ ἃ αἱ ἕξεις τὴν ἐνέργειαν κέκτηνται. διὸ καὶ ἐπὶ τῆς συνέσεως τὰ πράγματα παραλαμβάνει, περὶ ἃ ἡ σύνεσις καταγίνεται, ἵν’ ἐξ αὐτῶν ἡμῖν γνωρίσῃ τὴν σύνεσιν. περὶ ἐκεῖνά φησι τοίνυν αὐτὴν καταγίνεσθαι, περὶ ὧν ἀπορήσειεν ἄν τις καὶ βουλεύσαιτο. ταῦτα δέ ἐστι τὰ ἐφ’ ἡμῖν, ἃ καὶ ἐπίσης ἐνδεχόμενα λέγεται διὰ τὸ οὐχ ἧττον οὔτε μᾶλλον ἐνδέχεσθαι αὐτὰ εἶναι ἢ μὴ εἶναι. περὶ τούτων γὰρ ἀποροῦμεν καὶ ζητοῦμεν καὶ βουλευόμεθα, ὥστε κοινωνεῖ ἡ σύνεσις τῇ φρονήσει κατὰ τὰ ὑποκείμενα, εἴ γε καὶ ἡ φρόνησις περὶ τὰ οὕτως ἐνδεχόμενα ποιεῖται τὰς προχειρίσεις. οὔτε γὰρ περὶ τῶν ἀναγκαίων ἄν τις βουλεύσαιτο συνε- τὸς ἀνὴρ οὔτε περὶ τῶν ἐνδεχομένων μέν, ὡς ἐπὶ τὸ πολὺ <δὲ> ἢ ὡς ἔλαττον (τὰ μὲν γὰρ οὕτως ἔχει ἢ ἕξει, κἄν βουλεύσαιτό τις κἂν μὴ βουλεύσαιτο), οἷον περὶ τοῦ ἡμέραν εἶναι, εἰ ὁ ἥλιος ὑπὲρ γῆν ἐστιν, ἢ περὶ τοῦ μετὰ τὸ ἔαρ θέρος γενέσθαι, οὔτε περὶ τοῦ εἰ τὸ ἐσόμενον παιδίον ἀποβήσεται πενταδάκτυλον οὔτε μὴν εἰ μὴ πενταδάκτυλον· τὰ τοιαῦτα γὰρ πάντα τῆς θείας προνοίας καὶ φύσεως καὶ οὐδὲν τούτων ἐφ’ ἡμῖν. περὶ ἐκείνων δέ τις καὶ ζητεῖ καὶ βουλεύεται, ἃ ἐκ τῆς αὐτοῦ ζητήσεως καὶ βουλεύσεως ἀποβαίνειν ἐνδέχεται, ὡς αὐτὸς βουλεύεται. περὶ τὰ τοισῦτα τοίνυν ἡ σύνεσις. οὕτω μὲν οὖν αὐτὴν τῷ οἰκείῳ ὑποκειμένῳ ὑφίστησι καὶ τῶν ἄλλων διΐστησιν ἕξεων, ὅσαι περὶ τὰ τοιαῦτα μὴ καταγί- νονται. ἐπεὶ δὲ περὶ τὰ τοιαῦτά ἐστι καὶ ἡ φρόνησις, διαστέλλει καὶ ἐκ ταύτης τὴν σύνεσιν, κατὰ τὸ διαφορὰν ἔχειν ταύτας ἀμφοτέρας περὶ τὰ αὐτὰ τὴν ἐνέργειαν, ὃ εὑρεῖν ἔστι κἀπὶ τῶν ἐπιστημῶν πολλάκις καὶ τῶν τεχνῶν. ἔστι γὰρ καὶ ἐπιστήμας εὑρεῖν περὶ τὸ αὐτὸ μὲν οὔσας ὑποκείμενον, διαφερούσας δ’ ἀλλήλων τῷ ἄλλως καὶ ἄλλως ποιεῖσθαι περὶ αὐτὸ τὴν ἐνέργειαν, καὶ τέχνας ὡσαύτως· ἐπιστήμας μέν, ὡς περὶ μέγεθος ἀστρονομία καὶ γεωμετρία, ἡ μὲν ὡς περὶ ἀκίνητα, ἡ δὲ ὡς περὶ κινούμενα· καὶ ἀριθμητικὴ καὶ ἁρμονικὴ πρὸς ἀριθμούς, ἀλλ’ ἡ μὲν καθ’ αὑτοὺς αὐτούς, ἡ δὲ ὡς ἐν σχέσει θεωρουμένους τῇ πρὸς ἀλλήλους· τέχνας δέ, ὡς ἐπὶ γραφικῆς καὶ ἱστουργικῆς, περὶ χρώματα γὰρ ἀμφότεραι, ἀλλ’ ἡ μὲν ἵνα γράψῃ καὶ εἰκονίσῃ, ἡ δὲ ἵνα τοῖς ὕφεσιν ἢ ἐρίοις ἢ σηρικοῖς νήμασιν ἢ καὶ τοιούτοις ἑτέροις διαφόρους χρόας ἐπιθῆται. καὶ περὶ τὸν πηλὸν κηροπλαστική τε καὶ σκευοποιητική, ἀλλ’ ἡ μὲν ἵνα ζῴων μιμήσεις ἐργάσηται, ἡ δ’ ἵνα σκεύη πρὸς χρῆσιν ἀνθρώποις. τὴν μὲν οὖν φρόνησιν ἐπιτακτικὴν εἶναί φησι, τέλος ἔχουσαν τὸ τί δεῖ πράττειν ἢ μή. τὸ γὰρ πρακτέον καὶ μὴ πρακτέον ἐκ τῆς ζητήσεως ἐφευρίσκουσα, τὸ μὲν πράττειν ἐπιτάττει, τοῦ δὲ ἀπέχεσθαι. ἡ δὲ ξύνεσις κριτικὴ μόνον, ἤτοι καταλαμβάνουσα καὶ κρίνουσα τὸ σκοπηθὲν καὶ ἐπιταχθὲν ὑπὸ τῆς φρονήσεως ὡς ἀναγκαῖον εἶναι, πρῶτον μὲν τὴν φρόνησιν ζητῆσαι καὶ εὑρεῖν τὸ δέον καὶ συμφέρον καὶ ὠφέλιμον, καὶ περὶ αὐτοῦ ἐπιτάττουσαν ἀποφήνασθαι, τὴν δὲ σύνεσιν μετὰ ταῦτα τοῦ πράγματος τελεσθέντος κρῖναι τὸ ἐπιταχθὲν καταλαβοῦσαν, ὡς ἔχει καλῶς ἥ τε περὶ αὐτοῦ βούλευσις καὶ αὐτό, ἤγουν τό τε τέλος καὶ ὁ τρόπος, δι’ οὗ κατώρθωται. τὸ δέ ταὐτὸ γὰρ ξύνεσις καὶ εὐσυνεσία διὰ τὴν πρὸς ταῦτα διαφορὰν εἴρηται τῆς βουλῆς καὶ εὐβουλίας. ὡς γὰρ ἐπ’ ἐκείνων φησίν, ὡς γένος ἦν ἡ βουλὴ εὐβουλίαν περιέχουσα καὶ κακοβουλίαν, οὕτω κὰνταῦθα γένος ἡ σύνεσις εὐσυνεσίαν καὶ ἀσυνεσίαν περιέχουσα. ἀλλ’ ἐπεὶ μὴ ἐνδέχεται σύνεσιν εἶναι φαύλην, ἀγαθὴ δ’ ἕξις ἅπασα, σύνεσις ὀρθῶς ἅπαν καταλαμβάνουσα καὶ κρίνουσα τὸ βεβουλευμένον καὶ ἐπιτεταγμένον, εἴτε καλῶς βεβούλευται καὶ ἐπιτέτακται παρὰ τῆς φρονήσεως, εἴτε παρὰ τῆς ἀφροσύνης κακῶς, οὐκ ἐνδέχεταί ποτε αὐτὴν κοινωνεῖν τῆς φαυλότητος. δείκνυσι δὲ τὸ ταὐτὸν εἶναι εὐξυνεσίαν καὶ σύνεσιν ἐκ τῶν μετεχόντων αὐτῆς. καὶ γὰρ οἱ συνετοί, φησί, καὶ εὐξύνετοι, ὡς μὴ ἐνδεχόμενόν ποτε ἄνδρα συνετὸν ὑπάρχειν κακοσύνετον. ἐστι δ’ οὔτε τὸ ἔχειν τὴν φρόνησιν οὔτε τὸ λαμβάωειν ἡ σύνεσις· ἀλλ’ ὥσπερ τὸ μανθάνειν λέγεται συνιέναι, ὅταν χρῆται τῇ ἐπιστήμῃ, οὕτως ἐν τῷ χρῆσθαι τῇ δόξῃ ἐπὶ 35 τὸ κρίνειν περὶ τούτων περὶ ὧν ἡ φρόνησίς ἐστιν, ἄλλου λέγοντος, καὶ κρίνειν καλῶς. τὸ γὰρ εὖ τῷ καλῶς ταὐτό. καὶ ἐντεῦθεν ἐλήλυθε τοὔνομα ἡ σύνεσις, καθ’ ἣν εὐσύνετοι, ἐκ τῆς ἐν τῷ μανθάνειν· λέγομεν γὰρ τὸ μανθάνειν συνιέναι πολλάκις. Περὶ τὰ αὐτὰ καταγίνεσθαι εἰπὼν σύνεσιν καὶ φρόνησιν, ἔδειξεν ἀλλήἱστουργικῆς λῶν εἴδει διαφερούσας τῷ ἄλλως καὶ ἄλλως αὐτὰς περὶ τὸ αὐτὸ καταγίνεσθαι, τὴν μὲν ὡς ζητοῦσαν καὶ εὑρίσκουσαν τὸ δέον καὶ περὶ αὐτὸ ἐπιτάττουσαν, τὴν δὲ ὡς κρίνουσαν τὴν ἐκείνης ἐνέργειαν. ᾧ ἕπεται καὶ ἡ κατὰ χρόνον διαφορά· ἡ μὲν γὰρ πρὸ τῆς πράξεως καὶ τοὐ τέλους, ἡ φρόνησις, ἡ δὲ μετὰ τὴν πρᾶξιν καὶ τὸ τέλος. ἐπεὶ δὲ ἕτερον τὸ λαμβάνειν τὴν φρόνησιν καὶ ἕτερον τὸ ἔχειν αὐτήν, δείκνυσιν, ὡς οὐδέτερον τούτων ἐστὶν ἡ σύνεσις. τὸ μὲν γὰρ λαμβάνειν τὴν φρόνησιν ἐν τῷ γίνεσθαι τῇ ψυχῇ τὴν φρόνησιν εἴρηται, μήπω |οὔσης ἐν αὐτῇ τῆς φρονήσεως. εἰ γὰρ γίνεταί τι, καὶ οὐκ ἔστιν. ἐπεὶ οὖν ἐν ταῖς ἐπιταγαῖς καὶ τοῖς κελεύσμασι τῆς φρονήσεως ἡ σύνεσις ἐπιφέρεται, εἰ εὖ ἔχουσα κρίνουσα, πῶς ἄν εἴη σύνεσις τὸ λαμβάνειν τὴν φρόνησιν, ὅ ἐστι φρονήσεως γενέσις καὶ πρότερον τῶ χρόνῳ φρονήσεως, ὅτι μήπω φρόνησις; ἀλλ’ οὐδὲ τὸ ἔχειν τὴν φρόνησιν σύνεσις· ἦν γὰρ ἄν ταὐτὸν τῇ φρονήσει, καίτοι ὅτι ἕτερον δέδεικται. ἔτι τὸ ἔχειν τὴν φρόνησιν ἅμα τῇ φρονήσει καὶ οὐδέτερον οὐδετέρου οὔτε πρότερον οὔτε ὕστερον, ἡ δὲ σύνεσις κρίσις οὖσα τῆς ἐνεργείας καὶ τοῦ τέλους τῆς φρονήσεως ὕστερον, ἤγουν τῆς οἰκείας ἐνεργείας καὶ τοῦ τέλους, ἡ δὲ ἕξις τούτων προτέρα. εἰ οὖν ταὐτὸν τὸ ἔχειν τὴν φρόνησιν καὶ ἡ σύνεσις, ἔσται ἡ σύνεσις ἅμα τῇ φρονήσει, ὥστε ἔσται ἡ σύνεσις ἅμ τε τῇ φρονήσει καὶ ὕστερον τῆς φρονήσεως· ἀλλὰ τοῦτο ἀδύνατον· οὐκ ἄρα ταὐτὸν τὸ ἔχειν τὴν σύνεσιν καὶ ἡ φρόνησις. ἔτι πᾶσα ἕξις αἰτία τῆς ἐξ αὐτῆς ἐνεργείας, ὥστε καὶ ἡ φρόνησις. εἰ οὖν ἡ ξύνεσις τῇ ἐνεργείᾳ τῆς φρονήσεως ἐπιφέρεται, προτέρα ἡ τῆς φρονήσεως ἐνέργεια τῆς ξυνέσεως, ὥστε ἡ ἕξις αὐτῆς πολλῷ προτέρα τῆς ξυνέσεως ἐστιν. ἐδείχθη δὲ ἅμα ταύτῃ εἶναι τὸ ἔχειν τὴν φρόνησιν, πολλῷ ἄρα προτέρα τῆς συνέσεως καὶ τὸ ἔχειν τὴν φρόνησιν. εἰ δέ τις τοῖς λεγομένοις ἐφίστησιν, ὅτι ἕξις ἡ σύνεσις ὥσπερ δὴ καὶ ἡ φρόνησις, καὶ ὡς ἕξις ζητεῖται, εἰ ταὐτὸν τὸ ἔχειν τὴν φρόνησιν ἢ τὸ λαμβάωειν τὴν φρόνησιν, ἐνταῦθα #x003E; ἡ ἐνέργεια τῆς συνέσεως πρὸς τὴν ἐνέργειαν εἴληπται καὶ τὸ τέλος τῆς φρονήσεως (ἔδει δὲ τὴν ἕξιν ληφθῆναι· τοῦτο γὰρ προσέκειτο εἰς ζήτησιν), πρὸς τοῦτό φαμεν, ὡς εἰ ἡ ἐνέργεια τῆς συνέσεως ὑστέρα φύσει τῆς ἐνεργείας ἐστὶ καὶ τοῦ τέλους τῆς φρονήσεως, δῆλον ὅτι καὶ ἡ ἕξις τῆς ἕξεως καὶ τοῦ ἔχειν καὶ τοῦ λαμβάνειν τὴν φρόνησιν. ὧν γὰρ ἕξεων αἱ ἐνέργειαι φύσει τινὸς ὕστεραι, καὶ αἱ ἕξεις αὐταὶ δηλονότι ἐκείνου ὕστεραι. εἰ γὰρ αἱ ἕξεις ἢ ἅμα ἢ πρότεραι, αἱ δὲ ἐνέργειαι ὕστεραι, ἵνα ἐνεργήσωσι πρὸς τὸ ἐνεργεῖν, ἵνα μὴ τὸ μάταιον ἕξουσι τῆς ὑπάρξεως, ἢ μάτην ἔσονται, <***>ἃ ἄμφω ἀδύνατα· ὕστεραι ἄρα ἔξεις ἐκείνων τῶν ἐξεῶν ὧν αἱ ἐνέργειαι τῶν ἐνεργειῶν καὶ τῶν τελῶν ὕστεραι, ἀλλὰ καὶ τοῦ ἔχειν τὰς προτέρας ἕξεις καὶ τοῦ λαμβάνειν αὐτάς. ὅτι δὲ καὶ τὸ ἔχειν τὴν φρόνησιν ἄλλο παρὰ τὴν φρόνησιν, πρόδηλον ἔσται ἐκ τῶν καθ’ ἕκαστα, τὴν σαφεστέραν μεταχειριζομένοις τῶν κατηγοριῶν. ἡ δ’ ἐστὶν ἡ δηλοτέραν ταῖς ψυχαῖς ἑαυτῆς παρέχουσα τὴν κατάληψιν. τοίνυν ὡς ἐπὶ τῶν οὐσιῶν ἕτερον χρυσὸς καὶ τὸ ἔχειν χρυσόν, καὶ ἕτερον ἱμάτιον καὶ τὸ ἔχειν ἱμάτιον, καὶ ἕτερον ἵππος καὶ τὸ ἔχειν ἵππον, καὶ ἐπὶ πάντων οὕτως, οὕτω καὶ ἐπὶ τῶν ἕξεων καὶ τῶν λοιπῶν, ὅσα ἐν ὑποκειμέναις οὐσίαις τὴν ὑπόστασιν ἔλαχεν, ἕτερον ἐπιστήμη καὶ τὸ ἔχειν ἐπιστήμην, καὶ ἕτερον ἀρετὴ καὶ τὸ ἔχειν ἀρετήν, καὶ ἕτερον ἀριθμὸς καὶ τὸ ἔχειν τὸν ἀριθμόν. τὸ μὲν γὰρ δηλοῖ τὸ πρᾶγμα ἁπλῶς, ὃ τοῦ ὑποκειμένου πρὸς ὕπαρξιν δέεται, τὸ δὲ αὐτό τε τὸ πρᾶγμα καὶ ὅτι ἐν ὑποκειμένῳ ἐστίν, ὡς καὶ ἐπὶ τῶν οὐσιῶν τὸ κτῆμά τε καὶ τὸν κτήτορα, οἷον τὸν χρυσὸν ἢ τὸν ἵππον ἢ τὸ ἱμάτιον καὶ ὃς αὐτὰ κέκτηται. ἀλλ’ ἐπανιτέον ἐπὶ τὰ πρότερα. εἰπὼν ὁ Ἀριστοτέλης τὰ εἰρημένα, ἑξῆς ποιεῖται σαφεστέραν τὴν περὶ τὴν σύνεσιν ἔννοιαν, τὴν ἐπιστήμην λαμβάνων καὶ τὴν μάθησιν. ὥσπερ γάρ, φησίν, ὅταν ὁ διδάσκων χρῆται τῇ ἐπιστήμῃ, τὰ παρ’ αὐτοῦ λεγόμενα μαθητὴν λέγομεν ξυνιέναι, ἀντὶ τοῦ μανθάνειν τὸ ξυνιέναι παραλαμβάνοντες, οὕτως ὅταν ὁ φρόνιμος ἐπιτάττῃ περὶ τοῦ τέλους ἢ τοῦ τρόπου τῆς πράξεως τῆς ἀγούσης πρὸς τὸ τέλος καὶ εἴη τις τῇ οἰκείᾳ δόξῃ χρώμενος ὀρθῶς καὶ ὡς δέον, λέγομεν ξυνιέναι αὐτὸν καὶ τὰ παρὰ ἄλλου λεγόμενα καὶ ἐπιταττόμενα κρίνοντα καλῶς. τὸ γὰρ εὖ τῶ καλῶς ταὐτό· τοῦτο προσέθηκε διὰ τὸ εἶναι τὸν αὐτὸν ξυνιέντα <καὶ> εὐξύνετον, καὶ ἐντεῦθέν φησι ληφθῆναι τὸ τῆς συνέσεως ὄνομα, ἐκ τοῦ μανθάνειν τὸν ἐπιστήμονα ξυνιέναι τὸν οὕτως ξυνιέντα. κἀνταῦθα γὰρ ἐπὶ τῆς φρονήσεως καὶ συνέσεως ὥσπερ τις διδασκαλία καὶ μάθησις γίνεται, τοῦ μὲν φρονίμου λέγοντος καὶ ἀνεπιτάττοντος, τοῦ δὲ συνετοῦ ἢ ἐν τῷ λέγειν ἐκεῖνον συνιέντος ἢ μετὰ τὸ πραχθῆναι καὶ τελεσθῆναι †καὶ οὗτος ὀρθῶς, ὅτι καλῶς καὶ βεβούλευται καὶ πέπρακται καὶ τετέλεσται. ἐπεὶ κἂν αὐτός ἐστιν ὁ συνετὸς ὁ ἐπιταττόμενος καὶ πράττων καθὼς ἐπιτέτακται ἐκ τοῦ συνιέναι ἃ ἐπιτέτακται, σύνεσις ἄν καὶ οὕτω λέγοιτο, κἂν ἄλλου πράξαντος αὐτὸς συνίησιν ὕστερον, ὅτι καλῶς τε ὁ φρόνιμος ἐπιτέταχε καὶ καλῶς ἡ πρᾶξις ἐνήργηται καὶ τοὖργον ἐπηκολούθησεν, οὐδὲν ἂν καὶ οὕτως ἧττον λεχθήσεται σύνεσις. ὥστε ὅρα κἀκ τούτων, πῶς ὑστέρα φύσει σύνεσις αὐτῆς τε φρονήσεως καὶ τοῦ ἔχειν καὶ τοῦ λαμβάνειν τὴν φρόνησιν, εἴ γε ὁ μὲν φρόνιμος διδασκάλῳ ἀναλογεῖ, ὁ δὲ συνετὸς μαθητῇ, καὶ πρότερος καὶ φύσει καὶ χρόνῳ ὁ ἐπιστήμων τοῦ μαθητοῦ, ᾗ ἐπιστήμων καὶ μαθητὴς <καὶ τὸ λαμβάνειν τὴν ἐπιστήμην καὶ τὸ ἔχειν τὴν ἐπιστήμην πρότερα καὶ αὐτὰ τῆς μαθήσεως>. ὅτι δὲ ἀκολούθως ταῖς καὶ ταῖς μαθήσεσι τὸ τῆς συνέσεως ὄνομα καὶ ἐπὶ τούτων τέθειται, πιστοῦται ἐκ τοῦ λέγεσθαι τὸ μανθάνειν συνιέναι πολλάκις. Ἡ δὲ καλουμένη γνώμη, καθ’ ἣν εὐγνώμονας καὶ 108r ἔχειν φαμὲν γνώμην, ἡ τοῦ ἐπιεικοῦς ἐστι κρίσις ὀρθή. |Ἔστι δὲ καὶ ἡ γνώμη μία τις τῶν περὶ αὐτὰ καταγινομένων, περὶ ἃ καὶ ἡ φρόνησις, ἤτοι τὰ καθ’ ἕκαστα καὶ τὰ ἐνδεχόμενα καὶ τὰ ἐφ’ ἡμῖν, ὥσπερ ἡ εὐβουλία καὶ ἡ σύνεσις. διὰ τοῦτο περὶ φρονήσεως καὶ τοῦ ὀρθοῦ λόγου διδάξας ἡμᾶς, εὐβουλίας τε καὶ συνέσεως, διδάσκει νῦν καὶ περὶ γνώμης ὁμοῦ καὶ συγγνώμης, ὁριζόμενος καὶ τούτων ἑκατέραν. ἐπεὶ γὰρ καὶ γνώμην ἔχειν λεγόμεθα παρά τινων ἄνθρωποι καὶ εὐγνώμονάς τινας καὶ συγγνωμονικοὺς ὀνομάζομεν, ὅταν περὶ ἑτέρων πραττόντων κρίνωσιν ὀρθῶς καὶ οἰκείως τοῖς προσώποις καὶ τοῖς πράγμασιν, ἔδει καὶ περὶ τούτων τὴν προσήκουσαν ἡμᾶς εἰληφέναι γνῶσιν, περὶ τῶν ἀρετῶν ἐξετάζον. τὰς. ὅθεν ὁ Ἀριστοτέλης τὴν περὶ τῆς φρονήσεως καὶ τοῦ ὀρθοῦ λόγου θεωρίαν παραδιδοὺς οὐδὲ ταῦτ’ ἀφίησιν ἀνεξέταστα, ἁρμόδια ὄντα τῇ ἐνταῦθα προτεθείσῃ διδασκαλίᾳ, ἵνα μὴ ὁ προκείμενος λόγος λείποιτό τινος τῶν ἀνηκόντων αὐτῷ. φησὶ τοίνυν, ὅτι ἡ καλουμένη γνώμη, καθ’ ἣν εὐγνώμονας γνώμονας λέγομέν τινας, καθ’ ἣν ἔχειν γνώμην φαμέν, ἡ τοὺ ἐπιεικοῦς ὀρθὴ κρίσις ἐστίν. ὅτι μέν ἐστι γνώμη, δείκνυσιν ἀπὸ τοῦ εἰπεῖν ἡμᾶς, ὅτι χρώμεθα τῷ τῆς γνώμης ὀνόματι. καὶ δῆλον ἐκ τοῦ λέγειν, εὐγνώμονα εἶναι καὶ γνώμην ἔχειν τὸν ἄνθρωπον περὶ τοῦδε τοῦ πράγματος. οὐ γὰρ ἂν οὕτω τὸ τῆς γνώμης ὄνομα κενὸν ἐφέρετο τῶν ἀνθρώπων τοῖς στόμασιν, εἰ μὴ ἦν τι καὶ πρᾶγμα, ᾧ ἐτέθη τὸ ὄνομα, ὥστε τὸ εἶναι τὴν γνώμην ἐκ τῆς κοινῆς χρήσεως τοῦ ὀνόματος δείκνυται. ἀποδίδωσι δὲ καὶ τὸ τί ἦν εἶναι, ἐπιφέρων εὐθὺς ὅτι ἡ τοὐ ἐπιεικοῦς κρίσις ὀρθή. τῷ μὲν γὰρ γένει κρίσις καὶ ἡ γνώμη καὶ ἡ σύνεσις. ἐπεὶ δὲ ἡ κρίσις κρίνοντος κρίσις, δεῖ ἐν τῷ ὅρῳ παραλαμβάνεσθαι καὶ τὸν κρίνοντα, ἵν’ εἴη ἐκ τούτου δῆλον, τί διαφέρει γνώμη συνέσεως. ὁ γὰρ συνετὸς ἧ συνετὸς οὐ κρίνει κατὰ τὴν ἐπιείκειαν ἀλλὰ κατὰ τὴν σύνεσιν. ἡ δὲ σύνεσις ἦν ἡ κατανόησις τῆς ἐνεργείας καὶ τοὐ τέλους τῆς φρονήσεως, ὥστε τό τε ἀποβὰν καταλαμβάνειν ὅτι ἐπαινετόν, καὶ τὸν τρόπον δι’ οὗ κατώρθωται, ὅτι ἀξίως τοῦ τέλους καὶ οἰκείως ἐπιτετήδευται. τὸ ὀρθῆ δὲ ἀντὶ τοῦ ἀληθὴς εἴρηται. ἐνδέχεται γὰρ τὸν ἐπιεικῆ πλανηθέντα ποτὲ περὶ τὴν τοῦ πράγματος ὕπαρξιν οὐκ ὀρθῶς ἀποφήνασθαι. τίς δὲ ὁ ἐπιεικὴς καὶ τίς ἡ ἐπιείκεια, εἴρηκεν ἱκανῶς ὁ φιλόσοφος ἐν τῷ πρὸ τούτου βιβλίῳ, ἐν ᾧ καὶ περὶ δικαιοσύνης ἐδίδαξε. δόξειε δ’ ἄν ἔτι ἀσαφὲς εἶναι, τί ἀλλήλων διαφέρουσι σύνεσις καὶ γνώμη κρίσεις οὖσαι καὶ ἄμφω τῶν ἐνεργειῶν καὶ τελῶν τῆς φρονήσεως. αὐτὸς μὲν γὰρ Ἀριστοτέλης εἰληφὼς τὸν ἐπιεικῆ εἰς τὸν ὁρισμὸν τῆς γνώμης καὶ τῆς φρονήσεως, καὶ πλεῖόν τι οὐ προσέθετο ἢ μόνον ὅτι ἀπέδειξεν ἐκ τῶν ἐπιφερομένων, ὅπως ἡ γνώμη κρίσις ἐστὶ τοῦ ἐπιεικοῦς. ἀλλ’ ἔοικεν ἡ μὲν σύνεσις τοῦτο κρίνειν μόνον ὡς ἔχει καλῶς τὸ τέλος, ὃ ἑαυτῇ προέθετο εἰς κατόρθωσιν καὶ ὅτι ὀρθῶς καὶ προσφυῶς ὁ πρὸς αὐτὴν τρόπος ἐπιτετήδευται καὶ ὅτι ὀρθὴ καὶ ἡ πρὸς τὸ τέλος ἐπιταγή. ἡ δ’ ἐπιείκεια οὐχ ἁπλῶς τοῖς τῆς φρονήσεως ἐνεργήμασιν ἐπιφέρεται, ἀλλ’ ὅταν ἀμφιβολία τις πρόσεστιν, εἰ τέλειον ἔχει τὸ εὖ ἢ οὕ, τουτέστιν εἴ #x003E; αὐτοῦ λείπεται, οἷον ὡς ἐπὶ τοῦ στρατηγοῦ, ὃς πολεμίων ἐπελθόντων τῇ πόλει καὶ τῶν ἐν αὐτῇ μαχητῶν ἐπεφιόντων μὲν ἐκείνοις, μὴ καρτερούντων δὲ πρὸς τὴν ἀντιμάχησιν ἀλλὰ τῷ θάρρει τῶν πολιτῶν τῆς πόλεως ἐνδιδόντων καὶ τῆς σφῶν σωτηρίας αὐτῶν ἀντιποιουμένων ἐντός, εἶτα καθελόντος τὰ τείχη καὶ τούτῳ τῷ τρόπῳ τοῦ ἀντικειμένου καταναγκάσαντος ἐνστῆναι γενναίως πρὸς τοὺς ἐχθροὺς καὶ τελείως αὐτοὺς ἀποτρέψασθαι. ἐν γὰρ τούτῳ ὁ ἐπιεικὴς κατηγορου- μένου τοῦ στρατηγοῦ, ὅτι τὰ τείχη κατήρειψε, κρινεῖ ἄν αὐτόν, ὡς ἀναγκαίως τοῦτο πεποίηκεν, ὡς μὴ ὂν δυνατὸν ἄλλως περιλαβόντας <τοὺς> ἀποτρέψασθαι, εἰ μὴ τὴν πρόφασιν τῆς δειλίας ἀνεῖλε τοῦ μαχίμου τῶν πολιτῶν. ἐν τοῖς τοιούτοις δὴ ἡ κατὰ τὴν ἐπιείκειαν ἕξις τῆς ψυχῆς ἀναφαίνεται, συγγνωμονικῶς διατιθεμένη πρὸς τὰ δοκοῦντα συμπίπτειν ἀβούλητα ἐν ταῖς τῶν αἱρετῶν τελῶν κατορθώσεσι, τῆς συνέσεως μηδὲν τοιοῦτον ἐχούσης ἀλλὰ μόνον κρινούσης τὰ καθαρῶς παρὰ τῆς φρονήσεως κατορθούμενα. καὶ δόξειεν ἄν ἡ γνώμη καὶ ἡ συγγνώμη συνῃρημένη τις εἶναι καὶ σύνθετος, καταλαμβάνουσα μὲν καὶ ἅπερ ἡ φρόνησις ἀπειργάσατο καὶ ἐπαινοῦσα μὲν καὶ τὰ κατορθώματα, συγκαταβαίνουσα δὲ καὶ τοῖς ἐξ ἀνάγκης τινὸς συμβαίνουσιν ἐλαττώμασι. καλῶς δὲ καὶ ἁρμοδίως καὶ ἡ τάξις ἔχει τῆς τῶν ἕξεων τουτωνὶ παραδόσεως, λέγω δὴ φρονήσεως εὐβουλίας συνέσεως καὶ γνώμης. ἡ μὲν γὰρ φρόνησις τῶν πραγμάτων προέστηκε καὶ τοὺς ἀγῶνας τοὺς περὶ ταῦτα καθυποδύεται, ἡ δὲ εὐβουλία ὥσπερ τις συνεργός ἐστιν αὐτῆς καὶ συνέριθος, ἡ δὲ σύνεσις καὶ ἡ γνώμη ὥσπερ τινές εἰσι θεωροί, τὰ γινόμενα κρίνουσαι καὶ πραττόμενα, ἡ μὲν ἀπλῶς ὡς καταλαμβάνουσα, ἡ δὲ καί τι τοῖς λαμβανομένοις ἐπάγουσα καὶ εἰς κρεῖττον ἐκ τοῦ χείρονος μεταφέρουσα τὰ παρὰ τῶν φιλαιτίων διασυρόμενα. Σημεῖον δέ· τὸν γὰρ ἐπιεικῆ μάλιστά φαμεν εἶναι ὤ συγγνωμονικόν, καὶ ἐπιεικὲς τὸ ἔχειν περὶ ἔνια συγγνώμην. ἡ δὲ συγγνώμη γνώμη ἐστὶ τοῦ ἐπιεικοῦς. ὀρθὴ δὲ ἡ τοῦ ἀληθοῦς. Ἡ μὲν γνώμη ἁπλοῦν, ἡ δὲ συγγνώμη σύνθετον, ὅσον κατὰ τὴν φωπροέθετο νῆν· ἁπλουστέρα γὰρ ἡ γνώμης φωνὴ τῆς συγγνώμης. λαμβάνει οὖν τὸ σύνθετον πρὸς τὴν δεῖξιν τοῦ ἁπλοῦ, διότι καὶ σαφέστερα πρὸς ἡμᾶς τῶν ἁπλῶν τὰ σύνθετα, εἰ καὶ κατὰ τὴν φύσιν ἔχει ἀνάπαλιν. ὅτι γὰρ τοῦ ἐπιεικοῦς κρίσις ἡ γνώμη ἐστί, δῆλον ἐκ τῆς κοινῆς ὑπολήψεως. φαμὲν μὲν εἶναι συγγνωμονικὸν τὸν ἐπιεικῆ καὶ ἐπιεικῆ διάθεσιν ἐν ἀνθρώπου ψυχῇ τὸ ἔχειν περὶ ἕκαστα συγγνώμην τῶν πραττομένων, πραττομένων μὲν ὑπὸ ἑτέρων ἀνθρώπων φρονίμων, κρινομένων δὲ ὑπὸ τῶν ἐπιεικῶν, καὶ τυγχανόντων συγγνώμης, ἔνθαπερ δοκεῖ αὐτοῖς τι προσάπτεσθαι αἰτιάσεως παρέχον πρόφασιν τοῖς τῶν ἀνθώπων μὴ ἐπιεικέσι. τινὰ δὲ τῶν ἀντιγράφων ἀντὶ τοῦ περὶ ἕκαστα περὶ ἔνια ἔχουσι. καὶ ἔοικεν εἶναι ἡ δευτέρα αὕτη προσφυεστέρα γραφή, ὅτι μηδὲ περὶ πάντων ὁ ἐπιεικὴς τὴν κρίσιν ποιεῖται καὶ τὸ ἑαυτοῦ συγγνωμονικὸν ἐπιδείκνυται ἀλλὰ περὶ ἐκείνων μόνων, ὅσα ἔχει τῇ τοῦ δέοντος ἀποφάσει καί τι ἐπιμεμιγμένον, ᾧ τις αἰτίασις παρεισφέρεται. ἐπιφέρει δὲ ἀναγκαίως καὶ τὸν ὁρισμὸν τῆς συγγνώμης, συγγνώμην εἶναι φάσκων γνώμην κριτικὴν τοῦ ἐπιεικοῦς ἀρθήν. ὁ γὰρ ἐπιεικὴς διὰ τὸ καθόλου κεῖσθαι τοὺς νόμους καὶ μὴ δύνασθαι τὸν νομοθέτην ἐν τῷ νομοθετεῖν πάντα ἐπεξέρχεσθαι τὰ καθ’ ἕκαστα καὶ ἃ συμβαίνειν εἴωθεν ἐν τοῖς πράττουσι καὶ τοῖς πράγμασιν, ἐντυγχάνει πολλάκις τισὶ συμβαίνουσιν, ἃ οὐ χρὴ οὕτως ἐκπεραίνειν, ὡς τὸ καθόλου διαλαμβάνει, ἀλλ’ ἐλαττοῦν ἐνίοτε τὰ παρὰ τοῦ νομοθέτου ἀποφαινόμενα, ὃ δὴ γνώμης καὶ συγγνώμης ἐστίν. ὀρθῶς οὗν κρίνων περὶ τῶν τοιούτων ὁ ἐπιεικὴς ἐλαττοῖ τὸ δίκαιον, ὃ ὁ νομοθέτης διώρισε καθόλου ἀποφινόμενος, καὶ διὰ τοῦτο γνώμην ἔχειν καὶ συγγινώσκειν τοῖς ἁμαρτάνουσι λέγεται, οἷον εἰ νόμος εἴη τυχόν, φόνῳ ὑποκεῖσθαι τὸν τὸν ἴδιον πατέρα τυπτήσαντα, ἐτύπτησέ τις τὸν πατέρα συναντήσας νυκτός, κλέπτην εἶναι δοκῶν τὸν συναντηθέντα ἐπιβάντα τῆς οἰκίας, περὶ τοῦ τοιούτου ὁ νομοθέτης οὐδὲν προσέθετο περὶ πατραλοίου διοριζόμενος· ἐλαττώσει τοιγαροῦν τὸ δίκαιον ὁ ἐπιεικὴς καὶ οὐκ ἐάσει ἀναιρεθῆναι τὸν τυπτήσαντα τὸν πατέρα αὐτοῦ, ὅτι κατὰ ἄγνοιαν ἥμαρτεν. δεῖ δὲ μὴ λανθάνειν, ὅτι ἡ μὲν συγγνώμη ἐπὶ τῶν ἐπιεικευομένων μόνων λέγεσθαι εἴωθεν, ὡς εἴρηται ἡ δὲ γνώμη λέγεται μὲν καὶ ἐπὶ τούτων, λέγεται δὲ ὁμωνύμως καὶ ἐφ’ ἑτέρων πολλῶν, οἷον ἐπὶ τῆς κατὰ θέλησιν εἰδήσεως, ὡς εἴ τινος οἰκέτου πεπραχότος τι ἄτοπον ἐξετάζομεν, εἰ μετὰ γνώμης τοῦ δεσπότου τοῦτο πέπραχε, λέγομεν γνώμην καὶ τὴν ἑκάστου τῶν ἐν τῷ αὐτῷ βουλευτῶν περί τινος τῶν βουλευμάτων ἀρέσκειαν. ὅθεν καὶ ἀπαιτοῦμεν ἕκαστον τούτων ἐπὶ τῶν ἀμφισβητουμένων πραγμάτων τὴν ἑαυτοῦ γνώμην εἰς μέσον εἰσενεγκεῖν, ὡς ἐπὶ τοῦ διὰ βουλῆς ἀγομένου πράγματος ἐν τῷ τινι ἀρεσκομένψ. καὶ ἐπὶ ἄλλων πολλῶν ἔστιν εὑρεῖν λαμβανόμενον τὸ ὄνομα τὴν γνώμην. ἡ δὲ σύν πρόθεσις ἔοικε τῇ γνώμῃ συντίθεσθαι ἐπὶ μόνων τῶν οἰ· κονομουμένων κατ’ ἐπιείκειαν, ὡς τοῦ ἐπιεικοῦς τῷ κρινομένῳ συγκαταγνώμης βαίνοντος καὶ ὥσπερ σὺν αὐτῷ γινώσκοντος, ὅτι οὐ κατὰ τὴν τοῦ νομοθέτου ἀπόφασιν τὸ παρ’ αὐτοῦ γενόμενον καὶ ὡς ἔγκλημα δοκοῦν πέπρα- κται. διὸ δεῖν ἢ παντελῶς αὐτῷ ἀφεθῆναι τὸ ἔγκλημα ἢ μετρίαν τινὰ ἐπενεχθῆναι μετέλευσιν. οὕτω γάρ φαμεν καὶ συμπάθειαν καὶ συγχώρησιν, ὡς αὐτῷ πταίσαντι πάσχοντός τι τοῦ κρίνοντος καὶ χωροῦντος σὺν αὐτῷ, τὸ μὲν διὰ τὸν οἶκτον, τὸ δὲ διὰ τὴν τῆς μετριότητος συγκατάβασιν. εἰσὶ δὲ πᾶσαι αἱ ἕξεις εὐλόγως εἰς ταὐτὸ τείνουσαι. λέγομεν γὰρ γνώμην καὶ φρόνησιν καὶ σύνεσιν καὶ νοῦν ἐπὶ τοὺς αὐτοὺς ἐπιφέροντες γνώμην γνώμην ἔχειν καὶ νοῦν ἤδη καὶ φρο- νίμους καὶ συνετούς· πᾶσαι γὰρ αἱ δυνάμεις αὗται τῶν ἐσχάτων καὶ τῶν καθ’ ἕκαστα. Περὶ φρονήσεως καὶ συνέσεως, ἔτι δὲ γνώμης καὶ συγγνώμης εἰπὼν τί ἀλλήλων διαφέρουσιν, ἐπεὶ ὡς κοινωνούσας ἀλλήλαις ταύτας ἀλλήλων διέστησε, τὰς διαφορὰς αὐτῶν παραδούς, λέγει νῦν καὶ τί αὐταῖς τὸ κοινόν, καθὸ συνερχομένας αὐτὰς εἰς ταὐτὸν ἔδειξεν ἀλλήλων διαφερούσας, καὶ δείκνυσιν ὅτι τῷ ὑποκειμένῳ εἰσὶν αἱ αὐταί, ἐν ᾧ θεωροῦντι ὡς κατηγορούμεναι αὐτοῦ. τοῦτο γάρ ἐστι τὸ εἰς ταὐτὸ τείνουσαι. τὴν γὰρ γνώμην, φησί, καὶ τὴν φρόνησιν καὶ τὴν σύνεσιν καὶ τὸν νοῦν ἐπὶ τοὺς αὐτοὺς ἀνθρώπους φέρομεν· νοῦν δὲ λέγει ἐνταῦθα τὸν πρακτικόν. ὁ γὰρ περὶ τὰ καθ’ ἕκαστα νοῦς ὁ πρακτικός ἐστιν, ὃς καὶ λογισμὸς λέγεται, ὡς λογίζων καὶ μετρῶν τῶν πραττομένων ἕκαστον. ὁ γοῦν φρόνιμος ὡς δι- ευθετῶν καὶ ἀπευθύνων πρὸς τὸ τέλος αὐτὰ φρόνιμος λέγεται, ὡς δὲ κρίνων, ὅτι καλῶς ἀπηυθύνθη, καὶ ὡς ἔδει τοῦ τέλους ἐφίκετο, συνετὸς καὶ εὐσύνετος ὀνομάζεται, ὡς δὲ κατὰ τὸ ἁρμόδιον τοῖς ὑποκειμένοις προσώποις καὶ πράγμασιν, αἰτίαις τε καὶ τρόποις τὰς κρίσεις ποιούμενος, εὐ- γνώμων ῥηθήσεται. διὰ τοῦτο τὸν αὐτὸν καὶ φρόνησιν ἔχειν, ἤτοι νοῦν πρακτικόν, καὶ σύνεσιν καὶ γνώμην λέγομεν, ὡς κατ’ αὐτὰς ἐνεργούμενον περὶ τὰ πραττόμενα τὸ δὲ ἤδη προσέθηκε τῷ νοῦν ἔχειν, νοῦν ἔχειν ἤδη εἰπών, δηλονότι μετὰ τὴν τῶν πραγμάτων πολυπειρίαν ὁ περὶ τὰ πρακτὰ νοῦς τῇ ψυχῇ περιγίνεται, καὶ ἤδη νοῦν ἔχειν λέγεται ὁ πολλὰ ἰδὼν καὶ παθὼν καὶ διὰ μακροῦ χρόνου τοῦτον δεξάμενος. ἐπιφέρει δὲ καὶ τὴν αἰτίαν δι’ ἣν αἱ δυνάμεις αὗται ἐπὶ τῶν αὐτῶν λέγονται. διότι γάρ, φησίν, αὗται πᾶσαι τῶν ἐσχάτων εἰσὶ καὶ τῶν καθ’ ἕκαστα, τὰ αὐτὰ λέγων ἐκ παραλλήλου ἔσχατα καὶ καθ’ ἕκαστα, περὶ ἃ καὶ ὁ φρόνιμος καὶ πρακτικὸν ἔχων νοῦν καταγίνεται. δυνάμεις δὲ ἐνταῦθα ἔφη ἃς προλαβὼν ἕξεις εἴρηκε, κατὰ τὸ δεύτερον δηλονότι σημαινόμενον τῆς δυνάμεως, ἥτις οὕτω πρὸς τὴν προχείρισιν ὀνομάζεται. |Καὶ ἐν μὲν τῷ κριτικὸς εἶναι περὶ ὧν ὁ φρόνιμος, τῶν ἀγαθῶν ἀπάντων εἰσὶν ἐν τῷ πρὸς ἄλλον. Περὶ τῆς διαφορᾶς καὶ πάλιν ὑπομιμνήσκει τῆς συνέσεως καὶ γνώμης πρὸς τὴν φρόνησιν, ὅτι τῷ χρόνῳ ἐκείνης διαφέρουσιν. ἴσασι μὲν γὰρ τὰ αὐτὰ καὶ περὶ τὰ αὐτὰ καταγίνεται. ταῦτα δέ εἰσι τὰ ἐφ’ ἡμῖν καὶ πρακτὰ καὶ καθ’ ἕκαστα, περὶ ὧν βουλευόμεθα καὶ πραγματευόμεθα. ἀλλ’ ὁ μὲν φρόνιμος μέτεισι πρότερον ταῦτα κατὰ τὸν προσήκοντα τρό- πον τῶν τελῶν ἐφικνούμενος, μετὰ ταῦτα δ’ ὁ ἐπιεικὴς κρίνει ταῦτα, συνέσει μὲν χρώμενος ὡς καταλαμβάνων αὐτά· μετ’ εὐγνωμοσύνης δὲ ἢ καὶ συγγνώμης ἐνίοτε, ἐς ὕστερον κρίνων αὐτὰ κατὰ τὸ τοῖς ὑποκειμένοις ἁρμόδιον, καθὰ καὶ πρότερον εἴρηται. κοινὴ γὰρ ἡ ἐπιείκεια, καὶ τὰ παρὰ τῆς ἐπιεικείας κρινόμενα πάντων ἐστὶ τῶν ἀγαθῶν τῶν παρὰ τοῦ φρονίμου κατορθουμένων, πρὸς ἄλλον τοῦ ἐπιεικοῦς τὴν οἰκείαν ἐνδεικνυμένου ἐνέργειαν. ἃ γὰρ ἕτερος ἐκ φρονήσεως κατορθοῖ, ταῦθ’ ὁ ἐπιεικὴς κρίνει ὀρθῶς, γνώμῃ χρώμενος καὶ συγγνώμῃ. τὰ γὰρ αὐτά εἰσιν ὑποκείμενα, ὡς προείρηται, τῷ τε φρονίμῳ καὶ ἐπιεικεῖ. ἀλλ’ ὁ μὲν φρόνιμος ὡς αὐτὸς ἐνεργῶν καὶ κατορθῶν ἔχει πρὸς αὐτά, ὁ δὲ ἐπιεικὴς ὡς ἄλλου ἐνεργήσαντος αὐτ. ὸς κρίνων μετὰ γνώμης τε καὶ συγγνώμης. οὐδὲν δὲ καινόν, εἰ εἰς ταὐτὸν ἄγομεν γνώμην τε καὶ συγγνώμην, ὅτι ταὐτὸν αἱ φωναὶ αὗται δύνανται, κἂν ἡ μὲν ἁπλὴ τῶν φωνῶν ὑπάρχῃ, ἡ δὲ σύνθετος, ὃ καὶ πρότερον ἐπὶ τῆς συνέσεως καὶ εὐσυνεσίας ὁ Ἀριστοτέλης πεποίηκεν. Ἔστι δὲ τῶν καθ’ ἕκαστα καὶ τῶν ἐσχάτων ἁπάντων τὰ πρακτά· καὶ γὰρ τὸν φρόνιμον δεῖ γινώσκειν κειν’ αὐτά, καὶ ἡ σύνεσις καὶ ἡ γνώμη περὶ τὰ πρακτά. Ἐκεῖνα, φησί, πράττομεν, ἅ εἰσι πάντων ἔσχατα καὶ καθ’ ἕκαστα. περὶ γὰρ τῶν καθόλου οὔτε βουλεύεταί τις οὔτε πράττειν αὐτὰ ἐπιχειρεῖ, ἀλλ’ ὅσα ἐφ’ ἡμῖν ἐστι, περὶ αὐτῶν βουλευόμεθα καὶ περὶ ἐκεῖνα τὰς πράξεις ἐνδεικνύμεθα, ἅ εἰσιν ἐνδεχόμενα καὶ καθ’ ἕκαστα καὶ χρόνου τοῦ μέλλοντος. τίς γὰρ ἄν καὶ βουλεύσαιτο πώποτε περὶ τῶν καθόλου ἢ περὶ τῶν ἀναγκαίων ἢ περὶ τῶν παρελθόντων ἢ περὶ τῶν ὡς ἐπὶ τὸ πολὺ ἐνδεχομένων ἢ ὡς ἐπ’ ἔλαττον, οἷον περὶ τῶν ὡρῶν τοῦ ἔτους ἢ περὶ τοῦ τὸ ἐσόμενον παιδίον πενταδάκτυλον γενέσθαι ἢ έξαδάκτυλον; τὰ μὲν γὰρ ἀναγκαῖα καὶ ὡς ἐπὶ τὸ πολὺ θείας προνοίας ἔργα ἢ φύσεως, ὕσεως, ἣν καὶ αὐτὴν ἡ πρόνοια τῆς γενέσεως προεστήσατο, τὰ δ’ ἐπ’ ἔλαττον τύχης ἴσως ἢ αὐτομάτου· προαιρέσεως δὲ τούτων οὐδὲν οὐδὲ ἐφ’ ἡμῖν· τὰ δὲ παρελθόντα ἤδη γέγονε καὶ οὐκ ἔστι. καὶ τίς ἄν εἴη τοσοῦτον μάταιος, ὥστε ματαίως περὶ τῶν μὴ ὄντων βουλεύεσθαι; ἀλλὰ καὶ περὶ τῶν ὄν· τῶν ὡς ἐσομένων βουλεύεσθαι διάκενόν τε καὶ τοῦ φρονοῦντος ἀνοίκειον, εἰ μή τις ἴσως μενόντων τῶν γεγονότων μετὰ τὴν γένεσιν, πῶς εἰς τὸ ἑξῆς διαμενοῦσι βουλεύσεται. καὶ τοῦτο πάλιν περὶ τοῦ ἑξῆς ἐστι βουλεύεσθαι καὶ τοῦ μέλλοντος, καὶ ὁ φρόνιμος δὲ διὰ τοῦτο γινώσκει αὐτά, διὰ τὸ ἐν πείρᾳ γεγονέναι πολλῶν καὶ κτήσασθαι ὄμμα καὶ νοῦν περὶ τὰ καθ’ ἕκαστα, διορατικὸν ὑπάρχοντα καὶ τοῦ μέλλοντος. περὶ τὰ αὐτὰ δὲ καὶ ἡ σύνεσις καὶ ἡ γνώμη τῷ φρονίμῳ εἰσὶ καὶ περὶ τούτων ποιοῦντι τὰς κρίσεις, διότι καὶ τούτων ἑκατέρα ἐκ τῆς τῶν καθ’ ἕκαστα πολυπειρίας προσγίνεται. ταῦτα δ’ ἔσχατα. καὶ ὁ νοῦς τῶν ἐσχάτων ἐπ’ ἀμφότερα. καὶ γὰρ τῶν πρώτων ὅρων καὶ τῶν ἐσχάτων νοῦς ἐστι καὶ οὐ λόγος, ὁ μὲν κατὰ τὰς ἀποδείξεις τῶν ἀκινήτων ὅρων καὶ πρώτων, ὁ δ’ ἐν ταῖς πρακτικαῖς τοῦ ἐσχάτου καὶ ἐνδεχομένου καὶ τῆς ἑτέρας προτάσεως. ἀρχαὶ γὰρ τοῦ οὗ ἕνεκα αὗται· ἐκ τῶν καθ’ ἕκαστα γὰρ τὸ καθόλου. τούτων οὖν δεῖ ἔχειν αἴσθησιν, αὕτη δ’ ἐστὶ νοῦς. Τὸν βουλόμενον εἰδέναι τι γνωστὸν ἔχον ἀρχάς, ἀναγκαῖον γνῶναι τὰς ἀρχὰς τοῦ γνωστοῦ, ὡς μὴ ἐνὸν ἄλλως αὐτῷ τὴν γνῶσιν ἱκέσθαι τοῦ προκειμένου, εἰ μὴ πρότερον τὰς ἀρχὰς αὐτοῦ ἐπιγνώσεται, καθὼς καὶ αὐτὸς Ἀριστοτέλης ἔφη τῆς περὶ τῶν Φυσικῶν ἀρχῶν πραγματείας ἀρχόμενος, οὑτωσὶ λέγων ‘‘ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους, ὧν εἰσιν ἀρχαὶ καὶ αἴτια ἢ στοιχεῖα, ἐκ τοῦ ταῦτα γνωρίζειν (τότε γὰρ οἰόμεθα γινώσκειν ἕκαστον, ὅταν τὰ αἴτια γνωρίζωμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας καὶ μέχρι τῶν στοιχείων), δῆλον ὅτι καὶ τῆς περὶ φύσεως ἐπιστήμης πειρατέον πρῶτον διορίσασθαι τὰς ἀρχάς”. ἐπεὶ οὖν διττὸς ὁ νοῦς, ὁ μὲν περὶ τὰ καθόλου καταγινόμενος, ὁ δὲ περὶ τὰ καθ’ ἕκαστα, καὶ ὁ μὲν περὶ <τὰ> καθόλου ἐστί, καθ’ αἱ ἐπιστῆμαι ἡμῖν παραγίνονται, ὃς καὶ θεωρητικὸς ὀνομάζεται, ὁ δὲ περὶ 35 τὰ καθ’ ἕκαστα καὶ πρακτά, ὃς καὶ πρακτικὸς λέγεται, εἰσὶ δὲ ἀρχαὶ τῶν καὶ τὴν κατόρθωσιν τῶν πρακτῶν, προτίθεται νῦν περὶ τούτων εἰπεῖν, ποία τε δύναμίς ἐστιν ἡ ταῦτα καταλαμβάνουσα καὶ πῶς αὐτῶν ἡ κατάληψις γίνεται. ταῦτα δ’ ἔσχατά φησιν, ἤτοι τὰ πρακτὰ ἢ αἱ ἀρχαὶ τοῦ πρακτικοῦ νοῦ, ἔσχατα λέγων τὰ καθ’ ἕκαστα. ἀπὸ γὰρ τῶν καθόλου ἀρχόμενοι καὶ ἐπὶ τὰ ἑξῆς προοδεύοντες καταντῶμεν εἰς τὰ καθ’ ἕκαστα, περαιτέρω προβῆναι μὴ ἔχοντες. οὐ γὰρ ἂν ἦσαν ἔσχατα, εἰ καὶ μετ’ αὐτὰ πάλιν ἕτερα ἐφευρίσκοντο. λέγει δὲ ὅτι καὶ ὁ νοῦς τῶν ἐσχάτων ἐφ’ ἑκάτερα, ἔσχατα ὀνομάζων νῦν τὰς θεωρητικὰς ἀρχὰς καὶ πρακτικάς. ἐπεὶ γὰρ τὰ μὲν τῇ φύσει πρότερα ἡμῖν ὕστερα ἐν τοῖς γινωσκομένοις ἐστίν, τὰ δὲ ἡμῖν πρότερα τῇ φύσει ὕστερα, ἀπὸ μὲν τῶν ἡμῖν προτέρων ἀρχόμενοι κἀπὶ τὰ φύσει ἀρχοειδέστερα, ἃ καὶ ἀρχαί εἰσι τῶν ἐπιστημῶν καὶ τῶν ἀποδείξεων ἀναπόδεικτοι, ἀπὸ δὲ τῶν φύσει προτέρων ἀρχόμενοι καὶ προιόντες ἐπὶ τὰ ἑξῆς καταντῶμεν εἰς ἔσχατα τὰ ἡμῖν πρότερα, ἃ καὶ ἀρχὶ τῶν πράξεων εἰσι καὶ τῶν περὶ τὰ πρακτὰ μεταχειρίσεων, ὡς εἶναι ἀρχὰς καὶ ἔσχατα ἑκατέρωθεν καὶ λέγεσθαι τὰ αὐτὰ κατ’ ἄλλο καὶ ἄλλο ἀρχὰς καὶ ἔσχατα, τὰ μὲν δηλονότι πρὸς τὴν φύσιν, τὰ δὲ πρὸς ἡμάς. λέγει οὖν ὅτι ὁ νοῦς τῶν ἐσχάτων ἐπ’ ἀμφότερα, ἐπί τε τὰ φύσει καὶ τὰ ἐφ’ ἡμῖν πρῶτα καὶ ἔσχατα. καὶ γὰρ τῶν πρώτων ὅρων καὶ τῶν ἐσχάτων νοῦς ἐστι καὶ οὐ λόγος. πρώτους καὶ ἐσχάτους ὅρους φησὶ τοὺς πρὸς τὴν φύσιν οὕτως ἔχοντας, οὐ πρὸς ἡμᾶς, ὡς πρώτων καὶ ἐσχάτων κυρίως ὀφειλόντων λέγεσθαι τῶν πρὸς τὴν φύσιν ἐχόντων οὕτως, εἰ καὶ πρὸς ἡμᾶς ἄλλως ἔχουσι, διὰ τὸ εἶναι ἡμῖν ἐξ ἀρχῆς τὰ τῇ αἰσθήσει εὐδηλότερα πρότερα. λέγει οὖν ὅτι τῶν ἐσχάτων ἐφ’ ἑκάτερα νοῦς ἐστι καὶ οὐ λόγος γνωστικός, νοῦν ὀνομάζων τὴν ἀμέσως γινώσκουσαν δύναμιν, λόγον δὲ τὴν διὰ μέσου καὶ συλλογιστικῶς, ἥ ἐστιν ἡ διάνοια. νοῦν δέ φησι τὸν αὐτὸν μὲν τῇ οὐσίᾳ, ἕτερον δὲ καὶ ἕτερον τῇ ἐνεργείᾳ. ὁ γὰρ ἐν ἡμῖν νοῦς, ἑαυτὸν μὲν θεωρῶν καὶ τὰ κατ’ αὐτὸν καὶ τὰ κρείττω, θεωρητικός ἐστι, τὰ δ’ αὐτῷ συνηρτημένα καὶ χείρονα μέτρῳ διδοὺς καὶ ῥυθμίζων καὶ πράττων, πρακτικός ἐστι καὶ ὀνομάζεται. ἐκείνως μὲν οὖν τὰς ἐπιστήμας συνίστησιν, οὕτως δὲ περὶ τὰ πρακτὰ καταγίνεται. κἀκείνως μὲν τὸ ἀληθὲς ἀνευρίσκει, ὡδὶ δὲ τὸ ἀγαθὸν κατορθοῖ. ὅρα γὰρ τί φησιν· ὁ μὲν κατὰ τὰς ἀποδείξεις τῶν ἀκινήτων ὅρων καὶ πρώτων, ὁ δ’ ἐν ταῖς πρακτικαῖς τοῦ ἐσχάτου του καὶ ἐνδεχομένου καὶ τῆς ἑτέρας προτάσεως. ἀκίνητοι ὅροι εἰσὶν αἱ πρῶται ἀρχαὶ τῶν ἐπιστημῶν, ὡς τὸ βέβαιον καὶ ἀμετάθετον οἴκοθεν ἔχοντες, ἅτε καὶ τοῦ ἐνεργείᾳ ὄντες νοῦ ἀπηχήματα τῇ ψυχῇ, καθὰ καὶ νοερὰ ἡ ψυχὴ λέγεται. λογικὴ μὲν γάρ ἐστιν, ὅτι λόγον ἔχει οἰκεῖον, ᾧ χρᾶται, καθ’ ὃν καὶ διανοεῖται καὶ συλλογίζεται, νοερὰ δέ, ὅτι μετοχῇ τοῦ ἁπλῶς νοῦ τοὺς ὅρους ἔχει καὶ τὰς ἀρχὰς τῶν ἐπιστημῶν, ἀμέσως αὐτοὺς γινώσκουσα καὶ διὰ τούτων μιμουμένη τὸν νοῦν, ἀμέσοις ἐπιβολαῖς τοῖς νοητοῖς ἐπιβάλλοντα, ἐξ ὧν καὶ ὁρμώμενος τὰς ἐπιστημονικὰς περαίνει τῶν γνώσεων. ταῦτα εἰπὼν ἐπάγει καὶ περὶ τοῦ πρακτοῦ. ‘ο δ’ ἐν ταῖς x003E; τοὐ ἐσχάτου καὶ ἐνδεχομένου καὶ τῆς ἑτέρας προτάσεως. ὁ μὲν θεωρητικός, φησί, νοῦς οὕτως ἔχει, τοὺς πρώτους ὅρους λαμβάνων καὶ τὰς ἀποδείξεις ποιούμενος. ἔστι δὲ καὶ ἑτέρως νοῦς, ὁ ἐν ταῖς πρακτικαῖς θεωρούμενος ἕξεσιν, ὅς ἐστι τοῦ κυρίως ἐσχάτου καὶ ἐνδεχομένου. εἴρηται γάρ, ὅτι περὶ τὰ ἐφ’ ἡμῖν αἱ πράξεις καὶ αἱ βουλεύσεις, ἅ εἰσιν ἐνδεχόμενα, περὶ ἃ καὶ ἡ φρόνησις καὶ ἡ σύνεσις καὶ ἡ γνώμη. ἑτέραν δὲ πρότασίν φησι τὴν μερικήν. αὕτη γάρ ἐστι πρὸς τὸ καθ’ ἕκαστον, ὡς πορρωτέρω οὔσης τῆς καθολικωτέρας. καὶ τὴν μερικὴν μᾶλλον ὁ πρακτικὸς σκοπεῖ ὡς προσεχῆ τῷ καθ’ ἕκαστα. διὸ καὶ οἱ ῥήτορες πολιτικοὶ ὄντες καὶ πρακτικοὶ τὴν μερικὴν λαμβάνοντες πρότασιν περὶ τὸ συλλογίζεσθαι ἱκανῶς ἔχειν οἴονται. τὸ γὰρ ‘ὁ δεῖνα νύκτωρ πλανᾶται, κλέπτης ἄρα ἐστίν’ ἐκ μιᾶς ὢν προτάσεως λόγος τῆς μερικῆς καὶ ἐλάττονος, ἰκανῶς ἔχειν δοκεῖ τῷ εἰσάγοντι ῥήτορι. ἀρχαὶ γὰρ τοῦ οὗ ἕνεκα αὖται· ἐκ τῶν καθ’ ἕκαστα γὰρ τὸ καθόλου. περὶ τῶν μερικῶν προτάσεων τοῦτό φησιν, ὡς δέον ταύτας εἰδέναι πρὸ τῶν καθόλου καὶ δι’ αὐτῶν πρὸς ἐκείνας ἀνέρχεσθαι, καὶ οὕτω διὰ τῶν καθόλου βεβαιοτέρας τὰς μερικὰς ἀπεργάζεσθαι, ὡς καὶ Δημοσθένης συμβουλεύων Ἀθηναίοις μὴ σπένδεσθαι Φιλίππω τῷ βασιλεῖ, ἐδείκνυεν αὐτὸν ἐκ τῶν καθ’ ἕκαστα, ὧν ἔπραττεν, Ἀθηναίων ἐπίβουλον καὶ ἐχθρόν· κἀκ τούτων πρὸς τὸ καινὸν ἀνιὼν τὴν καθόλου πρότασιν ἀπεφαίνετο, λέγων “ὁ γὰρ οἷς ἄν ἐγὼ ληφθείην ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ“. εἰ γὰρ καὶ ὡς μερικὴ δοκεῖ κατὰ τὸ σχῆμα τῆς λέξεως ἡ πρότασις παρεισάγεσθαι, ἀλλὰ κατὰ τὴν διάνοιαν καθόλου ἐκφέρεται, ὅτι πᾶς ὁ πράττων καὶ κατασκευαζόμενος τὰ δι’ ὧν τινα λήψοιτο, οὗτος ἐκείνῳ πολεμεῖ, κἂν μή πω ἐνεργείᾳ βάλλῃ μηδὲ τοξεύῃ. τὸ δὲ ἀρχαὶ γὰρ τοῦ οὗ ἕνεκα αὗται περὶ τῶν μερικῶν καὶ ἐλαττόνων φησὶ προτάσεων, ὅτι περὶ τοῦ προκειμένου καὶ πρὸς ὃ ἡ φροντὶς τὶς καὶ ἡ σπουδὴ αἱ ἐλάττους καὶ μερικαὶ προτάσεις εἰσίν. ἐκ γὰρ τοῦ πραττομένου ὑπό τινος ὁ πολιτικὸς λαμβάνων τὴν πρόφασιν, τὸν οἰκεῖον λόγον συνίστησιν, ὡς τὸ κλέπτην εἶναι τὸν νύκτωρ πλανώμενον ἐξ αὐτοῦ τούτου τοῦ νύκτωρ πλανᾶσθαι αὐτόν. καὶ ὁ Δημοσθένης αὖθις ἐξ ὧν ὁ Φίλιππος ἔπραττε τὸ ἐχθρὸν τῶν Ἀθηναίων τὸν Φίλιππον. τούτων ἔχειν δεῖ αἴσθησιν, αὕτη δέ ἐστι νοῦς. τῶν καθ’ ἕκαστον πραττομένων δεῖ, φησίν, ἔχειν αἴσθησιν, ἤγουν λόγον, τὸν ἐν πολιτείᾳ πράττειν θέλοντα τὰ καλὰ καὶ τὰ δίκαια. αἴσθησιν γάρ φησιν ἐνταῦθα τὴν γνῶσιν τῶν καθ’ ἕκαστα, αὕτη δέ ἐστι νοῦς. τί τὸ διὰ τούτων τῷ Ἀριστοτέλει δηλούμενον; ὅτι δεῖ πολυπειρότατον εἶναι τὸν ἄνδρα τὸν κατὰ τὸν ὀρθὸν λόγον ἐν πόλει τι πράττειν βουλόμενον, πολλά τε ἰδεῖν πολλά τε παθεῖν, ἐπιστατικόν τε εἶναι καθ’ ἕκαστον τῶν ἐν γνώσει γινομένων αὐτῷ καὶ προσέχειν τινὸς πραττομένου ἢ γινομένου, τί ἀποβέβηκε καὶ πῶς ἄνθρωποι περὶ τὰ ἐν βίῳ πράγματα διακείμενοι, ὁποῖοι ἀποβε|βήκασιν, ἢ καὶ πῶς τοῖς ἀνθρώποις χρώμενοι ἢ ἔβλαψαν ἢ ὠφέλησαν, καὶ ἁπλῶς ὅσα κατὰ τὸν βίον τοῖς ἀνθρώποις ἢ ἀφ’ ἑαυτῶν ἢ ἄλλοθεν ἐπιγίνεται, καὶ οὕτω πεῖραν λαμβάνων πολλῶν ἐνεργειῶν καὶ πράξεων καὶ παθῶν, ὄμμα κτᾶται στοχαστικὸν τῶν πραγμάτων καὶ διοριστικόν, ὡς στοχάζεσθαι ὀρθῶς καὶ περὶ τῶν μελλόντων συμβήσεσθαι. τοιοῦτος γὰρ ὁ ἀληθῶς φρόνιμος καὶ οὕτως ἀποτελούμενος, ὁ δὲ ἢ μὴ πεῖραν λαβὼν ἢ πολλὰ μὲν θεώμενος, ἀπροσέκτως δὲ καὶ ἀνεπιστάτως πρὸς αὐτὰ διακείμενος ἢ καὶ ἀφυῶς ἴσως ἔχων καὶ χαύνως πρὸς τὰ γινόμενα οὐδὲν ἐκ τῶν γινομένων ἢ πραττομένων ὠφεληθήσεται ἢ ἐκ ῥᾳθυμίας ἢ ἀπειρίας ἢ ἐξ ἀφυίας σπανίζων φρονήσεως. οὐ μικρὰ δὲ πρὸς τοῦτο συντελεῖ καὶ τὰ ἐκ τῶν παλαιοτέρων ἀνδρῶν ἐν βίβλοις καὶ γραφαῖς ἐκτιθέμενα καὶ βίους καὶ πράξεις καὶ κατορθώσεις καὶ ἀποπτώσεις τῶν προβιωσάντων ἐκδιηγούμενα. κατά τι δὲ καὶ αἴσθησις καὶ νοῦς ἡ ἐκ τῶν καθ’ ἕκαστα γνῶσις λέγεται. αἴσθησις μέν, ὅτι αἰσθητικῶς ἐνεργῶν καταλαμβάνει τὰ καθ’ ἕκαστα, νοῦς δέ, ὅτι ἐφιστάνει τὸν οἰκεῖον νοῦν οἷς αἰσθάνεται προσεκτικῶς αὐτῶν ἐφαπτόμενος καὶ τῷ οἰκείῳ λόγῳ ἀναφέρων τὰ διὰ τῆς αἰσθήσεως αὐτῷ γνωριζόμενα, καὶ σκοπῶν ὅπως ἐκ τῶν αἰσθητῶν νοῦν ἑαυτῷ στήσαιτο καὶ ψυχῆς ἕξει ἐντρέχειαν ὠφελεῖν αὐτὸν ἐν καιρῷ καὶ ἑτέρους ἰσχύουσαν. ἔχει δέ τι καὶ ἀπλῶς κοινὸν νοῦς καὶ αἴσθησις, τὸ ἀμέσως ἐνεργεῖν, ὁ μὲν περὶ τὰ νοούμενα, ἡ δὲ περὶ τὰ ἐν αἰσθήσει γινόμενα· ἄλλως τε αἱ μὲν περὶ τῶν καθόλου ἀποδείξεις ἐξ ἀρχῶν ὥρμηνται τῷ θεωρητικῷ νῷ γινωσκομένων, αἵ, ὡς καὶ πρότερον εἴρηται, ἀπηχήματά εἰσι τοῦ κυρίως καὶ καθ’ ὕπαρξιν νοῦ. ὁ γὰρ ἐν ἡμῖν κατὰ μετοχὴν ἐκείνου ἐστίν, οἷον ὅταν συστῆσαι δέοι τρίγωνον ἰσόπλευρον, λαμβάνοντες ὁμολογουμένην ἀρχήν, ὅτι αἱ ἀπὸ τοῦ κέντρου τοῦ κύλλου πρὸς τὴν περιφέρειαν ἀγόμεναι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσί, χρώμεθα ταύταις εἰς ἀπόδειξιν τῆς τῶν πλευρῶν τοῦ τριγώνου ἰσότητος. ἐπὶ δὲ τῶν καθ’ ἕκαστα καὶ πρακτῶν ἐξ αἰσθήσεως ὁρμώμενοι καὶ τῆς γνώσεως χορηγίαν ἐκ ταύτης δεχόμενοι τῶν καθ’ ἕκαστα, ἀναφέρομεν ταῦτα τῷ πρακτικῷ νῷ, ὅς ἐστι λόγος καταγινόμενος περὶ τὰ καθ’ ἕκαστα, ὁ αὐτὸς μὲν ὢν κατ’ οὐσίαν τῷ θεωρητικῷ, διαφέρων δὲ κατ’ ἐνέργειαν, συναγόμενος ἡμῖν ἐκ τῆς τῶν καθ’ ἕκαστα γνώσεως καὶ ἀρχὰς ἑαυτῷ συνιστῶν ἀπὸ τῶν αἰσθητῶν, ὧν ἐν πολυπειρίᾳ καὶ γνώσει πολυτρόπῳ γενόμενος ἐν ἕξει τε καθίσταται καὶ φρόνησις καὶ λογισμὸς ἢ νοῦς πρακτικὸς ὀνομάζεται. καὶ τοῦτό ἐστιν ὅ φασιν ὄμμα λαμβάνειν τὸν ἐν ἡμῖν λόγον ἐξ ἀρχῶν ἐπιγινόμενον, συνισταμένων ἐκ τῶν καθ’ ἕκαστα καὶ καθολικὴν θεωρίαν λαμβανουσῶν. ὁ γὰρ πρακτικὸς ἀνὴρ προτεθέντος αὐτῷ τινος πρακτοῦ ζητεῖ ὁποῖον αἱρήσεται τῆς ἀντιφάσεως μόριον, ἢ κατὰ ἀντίφασιν ἔχει τὴν ἀμφιβολίαν αὐτὸ 5 τὸ προκείμενον ἢ ὁπότερον τῶν ἐναντίων προθήσεται, εἰ κατ’ ἐναντίωσιν τὸ προτεθὲν ἐξετάζοιτο, καὶ ἡ μὲν ἀρχὴ τῆς τοῦ πρακτέου εὑρέσεως ἀπὸ τοῦ αἰσθητοῦ καὶ τῆς ἐλάττονος προτάσεως γίνεται. ἄνεισι δὲ εἰς τὴν καθόλου ὡς εἰς ἀρχὴν καὶ ἀξίωμα, καὶ οὕτω συνάγεται τὸ συμπέρασμα. εἰ δέ τις βούλοιτο, ἔστω καὶ τοῦ προκειμένου παράδειγμα. ζητοῦσιν Αθηναῖοι πῶς χρὴ διακεῖσθαι πρὸς Φίλιππον, ὡς πρὸς φίλον ἢ ὡς πρὸς ἐχθρόν. ἡ ζήτησις ἐνταῦθα περὶ δύο ἐναντίων διαθέσεων, ὁποίαν τούτων ἑλέσθαι χρή. ἡ ἀρχὴ τῆς κατασκευῆς τοῦ δέοντος καὶ συμφέροντος ἐκ τῶν αἰσθητῶν καὶ καθ’ ἕκαστα. ταῦτά ἐστιν ἃ ἐργάζεται Φίλιππος, κατατρέχων χώρας πέριξ τὰς τῶν Ἀθηναίων, ἐκεῖνα πράττων ἃ τοὺς Αθηναίους λυπεῖ. ταῦτα ἐν μοίρᾳ τῆς προτάσεως τῆς ἐλάττονος τέτακται. εἶτ’ ἐκ ταύτης πρὸς τὸ καθόλου ἀνατρέχομεν λέγοντες· πᾶς ὁ τὰ πρὸς λύπην τινὸς πράττων ἐχθρὸς αὐτοῦ ἐστιν, ὁ Φίλιππος ἄρα ἐχθρὸς Ἀθηναίων ἐστίν, ὥστε δεῖ Ἀθηναίους οὐχ ὡς φίλον ἀλλ’ ὡς ἐχθρὸν ὑπολαμβάνειν τὸν Φίλιππον. ἐκ τῆς ἐνεργείας οὖν τὴν ἀρχὴν λαβόντες καὶ πρὸς τὸ καθόλου ἀνενεχθέντες ἐχθρὸν Ἀθηναίων ἀπεδείξαμεν Φίλιππον. Διὸ καὶ φυσικὰ εἶναι δοκεῖ ταῦτα, καὶ φύσει σοφὸς μὲν οὐδείς, γνώμην δ’ ἔχει καὶ σύνεσιν καὶ νοῦν. Διότι. φησί, ἐκ τῶν καθ’ ἕκαστα ὁ πρακτικὸς νοῦς καὶ ἡ φρόνησις ἡμὶν περιγίνεται καὶ ἡ σύνεσις καὶ ἡ γνώμη, διὰ τοῦτο καὶ φυσικὰ δοκεῖ εἶναι ταῦτα. ἡ μὲν γὰρ σοφία τῶν καθόλου, διὰ τοῦτο καὶ φύσει ἡμῖν πρόσεστιν, ἀλλ’ ἐκ μαθήσεως περιγίνεται, ὡς εἶναι καὶ νέον δυνατὸν ὑπάρξαι σοφὸν ἐν γνώσει τῶν καθόλου γενόμενον καθὰ καὶ προλαβὼν ὁ φιλόσοφος εἴρηκεν. αἱ δὲ εἰρημέναι ἕξεις, ἐπεὶ ἀπὸ τῆς πολυπειρίας συνάγονται τῶν καθ’ ἕκαστα, χρόνου δεῖ αὐταῖς μακροῦ καὶ ἡλικίας τελεωτέρας, δι’ ἧς αὗται ἀνθρώποις προσγίνονται. ἐπεὶ δὲ ἐκ φύσεως ἡ ἡλικία καὶ ὁ μακρὸς τῆς ζωῆς χρόνος, δι’ ὅσου ἡ κτῆσις τῶν ἕξεων τούτων πορίζεται, διὰ τοῦτο καὶ φυσικὰ δοκοῦσι καὶ ἐκ φύσεως ἔρχεσθαι. τὸ δὲ γνώμην ἔχει καὶ σύνεσιν καὶ νοῦν, ἀπὸ κοινοῦ προσλαβὸν τὸ φύσει ἔχοι ἂν ἀποδιδομένην τοῦ λοιποῦ τὴν τοὐ ῥητοῦ σύνταξιν, ἵν εἴη οὕτω ὢν τὸ λεγόμενον· διὸ καὶ φυσικὰ δοκεῖ ταῦτα καὶ φύσει σοφὸς μὲν οὐδείς, γνώμην δ’ ἔχει φύσει καὶ σύνεσιν καὶ νοῦν. Σημεῖον δ’ ὅτι καὶ ταῖς ἡλικίαις οἰόμεθα ἀκολουθεῖν καὶ ἥδε ἡ ἡλικία νοῦν ἔχει καὶ γνώμην, ὡς τῆς φύσεως αἰτίας οὔσης. Ὀτι δὲ φυσικὰ ταῦτα, ἐντεῦθεν σημειωσόμεθα, φησίν· οἰόμεθα γὰρ ἅπαντες ἄνθρωποι ταῖς ἡλικίαις |τὰς ἕξεις ταύτας ἀκολουθεῖν, ὡς λειπόμενον μὲν ἡλικίας ἄνθρωπον λείπεσθαι λέγειν αὐτὸν καὶ φρονήσεως καὶ γνώμης, εἰς ἡλικίας δὲ μέτρον ἥκοντα λέγειν ἤδη αὐτὸν νοῦν ἔχειν καὶ γνώμην, ἤτοι φρόνησιν καὶ ὀρθὴν κρίσιν ἐπιεικοῦς, ὡς τῆς φύσεως καὶ τὴν ἡλικίαν χορηγούσης αὐτῶ καὶ τὸν νοῦν καὶ τὴν γνῶσιν. ἡ γὰρ ἐκ τῆς φύσεως ἡλικία ἱκανὸν πρὸς πολυπειρίαν χορηγήσασα χρόνον παρέσχεν αὐτῷ καὶ νοῦν καὶ γνώμην προσκτήσασθαι. Διὸ καὶ ἀρχὴ καὶ τέλος νοῦς. ἐκ τούτων γὰρ αἰ ἀποδείζεις καὶ περὶ τούτων. Διότι, φησί νοῦ ἡμῖν δεῖ ἑκατέρωθεν καὶ θεωροῦσι καὶ πράττουσι, καὶ θεωροῦσι μὲν τὸ καθόλου νοοῦντος καὶ τῶν πρώτων καὶ ἀμέσων ἀρχῶν ὥσπερ θιγγάνοντος, πράττουσι δὲ τὰ καθ’ ἕκαστα καταλαμβάνοντος διὰ τῆς αἰσθήσεως καὶ τῇ νοερᾷ γνώσει ἑαυτοῦ περιγράφοντος, διὰ τοῦτο ἀρχὴ καὶ τέλος νοῦς, ἐκεῖ μὲν θεωρητικός, διότι καὶ τὸ τέλος ἐκεῖ γνῶσις οὐ πρᾶξις, ἐνταῦθα δὲ πρακτικός, ὅτι τὸ τέλος πρᾶξις, ἀρχὴ δ’ ὁ νοῦς, ὡς ποιητικὴ δηλονότι τῶν ἀποδείξεων καὶ ἀποτελεστική· ἐκεῖ μέν, ἵνα μόνον τὸ ἀληθὲς θεωρήσωμεν, ἐνταῦθα δέ, ἵνα καὶ τὸ πρακτέον ἑλώμεθα καὶ ἐνεργήσωμεν κατορθοῦντες ἐν πράξεσιν. ἢ ἀρχὴ καὶ τέλος ὡς πρῶτον καὶ ἔσχατον· ἀρχὴ μὲν ὡς πρῶτος ὁ θεωρητικὸς νοῦς, ὅτι τῶν καθόλου ἐστί, τέλος δὲ ὡς ἔσχατον ὁ πρακτικός, ὅτι τῶν καθ’ ἕκαστα. ἐκ τούτων γὰρ αἱ ἀποδείξεις καὶ περὶ τούτων· ἐκ τούτων μὲν τῆς ἀρχῆς καὶ τοῦ τέλους, ἤτοι τοῦ θεωρητικοῦ νοῦ καὶ πρακτικοῦ. ἐκ γὰρ τοῦ νοῦ· ἐκεῖ μὲν γὰρ ἀρχόμενοι καὶ τοὺς ὅρους καὶ τὰ ἀξιώματα προτιθέντες συνάγομεν τὰ ἐπιφερόμενα. ἐν δὲ ταῖς πράξεσιν οὐ μόνον τὸ ἀληθὲς συμπεραίνομεν ἀπὸ τοῦ πρακτικοῦ ἀρχόμενοι νοῦ ἀλλὰ καὶ τὰς πράξεις ἐπάγομεν. ἐν γὰρ τοῖς ἠθικοῖς καὶ πολιτικοῖς τὸ τέλος οὐ γνῶσις ἀλλὰ πρᾶξις. τὸ δὲ καὶ περὶ τούτων, οὐ περὶ τῶν νοητῶν ἑκάτερος, ἀλλ’ ἐκεῖ μὲν θεωρητῶν μόνον, ἐνταῦθα δὲ πρακτῶν. Ὥστε δεῖ πρόσ’ ἔχειν τῶν ἐμπείρων καὶ πρεσβυτέρων ἢ φρονίμων ταῖς ἀναποδείκτοις φάσεσι καὶ δόξαις οὐχ ἧττον τῶν ἀποδείξεων. διὰ γὰρ τὸ ἔχειν ἐκ τῆς ἐμπειρίας ὄμμα ὁρῶσι τὰς ἀρχάς. ἐπεί, φησίν, ὁ χρόνος τριβὴν παρέχεται τῶν καθ’ ἕκαστα καὶ τῶν πρακτέων πολυπειρίαν, ὅταν ἀκούωμεν ἀποφαντικῶς λεγομένων λόγων περὶ τῶν πρακτέων ὑπὸ ἀνδρῶν ἐμπείρων καὶ γηραιῶν, κἄν ἀναποδείκτως ἐνίοτε καὶ δίχα συλλογισμοῦ λέγωνται, δέον πιστεύειν τούτοις οὐχ ἧττον τῶν ἀποδείξεων· ὁποῖα καὶ τὰ τῶν σοφῶν ἀποφθέγματα. φάσεις δὲ καὶ δόξας τοὺς αὐτούς φησι λόγους· φάσεις μέν, ὅτι ἀποφαντικῶς μόνον καὶ δίχα συλλογισμοῦ λέγεται, δόξας δέ, ὅτι οὐ διανοητικῶς, ἀλλ’ ὡς ἀπὸ δόξης προφέρονται ὡς ἤδη συμπεπερασυένοι καὶ ἀποδεδειγμένοι καὶ οὕτω λεγόμενοι ὡς ὁμολογουμένως ὑπάρχοντες ἀληθεῖς. ἐπήνεγκε δὲ τῷ πρεσβυτέρων τὸ ἢ φρονίμων, δηλῶν ὁποίους λέγει τοὺς πρεσβυτέρους οἷς δεῖ πείθεσθαι. οὐ γὰρ εἰ τῷ χρόνῳ γεγηράκασι τούτοις δεῖ ἕπεσθαι, ἀλλ’ ὡς ἐν τῷ μακρῷ τῆς ζωῆς χρόνῳ κτησαμένοις καὶ φρόνησιν δι’ εὐφυΐαν ἅμα καὶ ἀρετῆς ἐπιμέλειαν. “οὐδὲν γὰρ διαφέρει νέος τὴν ἡλικίαν ἢ τὸ ἦθος νεαρός”, ὡς αὐτὸς ἔφη, ἐπεὶ ἔστιν ἰδεῖν καὶ γηραιοὺς ἄφ- ρονας, οἷς οὐ δεῖ προσέχειν, ὡς γελοίως καὶ λέγουσι καὶ πράττουσιν. ἀποδίδωσι δὲ καὶ τὴν αἰτίαν, δι’ ἣν δέον προσέχειν ταῖς τῶν τοιούτων ἀνδρῶν φάσεσι καὶ δόξαις. ἐκ γὰρ τῆς ἐμπειρίας, φησίν, ἤγουν τῆς πολυπειρίας καὶ τριβῆς τῆς ἐν τοῖς καθ’ ἕκαστα, ὄμμα ἐκτήσαντο τῇ ψυχῇ, ἤγουν νῶν διορατικὸν τῶν ἀρχῶν, ἤτοι τῶν προτάσεων, ἃς ἐκ πολλῶν τῶν πραττομένων καθ’ ἕκαστα ποριζόμεθα, καὶ ὁρῶμεν ἐξ αὐτῶν τὰ ἀποβησόμενα. γενομένῳ γάρ τινι τί ἕψεται, πολλάκις ὁ φρόνιμος προερεῖ, ἐκ τοῦ πολλὰ ἰδεῖν ὅμοια καὶ μαθεῖν τίσι περιλαβοῦσι τίνα ἠκολούθησεν ετερα. Τί μὲν οὖν ἐστιν ἡ φρόνησις καὶ ἡ σοφία, καὶ περὶ τίνα ἑκατέρα τυγχάνει οὖσα, καὶ ὅτι ἄλλου τῆς ψυχῆς μορίου ἑκατέρα εἴρηται. Συμπεραίνει τὰ εἰρημένα περὶ φρονήσεως καὶ σοφίας καὶ ἀποκαθίστησι τὸν λόγον κατὰ τὸ εἰθισμένον αὐτῷ ἑτέροις, βουλόμενος προσβαλεῖν θεωὁρῶσι ῥήμασι τὴν οἰκείαν διάνοιαν. εἴρηκε μὲν οὖν τί ἐστιν ἑκάτερον σοφία καὶ φρόνησις καὶ περὶ τίνα ἑκατέρα, ὅτι ἡ μὲν <περὶ> τὰ πρακτὰ καὶ ἕκαστα, ἡ φρόνησις, ἃ καὶ αἰσθητά εἰσι καὶ ἔνυλα καὶ ἐνδεχόμενα καὶ τοῦ μέλλοντος χρόνου ἐχόμενα, ἡ δὲ περὶ τὰ καθόλου καὶ νοητά, ἃ καὶ ἀναγκαῖά εἰσι καὶ χρόνου ἐπέκεινα, καὶ ὅτι ἡ μὲν σοφία τοῦ κρείττονος μορίου τῆς ψυχῆς ἐστι, θεωρητικὸς ὑπάρχει νοῦς, ἡ δὲ τοῦ ἐσχάτου ἐν λογικοῖς ὡς ὁ συλλογισμός ἐστι καὶ ὁ πρακτικὸς νοῦς. καὶ μὴν αὐτὸς Ἀριστοτέλης φησὶ μὴ διαφέρειν τῇ οὐσίᾳ ἀλλήλων τὸν θεωρητικὸν νοῦν καὶ πρακτικόν, ἀλλὰ τὸν αὐτὸν ὄντα †κατ’ αὐτὴν κατὰ μόνην φέρειν τὸ διάφορον ὄρον τὴν ἐνέργειαν. πῶς οὖν ἐνταῦθα ἑτέρου μορίου τῆς ψυχῆς τὴν σοφίαν εἶναι λέγει, ἣ τοῦ θεωρητικοῦ νοῦ ἕξις ἐστίν, ἑτέρου δὲ τὴν φρόνησιν, ἥ ἐστι τοῦ πρακτικοῦ; δοκεῖ γὰρ ταῦτα αὐτὸν πρὸς ἑαυτὸν τὸν Ἀριστοτέλην εἰσάγειν ἐναντιούμενον. εἰ γὰρ ἕτερον καὶ ἕτερον μόριον ὁ θεωρητικὸς καὶ ὁ πρακτικὸς νοῦς, πῶς ἔσται τῇ οὐσίᾳ ἓν καὶ τὸ αὐτό; εἰ γὰρ καὶ ὡς μόρια ἕτερα καὶ ὡς ἐνεργείας ἑτέρας προβαλλόμενα καὶ ὡς περὶ ἕτερα ὑποκείμενα τὴν ἐνέργειαν ἑκάτερα ἐνδεικνύμενα, πῶς |οὐχ ἕξει κατὰ πάντα τὸ ἕτερον; ἢ τῇ μὲν οὐσίᾳ ἓν εἶναι λέγεται ἄμφω, ὁ θεωρητικὸς νοῦς καὶ ὁ πρακτικός, ὅτι τοῦ λόγον ἔχοντος καὶ χρωμένου ἀμφότερα, δέχονται δὲ τὸν μερισμὸν διὰ τὸ περὶ ἕτερα καὶ ἕτερα ὑποκείμενα ἑκάτερα καταγίνεσθαι καὶ ἑτέρως τὰς ἐνεργείας ἐνδείκνυσθαι, ὅτι ὁ μὲν ἐκ τῶν ἀρχῶν προείσει τῶν πρώτων τὰς μείζους τῶν προτάσεων προτιθέμενος καὶ εἰς τὰς ἐλάττονας προερχόμενος καὶ οὕτως ἐπάγῶν τὰ συμπεράσματα, ὁ δὲ ἐκ τῶν καθ’ ἕκαστα τὸν λόγον ἀναφέρων εἰς τὸ κοινότερόν τε καὶ περιεκτικώτερον οὕτω συνίστησι τὰ παρ’ αὐτοῦ προβαλλόμενα, καθὼς ἤδη εἰρήκαμεν. διὰ τοῦτο καὶ οὐδὲ μέρους τῆς ψυχῆς ἑτέρου καὶ ἑτέρου ἀλλὰ μορίου ἑκατέρων τῶν ἕξεων, ὡς μεριζομένου τοῦ λόγον ἔχοντος μέρους τῆς ψυχῆς ὡς εἰς μόριά τινα τὸ θεωρητικὸν καὶ πρακτικόν. μόριον γὰρ κυρίως τὸ τοῦ μέρους μέρος εἴωθε λέγεσθαι. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν. ἐπὶ γὰρ τῶν ὅρων τὸ τί καὶ ἡ οὐσία τὸ γένος ἐστί, διὸ καὶ ἐν τῷ τί ἐστι κατηγορεῖται, τῶν εἰδῶν δὲ αἱ διαφοραὶ ἐν τῷ ὁποῖον τί ἐστιν ἀποδίδονται, καὶ ποιότητες μέν εἰσι, πλὴν οὐσιώδεις, καὶ περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζουσαι. εἰ οὖν καὶ τῷ γένει ὄντες τὸ αὐτὸ οἱ νόες ἀμφότεροι ἓν καὶ ταὐτὸν τῇ οὐσίᾳ λέγονται, καλῶς καὶ κατ’ ἐπιστήμην λέγονται, καὶ μόρια ὡς μέρους μέρη ἁρμοδίως καλοῦνται, 35 ἐπεὶ καὶ ὅλον τι τὸ γένος, τὸ δὲ εἶδος καὶ ὅλον καὶ μέρος, ὡς ἐν εἰσαγωγαῖς παραδέδοται. ὥστε, εἰ καὶ ὡς εἴδη γένους τοῦ ἁπλῶς νοῦ μόρια ὠνόμασται, ὁ θεωρητικὸς καὶ πρακτικὸς οὐ παρὰ λόγον οὕτως ωνομασται. Διαπορήσειε δ’ ἄν τις περὶ αὐτῶν τί χρήσιμοί εἰσιν. ἡ μὲν γὰρ σοφία οὐδὲν θεωρεῖ ἐξ ὧν ἔσται εὐδαίμων ἄνθρωπος (οὐδεμιᾶς γάρ ἐστι γενέσεως), ἡ δὲ φρόνησις τοῦτο μὲν ἔχει, ἀλλὰ τίνος ἕνεκα δεῖ αὐτῆς, εἴπερ ἡ μὲν φρόνησις ἡ περὶ τὰ δίκαια καὶ καλὰ καὶ ἀγαθὰ ἀνθρώπῳ. ταῦτα δ’ ἔστιν ἃ τοῦ ἀγαθοῦ θοῦ ἐστιν ἀνδρὸς πράττειν, οὐθὲν δὲ πρακτικώτεροι τῷ εἰδέναι αὐτά ἐσμεν, εἴπερ ἕξεις αἱ ἀρεταί, ὡς οὐδὲ τὰ ὑγιεινὰ οὐδὲ τὰ εὐεκτικά, ὅσα μὴ τῷ ποιεῖν ἀλλὰ τῷ ἀπὸ τῆς ἕξεως εἶναι λέγεται· οὐθὲν δὲ πρακτικώτεροι τῷ ἔχειν τὴν ἰατρικὴν ἢ γυμναστιήν ἐσμεν. εἰ δὲ μὴ τούτων χάριν φρόνιμον θετέον ἀλλὰ τοῦ γενέσθαι, τοῖς οὖσι σπουδαίοις οὐθὲν ἄν εἴη χρήσιμος, ἔτι δὲ οὐδὲ τοῖς μὴ ἔχουσιν· οὐθὲν γὰρ διοίσει αὐτοὺς ἔχειν ἢ ἄλλοις ἔχουσι πείθεσθαι, ἱκανῶς τ’ ἔχοι ἄν ἡμῖν ὡς καὶ ὖ· περὶ τὴν ὑγίειαν· βουλόμενοι μένοι γὰρ ὑγιαίνειν ὅμως οὐ μανθάνομεν ἰατρικήν. πρὸς δὲ τούτοις ἄτοπον ἄν εἶναι δόξειεν, εἰ χείρων τῆς σοφίας οὖσα κυριωτέρα αὐτῆς ἔσται· ἡ γὰρ ποιοῦσα ἄρχει καὶ ἐπιτάττει περὶ ἕκαστον. Διδάξας Ἀριστοτέλης περὶ φρονήσεως καὶ σοφίας, τί ἑκατέρα ἐστὶν αὐτῶν καὶ περὶ τίνα καταγίνεται καὶ τί κατορθοῦσιν ἐν αὐτοῖς, ἐπειδὴ ἑώρα τινὰς ἐναντίως ἔχοντας περὶ τὴν κτῆσιν αὐτῶν ἢ ὑπὸ ¨αφυΐας τῆς πρὸς αὐτὰς ἢ ὀκνηρίας ἀποτρεπομένους αὐτὰς καὶ διασύροντας, ἀπελέγξαι τούτους ὡς μοχθηροὺς καὶ τῶν καλῶν ἀνεράστους καὶ ἀβελτέρους βουλόμενος, αὐτὸς ὑποδύεται τὴν κατὰ τῶν δύο τούτων ἕξεων ζήτησιν ἰσχυροποιῶν, ὡς ἔνι μάλιστα, τὴν κατ’ αὐτῶν διαβολήν, καὶ τοσοῦτον ὅσον ἐκεῖνοι συστῆσαι ταύτην οὐκ ἄν ἠδυνήθησαν. εἶτα ἀπολογούμενος πρὸς τὴν ζήτησιν καὶ καταβάλλων τοὺς κατὰ τῶν καλλίστων ἕξεων τούτων, λογισμούς, ἐξελέγχει τὴν τῶν ἀνοήτων ἐκείνων μοχθηρίαν καὶ ἄνοιαν. ἔσχατον δ’ ἐπιφέρει περὶ σοφίας καὶ φρονήσεως, ὁποτέρα τούτων θατέρας ἐστὶν ὑπερέχουσα πότερον τῆς σοφίας ἡ φρόνησις, ὡς περὶ αὐτῆς ἐπιτάττουσα, ἢ τῆς φρονήσεως ἡ σοφία, ὡς περὶ κρείττω καὶ θειότερα ἔχουσα. ὁ μὲν σκοπὸς οὗτος, ἴδωμεν δὲ καὶ κατὰ μέρος τί φησι. ζητεῖ τοίνυν περὶ τοῦ χρησίμου αὐτῶν καὶ κατασκευάζει πιθανῶς περιττὴν οὖσαν τὴν κτῆσιν τούτων τῶν ἕξεων, καὶ πρῶτον περὶ τῆς σοφίας, ὡς μὴ θεωρούσης περὶ τῶν πρακτικῶν ἀρετῶν, ἐξ ὧν εὐδαίμων ἄνθρωπος γίνεται. βελφρόνησις τιῶν γὰρ τὰ ἑαυτοῦ ἤθη διὰ τῶν ἀγαθῶν πράξεων καὶ ἐν ὄξει τοῦ εὖ πράττειν γινόμενος, εἰς εὐδαιμονίαν καταντᾷ ὡς εἰς τέλος ἀνθρώπινον, ὡς κατὰ λόγον ἐνεργεῖν αὐτοῦ τὴν ψυχὴν διὰ βίου παντός. ὅτι δὲ ἡ σοφία εἰς εὐδαιμονίαν οὐ συντελεῖ, δείκνυσι διὰ τοῦ μὴ περὶ τὰ ἐνδεχόμενα αὐεἰς καταγίνεσθαι μηδὲ περὶ τὰ τῆς ὕλης ἐχόμενα, ἃ γένεσιν προσηγόρευσεν, ἐπεὶ καὶ γινόμενα ταῦτα, ὄντως δὲ οὐδέποτε ὄνια κατὰ τὸν παρὰ Πλάτωνα τιμαῖον, καὶ προβαίνει ὁ περὶ τούτων συλλογισμὸς οὑτωσί. ἡ εὐδαιμονία ἐκ τῶν περὶ γένεσιν ἐνεργειῶν γίνεται, ἡ σοφία οὐ καταγίνεται περὶ γένεσιν· ἡ σοφία ἄρα οὐ συντελεῖ πρὸς εὐδαιμονίαν. εἶτα περὶ φρονήσεως· αὐτὴ μὲν γάρ, φησίν, ἔχει τοῦτο, ἤγουν τὸ καταγίνεσθαι περὶ γέ- νεσιν, ὅ ἐστι περὶ τὰ ἐνδεχόμενα καὶ ἔνυλα, ἀλλ’ οὐδὲ αὐτῆς δεῖ πρὸς εὐδαιμονίαν· περὶ ἃ γάρ, φησί, καταγίνεται ἡ φρόνησις, τὰ δίκαιά ἐστι καὶ τὰ καλὰ καὶ ἀγαθὰ ἀνθρώπῳ. ἐπεὶ δ’ ἕξεις αἱ ἀρεταί, πράττομεν ταῦτα ἀπὸ τῶν ἕξεων, ὥσπερ τινὸς φύσεως τῆς συνηθείας ἡμῖν γεγονυίας, καὶ οὐδὲν διαφέρει πρὸς τὸ πράττειν αὐτὰ εἴτ’ εἰδῶμεν αὐτὰ εἴτε μή, καὶ παράδειγμα φέρει τὰ ὑγιεινὰ καὶ εὐεκτικά· ταῦτα δ’ εἰσὶ τὰ ἐκ τῆς ὑγείας καὶ τῆς εὐεξίας, παρουσῶν ἀμφοῖν ἐν τοῖς σώμασιν, ἐνεργούμενα καὶ πραττόμενα. πολλαχῶς γὰρ τὰ ὑγιεινὰ καὶ τὰ εὐεκτικὰ λέγονται· ἢ γὰρ ὡς ποιητικὰ ὑγείας ἢ εὐεξίας μὴ οὐσῶν ἐν τῷ σώματι, ἢ ὡς φυλακτικὰ καὶ συντηρητικὰ παρουσῶν, ἢ ὡς |ἐξ αὐτῶν παρουσῶν προβαίνοντα. ἐκεῖνα μὲν οὖν φάρμακά τε καὶ διαιτήματα, ταῦτα δὲ ἐνεργήματα, ὡς ἀπὸ ἕξεων προιόντα ἐνουσῶν τοῖς σώμασιν, οἷον βάδισις κατὰ φύσιν, δρόμος εἰ δεήσει, ὄρεξις τροφῆς καὶ πόσεως, πέψεις ἐκκρίσεις αἰσθήσεων ἐνέργειαι. ὅσα τοιαῦτα ἐκ φύσεως ἐνεργεῖν κατὰ φύσιν ἄνθρωπος πέφυκε, τὰ τοιαῦτα ὠνόμασεν ἐνταῦθα ὑγιεινὰ καὶ εὐεκτικά. καὶ ἔστιν ὁ σκοπὸς τοῦ λόγου τοιοῦτος, ὅτι ὡς ὁ ὑγιαίνων ἢ εὐεκτῶν οὐκ ἄν δεηθῇ εἰδέναι ἰατρικὴν πρὸς τό ἐνεργῆσαι ὑγιεινῶς ἢ εὐεκτικῶς, οὕτως οὐδ’ ὁ ἐν ἕξει γεγονὼς γονὼς τῶν πρακτικῶν ἀρετῶν, ὥστε ἐνεργεῖν ἐξ αὐτῶν, ὅτε βούλοιτο τὰ δίκαια καὶ καλὰ καὶ ἀγαθὰ ἀνθρώπῳ, τῷ ἔχειν τὴν φρόνησιν διατάττουσαν αὐτῷ πῶς ἄν ἐνεργῶν ὀρθῶς ἐνεργήσειεν, οὐδὲ πρακτικώτερος ἔσται ἐκ τοῦ εἰδέναι αὐτά, ἀλλ’ ἐν ἕξει γεγονὼς ἐκ τοῦ χρονίου ἐθισμοῦ τοῦ μὴ ἐνεργεῖν ἕτερα ἀλλ’ ἢ μόνα τὰ δίκαια καὶ καλὰ καὶ ἀγαθὰ τοῖς ἀνθρώποις πράξει τοιαῦτα ἀεί, ὥσπερ φύσεως ἐν αὐτῷ τῆς συνηθείας γεγονυίας· τὸ δὲ ὅσα μὴ τῷ ποιεῖν ἀλλὰ τῷ ἀπὸ τῆς ἕξεως εἶναι λέγεται· οὐθὲν γὰρ πρακτικώτεροι τῷ ἔχειν τὴν ἰατρικὴν ἢ τὴν γυμναστικήν ἐσμεν διὰ τοῦτο προσέθηκε, διότι πολλαχῶς τὰ ὑγιεινὰ καὶ τὰ εὐεκτικά, ὡς εἰρήκαμεν, λέγεται. ἐπὶ γὰρ τῶν ποιούντων ὑγείαν ἢ εὐεξίαν εὐεκτικῶν καὶ ὑγιεινῶν, ἅ εἰσι φάρμακά τε καὶ διαιτήματα, δεόμεθα τὴν ἰατρικὴν εἰδέναι, ἁ οἰκείως ἐκείνοις χρησάμενοι ἐκ τοῦ πακαταντᾷ ῥὰ φύσιν εἰς τὸ κατὰ φύσιν ἀνακαλοῦμεν τὰ σώματα. εἰ δὲ ὑγιαίνοντες ἢ εὐεκτοῦντες πράττειν ἐθέλομεν ὑγιεινῶς καὶ εὐεκτικῶς, κατ’ οὐδὲν ἄν ἐσόμεθα πρακτικώτεροι ἐκ τοῦ ἔχειν ἐν ἑαυτοῖς τὴν πρακτικὴν ἢ τὴν γυμναστικήν. εἶπε δὲ τὰς δύο ταύτας ὡς συντελούσας ἀμφοτέρας πρὸς ὑγίειαν καὶ εὐεξίαν τοῖς σώμασι, τῆς μὲν ἰατρικῆς μᾶλλον ἀνακαλουμένης ἀπογινομένας αὐτάς, τῆς δὲ γυμναστικῆς παρούσας μᾶλλον συντηρούσης. εἶτα ἀντιτίθησι πρὸς τοῦτον τὸν λόγον φάσκων· εἰ δέ τίς φησιν οὐχ ἵνα οἱ ὄντες σπουδαῖοι τὰ δίκαια καὶ τὰ καλὰ καὶ τὰ ἀγαθὰ πράττωσι, δεῖ τῆς φρονήσεως, ἀλλ’ ἵνα γένωνται σπουδαῖοι οἱ μὴ τοιοῦτοι ὄντες, ἐκ τῆς φρονήσεως πρὸς αὐτὰ ὁδηγούμενοι καὶ πράττοντες ταῦτα, λέγομεν, ὅτι τοῖς σπουδαίοις οὐδὲν ἂν εἴη χρήσιμος ἡ φρόνησις, ἀρκουσῶν τῶν ἐν αὐτοῖς ἀγαθῶν ἕξεων πράττειν ταῦτα ἀφ’ ἑαυτῶν χωρὶς τῆς φρονήσεως. ἔτι δέ, φησίν, οὐδὲ τοῖς μὴ ἔχουσιν ἀρετὴν ἀναγκαία ἡ φρόνησις, ὅτι μηδὲν διαφέρει πρὸς τὸ πράττειν τὰ δίκαια καὶ τὰ καλὰ καὶ τὰ ἀγαθὰ τὸ ἔχειν αὐτοὺς ἀρετὴν ἢ ἄλλοις ἔχουσι πείθεσθαι. πειθηνίους γὰρ αὐτοὺς ποιοῦντες τοῖς ἔχουσιν ἀρετὴν κἀκείνοις ἑπόμενοι ἐν ταῖς πράξεσιν ἔσονται καὶ αὐτοὶ σπουδαῖοι κατ’ ἐκείνους, καὶ φέρει παράδειγμα πρὸς τοῦτο πάλιν τὴν ὑγίειαν. ὡς γὰρ βουλόμενοι ὑγιαίνειν οὐ μανθάνομεν διὰ τοῦτο ἰατρικὴν ἀλλ’ ἱκανὸν ἡμῖν πρὸς ὑγίειαν τὸ ἰατροῖς πείθεσθαι οὕτως ἱκανῶς ἄν ἔχοιμεν πρὸς ἀρετῆς κτῆσιν τοῖς σπουδαίοις πειθόμενοι. ταῦτ’ εἰπὼν ἀπορεῖ ἐφεξῆς καὶ περὶ τῆς πρὸς ἀλλήλας σχέσεως, σοφίας τε καὶ φρονήσεως κατὰ τὸ κρεῖττον καὶ χεῖρον. δοκεῖ γὰρ ἄτοπον εἶναι, εἰ χείρων τῆς σοφίας οὖσα κυριωτέρα αὐτῆς ἔσται· ὡς ἄτοπον ἐπιφέρων τὸ κρείττω εἶναι σοφίαν φρονήσεως, καθὸ κοινῶς ἡ δόξα κρατεῖ. ἀρχόμενος γὰρ ταύτης τῆς ἠθικῆς πραγματείας, ἐδίδαξεν ἡμᾶς τὰς ποιεξεις ἔξεις εἶναι επιτακτικας καὶ αρχικας. επει ουν η φρόνησις πράττει καὶ ἐνεργεῖ, ἡ δὲ σοφία μόνον θεωρεῖ, πῶς οὐκ ἔστιν ἡ φρόνησις κρείττων σοφίας; ἀλλ’ ἡ σοφία φρονήσεως. Περὶ δὲ τούτων λεκτέον· νῦν μὲν γὰρ ἠπόρηται περὶ ἀυτῶν μόνον. Ταῦτα ἐπαπορήσας καὶ βουλόμενος ἤδη τὰς λύσεις ἐπαγαγεῖν, ὥσπερ ἑαυτὸν προτρεπόμενος ἐπὶ ταύτας, φησίν, ὅτι πρέπον ἄν εἴη περὶ τούτων εἰπεῖν ὥσπερ οὐκ ὄντος εἰπεῖν τοῦ μόνον ἀπορῆσαι, εἴ μὴ καὶ αἱ ἀπορίαι προσηκόντως λυθήσονται. διὰ τοῦτο εἴρηται τὸ νῦν γὰρ ἠπόρηται περὶ αὐτῶν μόνον. ἀτελὴς γὰρ ὁ λόγος ὁ δείξας τὰ ἠπορημένα καὶ μὴ τὰς λύσεις ἐπαγαγών, ὡς τῆς ἀπορίας τέλος ἐχούσης καὶ οὗ ἕνεκα τὴν εὐπορίαν τῆς λύσεως, καὶ μάτην σύστασις, εἰ μὴ καὶ ἡ λύσις ἀξίως ἐπενεχθῇ. πρῶτον μὲν οὖν λέγομεν, ὅτι καθ’ αὑτὰς ἀναγτὸ κῖον εἶναι αἱρετὰς αὐτάς. ἀρχόμενος ἐντεῦθεν τῶν λύσεων κοινὴν πρῶτον ποιεῖται ὑπὲρ ἀμφοτέρων ἀπολογίαν τῆς σοφίας καὶ τῆς φρονήσεως, αἱρετὰς εἶναι δεικνύων ἀμφοτέρας, ὑπὲρ τὸ χρήσιμον καθ’ αὑτὰς οὔσας ἀξίας σπουδῆς εἰς κατόρθωσιν, κἄν μὴ πρός τι ἕτερον χρησιμεύωσι. τὸ μὲν γὰρ πρός τι χρήσιμον δι’ ἐκεῖνο αἱρετόν, πρὸς ὃ χρήσιμόν ἐστι, καὶ διὰ τοῦτο οὐκ αὐτοτελὲς ὡς πρὸς τέλος ἕτερον ἀναγόμενον καὶ δι’ ἐκεῖνο ἔχον τὴν ὕπαρξιν. τὸ δὲ καθ’ αὑτὸ αἱρετὸν δι’ ἑαυτὸ τέλειον καὶ ὥσπερ ἐλεύθερον καὶ οὐχ ἑτέρῳ καθυπουργοῦν, αὐτοδεσπότου τάξιν ἔχον καὶ αὐτὸ ἐν ἑαυτῷ κεκτημένον τὴν κυριότητα. εἰ δὲ καὶ αὐτό ἐστι τοιοῦτον καὶ ἕτερον ἔχει τὸ δι’ αὐτοῦ κτώμενον, τότε οὐχ ὡς χρήσιμον οὐδ’ ὥς τι ὀργανικὸν αἴτιον ἀλλ’ ὡς γενητικὸν καὶ πρακτικὸν καὶ ἀγαθοδότως ἔχον ἄλλο προοδεῦον ἐξ αὐτοῦ καὶ ἀποτικτόμενον, τοιαύτας δείκνυσιν οὔσας τὴν σοφίαν καὶ τὴν φρόνησιν, οὑτωσὶ χρώμενος τῷ λόγῳ. ὅτι γὰρ αἱρεταί εἰσι καὶ ἄμφω, φησὶ δῆλον ἐκ τοῦ ἀρετὰς εἶναι ἀμφοτέρας αὐτὰς ἑκατέρου μορίου τῆς ψυχῆς, τὴν μὲν σοφίαν τοῦ θεωρητικοῦ νοῦ, τὴν δὲ φρόνησιν τοῦ πρακτικοῦ. καὶ συλλογίσαιο ἄν οὕτως· ἡ σοφία καὶ ἡ φρόνησις ἀρεταί, αἱ ἀρεταὶ καθ’ ἑαυτὰς αἱρεταί, ἡ σοφία ἄρα καὶ ἡ φρόνησις αἱπεταί. καὶ ἔστι τὸ σχῆμα πρῶτον. καὶ ὅτι μὲν ἀρεταὶ καὶ ἀμφότεραι ἑκατέρου μορίου τῆς ψυχῆς, δῆλον ἐντεῦθεν· κοσμητικὴ γὰρ καὶ τελειωτική ἐστιν ἕξις ἑκατέρα, ἡ μὲν τοῦ θεωρητικοῦ νοῦ, ἡ δὲ τοῦ πρακτικοῦ. ἀτελὴς γὰρ ὁ νοῦς ὁ θεωρητικὸς τῆς σοφίας χωρίς, ὥσπερ τέλειος σοφίαν ἔχων ἐν ἑαυτῷ, ἣ ἡ τῶν ὄντων γνῶσίς ἐστιν. ὁ γὰρ θεωρητικὸς νοῦς τῆς τῶν ὄντων ἐστερημένος γνώσεως οὐδ’ ἄν νοῦς ῥηθείη, εἰ μὴ δυνάμει. <τὸ δὲ δυνάμει ἀτελὲς καὶ ὕλης λόγον ἔχον πρὸς τὴν ἕξιν καὶ τὴν ὡσαύτως καὶ ἡ φρόνησις τελειωτικὴ τοῦ πρακτικοῦ νοῦ καὶ οὐδὲ νοῦς ἄν ῥηθείη πρακτικὸς ὁ μὴ ἔχων αὐτήν, εἰ δυνάμει> καὶ ὡς ὕλῃ, καὶ αὐτῆς εἰς εἰδοποίησιν καὶ τελειότητα προαγόμενος. ὥστ’ εἴη ἄν ἀπιδηλότατον, ὡς ἑκατέρα τούτων ἑκατέρου μορίου τῆς ψυχῆς ἀρετὴ καὶ διὰ τοῦτο αἱρετὴ καθ’ αὑτήν. τὸ δὲ καὶ εἰ μὴ ποιοῦσι μηθὲν μηδετέρα αὐτῶν εἴρηκεν, οὐχ ὡς μηδενὸς ἐξ αὐτῶν γινομένου ἀγαθοῦ, ἀλλὰ καθ’ ὑπόθεσιν τοῦτο ἔφη, τοιαύτην τοῦ λόγου ἔννοιαν ἔχοντος, ὡς κἄν μηδὲν ἐξ αὐτῶν ἀποτελεῖσθαι συνέβαινεν ἕτερον, ὅμως ἐπεὶ ἀρεταί εἰσι τῶν κρειττόνων μορίων τῆς ψυχῆς, εἰσὶν ἐξ ἀνάγκης αἱρεταὶ καὶ καθ’ ἑαυτάς. εἶτα ἐκ περιουσίας ἐπάγει, ὅτι καὶ ποιητικαὶ τῆς εὐδαιμονίας εἰσί, καὶ τοῦτο παρίστησι λέγων Ἔπειτα καὶ ποιοῦσι μέν, οὐχ ὡς ἰατρικὴ ὑγίειαν, ἀλλ’ ὡς ὑγίεια, οὕτως ἡ σοφία εὐδαιμονίαν. τριττῶν ὄντων τῶν ἀγαθῶν τῶν παρὰ τοῖς ἀνθρώποις θεωρουμένων, τῶν μὲν ψυχικῶν, τῶν δὲ σωματικῶν, τῶν δ’ ἔξωθεν, καὶ πρώτων μὲν καὶ κυριωτέρων τῶν ψυχικῶν, δευτέρων δὲ καὶ ἧττον κυρίως τῶν ἐν τοῖς αὐτῶν σώμασι, τρίτον δὲ τῶν ἔξωθεν, ἔστι τῆς εὐδαιμονίας ὡς μέρη συμπληροῦντα αὐτὴν τὰ ἐν ἑκάστῳ γένει τῶν εἰρημένων τερπνά. αἱ μὲν θεωρητικαὶ καὶ πρακτικαὶ ἀρεταὶ ὡς ψυχικὰ ἀγαθά, ὑγίεια δὲ σώματος καὶ εὐαισθησία καὶ ῥώμη καὶ κάλλος σωματικόν, ὑγίεια μὲν ἀναλογοῦσα δικαιοσύνῃ, ὡς ἑκάστου τῶν ἐναντίων, ἐξ ὧν τὸ ἀνθρώπινον σῶμα σύγκειται, τὸ οἰκεῖον ἑαυτοῦ φυλάττοντος μέτρον, κάλλος δὲ σωφροσύνῃ, ὡς ἐν αὐτῇ τῶν ὀργανικῶν μορίων ἐχόντων τὸ πρὸς ἄλληλα σύμμετρον καὶ τὴν εὔχροιαν, ῥώμη δὲ ἀνδρείᾳ, ὡς ἐν αὐτῇ τὸ εὔτονον καὶ καρτερικὸν ἐν τοῖς πόνοις τοῦ σώματος ἔχοντος, εὐαισθησία δὲ φρονήσει, γνῶσις οὖσα σωματικὴ καὶ τοῦ ὑποκειμένου ἀχώριστος. τὰ δὲ ἔξωθεν εὔκλεια καὶ πλοῦτος καὶ τῶν ἀνὰ χεῖρας συντήρησις καὶ εὐόδωσις. ἐπεὶ οὖν ἐν τοῖς κυριωτάτοις τὰ ἀγαθὰ τῆς ψυχῆς, ἃ δὴ αἱ ἀρεταί εἰσι, μία δὲ τῶν ἀρετῶν τῶν καὶ ἡ σοφία, πρωτίστη οὖσα πασῶν, ὡς τοῦ πρωτίστου κοσμητικὴ μορίου ὑπάρχουσα, λέγω δὴ τοῦ θεωρητικοῦ νοῦ, εἴη ἄν μάλιστα τὸ κρεῖτμερος τον μέρος τῆς εὐδαιμονίας αὕτη. ὁμοίως καὶ ἡ φρόνησις, ὡς καὶ αὐτὴ τοῦ πρακτικοῦ νοῦ τελειωτική. ὥστε καὶ ποιοῦσιν αὗται ἄμφω τὴν εὐδαιμονίαν, ἀλλ’ οὐχ οὕτως ὡς ἰατρικὴ ὑγίειαν, ἀλλ’ οὕτως ὡς μέρη συμπληρωτικὰ τῆς εὐδαιμονίας. εἰ γὰρ ὑγίεια σωματικὸν οὖσα ἀγαθὸν ποιεῖ τὴν εὐδαιμονίαν μετὰ τῶν ἄλλων ἀγαθῶν, συμπληροῦσα καὶ αὐτὴ ὡς μέρος οὖσα εὐδαιμονίας, πολλῷ μᾶλλον ἡ σοφία καὶ ἡ φρόνησις, ἕξεις οὖσαι τῶν κρειττόνων μορίων τῆς ψυχῆς κοσμητικαὶ καὶ τελειωτικαί, τουτέστι τοῦ θεωρητικοῦ νοῦ καὶ πρακτικοῦ. ἡ μὲν γὰρ ἰατρικὴ ὡς ὑπουργοῦσα τῇ φύσει κατορθοῖ τὴν ὑγίειαν, ἡ δὲ ὑγίεια ὡς κρείττων οὖσα τῶν ἀγαθῶν τῶν τοῦ σώματος ἀναπληροῖ τὴν εὐδαιμονίαν ὡς μέρος αὐτῆς. καὶ ἡ μὲν ἰατρικὴ τῆς ὑγείας ἕνεκα, ἡ δὲ ὑγεία τὸ τέλος καὶ τὸ οὗ ἕνεκα τῆς ἰατρικῆς. μέρος γὰρ οὖσα τῆς ὅλης ἀρετῆς τῷ ἔχεσθαι ποιεῖ καὶ τῷ ἐνεργεῖν εὐδαίμονα. οὕτω ποιεῖ, φησίν, ἡ σοφία τὴν εὐδαιμονίαν ὡς μέρος οὖσα τῆς ὅλης ἀρετῆς. ἡ δὲ ὅλη ἀρετή ἐστιν ἡ συνισταμένη ὡς ὅλον τι ἐκ μερῶν τῶν θεωρητικῶν ἀρετῶν καὶ πρακτικῶν. οὖσα οὖν ἡ σοφία ἐν τῇ ψυχῇ καὶ ἐχομένη ὑπ’ αὐτῆς, ἤιοι ὑφισταμένη ἐν αὐτῇ καὶ ἐνεργοῦσα, ποιεῖ τὸν ἄνθρωπον εὐδαίμονα. οὕτω δὴ καὶ ἡ φρόνησις· μέρος γὰρ καὶ αὐτὴ τῆς ὅλης ἀρετῆς, καὶ συμπληροῖ καὶ αὐτὴ τὴν εὐδαιμονίαν τῷ ἔχεσθαι τῇ ψυχῇ καὶ τῷ ἐνεργεῖν. Ἔτι τὸ ἔργον ἀποτελεῖται κατὰ τὴν φρόνησιν καὶ τὴν ἠθικὴν ἀρετήν. ἡ μὲν γὰρ ἀρετὴ τὸν σκοπὸν ποιεῖ ὀρθόν, ἡ δὲ φρόνησις τὰ πρὸς τοῦτον. Tά μὲν εἰρημένα κοινὰ ἦν σοφίας καὶ φρονήσεως, δηλοῦντα τὴν τού. τῶν ἀμφοῖν τιμιότητα καὶ ὑπεροχήν, καὶ ὅπως μάλιστα πάντων τῇ εὐδαιμονίᾳ συντελοῦσιν εἰς σύστασιν. τὸ δὲ παρὸν ἐπιχείρημα τῇ φρονήσει μόνον ἁρμοδιώτατον, δεικνύον αὐτὴν ἀναγκαιοτάτην οὖσαν κατὰ τὴν προχείρισιν ἑκάστης τῶν κατ’ ἀρετὴν ἕξεων. τὸ γὰρ ἔργον, φησί, καὶ ἡ πρᾶξις ἡ κατ’ ἀρετὴν κατὰ τὴν φρόνησιν καὶ τὴν ἠθικὴν ἀρετὴν ἀποτελεῖται. πᾶσα γὰρ ἠθικὴ ἀρετὴ τινός ἐστιν ἢ τινῶν μορίων ἕξις τοῦ παθητικοῦ ψυχῆς, οἷον θυμικοῦ μὲν ἀνδρεία, ἐπιθυμητικοῦ σωφροσύνη, δικαιοσύνη δὲ ἀμφοτέρων, ἑκατέρῳ τούτων τὸ ἄξιον νέμουσα πρὸς ἄλληλά τε καὶ πρὸς τὸν λόγον, ὡς θυμῷ μὲν ὑπείκειν ἐπιθυμίαν ταῦτα δὲ τῷ λόγῳ ἀμφότερα, καὶ οὕτως εἶναι τὴν φρόνησιν ἐφεστηκυῖαν ταῖς ἀρεταῖς πάσαις καὶ διατάττουσαν. πῶς δὲ ποιεῖ ἡ πρακτικὴ ἀρετὴ ὀρθὸν τὸν σκοπόν, ἡ δὲ φρόνησις τὰ πρὸς τοῦτον; ὅτι παιδευθέντων τῶν ὀρεκτικῶν τούτων δυνάμεων ὑπὸ τοῦ λόγου πρότερον, ὥστε τῶν δεόντων ὀρέγεσθαι καὶ μηδέποτε ἐκπίπτειν πρὸς τὰ ἀπρεπῆ ὀρεκτά, γίνεται ὀρθὸς ὁ σκοπὸς τῶν |ὀρέξεων, ὡς μηδέποτε διαστρέφεσθαι τὰς ὁρμὰς ἐπί τι τῶν ἀπρεπῶν, 113r ἀλλ’ εἶναι τὰ τέλη ἐπαινετὰ καὶ ἁρμόδια, πρὸς ἃ αἱ ὀρέξεις ἐκτείνονται, ἤδη λογικευθεῖσαι ὑπὸ τοῦ λόγου καὶ τρόπον τινὰ λογικῶς ἐφίεσθαι τῶν ὀρεκτῶν συνεθίσασαι. τοιούτων δὲ προκειμένων τῶν ὀρεκτῶν, τὴν πρὸς ταῦτα εὐόδωσιν ποιεῖται ἡ φρόνησις, ἐφευρίσκουσα καὶ ἐπιτηδεύουσα τοὺς τρόπους τῶν κατορθώσεων, ὥστε τὴν κυριότητα ἐν ταῖς ἀρεταῖς καὶ ταῖς κατ’ αὐτὰς πράξεσιν ἡ φρόνησις κέκτηται. Τοῦ δὲ τετάρτου μορίου τῆς ψυχῆς οὐκ ἔστιν ἀρετὴ τοιαύτη, τοῦ θρεπτικοῦ· οὐθὲν γὰρ ἐπ’ αὐτῷ πράττειν ἢ μὴ πράττειν. ψυχὴν ἐνταῦθα κοινῶς λαμβάνει, ὡς αὐτὸς ἐν τῷ Περὶ ψυχῆς διωρίσατο, ψυχὴν εἶναι λέγων ἐντελέχειαν σώματος φυσικοῦ, ὀργανικοῦ, δυνάμει ζωὴν ἔχοντος, καὶ ταύτην φησὶ διαιρεῖσθαι εἰς τέσσαρα, ἐπιστημονικὸν λογικὸν ὀρεκτικὸν θρεπτικόν, ἐν τῷ ὀρεκτικῷ περιλαμβάνων καὶ τὸ αἰσθητικόν, διότι πάσῃ ὀρέξει ἀλόγῳ σύνεστιν αἴσθησις. αἰσθανόμενοι γὰρ τῶν ἡδέων καὶ λυπηρῶν, τῶν μὲν ὀρεγόμεθα, τὰ δ’ ἀποστρεφόμεθα. ὡς οὖν ἐν τῷ ἀνθρώπῳ τούτων ὄντων ἁπάντων, φησὶν ὅτι τὰ μὲν τρία μόῥία τῆς ψυχῆς πεφύκασι κτᾶσθαι ἀρετὴν τὴν κατὰ προαίρεσιν καὶ ὅση ἐπὶ τῷ κτωμένῳ ἐστί, ὥστε κτᾶσθαι αὐτὴν ἢ μή. ἐπιστήμην μὲν γὰρ κτώμεθα βουλόμενοί τε καὶ προαιρούμενοι, ἥτις ἐστὶ τοῦ θεωρητικοῦ νοῦ, καὶ φρόνησιν, ἥτις ἐστὶ τοῦ λογιστικοῦ, καὶ ἀνδρείαν καὶ σωφροσύνην καὶ δικαιοσύνην, αἵ εἰσι τοῦ κατὰ τὴν ζωτικὴν δύναμιν ὀρεκτικοῦ. κατὰ θυ- μὸν γὰρ καὶ ἐπιθυμίαν ἡ ὄρεξις, <ὧν αἱ πρακτικαὶ ἀρεταὶ τῇ κρίσει τοῦ λογιστικοῦ κατορθούμεναι. ἡ γὰρ βούλησις λογικὴ ὄρεξις> καὶ ἄλλης δυ- νάμεως κρείττονος. τοῦ δὲ θρεπτικοῦ, ὃ τέταρτον μέρος τῆς ψυχῆς ἀπη- ρίθμηται, οὐκ ἔστιν ἀρετὴ τοιαύτη, ἤγουν ἡ κτωμένη ἐξ ὀρέξεως καὶ προ- προαιρέσεως. αἱ γὰρ τοιαῦται ἀρεταὶ ἐπὶ τοῖς κτωμένοις, ἤτοι ἐπὶ τῇ αὐτεξουσιόιητι καὶ θελήσει αὐτῶν. τῷ δὲ τετάρτῳ μορίῳ τῆς ψυχῆς οὐκ ἔστι τι ἐπ’ αὐτῷ. οὔτε γὰρ ὄρεξις οὔτε προαίρεσις αὐτῷ πρόσεστιν, ὅπερ ἔστιν ἰδεῖν ἐπὶ τῶν φυτῶν· μέγεθος μὲν γὰρ καὶ κάλλος ἴσως φυτοῖς ἁρ-. )5 μόδιον, καὶ εὐκαρπία δὲ εὑρίσκεται ἐν αὐτοῖς, ἅ εἰσι φυσικαὶ ἀρεταί, ὡς ἐκ φύσεως αὐτοῖς προσγινόμενα, ὄρεξις δὲ οὐδὲ προαίρεσις πρόσεστι. διὰ τοῦτο οὐδέ τις κατ’ αὐτὰς ἀρετή. Περὶ δὲ τοῦ μηδὲν εἶναι πρακτικωτέρους διὰ τὴν φρόνησιν τῶν καλῶν καὶ δικαίων, μικρὸν ἄνωθεν ἀρκτέον, λα- βόντας ἀρχὴν ταύτην. ὥσπερ γὰρ καὶ τὰ δίκαια λέγομεν πράτ- τοντάς τινας οὔπω δικαίους, οἷον τοὺς τὰ ὑπὸ τῶν νόμων τε- ταγμένα ποιοῦντας ἢ ἄκοντας ἡ δι’ ἄγνοιαν ἢ δι’ ἕτερόν τι καὶ μὴ δι’ αὐτά (καίτοι πράττουσί γε ἃ δεῖ καὶ ὅσα δεῖ τὸν σπου- δαῖον), οὕτως, ὡς ἔοικεν ἔστι τὸ πῶς ἔχοντα πράττειν ἕκαστα ὥστ’ εἶναι ἀγαθά, λέγω δ’ οἷον διὰ προαίρεσιν καὶ αὐτῶν ἕνεκα τῶν πραττο μένων. Ἔν ἦν καὶ τοῦτο τῶν ἠπορημένων περὶ φρονήσεως, ὡς δυνατὸν ὂν χωρὶς αὐτῆς πράττειν τὰ καλὰ καὶ τὰ δίκαια ἐκ τοῦ μόνον εἶναι τὰς ἀρε- τὰς ἕξεις ἐν τῇ ψυχῇ, οἷον δικαιοσύνην καὶ ἀνδρείαν καὶ σωφροσύνην καὶ τὰς λοιπὰς ὅσαι εἰς αὐτὰς ἀναφέρονται, ὡς εἰδικώτεραι πρὸς γενικωτέρας. λύων δὴ καὶ ταύτην τὴν ἀπορίαν, ἄνεισι πρός τινα θεωρίαν ἀρχικωτέραν, ἀρχὴν ταύτην ὑποτιθείς, ὅτι οὐ πᾶς ὁ πράττων τὰ δίκαια καὶ τὰ καλὰ εὐθὺς διὰ τοῦτο αὐτὸς σπουδαῖός ἐστιν, οἷον δίκαιος ὁ τὰ δίκαια πράττων ἢ σώφρων ὁ τὰ σωφρονικὰ ἢ ἀνδρεῖος ὁ τὰ ἀνδρικά. ἐνδέχεται γὰρ τὰ ὑπὸ τῶν νόμων τεταγμένα πράττοντά τινα πράττειν αὐτὰ διὰ φόβον κολά- κολάσεων ἀπειλουμένων τοῖς μὴ ἐμμένουσιν οἷς οἱ νομοθέται διώρισαν, ἢ δι’ ἀμοιβὴν ἣ ὑπέσχηται τοῖς ἐμμένουσιν, ἢ καὶ δι’ ἄγνοιαν ἐνίοτε. ἐνδέχε- ἐνδέχεται γὰρ δι’ ὄρεξιν ἰδίαν πράττειν τινὰ δίκαιόν τι ἡ σωφρονικὸν ἢ ἀνδρεῖ- ὂν μὴ εἰδότα, ὅτι τοιοῦτον τὸ πραττόμενον, ἢ ἐνεργοῦντα κατὰ τὸν νόμον μὴ εἰδέναι, ὅτι ὁ νόμος τῆς πόλεως οὕτως ἐνεργεῖν τοὺς κατ’ αὐτὴν πολίτας ἐντέλλεται. οἱ οὖν τὰ καλὰ καὶ τὰ δίκαια πράττοντες διά τι τοιοῦτον ἢ ἕτερον τοῖς εἰρημένοις ὅμοιον οὔκ εἰσι δίκαιοι οὐδὲ σπουδαῖοι, ὅτι οὐ πράττουσι τὰ καλὰ καὶ τὰ δίκαια δι’ αὐτὰ ἀλλὰ διά τι ἕτερον, ὡς οὖν ἐπὶ τούτων, οὕτω καὶ καθόλου περὶ παντὸς τοῦ πράττοντος τἀγαθὰ ἐξετά- ζομεν τὸ πῶς ἔχων πράττειν, καὶ εἰ μὲν ὡς προαιρούμενος καὶ κατ’ οἰκείαν ὄρεξιν καὶ εἰδὼς ὅτι καλὰ καὶ δίκαια τὰ πραττόμενα καὶ διότι τοιαῦτα πράττων αὐτὰ κριθείη ἄν σπουδαῖος ὁ πράττων καὶ ἀγαθός, εἰ δὲ δι’ ἄγνοιαν ἡ φόβον ἢ δι’ ἐλπίδα τοῦ ἀπολαῦσαί τινος ὀρεκτοῦ ἐκ τῆς πράξεως, οὐκ ἄν σπουδαῖος ῥηθείη οὐδ’ ἀγαθὸς ὁ πράττων. κἄν εἴη τὰ πραττόμενα παρ’ αὐτοῦ ἀγαθά. δεῖ γὰρ πῶς ἔχοντα πράττειν ἕκαστον, ἵν’ εἴη ἀγαθὰ καὶ σπουδαῖα. Τὴν μὲν οὖν προαίρεσιν ποιεῖ ὀρθὴν ἡ ἀρετή, τὸ δ’ ὅσα ἐκείνης ἕνεκα πέφυκε πράττεσθαι οὐκ ἔστι τῆς ἀρετῆς ἀλλ’ ἕτέρας δυνάμεως. Ἐντεῦθεν ἄρχεται δεῖξαι, πῶς ἀναγκαία ἡ φρόνησις τοῖς ζῆν καὶ πράττειν βουλομένοις κατ’ ἀρετήν. φησὶ τοίνυν, ὅτι ἡ μὲν ἀρετὴ ὀρθῶς ποιεῖ τὴν προαίρεσίν πὼς, ὅτι ἐν ἕξει τοῦ ἀγαθοῦ τῶν ἐν ἡμῖν ὀρεκτῶν γενομένων δυνάμεων, ἤγουν θυμοῦ καὶ ἐπιθυμίας, ὀρθοῦται καὶ ἡ προαίρεσις, τὸ μὲν πονηρὸν I ἀποτρεπομένη, ἀεὶ δὲ τἀγαθὸν προτιθεμένη καὶ μηδέποτε διαστρεφομένη πρὸς τοὐναντίον. οὐκ ἔστι δ’ αὐτοτελὴς ἡ τοῦ ἀγαθοῦ ὄρεξις. δεῖ δὲ αὐτῇ τρόπων καὶ ἐπινοιῶν, δι’ ὧν τοῦ ὀρεκτοῦ ἐφικέσθαι δυνήσεται. ὅσα οὖν, φησί, φύσιν ἔχει πράττεσθαι ἕνεκα τῆς προαιρέσεως, ἤγουν τοῦ τῇ προαιρέσει ὀρεκτοῦ, ὃ αὐτὴ προείλετο καὶ προτετίμηκεν, οὐκ ἔστι τῆς ἀρετῆς ἀλλ’ ἑτέρας δυνάμεως. ἡ γὰρ πρακτικὴ ἀρετὴ περὶ ἧς ἦν ὁ λόγος, τῶν ἀλόγων ἐστὶ δυνάμεων παιδεία καὶ ῥύθμισις, αἱ δὲ ἄλογοι δυνάμεις ἐπινοεῖσθαί τι οὐ πεφύκασι τὸ ἄγον αὐτὰς εἰς ἐπίτευξιν τοῦ αὐταῖς ὀρεκτοῦ, ἀλλ’ ἑτέρας δυνάμεως χρεία, δι’ ἧς εὑρεῖν ἐνδέχεται τοὺς τρόπους τῆς κατορθώσεως. οὐδὲ γάρ ἡ προαίρεσις εὑρετικὴ τούτων πέφυκε γίνεσθαι, μόνον δὲ τόδε τοῦδε προτίθεσθαι, τὸ κρεῖττον δηλονότι τοῦ χείρονος, ὀρθὴ γενομένη ἐκ τῆς κατ’ ἀρετὴν ἕξεως. μέχρι τούτου ἀληθὴς μὲν ὁ λόγος αὐτῷ, πλὴν συγκεχυμένος καὶ ἀδιάρθωτος· διὰ τοῦτο ἐπιφέρει τὰ ἑξῆς σαφηνίζων τὰ εἰρημένα. Λεκτέον δ’ ἐπιστήσασι σαφέστερον περὶ αὐτῶν. ἔστι δή τις δύναμις, ἣν καλοῦσι δεινότητα αὕτη δέ <ἐστι> ὥστε τὰ πρὸς τὸν ὑποτεθέντα ἔντα σκοπὸν συντείνοντα δύνασθαι ταῦτα πράττειν καὶ τυγχάνειν αὐτῶν. ἄν μὲν οὖν ὁ σκοπὸς ᾖ καλός, ἐπαινετή ἐστιν, ἄν δὲ φαῦλος, πανουργία. διὸ καὶ τοὺς φρονίμους δεινοὺς καὶ πανούργους φαμὲν εἶναι. Κατὰ μὲν <τὴν> ἀλήθειαν καλῶς εἴρηται, φησί, ἦσί, τὰ λεχθέντα, ἐπεὶ δὲ συγκέχυται καὶ ἀσαφῶς ἔτι ἔχει, δεῖ τὸν νοῦν ἐπιστῆσαι τοῖς εἰρημένοις καὶ τὸν λόγον ἁπλώσαντας σαφέστερον ἐπαγγεῖλαι τὸ προκείμενον, ἵνα καὶ ἡ πρὸς τὸ ζητηθὲν λύσις σαφεστέρα γένηται. ἀνατρέχει τοίνυν ἐπί τι ἕτερον, περὶ οὗ διδάσκων ἡμᾶς δείκνυσι καὶ τὴν φρόνησιν ἀναγκαιοτάτην καὶ ἀπαραίτητον τοῖς ἐνεργεῖν βουλομένοις κατ’ ἀρετήν. εἰς ὃ δὲ ἀνατρέχει, ἐστὶ δύναμίς τις, ἣν καλοῦσι δεινότητα, ἣν καὶ ὁρίζονται, δύναμιν εἶναι λέγοντες ἐφευρετικὴν τῶν πρὸς τὸν σκοπὸν συντελούντων. αὕτη γὰρ ἡ δύναμίς ἐστι τοιαύτη, φησίν. ὥστε τὰ πρὸς τὸν ὑποτεθέντα σκοπὸν συντείνοντα δύνασθαι πράττειν καὶ τυγχάνειν αὐτῶν. ταῦτα μέν φησιν ὁ φιλόσοφος, δεῖ δὲ διιδεῖν ἐπιστήσαντας τὴν τῶν ῥήσεων διάνοιαν. πᾶς γὰρ ἄνθρωπος ἐνεργῆσαι βουλόμενος σκοπόν τι καὶ τέλος ἑαυτῷ τῆς πράξεως τίθεται. δεῖ οὖν αὐτῷ δυνάμεως τινος καὶ ἐπιτηδειότητος, ἐξ ἧς πράττειν δυνήσεται ταῦτα, ἃ πρὸς τὸν σκοπὸν ἐκεῖνον ὑπάρχει συντείνοντα, καὶ πρὸ τοῦ σκοποῦ τυγχάνειν ἐκείνων, ἃ ἄγει πρὸς αὑτὸν ὡς εἰς τέλος. εἰ μὲν οὖν εὐφυία ἤρκει μόνη πρὸς τὸ κατορθοῦν, οὐκ ἄν ἑτέρας τινὸς ἢ δυνάμεως ἢ ἕξεως ἐδεόμεθα πρὸς τὰς ἀγαθὰς ἀποβάσεις τῶν πράξεων. ἐπεὶ δὲ τὴν εὐφυίαν ταύτην μόνην ἔχοντες ἄνθρωποι οὔπω σπουδαῖοι ἐξ ἀνάγκης εἰσίν, ἀλλ’ ἐνδέχεται καὶ φαύλους εἶναι αὐτούς, διὰ τοῦτο δεῖ καὶ προσθήκης οὐ τῆς τυχούσης. αὕτη δ’ ἐστίν, ἵν’ εἴη ὁ προτεθεὶς σκοπὸς ἀγαθός, καὶ οὕτως ἔσται ἐπαινετὴ καὶ ἡ δύναμις, εἰ δὲ φαῦλον εἴη τὸ τέλος τὸ προτιθέμενον, πανουργία ὀνομάζεται ἡ δύναμις. διὰ τοῦτο καὶ τοὺς φρονίμους δεινοὺς καὶ πανούργους φαμὲν εἶναι· δεινοὺς μέν· τῷ τῆς εὐφυίας ταύτης ὀνόματι ἐπὶ τῆς φρονήσεως καταχρώμεθα, ἄλλως τε καὶ ὕπεστι τῇ ἕξει καὶ τῇ ἐνεργείᾳ ἤδη παρούσῃ ἡ δύναμις καὶ ἡ ἐπιτηδειότης· διὸ καὶ ἀληθές ἐστι, δεινὸν τὸν φρόνιμον λέγεσθαι· πανούργους δὲ παραχρώμενοι τῇ κλήσει τῆς ἐπὶ τὸν χείρω σκοπὸν ἀγούσης δεινότητος. ἔτι δὲ πανοῦργον τὸν φρόνιμον λέγομεν διὰ τὸ ἐντρεχὲς αὐτοῦ τῆς διανοίας καὶ πρὸς τὴν ἐνέργειαν ἑτοιμότατον, πᾶν ἐφευρίσκοντα τὸ πρὸς τὸν σκοπὸν αὐτοῦ συμβαλλόμενον, καὶ τὸν Ὁμηρικὸν δὲ Όδυσσέα δεινὸν λέγομεν φρόνιμον ὄντα καὶ εὑρετικὸν τῶν πρὸς τὸν ὑγιῆ σκοπὸν συντελούντων. καὶ τὸν Περικλέα ὁ Θουκυδίδης τοιοῦτόν τινα λέγει, ἐξ οἰκείας συνέσεως τὰ πρὸς τὸν προκείμενον συντε- λοῦντα σκοπὸν ἐξευρίσκοντα καὶ οὔτε προμανθάνοντά τι οὕτ’ ἐπιμανθά- νοντ, τῶν τε παραχρῆμα δι’ ἐλαχίστης βουλῆς κράτιστον γνώμονα καὶ ω τῶν μελλόντων ἐπὶ πλεῖστον τοῦ γενησομένου ἄριστον εἰκαστήν. τούτῳ γὰρ διαφέρει δεινότης φρονήσεως, ὅτι ἡ μὲν τῶν πρὸς τὸν ἀπλῶς σκοπὸν συντελούντων ἐφευρετική ἐστι δύναμις, ἡ δὲ φρόνησις τῶν πρὸς τὸν ὑγιῆ σκοπόν, καὶ ὅτι ἡ μὲν φρόνησις ἕξις ἐκ πολυπειρίας προσγινομένη τῇ ψυ- χἡ, δεῖται δὲ τῆς δεινότητος, δυνάμεως οὔσης καὶ εὐφυίας καὶ ἐκ φύσεως προσούσης τῷ ἐν ἡμῖν λόγῳ, ἵν’ ἐν αὐτῇ ἐπιγένηται καὶ κοσμήσῃ αὐτήν, καὶ οὕτω σκοπὸν ἀεὶ προτιθεμένη ἀγαθὸν ἐπιτυγχάνει τῶν σκοπουμένων, τὰ πρὸς αὐτὸν συντελοῦντα εὐφυῶς ἐφευρίσκουσα. διὰ τοῦτο καὶ Ἀριστο- τέλης ἐπάγει τοῖς εἰρημένοις, τὴν διαφορὰν παραδοὺς δεινότητος καὶ φρο- φρονήσεως φησι γὰρ Eστι δ’ ἡ φρόνησις οὐχ ἡ δύναμις, ἀλλ’ οὐκ ἄνευ τῆς δυνάμεως ταύτης. ἡ δ’ ἕξις τῷ ὄμματι τούτῳ γίνεται τῆς ψυχῆς οὐκ ἄνευ ἀρετῆς, ὡς εἴρηταί τε καὶ ἔστι δῆλον. Οὐκ ἔστι, φησίν, ἡ φρόνησις ἡ εἰρημένη δύναμις, ἀλλὰ δεῖται τῆς δυνάμεως ταύτης, ἵνα ἐν αὐτῇ ἐπιγίνηται. διὸ οὐκ ἄνευ ταύτης ὑπάρξαι δύναται, ὡς οὐδ’ ἄλλη τις ἕξις, εἰ μὴ ἔχει τὸ ὑποκείμενον δεκτικόν, οὐκ ἄν δ’ εἴη δεκτικόν, εἰ μὴ ἔχει τὴν πρὸς τὴν ἕξιν ἐπιτηδειότητα καὶ εὐ- εὐφυίαν. ἡ δὲ ἕξις ἡ ἐπιγινομένη τῇ δεινότητι, ἥ ἐστιν ἡ φρόνησις, γίνεται τῷ ὄμματι τούτῳ τῆς ψυχῆς. ποίῳ τούτῳ; ἤγουν τῷ εἰρημένῳ, ὅ ἐστιν ὁ πρακτικὸς νοῦς. οὗτος δέ ἐστιν ὁ αὐτὸς μὲν τῷ θεωρητικῷ κατὰ τὴν οὐσίαν, τῇ δὲ ἐνεργείᾳ, ἕτερος, ὡς καὶ πρότερον εἴρηται. ὁ γὰρ αὐ- τὸς νοῦς ὅτε μὲν περὶ τὰ καθόλου καὶ τὰ ὑπὲρ αἴσθησιν καταγίνεται, σοφίαν τε κατορθοῖ καὶ ἐπιστήμην, καὶ νοῦς θεωρητικὸς καὶ διάνοια λέγε- τι, ὅτε δὲ περὶ τὰ καθ’ ἕκαστα καὶ πρακτά, νοῦς τε πρακτικὸς καὶ λο- γισμὸς ὀνομάζεται. πῶς δ’ οὐκ ἄνευ ἀρετῆς ἡ ἕξις αὕτη τῷ ὄμματι τῆς ψυχῆς γίνεται, εἴρηται μὲν καὶ τῷ Ἀριστοτέλει, ῥητέον δὲ καὶ ἔτι. ἡ γὰρ ἀρετὴ τὰς ὀρέξεις ποιεῖ ἀγαθάς, τοῦ ἡγεμονοῦντος λόγου ταύτας ῥυθμίσαντος, καὶ διὰ τοῦτο καὶ τὰ ὀρεκτά, τὰ δὲ ὀρεκτά εἰσι τὰ τέλη καὶ οἱ σκοποί, πρὸς ἃ ὁ λόγος τὰ συμβαλλόμενα ἐφευρίσκειν δυνάμενος φρό- νῆσις λέγεται, ὡς πρὸς ἀγαθῶν σκοπῶν καὶ τελῶν ἐπιτυχίαν τὰ συντεί- νοντα ἐφευρίσκουσα. οὐκ ἄν δὲ ἄλλως ἀγαθαί τε ὀρέξεις ἔσονται καὶ ἀγα- θᾶ ὀρεκτὰ ἄνευ ἀγαθῶν ἕξεων ὑπαρχουσῶν ταῖς ὀρεκτικαῖς δυνάμεσιν. αὗται δ’ εἰσὶν αἱ ἀρεταί, καὶ οὕτω δῆλόν ἐστιν, ὡς ἄνευ ἀρετῆς οὐκ ἔστι ἡ φρόνησις. Οἱ γὰρ συλλογισμοὶ τῶν πρακτῶν ἀρχὴν ἔχοντές εἰσιν, ἐπειδὴ τοιόνδε τὸ τέλος καὶ τὸ ἄριστον, ὁτιδήποτε ὄν. Tὸ προκείμενόν ἐστι δεῖξαι τὴν τῆς φρονήσεως ἕξιν μὴ γινομένην ἄνευ ἀρετῆς τῷ ὄμματι τούτω τῆς ψυχῆς, ἤτοι τῷ εἰρημένῳ καὶ παραδεδομένῳ πρὸ μικροῦ, ὅ ἐστιν ὁ πρακτικὸς νοῦς. διὰ τοῦτο καὶ τῇ τούτῳ φωνῇ, δεικτικῇ οὔσῃ, ἐχρήσατο, ὥσπερ προκειμένου τοῦ πράγματος, διὰ τὸ προσφάτως εἰρῆσθαι περὶ αὐτοῦ. δείκνυσι δὲ οὕτως, ὅτι οἱ συλλογισμοὶ τῶν πρακτῶν ἀρχὴν ἔχοντές εἰσιν, ἀρχὴν λέγων τὴν τελικήν, ἥ ἐστι τὸ προκείμενον ἔργον, εἰς κατόρθωσιν, ὅπερ δεῖ εἶναι ἀγαθόν, εἴπερ ἡ φρόνησις τοὺς τρόπους ἐφευρίσκει δι’ ὧν ἐκεῖνο κτηθήσεται. οὐ γὰρ ἂν εἴη φρόνησις, εἰ μὴ ἀγαθὸν ὂν σκόπιμον ἑαυτῇ ποιεῖται καὶ ἐπιτηδεύσεις ἐπινοεῖται, ἵν’ αὐτοῦ ἐπιτεύξηται. τὸ γὰρ μὴ ἀγαθὰ τίθεσθαι σκοπιμα καὶ τελικὰ τῶν πράξεων αἴτια πανουργίας ἐστίν, οὐ φρονήσεως, ὡς εἴρηται· οὐκ ἄν δὲ εἴη τὸ σκοπούμενον καὶ ἐν ὀρέξει κείμενον ἀγαθόν, εἰ μὴ ἀρετὴ εἴη ἡ ὀρεγομένη αὐτοῦ. πῶς οὖν οἱ συλλογισμοὶ ἐν τοῖς τοιούτοις γίνονται; καὶ πῶς τὸ ἀγαθὸν καὶ τὸ ἄριστον τελικὴν ἀρχὴν τίθενται; τόδε τὸ προκείμενον ἀγαθόν ἐστιν, τὸ ἀγαθὸν ἄξιον ἐπιμελείας πρὸς τὴν κτῆσίν ἐστι, τὸ προκείμενον ἄρα ἄξιον ἐπιμελείας καὶ μελέτης παντοίας πρὸς τὴν κτῆσίν ἐστιν. εἰπών δὲ οἱ μὲν γὰρ συλλογισμοὶ τῶν πρακτῶν ἀρχὴν ἔχοντές εἰσ’ ἱν, ἐπήγαγε τῷ λόγῳ τούτῳ τὴν ἐλάττω πρότασιν, λέγων ἐπεὶ τοιόνδε τὸ τέλος καὶ τὸ ἄριστον ὁτιδήποτε ὄν, συγκεχυμένως εἰπών τὸ ὁτιδήποτε ὂν ἄνευ ὡρισμένου τινὸς παραδείγματος. ὃ γὰρ ἂν εἴη ἀγαθόν, ἔστι καὶ ἄριστον, ἐπεὶ ἐξ ἀρετῆς αἱρετὸν γέγονε. διὸ καὶ τῇ φρονήσει, ἕξει οὔσῃ τοῦ ὄμματος τῆς ψυχῆς, ἄξιον κρίνεται ἐπιμελείας καὶ σπουδῆς. Ἔστω γὰρ λόγου χάριν τοι τυχόν. τοῦτο δ’ εἰ μὴ τῷ ἀγαθῷ, οὐ φαίνεται. διαστρέφει γὰρ ἡ μοχθηρία καὶ διαψεύδεσθαι ποιεῖ περὶ τὰς πρακτικὰς ἀρχάς. Ἔτι τὸ αὐτὸ κατασκευάζει, ὅτι ὑπὸ τῆς ἀρετῆς τὸ τέλος προτίθεται καὶ σκοπὸς τῇ φρονήσει γίνεται τοὺς τρόπους ἐπιτηδευούσῃ τοὺς πρὸς κατόρθωσιν. ποιεῖται δὲ καὶ πάλιν τὸν λόγον κοινότερον, μὴ λαμβάνων ἕν τι ὡρισμένως τῶν ἀγαθῶν ἀλλὰ τὸ τυχὸν λέγων, οὐχ ὡς ἀδιάφορον ὄν, εἴτε πονηρὸν εἴη εἴτ’ ἀγαθόν, ἀλλ’ ὡς ἓν μὲν τῶν πρακτῶν ἀγαθῶν, οὐχ ὡς τοῦτο δὲ ἢ ἐκεῖνο, ἀλλ’ ὃ ἄν τύχῃ προκείμενον ἐξ αὐτῶν. τοῦτο δ’ οὐ φαίνεται τοιοῦτον ὄν, εἰ μὴ τῷ ἀγαθῷ. τῷ γὰρ πονηρῷ τὴν ἕξιν ἀνθρώπῳ οὐκ ἐφαρμόζει τἀγαθόν, ὡς οὐδὲ τῇ λελοξευμένῃ γραμμῇ ἡ εὐθεῖα. τῆς δὲ γνώμης τῆς ἀγαθῆς ψυχῆς φανερὸν τἀγαθὸν γίνεται, ὡς ἐφαρμόζον αὐτῇ. διὰ τοῦτό φησι καὶ αὐτός, ὅτι ἡ μοχθηρία διάστροφον τὴν γνῶσιν ποιεῖ τῆς ψυχῆς καὶ διαψεύδεσθαι ποιεῖ περὶ τὰς πρακτικὰς ἀρχάς. ἀπαρέσκεται γὰρ ἡ πονηρία τοῖς ἀγαθοῖς σκοποῖς καὶ τέλεσι, τοῖς δὲ πονηροῖς ἐπαρέσκεται, καὶ διὰ τοῦτο ὁ πονηρὸς τελικὰς ἀρχὰς τὰ χείρω τίθεται καὶ τούτων ἐπιτυγχάνειν ἐφίεται. εἴπωμεν δὲ καὶ ἐπὶ παραδείγματος· προκείσθω κάλλος Ἑλένης καὶ ἐπιβαλλέσθων ἄμφω τὰς σφῶν ὄψεις, Διομήδης τε ὁ Τυδέως καὶ ὁ Πριαμίδης Ἀλέξανδρος· ὁ μὲν Διομήδης σώφρων ὢν ἀνὴρ καὶ προσφόρως ἐθίσας χρῆσθαι τῇ ἐνεργείᾳ τῆς ὄψεως μέχρι τῆς ὁράσεως στήσεται καὶ τῇ ταύτης τέρψει τὸ αὔταρκες ἕξει τῆς τοῦ ὁρατοῦ ἀπολαύσεως, ὁ δὲ Πάρις ἀκόλαστος ὢν οὐκ ἀρκετῶς ἕξει, εἰ μὴ τοῦ ὁρατοῦ καὶ κατὰ τὴν ἁφὴν ἀπολαύσεται, ἑτέρου τέλους παρὰ τὴν ὅρασιν ὀρεγόμενος καὶ ἀρχὴν ἑτέραν καὶ σκοπὸν αὐτῷ θέμενος ἕτερον, τὸ διαφθεῖραι γάμον ἀλλότριον, ὃν ἡ μοχθηρία τῷ φαύλῳ ὑπέθετο. οὕτως ἄρ’ ἀλλήλων δέονται ἡ ἀρετὴ καὶ ἡ φρόνησις, ἵν’ ἡ μὲν σκοπὸν καὶ τέλος τὸ ἀγαθὸν προθῆται, ἡ δὲ ἐπαρεσκομένη τούτῳ τοὺς τρόπους ἐπιτηδεύσῃ τῆς κτήσεως. καλῶς ἄρα εἴρηκεν ὁ Ἀριστοτέλης ὅτι ἀδύνατον φρόνιμον εἶναι μὴ ὄντα ἀγαθόν, ἤτοι σπουδαῖον καὶ ἀρετῆς ἀντεχομενον. Σκεπτέον δὴ πάλιν καὶ περὶ ἀρετῆς· καὶ γὰρ ἡ ἀρετὴ παραπλησίως ἔχει ὡς ἡ φρόνησις πρὸς τὴν δεινότητα· οὐ ταὐτὸν μέν, ὅμοιον δέ· οὕτως ἡ φυσικὴ ἀρετὴ πρὸς τὴν κυρίαν. Μέχρι μὲν τοῦδε τὴν φρόνησιν ἔδειξεν ἄνευ μὴ οὖσαν τῆς ἀρετῆς, δεομένην αὐτῆς περὶ τὰς προθέσεις I τῶν σκοπῶν καὶ τελῶν, ἵν’ εἴη ἀγαθὰ ταῦτα, ὡς ἀγαθῶν ἕξεων ὄντα ὀρεκτά, ἑξῆς δὲ δεῖξαι προτίθεται τὸ ἀνάπαλιν, ἤτοι τὴν ἀρετὴν εἶναι μὴ δυναμένην ἄνευ φρονήσεως. πρότερον δὲ τίθησιν ἔχουσάν τινα ὁμοιότητα πρὸς τὴν φρόνησιν τὴν ἀρετήν. ὡς γὰρ ἐκείνη φυσική τις δύναμις προυπόκειται ἡ λεγομένη δεινότης, εὐφυϊα τις οὖσα πρὸς αὐτήν, τὴν ψυχὴν προπαρασκευάζουσα πρὸς ὑποδοχὴν τὴν αὐτῆς, οὕτω κἀνταῦθα ἡ φυσικὴ ἀρετὴ προυπάρχει τῆς κυρίας, εὐφυϊα τις οὖσα καὶ αὐτὴ πρὸς ὑποδοχὴν τῆς κυρίως ἀρετῆς. διὰ τοῦτό φησιν, ὅτι δεῖ καὶ περὶ ἀρετῆς ἐπισκέψασθαι, ὅτι καὶ ἡ ἀρετὴ παραπλήσιόν τι ἔχει πρὸς τὴν φρόνησιν. ὣς γὰρ ἡ φρόνησις πρὸς τὴν δειτνοητα· οὐ ταὐτὸν μὲν, ὅμοιον ’δε· οὐ ταὐτὸν μὲν, ὅτι ἐκείνη μὲν ἐκ φύσεως ταῖς ψυχαῖς πρόσεστιν, εὐφυία τις οὖσα καὶ ἐπιτηδειότης πρὸς φρόνησιν, ἡ δὲ φρόνησις ἐπίκτητός ἐστιν ὄρεξις καὶ ἐξ ἐπιμελείας καὶ πολλῆς προσοχῆς καὶ πείρας πραγμάτων ἡμῖν περιγίνεται· ὅμοιον δέ, ὅτι ὥσπερ ἐκείνη ἐφευρετική ἐστι τῶν συντελούντων πρὸς σκοπόν, οὕτω καὶ ἡ φρόνησις ἐκ τῆς ἀρετῆς τὸν σκοπὸν προτιθέμενον θεωροῦσα, τὰ πρὸς αὐτὸν ἄγοντα βουλευομένη συνίστησι. οὕτω καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει, ὡς εἶναι κἀνταῦθα τὴν φυσικὴν ἀρετὴν ὡς ἐκεῖ τὴν δεινότητα, τὴν δὲ κυρίαν ἀρετὴν ἐνταῦθα ὡς ἐκεῖ τὴν φρόνησιν. Πάσι γὰρ δοκεῖ ἕκαστα τῶν ἠθῶν ὑπάρχειν φύσει πὼς· καὶ γὰρ δίκαιοι καὶ σωφρονικοὶ καὶ ἀνδρεῖοι καὶ τἄλλα 10 ἔχομεν εὐθὺς ἐκ γενετῆς· ἀλλ’ ὅμως ζητοῦμεν ἕτερόν τι, τὸκυρίως ἀγαθὸν εἶναι καὶ τὰ τοιαῦτα ἄλλον τρόπον ὑπάρχειν. Ὅτι, φησίν, ἄλλη ἐστὶν ἡ φυσικὴ ἀρετὴ καὶ ἄλλη ἡ κυρία, δῆλον ἐκ τῆς κοινῆς ὑπολήψεως τῶν πολλῶν. πάσι γὰρ δοκεῖ ἕκαστα τῶν ἠθῶν ὑπάρχειν φύσει πὼς. ἤθη λέγομεν τὰ ἐκ φύσεως ἑπόμενα ταῖς ψυχαῖς ἰδιώματα, οὐ μόνον ἐπὶ τῶν λογικῶν ἀλλὰ καὶ τῶν ἀλόγων ζῴων, ὥσπερ ὅταν λέοντα λέγωμεν φύσει ἀνδρεῖον, τολμηρὸν ὄντα, καὶ ἄλκιμον καὶ τῶν φοβούντων καταφρονητικόν, ἀλώπεκα δὲ πανοῦργον καὶ δολερὰν διὰ τὸ ἐν ταῖς ἐνεργείαις τοιαύτην φαίνεσθαι, πρόβατον δὲ εὔηθες καὶ ἀπερίεργον, καὶ ἄλλο τῶν ζῴων ἀλλοῖον καὶ ἑτεροῖον ἕτερον, οὕτω κἄν τοῖς ἀνθρώποις φαμὲν τὸν μὲν τοιόνδε εἶναι τὸ ἦθος, ἑτεροῖον δὲ ἄλλον. προσέθηκε δὲ τὸ <πῶς τῷ> φύσει, διότι μὴ πᾶσι τοῖς ζῴοις τὰ αὐτὰ ἤθη ἐστίν, ἀλλὰ διάφοροι τρόποι ἠθῶν τοῖς ἀλόγοις καὶ λογικοῖς. καὶ γὰρ δίκαιοι καὶ σωφρονικοὶ καὶ ἀνδρεῖοι· καὶ τἄλλα ἔχομεν εὐθὺς ἐκ γενετῆς τῆς μὲν φρονήσεως καὶ δεινότητος, ὥσπερ ἐν τοῖς πράγμασι διαφορά ἐστι φυσικοῖς καὶ κτητοῖς, οὕτω καὶ ἐν τῇ κλήσει. δεινότης μὲν γὰρ ἡ ἐκ φύσεως δύναμις ὀνομάζεται, ἀρετή τις οὖσα καὶ αὐτὴ φυσική, μήπω τοῦ λόγου ταύτην ῥυθμίσαντος. ἡ δὲ κυρία ἀρετὴ τοῦ λογιστικοῦ φρόνησις ὀνομάζεται, εἰδοποίησις οὖσα τις καὶ μόρφωσις τῆς δεινότητος. ἐπὶ δὲ τῶν ἠθικῶν ἀρετῶν ὁμωνυμοῦσιν ἀλλήλαις αἱ φυσικαί τε καὶ ἠθικαί, καὶ εἰκότως. ἡ μὲν γὰρ δεινότης τοῦ λόγου καὶ τῆς διανοίας ἐστὶ φυσικὴ ἀρετή, οὗ κυρίως ἐστὶ καὶ ἡ φρόνησις ἀρετή. διὰ τοῦτο τοῖς ἀλόγοις δεινότης οὐ πρόσεστι, λόγον μὴ κεκτημένοις μηδὲ διάνοιαν. αἱ δὲ ἠθικαὶ ἀρεταί, ἐπεὶ καὶ λογικοῖς καὶ ἀλόγοις ἐκ φύσεως πρόσεισιν, ὀνομάζεται μὲν ὁμωνύμως τοῖς αὐτοῖς ὀνόμασι διὰ τὸ μὴ ἔχειν ἐπὶ τῶν ἀλόγων ὀνόματα ἕτερα, ἔχει δὲ μόνον διάφορον τὸ ἐξ ἑτέρας εἶναι καὶ ἑτέρας ἀρχῆς, τὰς μὲν ἐκ φύσεως, τὰς δὲ ἐξ ἔθους. ἀλλ’ ἐπεὶ τὸ ἦθος φυσικὸν ἐν τοῖς ἀλόγοις τε καὶ λογικοῖς, πῶς οὐ λέγονται καὶ αἱ φυσικαὶ ἠθικαὶ ἀπὸ τοῦ ἤθους τοῦ φυἀγαθὸν σικοῦ, ἵν’ εἶεν ἠθικαὶ ὁμωνύμως πᾶσαι καλούμεναι, ἀλλ’ ἐκεῖναι μὲν λέγονται ἠθικαί, αὗται δὲ φυσικαί; ἢ οὐκ ἀπὸ τοῦ ἤθους αἰ ἠθικαὶ ἀλλ’ ἀπὸ τοῦ ἔθους κατὰ τροπὴν τοῦ βραχέος εἰς μακρόν, ἐθισμῷ καὶ ἀσκήσει καὶ μετὰ λόγου περιγινόμεναι. ἐκεῖναι δὲ φυσικαί, διότι οὔκ ἐκ γενετῆς ὑπάρχουσιν οἷς ὑπάρχουσιν. οὖσιν. ἐπεὶ οὖν αἱ μὲν τὴν φύσιν, αἱ δὲ τὸ ἦθος ποιητικὸν αἴτιον ἔχουσι, κυριώτερον ἡ κλῆσις, ἥτις ἑκατέρῳ τῷ γένει ἐκ τῆς αἰτίας τῆς ποιητικῆς ἐπιτέθειται. τὸ γὰρ ἦθος οὐκ αἰτία ἀλλ’ ἐξ αἰτίας τῆς φύσεως. ὅτι δὲ ἐκ τοῦ ἤθους αἱ ἠθικαὶ ὀνομάζονται, μάρτυς Ἀριστοτέλης αὐτός, τὸ τῆς ἠθικῆς φάσκων ὅλως πραγματείας ὄνομα εὐθὺς ἐξ ἀρχῆς ἐκ τοῦ ἔθους οὑτωσὶ λέγεσθαι μικρὸν παρεκκλῖνον. οὐ γὰρ φυσικὸν καὶ τὸ ἔθος ὥσπερ τὸ ἦθος, ἀλλ’ ἐκ γυμνασίας καὶ ἀσκήσεως προσγινόμενον καὶ δι’ ἐθισμοῦ εἰς ἕξιν ἐρχόμενον. ὑπάρχουσι μὲν οὖν ἐκ γενετῆς ἐπιτηδειότητες πρὸς ἑκάστην τῶν ἠθικῶν ἀρετῶν ταῖς ψυχαῖς. ἀλλ’ ὅμως οὐκ ἀρκούμεθα λέγειν ἐκείνας τὰς κυρίως ἀρετάς, ἀλλὰ ζητοῦμεν ἕτερόν τι τὸ κυρίως ἀγαθόν, τουτέστιν τὴν κυρίως ἀρετήν, κἂν ὁμωνύμως καὶ ἐπὶ τῶν φυσικῶν τοῖς αὐτοῖς ὀνόμασι χρώμεθα. καὶ τὰ τοιαῦτα ἄλλον τρόπον ὑπάρχειν, ἤγουν τὰ κυρίως ἀγαθὰ καὶ τὰς κυρίως ἀρετὰς οὐχ οὕτως ὑπάρχειν ἐκ φύσεως, ἀλλὰ τρόπον ἕτερον, τουτέστιν ἐξ ἀνάγκης καὶ μελέτης καὶ μετὰ νοῦ ἐπιστατοῦντος καὶ προστατεύοντος. Καὶ γὰρ παισὶ καὶ θηρίοις αἱ φυσικαὶ ὑπάρχουσιν ἕξεις, ἀλλ’ ἄνευ νοῦ βλαβεραὶ φαίνονται οὖσαι. Ὅτι γάρ, φησίν, οὔκ εἰσιν ἀρεταὶ κυρίως αἱ φυσικαί, δῆλον ἐκ τοῦ παισὶ καὶ θηρίοις ὑπάρχειν αὐτάς, ἀλλὰ τοῖς τε παισὶν οὔπω νοῦς ἔσται καὶ οὔπω ὠμμάτωνται αὐτῶν αἱ ψυχαὶ διὰ τὸ νεωστὶ ἰῆς ὑπάρξεως |καὶ πείρας τῶν ἐν βίῳ πραγμάτων ἀμέτοχον, κἄν πεφύκασιν ὄμμα τε λαβεῖν τῆς ψυχῆς καὶ νοῦ ἐνέργειαν κτήσασθαι μεταχειρζόμενοι ὀρθῶς τὰ καθ’ ἕκαστα. τοῖς τε θηρίοις λόγου πάντῃ ἐστερημένοις οὐκ ἔστιν ὅλως τὸ πεφυκέναι ὀρθῶς ποτε ταῖς φυσικαῖς ὁρμαῖς χρήσασθαι. διὰ τοῦτο καὶ ἄνευ νοῦ οὖσαι καὶ τοῖς παισὶ καὶ τοῖς θηρίοις αὗται βλαβεραὶ φαίνονται, τὸ μετροῦν αὐτὰς καὶ τάττον μὴ ἐχ’ οὖσαι. Πλὴν τοσοῦτον ἔοικεν ὁρᾶσθαι, ὅτι ὥσπερ σώματι ἰσχυρῷ ἄνευ ὄψεως κινουμένῳ συμβαίνει σφάλλεσθαι ἰσχυρῶς διὰ τὸ μὴ ἔχειν ὄψιν, οὕτω καὶ ἐνταῦθα. ἐὰν δὲ λάβῃ νοῦν, ἐν τῷ πράττειν διαφέρει. ἐπειδὴ αἱ κατὰ τὰς ἀρετὰς ἕξεις ταῖς αἰσθήσεσιν ἀφανεῖς εἰσι, φατροπὴν νεραὶ δὲ γίνονται ἐκ τῶν ἐνεργειῶν τε καὶ προχειρίσεων, ποιεῖται τὸ λεγόμενον φανερὸν δι’ αἰσθητοῦ παραδείγματος σῶμα παραλαμβάνων ἰσχυρόν, ἐνεργεῖν μεγάλα τινὰ διὰ τῆς προσούσης ἰσχύος δυνάμενον. τοῦτο εἰ ἐστέρηται ὄψεως ἐν τῷ κινεῖσθαι, σφάλλεται ἰσχυρῶς διὰ τὴν τῆς ὄψεως στέρησιν, τῆς μὲν κινήσεως σφοδρὰς γενομένης, τῆς δὲ στερήσεως του ὁρᾶν τὸ εἰς δέον γίνεσθαι ἀφαιρούσης τὴν κίνησιν, οἷον εἴ τις πληγὴν κατενέγκη ἰσχύι προσούσῃ μεγάλῃ χρώμενος κατὰ πατρὸς ἤ ἄλλου τινὸς τῶν τιμίων, δι’ ἀορασίαν ἀγνοῶν τὸν πληττόμενον καὶ ὡς πρός τινα τῶν ἀμύνης ἀξίων πρὸς τὸν αὐτῷ διατιθέμενος τίμιον. ἐν γὰρ ἰσχύι σφοδρᾷ τὸ πλῆττον καταφερόμενον οὐ τὸ τυχὸν ἄν κακὸν ἀπετέλεσεν, ἀλλ’ ἢ ἀπέκτεινε τὸν ὑποδεχόμενον τὴν πληγὴν ἢ καὶ πάντῃ ἄχρηστον ἔδειξεν. ὡς οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τῶν κατ’ εὐφυίαν ἀρετῶν. ἡ γὰρ εὐφυία τῆς ψυχῆς τῇ τοῦ σώματος ἀνάλογον· εἰ οὖν καὶ ὄμμα τῇ ψυχῇ πρόσεστιν, ἐνεργήσειεν ἂν τὰ κράτιστα, μεγάλως ὁδηγουμένη ὑπὸ τοῦ ὄμματος καί τι κατορθώσας μέγα καὶ ἀξιόλογον, ὑπουργὸν μὲν ἔχουσα τὴν εὐφυίαν τὴν φυσικήν, ὁδηγὸν δὲ τὸ κτηθὲν ὄμμα ἐκ τῆς κατὰ τὸν βίον πολυπειρίας εἰ δὲ τὸ ὄμμα τούτῳ μὴ πρόσεστιν, ὡς ἐν ἀορασίᾳ τῆς φυσικῆς γινομένης ὁρμῆς, μετὰ πολλῆς τῆς σφοδρότητος, ἔσται μέγα τι κακὸν τὸ ἀποτελούμενον. εἰπὼν δὲ τὸ παράδειγμα ὡς ὁμοιότητα ἔχον πρὸς τὸ προκείμενον, τοῦτο δέ ἐστι τὸ ἰσχυρὸν σῶμα κινούμενον ἄνευ ὄψεως καὶ σφαλλόμενον οὐκ ἐπήνεγκε τὸ πρὸς τοῦτο ὅμοιον, οἷον τὴν φυσικὴν ἐπιτηδειότητα τὴν ἄνευ κινουμένην ὄμματος ψυχικοῦ καὶ φρονήσεως, ἀλλὰ τοὐναντίον. οὕτω γὰρ καὶ ἐνταῦθα, φησίν, ἄν λάβῃ νοῦν ἐν τῷ πράττειν διαφέρει. τοῦτο δὲ πεποίηκε τῇ συντομίᾳ συνήθει χρησάμενος καὶ εἰπὼν εἶναι διάφορον τὸ μετὰ νοῦ ἐνεργεῖν τοῦ ἄνευ τούτου τὰς δράσεις ποιεῖσθαι τὸν ἄνθρωπον τῆ φυσικῇ ἐπιτηδειότητι μόνον. ἡ δ’ ἕξις ὁμοία οὖσα, τότ’ ἔσται κυρίως ἀρετή. ἕξιν ὀνομάζει τὴν ἐξ ἔθους γινομένην, οὐ τὴν ἐκ φύσεως ὑπάρχουσαν ἐπιτηδειότητα, καὶ ὀνομάζει ὁμοίαν, οὐ τὴν αὐτὴν τὴν ἕξιν τῇ εὐφυίᾳ. ἑτερογενεῖς γὰρ ἀλλήλων αὗταί εἰσιν, εἴπερ ἡ μὲν φυσική, ἡ δὲ ἠθική. οὔκουν διὰ τὴν ὁμοιότητα κυρίως ἐροῦμεν ἀρετὴν τὴν φυσικήν, ἀλλὰ τότε ἔσται κυρίως ἀρετή, ὅταν γένηται ἕξις, ἤτοι ὅταν ἐξ ἔθους καὶ ἀσκήσεως τὸ βέβαιον ἕξει πρὸς τὸ κατὰ λόγον καὶ ὀρθῶς ἐνεργεῖν. Ὥστε καθάπερ ἐπὶ τοῦ δοξαστικοῦ δύο εἴδη, δεινότης καὶ φρόνησις, καὶ ἐπὶ τοῦ ἠθικοῦ δύο ἐστί, τὸ μὲν ἀρετὴ φυσική, τὸ δ’ ἡ κυρία, καὶ τούτων ἡ κυρία οὐ γίνεται ἄνευ φρονήσεως. Τοῦτο συμπέρασμά ἐστι τῶν εἰρημένων. ἔδειξε γὰρ ἤδη ἀλλήλων δεομένας εἰς τὸ εἶναι ὅπερ εἰσὶ τὴν φρόνησιν καὶ τὴν ἀρετήν, τοῦτο δὲ δέδεικται ἐκ τοῦ ὁμοίως ἔχειν ἐπὶ τὴν φρόνησιν πρὸς τὴν δεινότητα, οὕτω τὴν κυρίως ἀρετὴν πρὸς τὴν φυσικήν. ὕλη γὰρ ἡ μὲν δεινότης χορηγουμένη ἐκ φύσεως τῆ φρονήσει κοσμούσῃ ἐκείνην καὶ εἰς τὸ κύριον ἀγούσῃ τῆς κατὰ τὸ λογιστικὸν ἀρετῆς, τῇ δὲ κατὰ τὸ ἠθικὸν ἀρετῇ ἡ φυσικὴ ἀρετή. αἱ γὰρ φυσικαὶ ἀρεταὶ εὐφυΐαι πρὸς τὰς κυρίως ἀρετάς, αἳ μορφωτικαί εἰσι τῶν φυσικῶν ὡς ὑλῶν, ἐκ τῆς πρὸς τὸν ὀρθὸν λόγον ἀκολουθήσεως τῶν ὀρέξεων δεχόμεναι τὴν τελείωσιν καὶ οὕτω τἀς μὲν ὀρέξεις καθιστῶσαι ἐν τῇ ἁρμοττούσῃ ταύταις ὀρθότητι, τὸν δὲ λόγον ἔχουσαι πρὸς ἀγαθὸν σκοπὸν τὰς κινήσεις βάλλοντα. προτιθέμενον ἐξ αὐτῶν περιλαμβάνειν ἐν βραχεῖ τὰ εἰρημένα δυνάμει τοῦτο λέγων. δέδεικται ἄρα, ὅτι καὶ ἐπὶ τοῦ δοξαστικοῦ δύο εἴδη δεινότης καὶ φρόνησις· ἡ μὲν δεινότης ὡς φυσικὴ ἀρετή, εὐφυία τις οὖσα καὶ δύναμις πρὸς τὸ ἐφευρίσκειν τὰ πρὸς τὸν προκείμενον σκοπὸν συμβαλλόμενα, ἡ δὲ φρόνησις κυρία ἀρετὴ τοῦ λογιστικοῦ, ἀγαθὸν ἔχουσα σκοπὸν προτιθέμενον καὶ τὰς οἰκείας ἐνεργείας πρὸς αὐτὸν ἀπευθύνουσα, ὃν δὴ σκοπὸν ἡ ἠθικὴ ἀρετὴ αὐτῷ κεχορήγηκεν εὗ ἔχουσα τῶν ὀρέξεων, καὶ ὅτι ὁμοίως τῷ δοξαστικῷ δύο εἴδη καὶ τοῦ ἠθικοῦ, ἡ φυσικὴ ἀρετὴ καὶ ἡ κυρία, καὶ δεῖται ἡ κυρία ἀρετὴ τῆς φρονήσεως κατὰ δύο ταῦτα, ὅτι τε αἱ φυσικαὶ ἀρεταὶ ἄνευ μὲν νοῦ ἀρεταί εἰσι, νοῦν δὲ προσλαβοῦσαι τὸν αὐτὰς ἀπευθύνοντα εἰς τὸ γίνεσθαι ἠθικαί, προκόπτουσι καὶ κυρίαι ἀρεταὶ ἀποτελοῦνται, καὶ ὅτι ἄνευ φρονήσεως τῶν οἰκείων ὀρεκτῶν οὐκ ἐπιτυγχάνουσιν αὐτῆς ἐφευρισκούσης τὰ πρὸς τὸν ἀγαθὸν σκοπὸν ἄγοντα. δοξαστικὸν δέ φησι τὸ λογιστικόν, ὅτι ἀρχομένοις ἡμῖν ἀπὸ τῶν ἐσχάτων δυνάμεων τῆς ψυχῆς πρώτη ἐν ταῖς λογικαῖς καὶ γνωστικαῖς δυνάμεσιν ἡ δοξαστικὴ ἀναφαίνεται τὰ καθόλου γινώσκουσα, τῶν αἰσθητῶν καταγινομένων περὶ μόνα τὰ μερικὰ καὶ καθ’ ἕκαστα, ὥσπερ ἠθικὸν ὠνόμασε τὸ ὀρεκτικὸν καὶ ἄλογον διὰ τὸ καὶ τὸ ἦθος ἐπὶ τῶν ἰδιωμάτων λέγεσθαι, ἃ |ταῖς ἀλόγοις παρέπονται ζωαῖς καὶ φύσεσιν, ἄλλως τε ἡ δόξα ἢ ἐκ τῶν αἰσθήσεων καὶ τῆς αὐτῆς περὶ τὰ καθ’ ἕκαστα ἐνεργείας τὰς ἀφορμὰς λαβοῦσα ἐν ἑαυτῇ τὸ καθόλου συνίστησι καὶ τὴν ἑαυτῆς λογικὴν ποιεῖται ἐνέργειαν, ἢ ἐξ ὧν ἡ διάνοια συμπεραίνεται. ἐπεὶ τοίνυν ὥσπερ τινὰ γειτνίασιν πρὸς τὰς ἐνεργούσας περὶ τὰ καθ’ ἕκαστα δυνάμεις, ἤτοι τὰς αἰσθήσεις καὶ τὰς ἀλόγους ὀρέξεις τὸ δοξαστικὸν κέκτηται, καταγίνεται δὲ περὶ τὰ τοιαῦτα καὶ τὸ λογιστικόν, λογικὴ μὲν ὂν δύναμις, περὶ τὰ καθ’ ἕκαστα δὲ ποιούμενον τὴν ἐνέργειαν, εἰκότως αὐτὸ δοξαστικὸν ἐπωνόμασεν. ἔστι δὲ ζητήσεως ἄξιον, πότερα ἴσας θήσομεν, τὴν ἠθικὴν ἀρετὴν καὶ τὴν φρόνησιν, ὅτι ἀλλήλων δεόμεναι ἀνεφάνησαν ἢ θατέρας τὴν ἑτέραν ὑπερθήσομεν, καὶ εἰ τοῦτο, ποίᾳ δώσομεν τὴν ὑπέρθεσιν; ἢ πάντως τῇ καθ’ ἑαυτὴν λογικῇ, ὅτι καὶ τοῖς ἤθεσι καὶ ταῖς ἀλόγοις δυνάμεσιν αὕτη ἐστὶν ἡ τὸ μέτρον καὶ τὴν τάξιν παρέχουσα καὶ εἰς ἕξιν αὐτὰς τοῦ καλοῦ καὶ τελείωσιν φέρουσα. αὕτη γὰρ μετρεῖ τὰς ὁρμάς, τὰς αὐτῶν ἐνεργείας ῥυθμίζουσα καὶ τῷ λόγῳ αὐτὰς ὑπερτιθεῖσα καὶ τῇ αὐτῆς μετοχῇ ταῖς ἀρεταῖς χορηγοῦσα τὴν γένεσιν καὶ τὴν ὕπαρξιν, εἰ καὶ μήπω εὐθὺς φρόνησις λέγεται, ἕξει καὶ τοὺς σκοποὺς ἀγαθούς, πρὸς οὓς τὰς ἑαυτῆς ἐνεργείας ἀποτείνεται, πρακτικὸς γενομένη νοῦς διὰ τὸ μεταχειρίζεσθαι τὰ πρακτὰ καὶ καθ’ ἕκαστα, ὧν τῷ μὲν θεωρεῖν καὶ χρόνῳ προέχουσα, τῷ δὲ πράττειν ταῖς ἠθικαῖς καὶ πρακτικαῖς γινομένη ὁμόχρονος διὰ τὸ ἀδύνατον εἶναι πρακτικὸν ἀγαθὸν τὸν ἄνθρωπον γίνεσθαι ἢ σκοπῶν μὴ προκειμένων ἀγαθῶν, οὓς αἱ ἠθικαὶ ἀρεταὶ προτιθέασιν, ἢ τοὐ λόγου μὴ ἐφευρίσκοντος τὰ πρὸς κατόρθωσιν ἄγοντα, ὅ ἐστι τῆς φρονήσεως. ὅρα οὖν τὴν ἑκατέρου χρείαν πρὸς θάτερον, λέγω δὲ τῆς φρονήσεως πρὸς τὴν ἠθικὴν ἀρετὴν καὶ τῆς ἠθικῆς ἀρετῆς πρὸς τὴν φρόνησιν, καὶ γνώσῃ καθαρῶς τὸ διάφορον καὶ κρινεῖς ὀρθῶς τῷ λόγῳ τὴν πρὸς ἀλλήλας ὑπεροχὴν καὶ ἔλλειψιν. ἡ μὲν γὰρ φρόνησις δεῖται τῆς ἠθικῆς ἀρετῆς, ἵν’ ἔχῃ τὰ τέλη προσήκοντα ἐκ τῆς τῶν ἠθῶν ελτιώσεως προτιθέμενα, ἡ δ’ ἵν ἕξει τὴν φρόνησιν ἐκ τῆς οἰκείας ἔνεργείας γείας τὴν τῶν ἀγαθῶν τελῶν κατορθοῦσαν ἐπίτευξιν, ὡς εἶναι μάτην τὰ τέλη τῶν ἠθικῶν ἀρετῶν, εἰ μὴ παροῦσα ἐνεργήσει ἡ φρόνησις. πῶς οὖν οὐκ ἄν εἴη πολλῷ τῶν ἠθικῶν ἀρετῶν ἡ φρόνησις ὑπερέχουσα, ὅταν καὶ ὡς λόγος ὀρθὸς μέτρον καὶ ῥυθμὸν ταῖς ὀρέξεσιν ἐπιτίθησι καὶ τοῦ ἀγαθοῦ ἔχειν τὰ τέλη αἰτία γίνεται καὶ τὸ ἐφικνεῖσθαι τούτων αὐταῖς χαρίζεται; Διό τινές φασι πάσας τὰς ἀρετὰς φρονήσεις εἶναι, καὶ Σωκράτης τῇ μὲν ὀρθῶς ἐζήτει, τῇ δ’ ἡμάρτανεν· ὅτι μὲν φρονήσεις ᾤετο πάσας τὰς ἀρετάς, ἡμάρτανεν, ὅτι δ’ οὐκ ἄνευ φρονήσεως, καλῶς ἔλεγε. Καὶ τοῦτο πρὸς σύστασιν παραλαμβάνει τοῦ ἀναγκαίαν εἶναι ταῖς, ἠθικαῖς ἀρεταῖς τὴν φρόνησιν, ὅτι καί τισι τῶν πάλαι σοφῶν φρονήσεις εἶναι πάσας τὰς ἀρετὰς ἔδοξε διὰ τὸ ὁρᾶν τὴν φρόνησιν ἐφισταμένην ἁπανταχοῦ καὶ ἐπικρατοῦσαν ἐν ταῖς ἀγαθαῖς πράξεσι καὶ ταῖς ἑαυτῆς ἐνεργείαις τὰς τῶν ἠθικῶν ἀρετῶν ἐνεργείας ὥσπερ ἐπικαλύπτουσαν. καὶ τὸν παρὰ Πλάτωνα δὲ Σωκράτην εἰς μέσον ἄγει, ἐν τῇ Πολιτείᾳ φρονήσεις πάσας τὰς ἀρετὰς δοξάζοντά τε καὶ λέγοντα, ὃν καὶ ἐν μέρει μὲν ἐπαινεῖ, ἐν μέρει δὲ καθάπτεται τῶν παρ’ αὐτοῦ λεγομένων. ὅτι μὲν γὰρ ἀπλῶς ἐκάλει φρονήσεις πάσας τὰς ἀρετάς, ἐπιμέμφεται αὐτῷ, ὅτι δὲ μὴ ἄνευ φρονήσεως αὐτὰς εἶναι ἔλεγεν, ἐπαινεῖ αὐτὸν ὡς καλῶς λέγοντα. ζητεῖν δὲ λέγει ὀρθῶς αὐτόν, ὀρθῶς οὐχὶ ἀποφαίνεσθαι, διότι μηδὲ ἁπλῶς τοὺς λόἐνεργήσει γους ἀποτεινόμενος ἔλεγεν, ἀλλὰ διαλογικῶς προσομιλῶν καὶ ζητητικῶς. οἶμαι δ’ ὅτι οὐκ ἀπεικότως ὁ Σωκράτης φρονήσεις ἢ ἐπιστήμας ἐκάλει τὰς ἀρετάς, ἀλλ’ ἐπεὶ κατὰ τὸν ὀρθὸν λόγον πάσαις αὐταῖς ἡ ἐνέργεια, καὶ οὗτος αὐτῶν ὁ προϊστάμενος ἐν ταῖς πράξεσι καὶ τὸ παθητικὸν τῆς ψυχῆς ἀνηρτημένον αὐτοῦ, τὴν μετ’ ἀρετῆς διεξάγει βίωσιν, διὰ τοῦτο καὶ φρονήσεις καὶ ἐπιστήμας ταύτας ἁπάσας ὠνόμαζεν, ἐκ τοῦ κρείττονος τῆς ψυχῆς μορίου καὶ ὑπερέχοντος κοινῶς αὐταῖς τὴν κλῆσιν ταύτην τιθέμενος, ἐπεὶ καὶ ἐν τῷ ἀνθρώπῳ αἱ λογικαὶ πάρεισι δυνάμεις καὶ ἄλογοι, ἀλλ’ οὐ λογικόν τε καὶ ἄλογον αὐτὸν ὀνομάζομεν ἀλλ’ ἁπλῶς λογικὸν διὰ τὸ καὶ τὰς ἀλόγους ἐν αὐτῷ δυνάμεις λογικεύεσθαί πὼς τῷ πείθεσθαι λόγῳ καὶ οἰκειότερον εἶναι ἐκ τοῦ κρείττονος καὶ ἐπικρατοῦντος αὐτὸν ὀνομάζεσθαι. ἄλλως τε καὶ ἄλλως μὲν ἔχει πολιτικοῦ ἀνδρὸς ἀρετή, ἄλλως δὲ πολίτου. ἡ μὲν γὰρ μετ’ ἐπιστήμης ἐστί, τί τέ ἐστιν εἰδότος τοῦ πολιτικοῦ ἑκάστη τῶν ἀρετῶν καὶ ποίου μορίου τῆς ψυχῆς καὶ πῶς κατορθοῦ πέφυκε καὶ τί τὸ τέλος αὐτῶν καὶ ὅσα τοιαῦτα, ὃς ἑαυτῷ τε τὰς ἀρετὰς κατορθοῖ καὶ τοῖς ὑπ’ αὐτὸν πολίταις. πολίτου δὲ ἀρετὴ ἐκ τοῦ πείθεσθαι τοῖς ἐμφανεστέροις καὶ τοῖς νόμοις ἕπεσθαι καὶ τοῖς σπουδαίως ἄρχουσι πέφυκε γίνεσθαι. ἐπεὶ οὖν κρειττόνως ἔχουσι καὶ τελειοτέρως αἱ ἀρεταὶ μετὰ τῆς προσηκούσης αὐταῖς ἐπιστήμης ἀποτελούμεναι, διὰ τοῦτο παρὰ τοῦ Σωκράτους καὶ ἐπιστῆμαι καὶ φρονήσεις κατωνομάσθησαν. Σημεῖον δέ· καὶ γὰρ πάντες νῦν, ὅταν ὁρίζωνται τὴν ἀρετήν, προστιθέασι τὴν τὴν ἕξιν, εἰπόντες καὶ πρὸς ἅ ἐστι, τὴν κατὰ τὸν ὀρθὸν λόγον· ὀρθὸς δ’ ὁ κατὰ τὴν φρόνησιν. |Καὶ ἕτερον προτίθησιν εἰς βεβαίωσιν τοῦ δεῖν ἐξ ἀνάγκης συνεῖναι ἀλλήλαις τὴν φρόνησιν καὶ τὴν ἠθικὴν ἀρειήν, καὶ τοῦτο τίθησιν ὡς σημεῖον καὶ γνώρισμα εἰς τὴν τοῦ εἰρημένου παράστασιν κοινῶς παραλαμβανόμενον παρὰ πάντων τῶν ὁριζομένων τὴν ἀρετήν. τοῦτο δ’ ἐστὶ τὸ ἕξιν αὐτὴν εἶναι κατὰ τὸν ὀρθὸν λόγον ὃς λόγος ὁ κατὰ τὴν φρόνησιν. ἡ μὲν γὰρ ἀρετὴ περὶ πράξεις καὶ πάθη καταγίνεται. ταῦτα γὰρ τὰ πρὸς ἅ ἐστιν, ἐπεὶ πρὸς ταῦτα ἀποτείνεται πᾶσα ἡ ἀπὸ τῆς κατ’ ἀρετὴν ἕξεως προβαίνουσα ἐνέργεια. λέγοντες οὖν ἕξιν εἶναι αὐτὴν περὶ ταῦτα, οὐκ ἀρκοῦνται τῷ τῆς ἕξεως ὀνόματι καὶ τῷ ὑποκειμένῳ, περὶ ὃ καταγίνεται, ἀλλὰ προστιθέασιν ὡς ἴδιόν τι τῆς ἀρετῆς τὸ κατὰ τὸν ὀρθὸν λόγον, ὡς μὴ οὔσης τῆς ἀρετῆς ἕξεως ἁπλῶς περὶ πράξεις καὶ πάθη, ἀλλὰ καὶ τὸν ὀρθὸν λόγον δεομένως συνυπάρχειν αὐτῇ, ἵν’ εἴη ἀρετή. εἰ δὲ μή, οὐκ ἔσται ὃ λέγεται. ἐπεὶ δ’ ὀρθὸς λόγος ὁ κατὰ τὴν φρόνησίν ἐστιν, οὐκ ἔσται ἡ ἀρετὴ μὴ οὔσης φρονήσεως, καὶ εἴη ἂν τοῦτο κοινή τις δόξα καὶ ἔννοια παρὰ πᾶσι τοῖς ὁριζομένοις τὴν ἀρετήν. ἐοίκασι δὴ μαντεύεσθαί πὼς ἅπαντες, ὅτι ἡ τοιαύτη ἕξις ἀρετή ἐστιν ἡ κατὰ τὴν φρόνησιν. ὥσπερ ἀπαρεσκόμενος οἷς ἄλλοι τὴν ἀρετὴν ὁρίζονται, τὸ δὲ παραλαμβάνεσθαι τὸν ὀρθὸν λόγον ἀποδεχόμενος ἐν τῷ ταῦτα ὁρίζεσθαι, διὰ τοῦτο μάντεσιν ἐοικέναι φησὶ τοὺς πρὸ αὐτοῦ ὁριζομένους τὴν ἀρετήν. ὡς γὰρ ἡ μαντικὴ στοχαστικὴ οὖσα τέχνη περὶ τῶν μελλόντων στοχαστικῶς ἀποφαίνεται, οὕτως ἐστοχάσαντο κἀκεῖνοι μὴ ἄνευ φρονήσεως εἶναι τὴν ἠθικὴν ἀρετήν. διὰ τοῦτο καὶ τὴν κατὰ τὴν φρόνησιν ἐνεργοῦσαν ἕξιν ἐν ταῖς πράξεσι καὶ τοῖς πάθεσιν ἀρετὴν εἶναι κοινῶς ἅπαντες ἀπεφηναντο. Δεῖ δὲ μικρὸν μεταβῆναι· οὐ γὰρ μόνον ἡ κατὰ τὸν ὀρθὸν λόγον, ἀλλ’ ἡ μετὰ τοῦ ὀρθοῦ λόγου ἕξις ἀρειή ἐστιν. ὀρθὸς δὲ λόγος περὶ τῶν τοιούτων ἡ φρόνησίς ἐστιν. Μικρόν τι παραλλάττει τὴν λέξιν, ἣν οἱ πρὸ αὐτοῦ τὴν ἀρετὴν ὁριζόμενοι ἔφασαν, ἵν’ εἴη σύμφωνος πρὸς ἃ αὐτὸς ἐνταῦθα παραδέδωκε περὶ ἀρετῆς ἠθικῆς καὶ φρονήσεως. δεῖ γάρ. φησί. μικρὸν μεταβῆναι, ἤγουν ἢ προσθεῖναι ἢ μικρὸν παραλλάξαι τὴν λέξιν. ῥηθεῖεν γὰρ ἂν μεταβάσεις καὶ ἄμφω ταῦτα ἥ τε ἀπ’ ἐλάττονος εἰς πλεῖον καὶ ἡ ἀπὸ λέξεως εἰς λέξιν μετάθεσις. οὐ γὰρ μόνον ὡς μέτρον δεῖ τάξαι τὸν ὀρθὸν λόγον τῆς κατ’ ἀρετὴν ἐνεργείας ἢ πείσεως, ἵν’ εἴη πάντα τὰ τῆς ἀρετῆς κατ’ αὐτόν. τὸ γὰρ μέτρον ἐνδέχεταί ποτε τοῦ μετρουμένου χωρίζεσθαι, οὐκ ἀεὶ δέ ποτε πράττειν ἢ πάσχειν κατ’ ἀρετήν, χωριζομένης φρονήσεως, ἀλλὰ δεῖ παρεῖναι καὶ τὸν ὀρθὸν λόγον ἀεὶ καὶ μετ’ αὐτοῦ τὰς πράξεις γίνεσθαι καὶ τὰς πείσεις, ἵνα κατ’ ἀρετὴν γίνοιντο, καὶ ἡ μετὰ τοῦ ὀρθοῦ λόγου ἕξις ἀρετή ἐστιν. ὁ δὲ περὶ πράξεων καὶ παθῶν διαταττόμενος λόγος οὐκ ἔστι τις ἕτερος ἀλλ’ ἤγουν μόνον ἡ φρόνησις. ὅτι δὲ μετὰ τοῦ ὀρθοῦ λόγου καὶ τῆς φρονήσεως αἱ κατ’ ἀρετὴν πράξεις καὶ τὰ πάθη ἐξ ἀνάγκης ὀφείλουσι γίνεσθαι, δῆλον. πάθη μὲν γάρ εἰσιν αἱ πρὸς τὰ ὀρεκτὰ κινήσεις θυμοῦ καὶ ἐπιθυμίας, πράξεις δὲ αἱ ἀποτελούμεναι δράσεις πρὸς τὸ ἐφικνεῖσθαι τῶν ἀρετῶν. οὔτε δὲ τὰ πάθη ὀρθῶς ἄν καὶ κατὰ τὸ ἁρμόζον γίνοιντο μὴ ἐφισταμένου τοῦ λόγου καὶ τὸ προσῆκον μέτρον αὐτοῖς παρέχοντος οὔτε αἱ πρὸς τὰ τέλη ἄγουσαι δράσεις προσφυῶς ἄν ἀποτελοῖντο, μὴ τοῦ λόγου παρ’ ἑαυτοῦ χορηγοῦντος τὰ δέοντα. ὖ· Σωκράτης μὲν οὖν λόγους τὰς ἀρετὰς ᾤετο εἶναι (ἐπιστήμας γὰρ εἶναι πάσας), ἡμεῖς δὲ μετὰ λόγου. τὴν διαφορὰν τίθησιν ἣν ἔχουσί πὼς αὐτὸς καὶ Σωκράτης περὶ ἀρετῆς λέγοντες, ἵνα μή τις φαίη περιττὸν εἶναι αὐτόν, ἐπεὶ τοῦ Σωκράτους καθάπτεται ὥς τι παρ’ αὐτὸν ἄλλο λέγοντος, ἐπεὶ κἀκεῖνος καὶ οὗτος λόγον παραλαμβάνουσιν ἐν τῷ λέγειν περὶ ἀρετῆς, καί φησιν ἐκεῖνον μὲν αὐτὸ τοῦτο λόγους λέγειν τὰς ἀρετάς, ἐπεὶ ἐπιστήμας αὐτὰς ὑπελάμβανεν (αἱ γὰρ ἐπιστῆμαι λόγοι γνωστικοὶ τῶν ἐπιστητῶν), οὗτος δ’ οὐ λόγους ἀλλὰ μετὰ λόγου ταύτας εἶναι ἡμῖν παραδέδωκεν. ἕτερον δέ ἐστι τὸ εἶναί τι τόδε τι καὶ μετὰ τοῦδέ τινος εἶναι. δῆλον τοίνυν ἐκ τῶν εἰρημένων, ὅτι οὐχ οἷόν τε ἀγαθὸν εἶναι ἄνευ φρονήσεως οὐδὲ φρόνιμον ἄνευ τῆς ἠθικῆς ἀρετῆς. δείξας ἱκανῶς ὅτι δέονται ἀλλήλων ἡ ἠθικὴ ἀρετὴ καὶ ἡ φρόνησις πρὸς τὸ εἶναι ὅ εἰσιν, ὥστε τὴν μὲν ἠθικὴν ἀρετὴν τὸν σκοπὸν καὶ τὸ τέλος προτίθεσθαι ὑγιῶς καὶ ἀδιαστρό- φως ἐχουσῶν τῶν ὀρέξεων, τὴν δὲ φρόνησιν τὰ πρὸς τὸ τέλος ἐπιτηδεύειν, ἵν’ αὐτοῦ ἐπιτεύξηται, συμπεραίνει τὰ εἰρημένα καί φησι δῆλον ἐξ αὐτῶν εἶναι, ὅτι οὔτε ἀγαθὸν ὑπάρχειν ἄνευ φρονήσεως δυνατὸν οὔτε φρόνιμον ἄνευ ἠθικῆς ἀρετῆς. τὸ δὲ κυρίως ἀγαθὸν πρὸς ἀντιδιαστολὴν τίθησι τῆς φυσικῆς ἀρετῆς. οὐ γὰρ ὁ ἐκ φύσεως δίκαιος ἢ ἀνδρεῖος ἢ δώφρων κυρίως ἀγαθός, ἀλλὰ μόνον εὐφυὴς καὶ ἐπιτήδειος πρὸς τὰς ἀρετὰς ἢ πάσας ἢ τινὰς ἢ τινά, οἷον ἀρετῆς τινος μόρια, ὥσπερ ἄν εἴ τις εἴη πρὸς ἐλευθεριότητα ἐκ φύσεως ἐπιτήδειος, καταφρονητικὸς ὢν χρημάτων καὶ παρὰ φαῦλον ταῦτα ποιούμενος. ὅτι μηδὲ ἡ εὐφυία μόνη ἀρκεῖ πρὸς τὸ κατ’ ἀρετὴν τέλειον, ἀλλὰ δεῖ καὶ τῆς κατὰ προαίρεσιν σπουδῆς καὶ ἀσκήσεως, ἵν’ αἱ κατ’ ἀρετὴν ἕξεις τῇ ψυχῇ προσγένωνται. |Ἀλλὰ καὶ ὁ λόγος ταύτῃ λύοιτ’ ἄν, ᾧ διαλεχθείη τις ἄν ὅτι χωρίζονται ἀλλήλων αἱ ἀρεταί. οὐ γὰρ ὁ αὐτὸς ὁ εὐφυέστατος πρὸς ἁπάσας, ὥστε τὴν μὲν ἤδη τὴν δ’ οὔπω εἰληφὼς ἔσται. τοῦτο γὰρ κατὰ μὲν τὰς φυσικὰς ἀρετὰς ἐνδέχται <καθ᾿ ἃς δὲ ἁπλῶς λέγεται ἀγαθός, οὐκ ἐνδέχεται>. γὰρ τῇ φρονήσει μιᾷ οὔσῃ πᾶσαι ὑπάρξουσι. Δόξης οὔσης κοινῆς παρὰ τοῖς σοφοῖς, ὅτι ἀντακολουθοῦσιν ἀλλήλαις αἱ ἀρεταί, ἀπορίαν πρὸς ταύτην τὴν γνῶσιν κινεῖ, κατὰ διαλεκτικὴν προϊοῦσαν μέθοδον. εἰ γὰρ ἐνδέχεταί τινα εὐφυῆ ὄντα πρὸς τήνδε τὴν ἀρετὴν ἀνεπιτήδειον εἶναι πρὸς τὴν ἑτέραν, ἐνδέχοιτ’ ἄν καὶ πρώτην κτήσασθαι πρὸ τῆς ἑτέρας, πρὸς ἥν ἐστιν ἐπιτήδειος, ὥστε ἔσται ἡ κτηθεῖσα ἀρετὴ τῆς ἑτέρας χωρίς, καὶ οὐκ ἀνάγκη ἀντακολουθεῖν ἀλλήλαις τὰς ἀρετάς ἀλλ’ ἐκ τῶν εἰρημένων, φησί, περὶ φρονήσεως καὶ τῆς ἠθικῆς ἀρετῆς λύοιτ’ ἂν ὁ λόγος οὗτος, ὁ δεικνύων διαλεκτικῶς, ὅτι χωρίζονται ἀλλήλων αἱ ἀρεταί, μὴ ἔχουσαι ἀνάγκην τοῦ ἀλλήλαις ἀνθέπεσθαι. ὅτι δὲ μὴ ὁ αὐτὸς εὐφυέστατος πρὸς ἁπάσας, τοῦτό φησι τὸ αἴτιον εἶναι τοῦ μὴ ἀνάγκῃ εἶναι ἀντακολουθεῖν ἀλλήλαις τὰς ἀρετάς. καὶ γὰρ ὁ πρὸς μίαν τούτων εὐφυέστατος, εὐκόλως ἔχων πρὸς τὴν κτῆσιν αὐτῆς, λήψοιτο ἄν ταύτην πρὸ τῶν ἄλλων, καὶ ἔσται ἐν αὐτῷ ἡ ληφθεῖσα, μήπω τῶν ἄλλων οὐσῶν. ταῦτ’ εἰπὼν ἐπάγει τὴν λύσιν. τοῦτο γάρ, φησί, τὸ οὕτω λεγόμενον κατὰ μὲν τὰς φυσικὰς ἀρετὰς ἐνδέχεται, καθ’ ἃς οὐδὲ λέγεται κυρίως ἀγαθὸς ὁ ἔχων αὐτάς (κἂν τύχῃ τις πρὸς πάσας ὢν εὐφυέστατος, ἀλλ’ ἐπιτήδειος καὶ εὐφυὴς πρὸς τὸ ἀγαθόν· ἐνδέχεται γὰρ ὄα τινὰ κατὰ μίαν τῶν ἀρετῶν εὐφυῆ, κατὰ τἀς ἄλλας μὴ εἶναι τοιοῦτον), κατὰ δὲ τὰς κυρίως ἀρετάς, καθ’ ἃς καὶ κυρίως ἀγαθὸς λέγεται, οὐκ ἐνδέχεται. πῶς; ὅτι ἄνευ φρονήσεως οὐδεμίαν ἕξει κυρίως, φρονήσεως δὲ οὔσης, ἅμα ταύτῃ καὶ αἱ ἠθικαὶ ἀρεταὶ μετ’ ἀλλήλων συνέσονται. τοῦ γὰρ λόγου προϊσταμένου τῶν ὀρέξεων καὶ ταύτας αὑτῷ ποιουμένου ὑπηκόους, ἀγαθὰ ἔσται καὶ τὰ διωκτὰ ταῖς ὀρέξεσιν ὡς καὶ τὰ φευκτὰ πονηρά. καὶ οὕτως ἀναγκαίως πᾶσαι ἀλλήλαις ἀνθέψονται, τῶν μὲν ἠθικῶν ἀγαθὰ τὰ τέλη προτιθεμένων, τῆς δὲ φρονήσεως εὑρισκούσης τὰ πρὸς αὐτὰ φέροντα. πεπόρισται δὲ ἥδε αὐτῷ τῆς ἀπορίας ἡ λύσις ἀπὸ τῶν εἰρημένων περὶ τῆς ἠθικῆς ἀρετῆς καὶ τῆς φρονήσεως. διὰ τοῦτο καὶ αὐτὸς εἶπεν, ὅτι ταύτῃ λύοιτ’ ἄν ὁ λόγος οὗτος ὁ ἄπορος. Δῆλον δέ, κἂν εἰ μὴ πρακτικὴ ἦν. ὅτι ἔδει ἄν αὐτῆς διὰ τὸ μορίου ἀρετὴν εἶναι, καὶ ὅτι οὐκ ἔσται ἡ προαίρεσις ὀρθὴ ἄνευ φρονήσεως οὐδ’ ἄνευ ἀρετῆς· ἡ μὲν γὰρ τὸ τέλος, ἡ δὲ τὰ πρὸς τὸ τέλος ’πὸ ἱεῖ πράττειν. ἐστι μὲν οὖν ἡ φρόνησις καὶ πρακτικὸς νοῦς ὡς ταῖς πρακτικαῖς ἀρεταῖς τοὺς τρόπους ἐφευρίσκουσα, τοὺς πρὸς τεῦξιν συμβαλλομένους τῶν σκοπῶν καὶ τῶν τελῶν. οὐ διὰ τοῦτο δὲ δευτέρα ἔσται καί τις ὑπηρέτης αὐτῷ, ἐπεὶ ἔσται γε καὶ αὐτοτελής. δεῖ γὰρ αὐτῆς κἄν μὴ συνετέλει ταῖς πράξεσι, διότι μορίου τῆς ψυχῆς ἀρετή ἐστι, τοῦτο δέ ἐστι τὸ λογιστικόν. ὥστε καὶ κρείττων τῶν ἠθικῶν ἀρετῶν ἡ φρόνησις, ἐπεὶ καὶ κρείττονος μορίου ἀρετή ἐστι. τὸ γὰρ λογιστικὸν κρεῖττον θυμικοῦ καὶ ἐπιθυμητικοῦ, ὧν αἱ ἠθικαὶ ἀρεταί εἰσι. δῆλον δὲ καὶ τοῦτο, ὅτι καὶ τὸ προαιρετικὸν δύναμις ὑπάρχον ψυχῆς οὐκ ἔσται ἔχον τὴν αὐτῷ ἁρμόττουσαν ὀρθότητα, εἰ μὴ καὶ φρόνησις ὑπάρχει καὶ ἀρετὴ τῇ ψυχῇ, ἡ μὲν ἀρετὴ τὸ τέλος προτιθεῖσα, ἡ δὲ φρόνησις τὰ πρὸς τὸ τέλος δεόντως εὑρίσκουσα, ἃ ἡ προαίρεσις ἐφ’ ἑκατέρων δεχομένη. ἀρετῆς λέγω καὶ φρονήσεως, ἕτοιμα προτιθέμενα, πρὸ τῶν μὴ δεόντων αἱρεῖται τὰ δέοντα. δόποιουμένου ξειε δ’ ἄν καὶ ταῦτα εἷναι πορίσματα τοῖς πρὸ βραχέος εἰρημένοις ἀκολουθήσαντα. Ἀλλὰ μὴν οὐδὲ κυρία τ’ ἐστὶ τῆς σοφίας οὐδὲ τοῦ βελτίονος μορίου, ὥσπερ οὐδὲ τῆς ὑγιείας ἡ ἰατρική· οὐ γὰρ χρῆται αὐτῇ, ἀλλ’ ὁρᾷ, ὅπως γένηται. ἐκείνης οὖν ἕνεκα ἐπιτάττει, ἀλλ’ οὐκ ἐκείνῃ. τοῦτο τὸ νῦν λεγόμενον πρὸς τὴν ἑτέραν ἐστὶν ἀπορίαν, ἣν καὶ αὐτὴν προλαβὼν περὶ τῆς σοφίας ἐζήτησε καὶ φρονήσεως. μήποτε εἴη κυριωτέρα τῆς σοφίας ἡ φρονήσις, ὡς τῆς φρονήσεως μὲν ποιούσης καὶ ἐπιταττούσης περὶ ἕκαστον τῶν πρακτέων καὶ τὰ τέλη κατορθούσης καθ’ ἑκάστην ὄρεξιν, τῆς δὲ σοφίας μόνον θεωρούσης καὶ λεγούσης, πραττούσης δὲ μηδέν. ἐλέγετο γὰρ ἐξ ἀρχῆς τὰς ἐπιταττούσας καὶ τὰ τέλη ἐχούσας τὰ σκοπιμώτερα, ταύτας εἶναι κυριωτέρας καὶ ἀρχικωτέρας. πρὸς ταύτην τὴν ζήτησιν τὴν προκειμένην ἐπάγει λύσιν, οὐ κυρίαν εἶναι φάσκων, οὗ καὶ κατασκευαστικὸν ἐπιφέρει τὸ οὐδὲ βελτίονος μορίου τῆς ψυχῆς, ἴσον ὂν ὡς ἂν εἰ ἔλεγεν, ἐπεὶ μηδὲ βελτίονος μορίου τῆς ψυχῆς ἡ φρόνησίς ἐστιν ἀρετὴ παρὸ ἡ σοφία, εἴπερ ἡ σοφία μὲν τοῦ θεωρητικοῦ ἕξις καὶ ἀρετή, ἡ δὲ φρόνησις τοῦ πρακτικοῦ, κρείττων δὲ ὁ θεωρητικὸς νοῦς τοῦ πρακτικοῦ, καθὰ δὴ καὶ ἡ θεωρία κρείττων τῆς πράξεως, καὶ τὸ μὲν θεωρεῖν τοῦ κυρίως παρ’ ἡμῖν νοῦ, ὃς καὶ καθ’ ἑαυτὸν ἐνεργεῖ, τῶν συνηρτημένων ἐξῃρημένος, τὸ δὲ πράττειν τοῦ πρακτικοῦ νοῦ, τοῦ συγχρωμένου ταῖς ἀλόγοις δυνάμεσι. παρεισάγει δὲ καὶ τῶν λεγομένων παράδειγμα ἰατρικὴν καὶ ὑγίειαν, ἐξ ὧν δείκνυσιν, ὅτι οὐχ ἁπλῶς ἡ περί τινος διατάττουσα ἕξις κρείττων ἐστὶν ἐκείνου, περὶ οὗ |διατάττει, ἀλλ’ ἡ τινὶ 117r διατάττουσα καὶ χρωμένη ἐκείνῳ εἰς κατόρθωσιν ἑτέρου, ὡς ἡ ἱππικὴ τῇ χαλινοποιητικῇ καὶ ἡ πολιτικὴ πάσαις ἁπλῶς τέχναις καὶ ἐπιστήμαις, ὅσαι ἐν ταῖς πολιτείαις παραλαμβάνονται. οὔκουν ἡ ἰατρικὴ ἐπιτάττει τῇ ὑγιείᾳ οὐδὲ χρῆται αὐτῇ ἀλλ’ ἐπιτάττει περὶ αὐτῆς καὶ σκοπεῖ ὅπως γένηται, ὥστε οὐκ ἐκείνῃ ἐπιτάττει ἀλλ’ ἐκείνης ἕνεκα, ὡς καὶ τὸ εἶναι ἔχειν δι’ αὐτήν, ἵν’ ἐπιτάττῃ περὶ αὐτῆς καὶ ἐργάζηται αὐτὴν ἐν τοῖς σώμασιν. εἰ οὖν τὸ ἕνεκά του τοῦ οὗ ἕνεκα λείπεται, εἴη ἄν καὶ ἡ φρόνησις λειπομένη καὶ δευτέρα τῆς σοφίας, ὡς ἐπιτάττουσα δι’ αὐτήν, ἵν’ ἐν ταῖς ψυχαῖς γίνοιτο. Ἔτι ὅμοιον κἂν εἴ τις τὴν πολιτικὴν φαίη ἀρχὴν τῶν θεῶν, ὅτι ἐπιτάττει περὶ πάντα τὰ ἐν τῇ πόλει. Ἕτερον παράδειγμα περὶ τῶν εἰρημένων παράγει, τοῦτο δέ ἐστιν ἡ πολιτικὴ ἐπιστήμη καὶ οἱ θεοί. ἐπιτάττει γὰρ περὶ θεῶν ἡ πολιτική, ἀλλ’ οὐκ ἐπιτάττει θεοῖς· περί τε γὰρ ναῶν καὶ ὕμνων καὶ θυσιῶν καὶ τελετῶν καὶ ὅσα ἕτερα πρὸς θεοὺς καθήκοντα· ἀλλ’ οὐ διὰ ταῦτα κρείττων θεοῦ ἢ θεῶν ἡ πολιτική. οὐ γὰρ ἐπιτάττει θεῷ ἢ θεοῖς τοῖς τοῦ ἑνὸς καὶ πρώτου μετέχουσιν, ἀλλὰ τοῖς ἀνθρώποις περὶ αὐτῶν, ὥστε διακονεῖ καὶ ὑπηρετεῖ θεῷ καὶ τοῖς θείοις, ἀλλ’ οὐ κυρία αὐτῶν ἐστιν· ἀλλ’ οὐδὲ ἡ φρόνησις κυρία σοφίας, ὅτι ἐπιτάττει περὶ αὐτῆς, καὶ τέλος καὶ οὗ ἕνεκα τῆς φρονήσεως σοφία, οὐ τῆς σοφίας ἡ φρόνησις, καὶ κρείττων ἄρα καὶ κυριωτέρα σοφία φρονήσεως. εἰ δέ τις ἔτι ἀποροίη, πῶς κατ’ οὐσίαν εἷς τις ὢν ὁ θεωρητικὸς καὶ πρακτικὸς νοῦς εἰς δύο μερίζεται, ὡς τὸ μὲν αὐτοῦ κρεῖττον τὸ δ’ ὑφειμένον λέγεσθαι μόριον καὶ τὰ προειρημένα περὶ τούτου οὐχ ἱκανὰ ἡγεῖται, ἀλλ’ ἔτι ἀπαιτεῖ σαφέστερόν τι ῥηθῆναι, καὶ ταῦτα προσκείσθωσαν. ἓν μὲν γάρ ἐστι κατ’ οὐσίαν τὸ διανοητικὸν τῆς ψυχῆς, τὸ ζητοῦν καὶ εὑρίσκον ἐν μὲν θεωρίαις τἀληθές, ἐν δὲ πράξεσι τὸ ἀγαθόν. περὶ οὖν τὰ καθόλου καταγινόμενον νοῦς θεωρητικὸς ὀνομάζεται, καὶ ἔστιν αὐτοῦ τὰ ὑποκείμενα τὰ θεωρητὰ καὶ ἐπιστητά, περὶ δὲ τὰ καθ’ ἕκαστα τὰς σπουδὰς ποιούμενον νοῦς λέγεται πρακτικός, καὶ τὰ ὑποκείμενα αὐτῷ πρακτὰ καὶ αἰσθητά. ἓν μὲν οὖν κατ’ οὐσίαν, ὡς ἓν μέρος ἢ μία δύναμις τῆς ψυχῆς, διαιρεῖται δὲ εἰς δύο μόρια τὸ θεωρητικὸν καὶ πρακτικόν, ὡς ἄλλος ὢν ἐν τῷ θεωρεῖν τὰ καθόλου καὶ ὑπὲρ αἴσθησιν, καὶ ἄλλος τῷ ἐξετάζειν τὰ καθ’ ἕκαστα, καὶ ἃ τῇ αἰσθήσει ὑπόκειται. διὸ καὶ μόρια λέγεται ταῦτα, ὡς μέρους ὄντα μέρη τοῦ διανοητικοῦ τῆς ψυχῆς, καὶ οὐ ψεῦδος τὸ λέγειν ἓν κατ’ οὐσίαν ταῦτα ὑπάρχοντα δύο εἶναι, ὡς μιᾶς ὁλότητος μόρια, ὡς εἴ τις τὸν αὐτὸν ἄνδρα φυσικὸν ὀνομάζει καὶ ἰατρόν, τὸ μὲν ὡς περὶ τὰ ἐν τῇ φύσει καταγινόμενον καθόλου, τὸ δὲ ὡς περὶ τὰ καθ’ ἕκαστα τῶν ἀνθρώπων σπουδάζοντα σώματα, ἑκάστῳ αὐτῶν περιποιούμενον τὴν ὑγίειαν. εἷς γὰρ ὢν καὶ ὁ αὐτὸς τῷ ἀριθμῷ περὶ διάφορά τε ὑποκείμενα καταγίνεται καὶ διάφορα ἔχει τὰ ἐν αὐτοῖς παρ’ αὐτοῦ ἐνεργούμενα καὶ κατορθούμενα, ἐν ἐκείνοις μὲν εὑρίσκων τὸ ἀληθὲς καὶ τέλος ἔχων τούτου τὴν εὕρεσιν, ἐν δὲ τούτοις τὸ αὐτῶν ἀγαθὸν κατορθῶν διὰ πράξεως καὶ τέλος ἔχων τὴν τούτου κατόρθωσιν, καὶ ῥηθήσεται ὀρθῶς δύο ἔχειν ἕξεις καὶ ἐνεργείας καὶ δύο τὰ ὑποκείμενα καὶ δύο τὰ κατορθούμενα. |