Ancient Greek · ~303 min
Chapter 3
Eustratius, In Aristotelis Ethica Nicomachea I Commentaria 3.1
Not analysed yet
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ Γ ΤΩΝ ΑΥΤΩΝ ΗΘΙΚΩΝ. Ἀναγκαῖος ἦν ὁ περὶ ἑκουσίου καὶ ἀκουσίου λόγος τῆ παρούσῃ πραγματείᾳ, πολιτικῆς καὶ πρακτικῆς οὔσῃ φιλοσοφίας, διὰ τὰς τιμὰς καὶ κολάσεις, περὶ ἃς τὸ ἑκούσιον <καὶ ἀκούσιον> ὁρᾶται, εἰς τὴν κατόρθωσιν. ἀναγκαῖον ἴσως διορίσαι· τὸ ἴσως οὐ πρὸς τὸ ἀναγκαῖον (ἀναγκαῖον γὰρ αὐτὸ διαλαβεῖν), ἀλλὰ τὸ ἴσως πρὸς τὸ πρῶτον διορίσαι (τοῦτο γὰρ λείπει), καὶ περὶ τῶν ἄλλων τῶν μελλόντων περὶ ἀρετῆς λέγεσθαι. οὐ γὰρ ὡς ἀναγκαῖος ὁ περὶ αὐτοῦ λόγος, οὕτω καὶ ἐν τῇδε τῇ τάξει. ἢ τὸ ἴσως ἀντὶ τοῦ ὁμοίως, ὥς <τινες ἀξιοῦσιν. καὶ γὰρ> καὶ ὁ ποιητὴς ἐπὶ τῶν Αἰάντων τῷ “ἶσον θυμὸν ἔχοντες’’ <ἀντὶ τοῦ ὅμοιον ἐχρήσατο>. δοκεῖ δὲ ἀκούσια εἶναι. ὡς μὴ ἀπλῶς λεγομένου τοῦ ἀκουσίου, διαίρεσιν αὐτοῦ ποιεῖται εἰς τὸ βίᾳ καὶ τὸ δι’ ἄγνοιαν, εἶτα περὶ ἑκατέρου αὐτῶν ἐρεῖ καὶ ἀμφοτέροις ἀντιθήσει τὸ ἑκούσιον ὡς μοναχῶς λεγόμενον. ἰστέον γὰρ ὅτι ὥσπερ ἐπὶ τοῦ φιλεῖν καὶ μισεῖν τὸ μὲν πολλαχῶς λέγεται, τὸ φιλεῖν καὶ ψυχικῶς καὶ σωματικῶς, τὸ δὲ μισεῖν ἀπλῶς καὶ μοναχῶς, οὕτως καὶ ἐπὶ τῶν προκειμένων. τότε γὰρ ἀναγκαῖόν ἐστιν, εἰ θάτερον τῶν ἐναν- τίων πολλαχῶς λέγεται, καὶ θάτερον πολλαχῶς λέγεσθαι ὡς ἐν τοῖς Τόποις κεῖται, εἰ μὴ πρὸς ἕκαστον τῶν ὑποκειμένων θατέρῳ τῶν ἐναντίων ἔχοι θάτερον τῶν ἐναντίων ἀντιτάξαι ἐναντίον. ἀναιρεῖται ἄρα ἡ τοὺ ἑκουσίου φύσις ἄμφω τὰ μέρη τοῦ ἀκουσίου. βίαιον δέ· βίαιόν ἐστιν, οὗ ἡ ἀρχὴ ἔξωθεν τοιαύτη οὖσα, ἐν ᾗ μηδὲν συμβάλλεται ὁ πράττων ἢ ὁ πάσχων. τὸ δὲ τέλος τῆς πράξεως. τοῦτο καλῶς. ἃ γὰρ ἑκου- σίως πράττομεν, ταῦτα αἱρούμεθα καὶ ὡς αἱρετὰ βουλόμεθα, εἶτα ἡ κρίσις, πόμενον καὶ οὐ ὡς σκοπὸς καὶ οὗ ἕνεκα. Ὅταν αἰσχρόν Ὡς Ζώπυρος <ὁ Πέρσης τὴν ῥῖνα καὶ τὰ ὦτα αὑτοῦ ἀποτεμὼν νίκης χάριν τῶν οἰκείων>, καὶ ’Oδυσσεὺς πληγῇσιν ἑαυτὸν ἀεικελίῃσιν δαμάσας οἰκῆι ἐοικώς, ὡς γελᾶσθαι τοῖς μνηστῇσι. ψέγεται δὲ Δόλων φόβῳ τοὺς οἰκείους προδούς. τὰ γὰρ αἴσχισθ’ ὑπομεῖναι. ὥσπερ εἰσί τινες πράξεις καλαί, μὴ καλῶς γινόμεναι (οὐ γὰρ πᾶς ὁ δίκαιόν τι ποιήσας καὶ δικαίως πεποίηκεν), οὕτως εἰσί τινες καὶ αἰσχραὶ [τινες] πράξεις οὐκ αἰσχρῶς τὸ γὰρ ψεῦδος αἰσχρόν, ἀλλ’ ἐὰν ἐπ’ ὠφελεία, οὐκ αἰσχρῶς, καὶ τὸ μιγῆναι ἀλλοτρίᾳ γυναικί, ἀλλὰ εἰ ἐπὶ τυράννου καθαιρέσει, οὐκ αἰσχρῶς· ἐν γὰρ τῆ προαιρέσει τὸ αἰσχρῶς. ὁ γὰρ τῶν τοιούτων τι ὑπομένων διά τι καλὸν οὐ ψεκτός, καὶ ὁ μηδενὸς χάριν ὑπομένων καλοῦ τι τούτων ψεκτός· ὧ αἰσχρὰ γὰρ καὶ αἰσχρῶς. ἐπ’ ἐνίοις δ’ ἔπαινος μὲν οὐ γίνεται. τοῦ μὴ πάντα τὰ οὕτως γινόμενα ἑκουσίως γίνεσθαι. τοῦτο πάλιν δεικτικὸν ἡμῖν καθὸ καὶ συγγινώσκονται οἱ ἄκοντες ποιοῦντες· προσεῖπε γάρ, ἐν δὲ τοῖς ἀκουσίοις συγγνώμης, ἐνίοτε δὲ καὶ ἐλέους τυγχάνειν. καὶ οὐ θαυμαστὸν ἐν ταῖς μικταῖς πράξεσι ποτὲ μὲν ἐπικρατεῖν τὸ ἑκούσιον, ὡς ἐφ’ ὧν ἔπαινοι καὶ ψόγοι, ποτὲ δὲ τὸ ἀκούσιον, ἐφ’ οἷς συγγνώμη. ὅταν διὰ τὰ τοιαῦτα πράξῃ τις ἃ φύσιν ἀνθρωπίνην ὑπερτείνει διὰ μέγεθος βασάνων καὶ κολάσεων, συγγνώμη τῷ τοιούτῳ. καὶ γὰρ τὸν Εὐριπίδου Ἀλκμαίωνα, τὸν Ἀμφιαράου παῖδα, ᾧ ὁ πατὴρ ἀνελεῖν τὴν μητέρα ἐπέσκηψεν, εἰ δὲ μή, ἔσται τὸν πατέρα λυπῶν, ὃς οὐ δι’ ἀξίαν αἰτίαν ἱστορεῖται τοῦτο ποιῶν. ἄλλως. παρατίθεται τὸν <παρ᾿> Εὐριπίδῃ Ἀλκμαίωνα ὡς εὐτελῆ τινα ὑπομείναντα μητροκτονῆσαι. λέγει γὰρ παρ’ αὐτῷ ὁ Αλκμαίων “μάλιστα μὲν μ’ ἐπῆρεν ἐπισκήψας πατήρ, ὅθ’ ἅρμα εἰσέβαινεν εἰς Θήβας ἰών.” διὰ γὰρ τούτων ἐντολὰς τοῦ πατρὸς διηγεῖται, ὡς ἐντειλαμένου ἀποκτεῖναι τὴν μητέρα, καὶ καταρασαμένου αὐτῷ, εἰ μὴ ἀποκτείνῃ, ἀκαρ- πίαν γῆς καὶ ἀτεκνίαν, καὶ διαβολάς τινας τῆς μητρὸς λέγει, ὧν οὐδὲν ἦν ἄξιον τηλικοῦτον κακὸν ἀναγκάσαι τινὰ ποιῆσαι, παθόντα τὰ δεινότατα. ὑπομείναντι αἰσχρόν τι, καὶ Ζήνωνι τῷ τὴν γλῶσσαν ἀποφαγόντι καὶ ἀποπτύσαντι καὶ τὰ ἀπόρρητα μὴ ἐξειπόντι. ποῖον ἀντὶ ποίου αἱρετέον, ὡς καὶ Ἀχιλλεῖ πότερον παραμενετέον ἐν τῇ πατρίδι σωζόμενον ἢ πολεμοῦντα τοῖς Τρωσὶ θανεῖν καὶ “κλέος ἄφθιτον ἕξειν’’. Ὡς γὰρ ἐπὶ τὸ πολύ ἐστι. τοῦτο δόξειεν ἄν οὐ πρὸς τὸ “ἔτι δὲ χαλεπώτερον τὸ ἐμμεῖναι τοῖς γνωσθεῖσι” εἰρηκέναι, ἀλλὰ πρὸς τὸ “ἔστι δὲ χαλεπὸν ἐνίοτε τὸ κρῖναι ποῖον ἀντὶ τοῦ ποίου αἱρετέον καὶ τί ἀντὶ τοῦ τίνος ὑπομενετέον.” διὰ τοῦτο γὰρ χαλεπόν, ὅτι ἔστιν ἃ μὲν ἀναγκάζονται αἰσχρά, ἃ δέ, εἰ μὴ πεισθεῖεν, προσδοκῶσι λυπηρά. χαλεπὴ δὲ ἡ τούτων διάκρισις. διὰ δὲ τὸ ταῦτα τοιαῦτα εἶναι, περὶ ὧν κρίνουσιν, ἐπαινοῦντι ἢ ψέγονται. ἐπαινοῦνται μὲν οἱ τὰ λυπηρὰ πρὸ τοῦ παθεῖν τὰ αἰσχρὰ ἑλόμενοι, ψέγονται δὲ οἱ φ· όβῳ τῶν λυπηρῶν ὑπομένοντες τὰ αἰσχρά. ἃ δὲ καθ’ αὑτὰ μὲν ἑκούσιά ἐστι, τυχὸν ὡς ἡ τῶν χρημάτων ἐν χειμῶνι ἀποβολή, ὡς πρότερον ἐπεσημήνατο. καὶ ἀντὶ τῶνδε αἱρετά, ἀντὶ τῶν προτεινομένων εἰδῶν. αἱ γὰρ πράξεις· καλῶς τοῦτο· οὐ γὰρ τὰ κοινῶς πράττεται, ἀλλ’ ἢ ἄρα θεωρεῖται, τὰ δὲ καθ’ ἕκαστα πράττεται. ἐπεὶ οὖν ὑπὲρ πάντα ὡς πράξεις δηλονότι καὶ αἰ κρίσεις τῶν πράξεων, εἴτε ἑκούσιοι εἴτε καὶ μή, ἐκ τούτων οὐ ῥᾴδιον ἀποδοῦναι διὰ τὸ τοικίλον καὶ πολύχουν τῶν πρακτῶν καὶ μή. ἀναγκάζει γὰρ ἔξω ὄντα. εἰ γὰρ καὶ τοῦτο, ὅμως ἐπεὶ ἐν ἡμῖν ἐστιν ἡ ἀρχὴ τοῦ αἱρεῖσθαι αὐτὰ ἢ μή, οὐ πάντα ἔσται ἀκούσια τὰ διὰ τούτων, ταῦτα καὶ χάριν τούτων. τὸ ὔ τῶν γὰρ χάριν, τουτέστι τῶν ἡδέων καὶ τῶν λυπηρῶν, τὰ μὲν φεύγοντες, τὰ δὲ διώκοντες. τὸ δὲ πάντες δηλονότι χωρὶς τῶν ἀγαθῶν λέγει. καὶ τῶν μὲν καλῶς ἑαυτούς. τοῦτο τείνοι ἂν πρὸς Πλάτωνα λέγοντα ἀγαθοὺς μὲν ἑκουσίως γίνεσθαι, κακοὺς δ’ ἀκουσίως. εἰ γὰρ ἡμεῖς αὐτοὶ αἴτιοι τοῦ ἀγαθοῖς εἶναι καὶ ἡ ἀρετὴ ἑκούσιον, εἴη ἄν ἑκούσιον καὶ ἡ κακία. τῶν γὰρ ἐκτὸς ὄντων ὁμοίων, τῶν τε καλῶν καὶ τῶν ἡδέων μὲν ***αἰσχρῶν δὲ λέγειν, τὰ μὲν καλὰ ἑκόντας ἡμᾶς πράττειν, τὰ δὲ αἰσχρὰ ἄκοντας, οὐχ ὁμολογούμενον. ἔτι εἰ μὴ ἐξ ἀνάγκης ἀγαθοὶ οἱ ἀγαθοὶ ἀλλ’ ἑκόντες, δῆλον ὡς ἐνῆν αὐτοῖς καὶ μὴ ταῦτα αἱρεῖσθαι. οὕτω δ’ ἐπ’ αὐτοῖς γίνεται καὶ τὸ κακοῖς εἶναι. Τὸ δὲ δι’ ἄγνοιαν οὐχ ἑκούσιον μὲν ἅπαν ἐστίν. |Τοῦτο, φησίν, ἐπεὶ ἔστι τι καὶ ἀκούσιον δι’ ἄγνοιαν, ἀντιστρέφοι ἄν· εἴ τι γὰρ ἀκούσιον δι’ ἄγνοιαν, εἴ τι δι’ ἄγνοιαν, ἀκούσιον. ἑκὼν μὲν οὐ πεπρᾶχθαι, ὡς δήλου ὄντος, ὅτι τῶν ἑκουσίως πραττόντων εἰδότων ταῦτα ἃ πράττουσιν ἐστίν. ἐστὶν οὐχ ἑκών. ὅσα γὰρ δι’ ἄγνοιαν γίνεται, μὴ μέντοι δυχεραίνεται πραχθέντα ὑπὸ τῶν πραξάντων, ἑκουσίως μὲν οὐ γίνεσθαί φησι (πῶς γὰρ οἷόν τε τὰ ἀγνοούμενα;) ,οὐ μὴν ἤδη καὶ ἀκουσίως, ἀλλ’ ἐπὶ τούτων ἀπόφασις ἁρμόζει μόνη τοῦ ἑκουσίου. ἀλλ’ ἀγνοῶν. τό τε διὰ τὴν ὀργὴν ἢ μέθην, ἃ ἦν ἐπ’ αὐτῷ μὴ ποιῆσαι. ἀγνοεῖ μὲν οὖν πᾶς ὁ μοχθηρὸς ἃ δεῖ πράττειν. δι’ ἑαυτὸν γὰρ μὴ παιδευό- μένος ἃ ἦν ἐπ’ αὐτῷ μαθεῖν, οὐ μὴν δι’ ἄγνοιαν οὐδ’ ἀκουσίως· ἐπ’ αὐτῷ γὰρ τῆς ἀγνοίας τούτων τὸ αἴτιον. τὸ δ’ ἀκούσιον βούλεται λέγεσθαι. καλῶς· οὐ γὰρ ἡ τῶν συμφερόντων αὐτῷ ἄγνοια ἀκούσιος οὐδ’ ἡ τῶν προαιρετῶν, καὶ τούτων ἃ διὰ τὴν προαίρεσιν τὴν τοιαύτην ἀγνοεῖται. τῆς γὰρ μοχθηρίας ἡ τοιαύτη ἄγνοια, ἡ διὰ τὴν προαίρεσιν γινομένη αἰτία, ἀλλ’ οὐ τοῦ ἀκουσίου. τοὺς γὰρ κατὰ προαίρεσιν τὰ κακὰ πράττοντας κακοὺς λέγομεν. οὐ γὰρ ἡ ἐν τῇ προαιρέσει ἄγνοια. ὅτι ἔστι τις πρακτῶν ἀγαθῶν ἄγνοια, ἣ διὰ μοχθηρίαν προαιρέσεως γίνεται. οὐ γὰρ παρὰ τὴν ἀκούσιον ἄγνοιαν τῶν συμφερόντων τὸ ἀκούσιον, ἀλλὰ τῇ μοχθηρίᾳ χαρακτηρίζεται. αἴτιον γὰρ τῆς μοχθηρίας ἦν καὶ προαίρεσις, ἣ ἑκούσιος ἄγνοια ἀλλὰ τοὐ ἀκουσίου νομίζεται. οὐδ’ ἡ καθόλου, ἡ τῶν καθόλου ἄγνοια τοῦ τίνα μὲν καλά, τίνα δ’ αἰσχρά ἐστι, καὶ τίνα μὲν ἀγαθά, τίνα δὲ κακά, καὶ τίνα μὲν αἱρετά, τίνα δὲ φευκτά. οὐ γὰρ διὰ ταύτην ἀλλὰ διὰ μοχθηρίαν ἁμαρτάνομεν. ἀλλ’ ἡ καθ’ ἕκαστα, ἡ τῶν καθ’ ἕκαστα ἄγνοια αἰτία τοῦ ἀκουσίου. καὶ ὅτι οὕτως, δῆλον ἐκ τοῦ λέγειν ἐν τούτοις γὰρ καὶ <ἔλεος καὶ> συγγνώμη, <δηλονότι διὰ τὸ ἀκούσιον>. τῇ γὰρ τῶν καθόλου ἀγνοίᾳ μοχθηροὶ γινόμεθα, ἀγνοοῦντες τίνα τὰ καλὰ καὶ αἰσχρὰ καθόλου ἐστί, καὶ ἀγαθὰ καὶ κακά, καὶ φευκτὰ καὶ αἱρετά, ὧν ἡ ἄγνοια ἐφ’ ἡμῖν. διὸ καὶ ψόγος ἐν τούτοις παρέπεται τῷ ἐφ’ ἡμῖν εἶναι τὸ μὴ ταῦτα ἀγνοεῖν. διὸ τὰ κατὰ τὴν ἑκούσιον ἄγνοιαν γινόμενα οὐκ ἐστιν ἀκούσια. ου σημειον τὸ ἔπι τοῖς κατὰ τὴν τοιαύτην ἄγνοιαν πραττομένοις ψόγον ἀλλ’ οὐκ ἔλεον ἕπεσθαι. οὐ χεῖρον οὖν ἴσως διορίσαι αὐτά, τίνα τέ ἐστι καὶ πόσα τίς τε δὴ καὶ τί καὶ περὶ τί καὶ ἐν τίνι πράττει, ὁ πράττων δηλονότι· τῶν γὰρ καθ’ ἕκαστα καὶ οὗτος καὶ συντε- λούντων πρὸς τὴν πρᾶξιν τὴν γινομένην. τὸ δὲ τί καὶ ἐν τίνι ἄμφω τοῦ αὐτοῦ δηλωτικά, τοῦ περὶ τί ὑποκείμενον καὶ ἐν τίνι ὑποκειμένῳ ἡ πρᾶξις, οἷον περὶ υἱόν, περὶ πατέρα, περὶ οἰκεῖον, ἀλλότριον, πολέμιον, νέον, πρεσβύτην. καὶ τίνι, οἷον ὀργάνῳ· εἰ ὁ μὲν ἐσφαιρῶσθαι ᾤετο τὸ πεμπόμενον, τὸ δὲ ἦν λελογχωμένον, ἢ ὡς κίσσηρίν τις ἔβαλε. τὸ δὲ ἦν λίθος. τὸ δὲ τίνος ἕνεκεν, οἷον εἰ ἄλλου ἕνεκα ποιήσειέ τις, ἄλλο δὲ ἀποβαίη. δοίη γὰρ ἄν τις φάρμακον ὡς ἐπὶ σωτηρίᾳ, τὸ δὲ ἀπέκτεινε τὸν λαβόντα· ἢ τέμοι τις ἄν ὡς θεραπεύων, ὁ δὲ ἀποθάνοι. καὶ πῶς, οἷον εἰ δεῖξαι βουλόμενος, ὡς οἱ ἀκροχειριζόμενοι πατάξειεν, ἢ εἰ αὐτὸς ἠρέμα ᾤετο τύπτειν, σφοδροτέρα δὲ ἐγένετο ἡ πληγή. παραθέμενος δὲ διὰ τῶν καθ’ ἕκαστα ἐν οἷς ἡ πρᾶξις καὶ περὶ ἃ γινομένη τίς ἄγνοια ἀκούσιον τὸ γεγονὸς ποιεῖ, ἐπιφέρει ὅτι ταῦτα δὲ πάντα οὐδεὶς ἂν ἀγνοήσαι μὴ μαινόμενος. τίς γὰρ ἄν σωφρονῶν αὑτὸν ὅπερ ἐστὶ πράττων ἀγνοήσειε; Δῆλον δὲ ὡς οὐδὲ τὸν πράττοντα. ἦν πρῶτον εἰπεῖν τὸν πράττοντα. ὁ δὲ δεύτερον εἰπὼν πρῶτον αὖθις ἐν τῇ τῶν καθ’ ἕκαστα ἐκθέσει ποιεῖ διαρθρῶν τὸ συγκεχυμένον. λέγοντές φασιν ἐκπεσεῖν αὐτούς· ὃ οὐκ ἐβούλετο εἰπεῖν, οἷον λέγον- τός μου ἐξέπεσέν μοι τοιοῦτον ῥῆμα. ὥσπερ Αἰσχύλος τὰ μυστικά. δοκεῖ γὰρ Αἰσχύλος λέγειν μυστικά τινα ἔν τε ταῖς τοξότισι καὶ ‘Ιερείαις καὶ ἐν Σισύφῳ πετροκυλιστῇ καὶ Ἰφιγενείᾳ καὶ Οἰδίποδι. ἐν γὰρ τούτοις πᾶσι περὶ Δημήτρας λέγων τῶν μυστικωτέρων περιεργότερον ἅπτεσθαι ἔοικε. λέγει δὲ περὶ Αἰσχύλου καὶ Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ πρώτῳ Περὶ Ὁμἠρου, ὡς κινδυνεύοντος ἐπὶ σκηνῆς ἀναιρεθῆναι ἐπὶ τῷ τῶν μυστικῶν περιφέρειν τινὰ δοκεῖν, εἰ μὴ προαισθόμενος κατέφυγεν ἐπὶ τὸν τοῦ Διονύσου βωμόν, καὶ Ἀρεοπαγιτῶν αὐτὸν παραιτησαμένων ὡς ὀφεί|λοντα κριθῆναι πρῶτον, ἐδόκει ὑπαχθῆναι εἰς δικαστήριον καὶ ἀποφυγεῖν, αὐτὸν τῶν δικαστῶν ἀφέντων μάλιστα διὰ τὰ πραχθέντα αὐτῷ ἐν <τῇ ἐπὶ> Μαραθῶνι ὁ μὲν γὰρ ἀδελφὸς αὐτοῦ Κυναίγειρος ἀπεκόπη τὰς χεῖρας, αὐτὸς δὲ πολλὰ ἐπίγραμμα “Αἰσχύλον Εὐφορίωνος Ἀθηναῖον τόδε σῆμα κεύθει ἀποφθινόμενον πυροφόρον ***"ἢ δεῖξαι βουλόμενος· τοῦτο παράδειγμά ἐστι αὐτὸ τοῦ αὐτοῦ, τὸ δὲ βουλόμενος, τουτέστι τὸ πραττόμενον, παράδειγμά ἐστι. καὶ ἄλλως τὸ ἢ δεῖξαι βουλόμενος. οἱ γὰρ κατὰ ἄγνοιαν ποιοῦντές τι ἀκουσίως ἐοίκασι ποιεῖν. καὶ γὰρ ἐξετάζεται μάλιστα ἡ τούτων γνώμη καὶ ἀπολογούμενοι περί τινων εἰς τοῦτο καταφεύγουσιν, ἀξιοῦντες ἐξετάζεσθαι τίνος ἕνεκεν ἔπραξαν. ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον τῶν ἀγνοουμένων εἰς τοῦτο πειρῶνται ἀνάγειν τὸ οὗ ἕνεκα. ὅ τε γὰρ τί ἐστι τὸ πεπραγμένον ἀγνοήσας εἰς τοῦτο ἀνάγει, οἷον ὁ τὸν καταπέλτην ἐπὶ τῷ δεῖξαι ἀφεὶς καὶ ἀποκτείνας ἀξιοῖ τίνος ἕνεκεν ἀφῆκεν ἐξετάζεσθαι, ἀλλὰ καὶ τὴν λόγχην τὴν ἀφιεμένην ἀγνοήσας ὅτι λελόγχωται εἰς τὸ τίνος ἕνεκεν ἀφῆκεν ἀνάγει, καὶ ὁ τῷ ἀκροχειρίζεσθαι πλήξας τὴν αἰτίαν τῆς τοιαύτης κινήσεως ἐξετά- ζεσθαι ἀξιοῖ. ὡς ὁ τὸν καταπέλτην, καὶ ἀποκτείνας δηλονότι. οἰηθείη δ’ ἄν τις καὶ τὸν υἱὸν πολέμιον εἶναι ὥσπερ ἡ Μερόπη. ἡ Μερόπη τοῦ περί τι παράδειγμά ἐστι. καὶ ἔστι παρ’ Εὐριπίδῃ ἐν τῷ Κρεσφόντῃ ἐπιβουλεύουσα τῷ υἱῷ Κρεσφόντῃ ὡς πολεμίῳ δι’ ἄγνοιαν. καὶ ἐσφαι- ρῶσθαι· τοῦτο τοῦ τίνι ὀργάνῳ παράδειγμα. καὶ ἐπὶ σωτηρίᾳ παίσας· τοῦ τίνος ἕνεκα παράδειγμα. καὶ δεῖξαι βουλόμενος· παράδειγμα τοῦ πῶς. ἀκροχειρίζεσθαι δέ ἐστι τὸ πυκτεύειν ἡ παγκρατιάζειν πρὸς ἕτερον ἄνευ συμπλοκῆς ἢ ὅλως ἄκραις χερσὶ μετ’ ἄλλου γυμνάζεσθαι. Κυριώτατα δ’ εἶναι δοκεῖ. Ἐπεὶ μάλιστα οἱ τῇ τούτων ἀγνοίᾳ ποιήσαντές τι ἀκουσίως ποιοῦσι (καὶ γὰρ ἐξετάζεται μάλιστα τοῦτο καὶ οἱ ἀπολογούμενοι περί τινων ἐπὶ τοῦτο καταφεύγουσιν, ἀξιοῦντες ἐξετάζειν τίνος ἕνεκεν ἔπραξαν), καὶ ὅτι τῶν ὤων ἕκαστον τῶν γινομένων ἐπὶ τοῦτο πειρῶνται ἀνάγειν τὸ οὗ ἕνεκα. ἐν οἷς ἡ πρᾶξις, ἀντὶ τοῦ περί τι, τυχὸν περὶ υἱὸν ὡς ἡ Μερόπη περὶ Κρεσφόντην. ἔτι δεῖ τὴν πρᾶξιν λυπηρὰν εἶναι καὶ ἐν μεταμελίᾳ· οὕτω γὰρ ἀκούσιος ἔσται· εἰ γὰρ χωρὶς τούτων, εἴη ἄν οὐχ ἑκούσιος, οὐκέτι μέντοι καὶ ἀκούσιος. ἐπιζητήσειε δ’ ἄν τις, πῶς ὄντος ἀκουσίου τοῦ δι’ ἄγνοιαν, οὐ πᾶν γίνεται τὸ δι’ ἄγνοιαν ἀκούσιον. οὗ γὰρ τὸ γένος ἀκούσιον, καὶ αὐτὸ ἀκούσιον. ἢ ἐν ἀρχῇ μὲν κοινότερον εἶπεν ἀκούσια εἶναι τὰ βίᾳ ἢ δι’ ἄγνοιαν. διὸ καὶ ἐπὶ πλέον προσέθηκε τὸ δοκεῖν ὕστερον, καὶ προσδιωρίσατο. οὐ γὰρ τὰ δι’ ἄγνοιαν ἁπλῶς ἀκούσια, ἀλλὰ τὰ πρὸς τῷ δι’ ἄγνοιαν γεγονέναι καὶ ἐν μεταμελείᾳ ὄντα. χωρὶς δὲ τούτων οὐχ ἑκούσια μέν, οὐ μὴν ἤδη καὶ ἀκούσια. ὄντος δ’ ἀκουσίου τοῦ βιαίου. οὗ ἡ ἀρχὴ ἐν αὐτῷ εἰδότι τὰ καθ’ ἕκαστα, τοῦτο ἑκούσιον καὶ ἀντίκειται τοῖς βία γινομένοις. ἐκείνων γὰρ ἡ ἀρχὴ ἔξωθεν, μηδὲν συμβαλλομένων τοῦ πάσχοντος ἢ πράττοντος, ὧν ἀμφοτέρων ἀναιρετικὸν τὸ οὗ ἡ ἀρχὴ ἐν αὐτῷ. ἧς γὰρ πράξεως ἢ οὗ πάθους ἡ ἀρχὴ ἡ ποιητικὴ ἐν αὐτῷ, αὕτη οὐ βίᾳ. οὗ γάρ τις αὐτὸς κύριος, οὗτος οὐκ ἔχει τὴν ἀρχὴν ἔξωθεν. τὸ δὲ εἰδότι τὰ καθ’ ἕκαστα τοῖς δι’ ἄγνοιαν ἀντίκειται. ἐν γὰρ ἐκείνοις ἡ διαμαρτία περὶ τὴν τῶν καθ’ ἕκαστά τινος ἢ τινῶν ἐν οἷς ἡ πρᾶξις ἄγνοιαν. ἀμφοτέρων δὲ ἅμα χρεία πρὸς τὸ ἑκούσιον· ὅτι μήτε τὴν ἀρχὴν ἐν αὐτῷ εἶναι αὔταρκες πρὸς αὐτό. καὶ γὰρ οἱ δι’ ἄγνοιάν τι ποιοῦντες ἐν αὑτοῖς ἔχοντες τῶν γινομένων τὴν ἀρχὴν οὐχ ἑκουσίως ποιοῦσι. πάλιν τε δύνανταί τινες εἰδότες τὰ καθ’ ἕκαστα ἐν οἷς ἡ πρᾶξίς ἢ τὸ πάθος αἰτίαν ἔχειν τὴν βίαν. πρόσκειται δὲ τὸ ἴσως, οἷον ἴσως γὰρ οὐ καλῶς λέγεται ἀκούσια εἶναι. τὸ γὰρ ἑκούσιον ἀποδοὺς τί ποτέ ἐστι διὰ τοῦ προσθεῖναι ἴσως γὰρ οὐ καλῶς λέγεται τὰ διὰ θυμὸν ἢ ἐπιθυμίαν ἀκούσια εἶναι, ἐνεδείξατο ὅτι τὰ τοιαῦτα ἐμπεριείληπται τῷ τοῦ ἑκουσίου λόγῳ. οἱ γὰρ διὰ ταῦτα αμαρτάνοντες ἐν αὑτοῖς τοῦ πράσσειν τὴν ἀρχὴν ἔχουσιν. εἰ γὰρ τὰ οὕτω γινόμενα ἀκούσια ἦν, οὐκ ἂν ἦν ὑγιὴς ὁ ἀποδοθεὶς λόγος τοῦ ἑκουσίου. ἄλλως ὥ τε δέ φησιν εἰ τὰ διὰ θυμὸν καλὰ ἑκούσια ἢ δι’ ἐπιθυμίαν. καὶ γὰρ διὰ θυμὸν ἐλεύθερον ἀποκτείνοιμεν ἄν τυράννους ἢ πολεμίους καὶ μαθημάτων ἐπιθυμήσαντες ἢ ἀρετῆς ἑλοίμεθα <ἄν> αὐτά. εἰ οὖν ταῦτα καλὰ ἑκούσια, καὶ τἀναντία ἑκούσια. Ἕτι δὲ τί διαφέρει τῷ ἀκούσια εἶναι τὰ κατὰ λογισμόν. Ἐν τοῖς κατὰ λογισμὸν ἁμαρτανομένοις ἐξ ἀφροσύνης τὰ φευκτὰ ἀκολουθεῖ (διὸ καὶ τὸ ἑκούσιον οὐδὲν ἄλογον ἔσται) καὶ τῶν διὰ θυμὸν ἁμαρτανομένων τὸ ἑκούσιον αἰτιᾶσθαι. ἐνῆν γὰρ αὐτῷ ἐκκλῖναι ὡς ἀπὸ τῶν σπουδαίων δηλονότι καὶ τὸ ἄλογον τῆς ψυχῆς ἐπιπειθές τε καὶ κατή- κόον λόγῳ ἐχόντων. καὶ τὰ ἐξαίφνης ἑκούσια λέγομεν. οὕτω γὰρ καὶ ὁ φίλος ἐξαίφνης ἡμῖν ἑκοῦσιν ἐπέστη, οὐ μὴν καὶ προελομένοις καὶ προβουλευσαμένοις· οὐ γὰρ ἀνάγκη. ἰστέον ὅτι καὶ ἡ λύπη ἐπιθυμία τίς ἐστιν ἐπὶ τῇ ἀπουσίᾳ τῶν ἅ τις ὀρέγεται. ἐπιθυμίᾳ δ’ ἐπιθυμία οὔ. Δοκεῖ καὶ ἐπιθυμία ἐπιθυμίᾳ ἐναντίον, εἴ τις δόξης ἐπιθυμεῖ καὶ χρηματισμοῦ, ὧν τὸ μὲν δεῖται δαπάνης, ὁ χρηματισμὸς δὲ φειδοῖ περιγίνεται χρημάτων. ὡσαύτως καὶ ὅ φησιν ὁ Πλάτων, τοὺς σώφρονας μὴ εἶναι τοιούτους οἷον ἐφέσει νομίμων γάμων ὑπέρτεροι τῶν περὶ τὰ ἀλλότρια κάλλη καθίστανται ἐπιθυμιῶν. ἀλλὰ οὐδενὸς λόγου τοῦτο ἄξιον. ἦσαν γὰρ ἂν ἀξιόλογα ταῦτα, εἰ περὶ <τοῦ> αὐτοῦ πράγματος ἐναντίως ἐν τῷ ἐγίνοντο. τοῦτο δὲ ἀδύνατον· ἀδύνατον γὰρ τὸν αὐτὸν ἅμα ἐπιθυμεῖν τε τραφῆναι καὶ μὴ τραφῆναι. οὕτω γὰρ καὶ ἡ προαίρεσις ἐναντία τῇ ἐπιθυμίᾳ, ὅτι περὶ τὸ αὐτό. τὰ γὰρ ἐναντία οὐ τῷ περὶ ἐναντία εἶναι ὁρίζεται, ὡς εἶπεν ἐν τῷ Περὶ ἑρμηνείας, ἀλλὰ τῷ ἐναντίως λαμβάνεσθαι περὶ <τοῦ> αὐτοῦ. προαιρούμεθα δὲ λέγειν οὐχ ἁρμόζει <ὥσπερ ἐπὶ βούλεσθαι. καὶ τὸ λέγειν γὰρ ἐπὶ τούτου ἁρμόζει>, καθάπερ αὐτὸς επισημηνατο. Ὅλως μὲν οὖν δόξῃ ταὐτόν. Δείξας ὅτι ἡ δόξα οὐχ ἧττον τῶν καθόλου ἢ τῶν καθ’ ἕκαστα, ἡ προαίρεσις δὲ ἀεὶ τῶν καθ’ ἕκαστα (περὶ τὰ πρακτὰ γάρ), νῦν δείκνυσιν ὅτι ἀλλ’ οὐδέ τινι δόξῃ ἡ αὐτή, οἷον τῇ περὶ ἃ ἡ προαίρεσις. κατὰ γὰρ τὴν προαίρεσιν τῶν ἀγαθῶν ἢ τῶν κακῶν ποιοί ἐσμεν, ἢ γὰρ ἀγαθοὶ ἢ κακοί, κατὰ δὲ τὴν περὶ αὐτῶν τούτων δόξαν οὐκέτι ἀγαθοὶ ἢ κακοί. οὐ γὰρ ὁ δοξάζων ὅτι ἡ ἀνδρεία ἀγαθὸν ἢ ἡ δικαιοσύνη ἤδη καὶ ἀνδρεῖος ἢ ἀγαθός, ὁ προαιρούμενος δέ. τοῦ γὰρ ἀκρατοῦς δόξα μὲν ὀρθή, προαίρεσις δὲ οὔ. καὶ προαιρούμεθα μὲν λαβεῖν ἢ φυγεῖν, λαβεῖν μὲν ἃ ἄν κρίνωμεν ἡμῖν ἀγαθά φεύγειν δὲ ἃ ἄν κακά. τὸ δὲ ἤ τι τῶν τοιούτων, ἐπεὶ μὴ μόνον λαβεῖν τι ἢ φυγεῖν προαιρούμεθα ἀλλὰ καὶ ἀπελθεῖν ποῦ καὶ δοῦναι τινί. ἅπαντα δὲ ταῦτα εἰς αἵρεσιν καὶ φυγὴν τὴν ἀναφορὰν ἔχει. δοξάζομεν δὲ οὐκέτι λαβεῖν ἢ φυγεῖν ἀλλὰ τί ἐστιν ἕκαστον, οἷον τί ἀρετή, τί ὕλη, τίνι συμφέρει ἢ πῶς, καὶ κτὰ τί, ὅτι τοῖς νοσοῦσιν ἡ λεπτὴ δίαιτα συμφέρει διὰ τὸ εὐκατέργαστον. Οὐ τοῦτο γὰρ σκοποῦμεν. οὐ γὰρ εἰ παρακολουθεῖ <τί> τινι, ἤδη καὶ ταὐτὸν τοῦτο ἐκείνῳ ᾧ παρακολουθεῖ, ἀλλὰ ἄλλο ὂν ἄλλῳ ὄντι παρακολουθεῖ. οὐδὲ γὰρ αὐτὸ ἑαυτῷ λέγεται παρακολουθεῖν. ἀλλ’ ἇ ῥά γε τὸ προβεβουλευμένον; δείξας τὸ προαιρετικὸν ἐν τῷ ἑκουσίῳ, ᾧ δια- φέρει τῶν ἁπλῶς ἑκουσίων προστίθησι· τὸ γὰρ προβεβουλευμένον ἑκούσιον τοῦτο προαιρετὸν. ὅτι γάρ προβεβουλευμένον, δείκνυσιν ἐκ τοῦ πᾶσαν προαίρεσιν μετὰ λόγου καὶ διανοίας γίνεσθαι· καὶ ἀπ’ αὐτοῦ δὲ δείκνυσι τοῦ ὀνόματος. τὸ γὰρ πρὸ ἑτέρων φησὶν αἱρετὸν τοῦτο προαιρετόν. τὸ δὲ πρὸ ἑτέρων ἐκ τοῦ προβουλεύσασθαι καὶ διὰ βουλῆς γίνεσθαι δοκεῖ, ἡ δὲ βούλευσις τοῦ λόγου· διανοίας γὰρ τὸ βουλεύσασθαι· ὥστε τούτῳ τῶν ἁπλῶν ἑκουσίων διαφέρει τὸ προαιρετόν. Περὶ δὲ τῶν ἀιδίων οὐδεὶς βουλεύεται, οἷον περὶ τοῦ ἢ θεὸν εἶναι ἢ μὴ εἶναι οὐδεὶς νοῦν ἔχων βουλεύεται, ὅτι ἔστιν ἀεὶ καὶ ἐξ ἀνάγκης τὰ τοιαῦτα, οὐδὲ ὅτι ἀσύμμετρος ἡ διάμετρος τῇ πλευρᾷ (άναγκαῖον γὰρ καὶ τοῦτο), οὕτε περὶ τῶν ἐν κινήσει, ταῦτα γὰρ οὐκ ἀεὶ μέν ἐστιν ἀλλ’ ὁμοίως γίνεται, καὶ ἀναγκαίαν καὶ αὐτὰ καὶ ὡρισμένην ἔχει τὴν γέννησίν τε καὶ κίνησιν. ἐπεὶ δέ τινες μὲν οὕτως, τινὲς δὲ ἐκείνως αὐτὰ λέγουσι γίνεσθαι, οὐκ ἦν δὲ νῦν τὸ προκείμενον περὶ τούτων λέγειν, εἶπε τὸ εἴτε φύσει ἢ δι’ ἄλλην αἰτίαν. ἀλλ’ οὐδὲ περὶ τῶν οὐχ ὁμοίως μὲν ἀεὶ γινομένων ἀλλ’ ὡς ἐπὶ τὸ πλεῖστον, φύσει δέ, οἷον τοῦ πολιοῦσθαι ἢ ὀδοντοφυεῖν, οὐδὲ περὶ τῶν ἀπὸ τύχης καὶ ἐπ’ ἔλαττον, οἷον εὑρέσεως θησαυροῦ (οὐ γὰρ διὰ τὸ προβουλευθῆναι εὑρέθη) οὐδὲ περὶ τῶν ἀνθρωπικῶν πάντων. ἃ γὰρ ἀδύνατον δι’ ἡμῶν πραχθῆναι, τίς ἄν περὶ τούτων νοῦν ἔχων βουλεύσαιτο; ἀλλὰ βουλευόμεθα περὶ τῶν ἐφ’ ἡμῖν καὶ τῶν οἵων τε δι’ ἡμῶν πραχθῆναι ἢ μή. ἐπεὶ δὲ καὶ τὰ κατὰ τὰς ἐπιστήμας καὶ τέχνας πραττόμενα δι’ ἡμῶν δοκεῖ πράττεσθαι καὶ κατὰ νοῦν ἀνθρώπινον, ἀποκρίνει καὶ ταῦτα τῶν βουλευτῶν. ὅσα γὰρ ἀφωρισμένον ἔχει τὸ πῶς πράσσεται τῶν ὑπὸ τὰς τέχνας, περὶ τούτων οὐ βουλευόμεθα ἀλλὰ περὶ τούτων ἃ καὶ ἄλλως καὶ οὕτως ἐνδέχεται πραχθῆναι. τοιαῦτα δέ ἐστι τὰ ὑπὸ τὰς στοχαστικὰς τέχνας, κυβερνητικήν τε καὶ ἰατρικήν. εἰπὼν δὲ τὴν βουλὴν περὶ τῶν πρακτῶν τῶν ἐφ’ ἡμῖν (ταῦτα γὰρ καὶ μόνα λοιπὰ εἷναι), δεικτικὸν παρέθετο τὸ εἶναι τῶν εἰρημένων τῶν μὲν φύσιν αἰτίαν, τῶν δὲ ἀνάγκην, τῶν δὲ τύχην, ὑπὸ τὴν τύχην θεὶς καὶ τὸ αὐτόματον, τῶν δὲ νοῦν. ταῦτα δέ ἐστι τὰ δι’ ἀνθρώπου γινόμενα καὶ ὧν ἄνθρωπος ἀρχή· διὸ καὶ ἐφ’ ἡμῖν ἐστιν. εἴη δὲ ἄν καὶ ἡ εἱμαρμένη λεγομένη κτὰ τούσδε τοὺς ἄνδρας ὑπὸ τὴν φύσιν. οὐ γὰρ ἀπαράβατον τὸ εἱμαρμένον οὐδ’ ἀναγκαῖον. Καὶ περὶ μὲν τὰς ἀκριβεῖς καὶ αὐτάρκεις. Ἤτοι τὰς ἀποδεικτικάς, οἵα <ἐστὶν> ἡ γεωμετρία. αὐτάρκεις δέ εἰσιν ὡς μὴ δεόμεναι βοηθείας ἔξωθεν, ἀλλ’ ὡρισμέναι καὶ ἑαυταῖς αὐταρκοῦσαι. τοῖς τοιούτοις δὲ καὶ τὰ ὑπὸ θεῶν γινόμενα ἔοικε. διὸ οὐδὲ τὸ θεῖον βουλευτικόν. ἔοικε γὰρ ἐπιστήμῃ τὰ ὑπ’ ἐκείνων γινόμενα. Μαλλὸν δέ φησι περὶ τὰς τέχνας ἢ δόξας. ἀμφοτέρως γὰρ γράφεται. τὸ αὐτὸ γὰρ ἀμφότερα δηλοῖ. περὶ γὰρ ὧν δοξάζομεν καὶ ἐπιστήμας <οὐκ> ἔχομεν, περὶ τούτων μάλιστα βουλευόμεθα τῷ τὴν μὴ περὶ τὰ ὡρισμένα εἶναι, ὡς ἔφαμεν. ἤτοι δὲ περὶ ὧν δοξάζομεν ἡμεῖς λέγει, εἰ καὶ εἴη ἐπιστητά (ἕως μὲν γὰρ ἂν μὴ ἔχωμεν τὴν περὶ αὐτῶν ἐπιστήμην, διστάζομεν καὶ βουλευόμεθα περὶ αὐτῶν) ἢ περὶ τῶν δοξαστῶν τῇ αὐτῶν φύσει λέγει γίνεσθαι τὰς βουλάς. ἔστι γάρ τινα τῇ αὐτῶν φύσει δοξαστά, οὐκ ἔχοντα τὸ πάγιον· ἐν οἷς ἐστι τὰ ἐνδεχομένως γινόμενα δι’ ἡμῶν· ἀλλὰ καὶ ὅτι ἧττον |τῶν ἐπιστημῶν αἱ τέχναι τὸ ὡρισμένον καὶ βέβαιον ἔχουσι δῆλον, εἴ γε αἱ μὲν ἐπιστῆμαι περὶ τὰ ἀίδια, αἱ δὲ τέχναι περὶ τὰ ἐν γενέσει. διὸ καὶ μᾶλλον περὶ τῶν κατὰ <τὰς> τέχνας ἢ ἐπιστήμας βουλευόμεθα. οὐ γὰρ διστάζομεν πῶς γραπτέον· ὡρισμένοι γάρ εἰσιν οἱ χαρακτῆρες τῶν γραμμάτων, καὶ οὐ διστάζομεν γράφοντες αὐτά, οὐδὲ δεόμεθα βουλῆς πρὸς τὸ Α γράψαι ἢ ἄλλο τι τῶν στοιχείων. ’Ev τοῖς ὡς ἐπὶ τὸ πολύ, ἀδήλοις δὲ πῶς ἀποβήσεται. τὸ βουλεύεσθαι δὲ ἐν τοῖς ὡς ἐπὶ τὸ πολύ, ἀδήλοις δὲ καὶ πῶς ἀποβήσεται καὶ ἐν οἷς ἀδιόριστόν φησι. δείξας γὰρ ἐπὶ τῶν τεχνῶν μὴ οὖσαν ἐν τοῖς ὡρισμένοις τὴν βουλήν, εἰκότως τίθεται τὸ βουλεύεσθαι εἶναι <ἐν τοῖς> ἐνδεχομένοις καὶ ἄλλως καὶ τούτοις ὡς ἐπὶ τὸ γὰρ δὴ περὶ τῶν ἐπ’ ἔλαττον ἐχόντων <ἐξ ἀνάγκης> ἡμῖν ἀπαντῆσαι περὶ τούτων οὐ βουλευόμεθα ὁποῖα τὰ ἐπὶ τύχης. οἷς γὰρ ὡς ἐπὶ τὸ πλεῖστον ἀκολουθεῖ τι, οὐκ ἐξ ἀνάγκης δέ, περὶ τούτων ἡ βουλή. οὐ γὰρ ὁ ἰατρὸς περὶ τοῦ πλειστάκις μὲν βλάψαντος, ἀπὸ τύχης δὲ ὠφελήσαντός τινα βουλεύεται εἰ χρὴ προσφέρειν αὐτὸ τῷ ἀρρώστῳ, ἀλλὰ τῶν ὠφελεῖν πεφυκότων τοὺς οὕτως ἔχοντας, περὶ τούτων βουλεύεται, εἰ καὶ τούτῳ οὕτως ἔχοντι προσοιστέον αὐτό, ἐπεὶ ἔστιν οὕς ποτε προσενεχθὲν ἔβλαψεν. ὁμοίως καὶ κυβερνήτης καὶ ῥήτωρ. ἕκαστος γὰρ τέλος τι προθέμενος, ὁ μὲν ἰατρὸς ὑγείαν, ὁ δ’ ἔμπορος κέρδος, ὁ <δὲ> ῥήτωρ πεῖσαι, ἄλλος <δὲ> στέφανον ἢ νίκην τοιοῦτον, βουλεύεται περὶ τούτων δ’ ὧν αὐτῷ ἂν τὸ τέλος τὸ προκείμενον περιγένοιτο. βουλητὸν μὲν γάρ ἐστι τὸ τέλος, ὡς εἶπε, βουλευτὸν δὲ τὸ πρὸς τὸ τέλος καὶ τοῦ τέλους ποιητικόν. πᾶν γὰρ τὸ περὶ οὗ ἡ βουλὴ πρός τι τέλος ἔχει τὴν ἀναφοράν. περὶ τῶν μεγάλων δὲ βουλευόμενοι, μείζονας συμβούλους παραλαμβάνομεν. κίνδυνος μὲν γὰρ μέγας ἀποτυγχάνουσι διὰ τὸ ἄδηλον τοῦ ἀποβησομένου, καὶ ὡς ἐφ’ ἡμῖν ὂν τὸ πρᾶξαι τὸ ὑπὸ τῆς βουλῆς προκριθέν. σφαλερὸν δὲ τὸ μὴ καλῶς βουλευομένους προκρῖναί τι, καὶ διὰ πλειόνων μὲν φαινομένου γίνεσθαι, οἷον εἰ στρατεύειν κτά τινων πρόκειται, καὶ τοῦτο πλῷ καὶ πεζῇ δυνάμει ἔξεστι ποιεῖν, διὰ τίνος τούτων ἔσται τὸ προκείμενον ῥᾷστα κατανῦσαι. Ὃ ἐν τῇ εὑρέσει ἔσχατόν ἐστιν· οἷον φέρε οἶκον βουλευόμεθα οἰκοδομῆσαι· τέλος μὲν ἡ οἰκία, οὐχ οἷόν τε δὲ ταύτην οἰκοδομῆσαι ἄνευ οἰκοδόμου καὶ λίθων καὶ πλίνθων καὶ ξύλων, τούτων δὲ οὐχ οἷόν τε εὐπορῆσαι μὴ πρῶτον κτησάμενον αὐτά. ἀλλὰ μὴν τούτων ἡ κτῆσις πριαμένοις ἡμῖν περιγίνεται, ἀργυρίου δὲ τὸ πρίασθαι· δεῖ ἄρα ἀργύριον πορίζειν. ὁ πορισμὸς δὴ τοῦ ἀργυρίου ὕστερον εὑρέθη, αἴτιον <δὲ> ἀρχὴ γίνεται τῆς ποιήσεως τῆς οἰκίας. δείξας δὲ ὅτι τὸ βουλεύεσθαι ἀπὸ τοῦ τέλους ἐστὶν οὗ τυχεῖν βουλόμεθα, ἄνοδος ἐπὶ τὴν ἀρχὴν ὅθεν ἀρχόμεθα τοῦ πράσσειν ταῦτα, δι’ ὧν ἡγούμεθα τεύξεσθαι τοῦ προκειμένου, ζητήσει φησὶ καὶ ἀναλύσει τῇ ἐπὶ τῶν διαγραμμάτων ἐοικέναι τὸ βουλεύεσθαι. τοῦτο δὲ εἶπεν, ἐπεὶ οἱ γεωμέτραι τὸν τρόπον τοῦτον τὴν ἀνάλυσιν ἐπὶ τῶν διαγραμμάτων ποιοῦνται. λαβόντες γὰρ τὸ συμπέρασμα τῆς δείξεως, πρῶτον μὲν τὰ προσεχῆ τούτων δι’ ὧν ἐδείχθη τοῦτο λαμβάνουσιν, εἶτα πάλιν τὰ τούτοις δι’ ὧν ταῦτα, καὶ οὕτως ἀεὶ ποιοῦντες καὶ λαμβάνοντες τὰ τῶν δεικτικῶν δεικτικὰ ἀνίασιν ἐπὶ τὴν ἀρχήν, ἀφ’ ἧς πάλιν ἡ σύνθεσις αὐτοῖς διὰ τῶν κατ’ ἀνάλυσιν εἰλημμένων θεωρημάτων γίνεται. ἐπὶ μὲν οὖν τῶν διαγραμμάτων τοῦτο ἀνάλυσις, ἡ ἀπὸ τοῦ τέλους ἐπὶ τὴν ἀρχὴν ἄνοδος τέλος γὰρ ἐν αὐτοῖς μόνον, ἀλλ’ οὐ καὶ ἀρχὴ τὸ συμπέρασμα), ἐπὶ δὲ τῶν πράξεων ἄλλη τῆς πράξεως ἀρχὴ καὶ ἄλλη τῆς θεωρίας, οἷον ὡς ἐφ’ οὗ παρεθέμεθα, ἀρχὴ μὲν τῆς πράξεως τὸ ἀργύριον, τῆς θεωρίας δὲ ὁ οἰκοδόμος. καὶ καλῶς ἐπὶ τῶν μὲν ἔργων τὸ προκείμενον λόγῳ κατορθούμενον, τῶν δὲ γνῶσις ἐπὶ γνῶσιν κρείττονα τὴν προκοπὴν ἔχουσα. Ἡ δὲ βούλευσις πᾶσα ζήτησις. |Ζητήσεις γὰρ γίνονται καὶ περὶ τούτων ὧν ἡμεῖς οὔκ ἐσμεν ἀρχὴ οὐδ’ ἔστι πρακτά, οἷον περὶ μαθηματικῶν καὶ φυσικῶν θεωρημάτων, ἐν οἷς οὐκ ἔστι βουλή. τὰ γὰρ διὰ τῶν φίλων δι’ ἡμῶν πὼς ἐστίν. ἡ γὰρ τῶν φίλων ἀρχὴ καὶ αἰτία τοὐ γενέσθαι ἐν ἡμῖν ἐστι, διότι ἡμῶν ἀξιωσάντων γίνεται, μὴ ἀξιωσάντων δὲ οὐ γίνεται, ἐπεὶ ἐφ’ ἡμῖν ἡ τούτων κίνησις. ζητεῖται δ’ ὁτὲ μὲν τὰ ὄργανα. ποτὲ μὲν τὰ ὄργανα ζητοῦμεν, οἷον ὁ ἰατρὸς πότερον διὰ φαρμάκου ἢ διὰ τομῆς δεῖ ἀνοῖξαι τὸ ἀπόστημα, ἔχων προκείμενον τὸ δεῖξαι πάντως τὸ διὰ τίνος ὀργάνου χρὴ τοῦτο ποιῆσαι, ζητεῖ καὶ βουλεύεται, ὅταν δὲ τὸ ὄργανον ᾖ ὡρισμένον, ζητεῖται ἡ χρῆσις αὐτοῦ, εἰ διὰ σμίλης ἡ τομὴ καὶ ἐπὶ πόσον τέμνοντα προιέναι δεῖ. καὶ ἐπὶ φαρμάκου ὡσαύτως, καὶ ποῖον καὶ πόσον δοτέον καὶ πότε καὶ πῶς ἔχοντι καὶ διὰ τίνος τρόπου. Ἔοικε δή, καθάπερ εἴρηται, ἄνθρωπος εἶναι ἀρχὴ τῶν πράξεων. Εἶπε γὰρ ἀνωτέρω μικρὸν ἐν τῇ ἐκθέσει τῶν αἰτίων διὰ τί γίνεταί τι, ὅτι καὶ νοῦς καὶ πὰν τὸ δι’ ἀνθρώπου γινόμενον ἀρχὴ καὶ αἴτιον τῶν πράξεων. οἷον εἰ ἄρτος τοῦτο. διὰ τί; διότι περὶ τούτων ἐστὶν ἡ βουλὴ ἃ μήπω ἐστὶ γνώριμα. τὰ δὲ αἰσθητὰ τῇ αἰσθήσει γνώριμα ἡ κρίνεται. εἰ δὲ ἀεὶ βουλεύσεται, εἰς ἄπειρον ἥξει. εἰ γὰρ μηδὲν εἴη αὐτόθεν γνώριμον, ἀλλ’ ἀεὶ πᾶν τὸ λαμβανόμενον δι’ ἄλλου τινὸς τὴν πίστιν λαμβάνει καὶ εἰ μηδὲν ἐξ ἑαυτοῦ γνωστὸν εἴη, εἰς ἄπειρον ἂν ἡ βουλὴ προίοι. ἀεὶ ἄλλο δι’ ἄλλου πιστούμενον καὶ ὁρισθὲν πράσσεσθαι προσῆκον ἦν ἡμῖν. εἴρηται δὲ αὐτῷ περὶ τούτων ἐν τοῖς Ὑστέροις Ἀναλυτικοῖς. παύεται γὰρ ἕκαστος ζητῶν πῶς πράξει. ὅτι ἀφωρισμένον ἤδη τὸ προαι- ρετόν ἐστιν, ὃ καὶ προκέκριται, καὶ ἐν προαιρέσει ἤδη τὸ προκεκρίσθαι διὰ τῆς βουλῆς ἐστιν, ἔδειξε διὰ τοῦ παύεσθαι ἡμᾶς τῆς κατὰ βουλὴν ζητήσεως. ἐπὰν γὰρ προελώμεθά τι, πῶς καὶ τίνα χρὴ πράττειν ζητοῦντες, τότε ὅταν εὕρωμεν ἀρχήν τινα, ἀφ’ ἧς γένοιτ’ ἄν τὸ προκείμενον ἧς αὐτοί ἐσμεν κύριοι καὶ ἡμῶν τὸ ἡγούμενον (τοῦτο δέ ἐστιν ὁ πρακτικὸς νοῦς), παυόμεθα. οἱ γὰρ βασιλεῖς ἃ προέλοιντο ἀνήγγελλον τῷ δήμῳ. οὗτοι γὰρ ἐν τοῖς οὕτως ἀρχομένοις ἡγούμενοί εἰσιν, ὡς καὶ ἡμῶν ὁ νοῦς, φίζεται, οὕτως ἐνταῦθα ἡ ὄρεξις ἐπιψηφίζεται τῷ νῷ καὶ συνεξορμᾷ ἐπὶ τὴν πρᾶξιν. Ὄντος δὲ τοῦ προαιρετοῦ βουλευτοῦ ὀρεκτοῦ τῶν ἐφ’ ἡμῖν. Βουλευτὸν μὲν τὸ ἐκ τῆς βουλῆς ἤδη ὡρισμένον, ἔτι δὲ καὶ ὀρεκτόν. βουλητὸν γὰρ τὸ προαιρετόν. προσέθηκε δὲ καὶ τὸ τῶν ἐφ’ ἡμῖν, καίτοι ἔχων αὐτὸ ἐν τῷ βουλευτῷ περιεχόμενον, ἐπεὶ οὐ πάντως ἐφ’ ἡμῖν τὸ ὀρεκτὸν εἴη ἄν καὶ προαίρεσις καὶ ὄρεξις τῶν ἐφ’ ἡμῖν βουλευτική. τοῦ γὰρ προκριθέντος ἐκ τῆς βουλῆς ὀρεγόμεθα, διότι ἐκρίθη τοιοῦτον. εἰπὼν δὲ ὀρεγόμεθα, προσέθηκε κατὰ τὴν βούλησιν, ἐπεὶ ὄρεξις καὶ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία, ἀλλ’ ἐκεῖναι μὲν ἄλλων, ἡ δὲ ὡς ἀγαθοῦ τινος ὄρεξις βούλησις. ἡ μὲν οὖν προαίρεσις τύπῳ. προσέθηκε τὸ τύπῳ οὐχ ὡς ἀποδεδωκὼς τὸν λόγον τῆς προαιρέσεως, ἀλλ’ ἀντὶ τοῦ καθόλου ὡρίσθω. τὸ δὲ περὶ ποῖα, δηλονότι τὰ βουλευτά. δεῖ δὲ εἰδέναι ὅτι προαιρέσεως γένος ἄν εἴη νοῦς ὀρεκτικός, οὐχ ἁπλῶς δὲ νοῦς ἡ ὄρεξις ἀλλὰ τὸ δι’ ἀμφοῖν καὶ μικτόν. τοῖς δ’ αὖ φαινόμενον ἀγαθὸν τὸ βου- λητὸν λέγουσι μὴ εἶναι φύσει βουλητὸν |καθ’ αὐτό. φύσει δὲ δηλονότι τῇ αὐτοῦ, ἀλλὰ πρός τι, καὶ ἔστιν οἷς καὶ τὰ ἐναντία. τοῖς μὲν γὰρ πόνος ἀγαθὸν φαίνεται, ὡς τῷ λέγοντι “ἐκ τῶν πόνων τοι τὰ ἀγαθ’ αὔξεται βροτοῖς’’ <καὶ τῷ “τῶν πόνων πωλοῦσιν ἡμῖν πάντα τὰ ἀγαθὰ οἱ ,τοῖς δ’ ἡδονή, ὡς Καλλικλεῖ τῷ παρὰ Πλάτωνι λέγοντι ‘πᾶν δεῖ πράττειν ὑπὲρ τῆς ἡδονῆς’ καὶ τοῖς περὶ Ἐπίκουρον. οὕτω τε ἔσται τὸ Πρωταγόρειον δόγμα εἰσαγόμενον, τὸ μηδὲν εἶναι αὐτὸ καθ’ αὑτό, τοιοῦτο δ’ ἕκαστον εἶναι, οἷον δοκεῖ καὶ φαίνεταί τινι, ἑκάστῳ δὲ τὸ φαινόμενον. ὡς εἶναι τὴν βούλησιν διὰ τοῦτο ὄρεξιν ἀγαθοῦ ἢ φαινο- μένου ἀγαθοῦ. Καθ’ ἑκάστην γὰρ ἕξιν ἴδιά ἐστι καὶ καλὰ καὶ ἡδέα. τῶν προειρημένων δηλονότι τῶν ὁρατικῶν, τῶν γευστικῶν, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. καὶ εἴη ἄν τὸ καλὸν ὁμωνύμως λεγόμενον, ἢ καθ’ ἑκάστην ἔξιν τῶν κατὰ τὰς ἀρετάς, οἷον σωφροσύνην ἀνδρίαν δικαιοσύνην (ἄλλα γὰρ καθ’ ἑκάστην τῶν ἀρετῶν τὰ οἰκεῖα καὶ ἄλλα τὰ ἡδέα), ἢ τὰ καλὰ κοινότερον εἶπε. τὸ δὲ καθ’ ἑκάστην ἕξιν εἶπεν, ὅτι καὶ ἐν ταῖς τέχναις, ταύταις οὔσαις ἕξεσιν, οἰκεῖά ἐστί τινα καλὰ καὶ ἡδέα. καὶ τοῖς μὲν εὖ τὰς ὀρέξεις ἔχουσι τὰ τῇ ἑαυτῶν φύσει καλὰ καὶ αὐτοῖς καλά ἐστι καὶ ἡδέα οὐ τὰ τῇ φαύλῃ ἕξει, τοῖς δὲ μή, ἄλλα τινὰ παρὰ τὰ ἀληθῶς καλὰ καλά τε καὶ ἡδέα δοκεῖ, ὧν ὁ σπουδαῖος κριτήριον καὶ κανὼν ὑπάρχων οὐ φαύλως ὄψεται ἢ κρινεῖ ἀλλ’ ἐπιτεταγμένως τὸ ἑκάστῳ προσῆκον ἀπονεμεῖ. τοῖς πολλοῖς δὲ ἡ ἀπάτη διὰ τὴν ἡδονὴν ἔοικε γίνεσθαι περὶ τὰ ἀπλῶς <καλά>. διὰ γὰρ τὸ ἡδὺ τὸ φαινόμενον ἀγαθὸν ἀγαθὸν δοκεῖ εἶναι. βούλονται οὖν καὶ αἱροῦνται τὸ ἡδὺ ὡς ἀγαθόν, τὴν δὲ λύπην φεύγουσιν ὡς κακόν. ποία δέ ἐστιν ἡ ἡδονὴ δι’ ἣν ἁμαρτάνουσι καὶ ἀπατῶνται; ἢ δηλονότι ἡ μὴ ἀγαθή. εἰ γὰρ ἦν ἀγαθὴ καὶ αὐτή, οὐκ ἄν ἦν ἁμαρτημάτων αἰτία τοῖς αἱρουμένοις αὐτὴν ὡς ἀγαθήν. αἱ γὰρ ἑπό- μεναι ταῖς μοχθηραῖς ἐνεργείαις ἡδοναὶ ψεκταί. συγγενεῖς γάρ εἰσιν αἱ ἡδοναὶ ταῖς ἐνεργείαις ἐφ’ αἷς γίνονται. πέρατα γάρ εἰσιν αὐτῶν ὡς ἐν τῷ περὶ ἡδονῆς δειχθήσεται. Ὄντος δὲ βουλητοῦ μὲν τοῦ τέλους. Οτι ἐφ’ ἡμῖν τὸ ἀγαθοῖς εἶναι καὶ κακοῖς, δείκνυσι προσχρώμενος τοῖς εἰρημένοις περί τε τοῦ βουλεύεσθαι καὶ περὶ προαιρέσεως. εἰ γὰρ αἱ τῶν ἀρετῶν ἐνέργειαι περὶ τἀς πράξεις τὰς πρὸς τὸ τέλος, αὗται δὲ προαιρεταῖ καὶ ἑκούσιοι καὶ ἐφ’ ἡμῖν (βουλευταὶ γάρ), ἡ δὲ βουλὴ περὶ τῶν ἐφ’ ἡμῖν (καὶ γὰρ ἡ προαίρεσις τῶν βουλευτῶν τινος), καὶ <αἱ> τῶν ἐνέργειαι ἐφ’ ἡμῖν. τὸ γὰρ αἱ περὶ ταῦτα πράξεις εἴρηται ἀντὶ τοῦ αἱ περὶ τὰ βουλευτά. αὗται γὰρ καὶ προαιρεταί, αἱ δὲ προαιρεταὶ ἑκούσιοι, τὸ δὲ ἑκούσιον τὸ προβεβουλευμένον προαιρέσει. εἰ οὖν αἱ περὶ τὰ βουλευτὰ πράξεις κατὰ προαίρεσίν τε καὶ ἐφ’ ἡμῖν, αἱ δὲ πράξεις περὶ τὰ βουλευτὰ καὶ τούτων πράξεις εἰσίν, αἱ κατ’ ἀρετὴν πράξεις εἶεν ἄν ἑκούσιοι καὶ ἐφ’ ἡμῖν. ὧν δὲ αἱ ἐνέργειαι ἑκούσιοι καὶ ἐφ’ ἡμῖν, τούτων καὶ αἱ ἕξεις αἱ γινόμεναι διὰ τῶν ἐνεργειῶν ἐφ’ ἡμῖν καὶ ἑκούσιοι, ὡς προιὼν δείξει καὶ αὐτός, ὅτι ἐφ’ ἡμῖν ἡ ἀρετὴ καὶ κακία. κατὰ προαίρεσιν γὰρ καὶ αὐτὴ καὶ περὶ ταὐτὰ καὶ αἱ ἀπὸ τούτων ἐνέργειαι, καὶ τὸ πρᾶξαι ἐφ’ ἡμῖν τε καὶ μή. Τὸ δὲ λέγειν ὡς οὐδεὶς ἑκὼν πονηρός. Τοῦτό τινες κατὰ τὴν ἄρχουσαν τιθέντες τὴν ὀξεῖαν, ἐπὶ τοῦ ἐπιπόνου τάττουσιν. οὕτω γὰρ Ἀττικοὶ λέγουσι τὸν ἐπίμοχθον καὶ δυστυχῆ ὡς καὶ μακάριον τὸν εὐδαίμονα καὶ εὐτυχῆ. καὶ ὅτι, φασί, τὸ πόνηρος ἐπὶ τοῦ ἐπιπόνου τάττεται καὶ δυστυχοῦς ἱκανὸς Ἡσίοδος παραστήσαι ἐν ταῖς Μεγάλαις Ἠοίαις τὴν Ἀλκμήνην ποιῶν πρὸς τὸν Ἡρακλέα λέγουσαν “ὧ τέκνον ἦ μαλὰ δή σε πονηρότατον καὶ ἄριστον Ζεὺς ἐτέκνωσε πατήρ’’ καὶ πάλιν “αἱ Μοῖραί σε πονηρότατον καὶ ἄρισιον’’. ἀλλά φαμεν ὡς οὐκ ἔχει χώραν τοῦτο οὕτως ἐνταῦθα νοεῖσθαι τὸ πονηρός. ἑκούσιον γὰρ τὸ πονεῖν, ὃ ἀκούσιον ἐνταῦθά φησιν ἡ παροιμία. παροιμία γὰρ τοῦτο, ᾗ καὶ Ἐπίχαρμος ὁ Συρακούσιος χρῆται. ἐν οἷς φησιν “ἀλλὰ μὰν ἐγὼν ἀναγκαῖα πάντα ταῦτα ποιέω. οἴομαι δὲ οὐδεὶς ἑκὼν πόνηρος οὐδ’ ἄταν ἔχων.’’ ἐν Ἡρακλεῖ δὲ ταῦτα τῷ παρὰ Φόλῳ κεῖται. οὐκ ἔχει οὖν χώραν κατὰ τὴν προειρημένην ἔννοιαν τὴν παροιμίαν |ἐκλαμβάνειν, ἀλλ’ ὡς Ἀριστοτέλης βούλεται. καὶ εὔλογον δείκνυσι τοῦτο <πρῶτον> ἀπὸ τῶν νομοθετῶν, εἶτα καὶ ἀπὸ τῶν ἰδίᾳ ἑκάστῳ, ὃ οὐδὲν ἕτερον ἢ ἔννοιαι κοιναί, αἳ ταῖς ἀποδείξεσι μεγίστην ἐπάγουσι ῥοπήν. Ἢ τοῖς γε νῦν εἰρημένοις ἀμφισβητητέον. Τοῖς ἐν τῷ δευτέρῳ εἰρημένοις· ἐκεῖ γὰρ ἔλεγε τὸ ὡς οὔτε φύσιν οὔτε τύχην οὔτ’ ἀνάγκην οὔτε αὐτόματον αἱ ἀρεταὶ αἰτιῶνται ἀλλὰ τὸν ἄνθρωπον καὶ τὸν ἀνθρώπινον νοῦν ταῖς πράξεσι συνδυαζόμενον, καὶ ὅτι βουλὴ προηγεῖται τῶν πράξεων τῶν κατὰ προαίρεσιν. τοῦτο πάλιν τὸ ἑκούσιον τῶν κατ’ ἀρετὴν καὶ κακίαν ἀναντιρρήτως παρίστησιν· οὐδὲ γὰρ μάτην ἐστὶν ἡ βουλή ὧν οὔκ ἐσμεν κύριοι. ὅσοι μὴ βίᾳ ἢ δι’ ἄγνοιαν, ἧς μὴ αὐτοὶ αἴτιοι. διὰ τούτου δηλοῖ τὴν περὶ τὰ καθ’ ἕκαστα ἄγνοιαν· τῆς καθόλου γὰρ ἀγνοίας τῆς περὶ τῶν ἀγαθῶν καὶ κακῶν αὐτὸς ἕκαστος αὑτῶ αἴτιος. Καίτοι πρὸς ἃ μήτ’ ἐφ’ ἡμῖν ἐστι. Εἰ γὰρ μάταιον καὶ κενὸν τὸ προτρέπειν τινὰ περὶ ταῦτα, ἃ οὐκ ἔστιν ἐπ’ αὐτῷ, δῆλον ὡς τὰ περὶ ὧν τὰς προτροπὰς ποιοῦνται πάντα <ἐφ᾿ ἡμῖν> ἐστιν. εἰ γὰρ περὶ τῶν οὐκ ἐφ’ ἡμῖν, ἀδύνατον πεισθῆναί τινα προτρέποντι. περὶ δὲ ὧν πειθόμεθα καὶ οἷόν τε πεισθῆναι, ταῦτ’ ἄν ἐφ’ ἡμῖν εἴη. ὡς οὐδὲν πρὸ ἔργου πεισθῆναι ὄντος μὴ θερμαίνεσθαι ἢ ἀλγεῖν ἢ πεινῆν ἀντὶ τοῦ προτιμοτέρου συμφέροντος πλείονος· ’Ισοκράτης “ἵνα πρὸ ἔργου τι γένηται’’ ἀντὶ τοῦ πλεῖον· κἀνταῦθα οὖν κεῖται ἀντὶ τοῦ οὐδὲν πλείονος ὄντος πρὸς τὸ πεισθῆναι. ἢ τὸ οὐδὲν ἀντὶ τοῦ οὐδαμῶς, ὡς ἔχει τὸ ‘οὐδὲν γὰρ εὐδαίμων’, ἡ λειπούσης τῆς ‘κατὰ’ προθέσεως, ἵν’ ᾖ · κατ’ οὐδὲν γὰρ πλέον. ἔστι δὲ τοῦτο Ἀττικῆς συνηθείας οὕτω λέγειν. ὡς καὶ τὸ πρὸ ὁδοῦ Ὅμηρος “σύν τε δύω ἐρχομένῳ πρὸ ὁδοῦ βουλευσόμεθα, ὅτι ἐροῦμεν” ἀντὶ τοῦ προηγουμένως· καὶ Λουκιανὸς ἐν τῷ Μικύλλῳ “πρὸ ὁδοῦ ἔσῃ τοῦτο ἐς τὰ ἄλφιτα πεπονηκώς.’’ οἷον τοῖς μεθύουσι διπλᾶ τὰ ἐπιτίμια. οὕτω Πιττακὸς ὥρισεν, εἷς τῶν ἑπτὰ σοφῶν. καὶ μὴ χαλεπά ἐστι, γνωσθῆναι δηλονότι, οἷον περὶ κλήρων διαδοχὰς καὶ ὅσα τοιαῦτα, ἃ οὐ χαλεπὰ γνωσθῆναι. ἀλλ’ ἴσως τοιοῦτός τίς ἐστιν ὥστε μὴ ἐπιμελη- θῆναι. εἰ δέ τις, φησίν, αἰτιᾶται τὸ μηκέτι δύνασθαι ἐπιμελεῖσθαι τοῦ ἀλλοῖος γενέσθαι, οἷον μὴ φιλήδονος εἶναι μηδὲ ὀργίλος διὰ τὸ ὑπὸ τῆς ἡλικίας ἤδη προειλῆφθαι καὶ τὴν ἕξιν δυσαπότριπτον εἶναι, ἀληθῆ μὲν ἐρεῖ, οὐ μὴν διὰ τοῦτο ἄκων ἐστὶν <ὁ> τοιοῦτος καὶ ἀνεύθυνος ἔσται. γὰρ τοιοῦτος εἶναι καὶ γεγονέναι αὐτὸς αἴτιος, τοῦτο μὲν ἀνειμένως ζῶν, τοῦτο δὲ κακουργῶν, τοῦτο δὲ ἐν πότοις καὶ μέθαις διατελῶν τὸν βίον. εἰ γὰρ ἐκ τῶν τοιούτων ἐνεργειῶν τοιοῦτος, τούτων δὲ αὐτὸς ἀρχή ἐνῆν γὰρ αὐτῷ μὴ ποιεῖν ταῦτα· ἐπ’ αὐτῷ γὰρ ἦν τὸ τοιοῦτος εἶναι), αὐτὸς αἴτιος, ἑκὼν <ἄρα πονηρός· εἰ δὲ ἑκὼν> πονηρός, ἑκὼν ποιεῖ καὶ διὰ πονηρίαν ποιῶν ἁμαρτάνει. τὸ μὲν οὖν ἀγνοεῖν, ὅτι ἐκ τοῦ ἐνεργεῖν περὶ ἕκαστα. ὅτι μὴ πᾶσα ἄγνοια ἀκούσιον, ἐντεῦθεν ἔστιν ἑλεῖν. εἰ μὲν γὰρ ἐπὶ πᾶσιν ἐκολάζοντο <οἱ> ἁμαρτάνοντες, ἴσως ἄν τις ὑπελάμβανε τὴν κόλασιν ἐπὶ τῇ τῶν πράξεων γίνεσθαι μοχθηρίᾳ, ἀλλ’ οὐκ ἐπὶ ἰοῖς ἑκουσίως πραχθεῖσιν. ἐπὶ δὲ τῶν ὁμοίως πραξάντων οἱ μὲν κολάζονται, οἱ δὲ ἀφίενται συγγινωσκόμενοι· οὐ διότι ἡ πράξις τοιαύτη κολάζουσιν, ἀλλ’ <ὅτι> ὁ πράττων αὐτὴν ἑκὼν τοιοῦτος. οὐ μὴν ἐάν τε βούληται ἄδικος ὢν παύσεται καὶ ἔσται δίκαιος. Εἰ διὰ τὸ μὴ <ὅτε> βούλεταί τις παύσασθαι τοῦ εἶναι <τοιοῦτος> 44r φησὶν ἀκούσιόν τις καὶ τὴν ἀρχὴν διατείνοιτο τῆς τοιαύτης ἐνεργείας, οὐδὲν ὁ τοιοῦτος βούλεται λέγειν. ἐνῆν γὰρ αὐτῷ μὴ τὴν ἀρχὴν ἐνδοῦναι πρὸς τὴν τῶν τοιούτων μελέτην, ἅπαξ δὲ καταστάντι τοιούτῳ ὁποῖον ἡ ἄσκησις τῶν τοιούτων ἀπειργάσατο οὐκέτι τοῦ βούλεσθαι τὴν τοιαύτην ὁρμὴν ἐπισχεῖν. οὐδὲ γὰρ ὁ κατὰ κρημνοῦ ἑαυτὸν ἀφεὶς ὅτε βούλεται καθέξει τὴν καταφοράν, οὐδ’ ὁ τὸν ἔρωτα συγχωρήσας ἀναχαιτίσει τὸ ἔργον, οὐδ’ ὁ διαίτης μοχθηρᾶς ἐμφορηθεὶς κωλύσει τὴν ἀπὸ ταύτης ἐγγινομένην τῷ σώματι βλάβην, οὐδὲ συλλήβδην εἰπεῖν, ὅ τι τῶν τοιούτων ἐπισπασάμενος καὶ ἐγγυμνασάμενος τῷ ἑκουσίως περὶ ταῦτα διαγενέσθαι, ἑκούσιον σχοίη καὶ τὴν ἀπαλλαγὴν ὅτε θέλει. οὐχ ὅτι δὲ μὴ ὅτε θέλει ἐξίσταται, ἤδη καὶ ἡ ἀρχὴ ἑκούσιος. ἱκανὰ γὰρ τὰ ὑποδείγματα τοῦ μὲν τὸ ἀκούσιον, τοῦ δὲ τὸ ἑκούσιον μαρτυρῆσαι. Εἰ δέ τις λέγει ὅτι πάντες ἐφίενται τοῦ φαινο- μένου ἀγαθοῦ. Τίθησι τὸν δοκοῦντα μάλιστα ἀναιρεῖν λόγον τὸ ἑκούσιον μὴ εἶναι τὸ ἀπὸ τῶν φαντασιῶν, καὶ θεὶς παραλιπὼν τὸ καθόλου λύει αὐτόν. ἐπεὶ προέκειτο αὐτῷ δεικνύειν, ὅτι καὶ αἱ κακίαι ὁμοίως ταῖς ἀρεταῖς ἑκούσιοι ὡς συγχωρουμένου ὑπὸ πάντων τοῦ τὰς ἀρετὰς ἑκουσίους εἶναι, δείκνυσιν ὅτι οὐδὲν ὁ λόγος οὗτος βοηθεῖ τοῖς λέγουσιν, ὅτι ἀκούσια τὰ ἁμαρτήματα, ἐπεὶ τοῦτο πάντα ἀκούσια δείκνυσιν. ὥστε εἰ μὴ ἱκανὸς ἀνελεῖν τὸ τὰς ἀρετὰς ἀκουσίους εἶναι, οὐδ’ ἄν τὰς κακίας ἀκουσίους δεικνύοι. λύει δ’ αὐτὸν οὕτως, ἐπεὶ μάλιστα ἐχρῶντο αὐτῷ οἱ βουλόμενοι δεικνύειν ἀκούσια τὰ ἁμαρτήματα. ὁ δὲ πᾶς λόγος οὕτως ἂν εἴη· εἰ μὴ τῶν φαντασιῶν ἐσμεν αὐτοὶ κύριοι τῶν γινομένων ἡμῖν ἀγαθῶν, αἷς ἑπόμενοι τοιάδε ἢ τοιάδε πράττομεν, οὐδ’ ἄν τὸ τοιάδε ἢ τοιάδε πράσσειν ἐφ’ ἡμῖν εἴη. ἀλλὰ μήν ἐσμεν οὐδαμῶς κύριοι αὐτοὶ τῶν περὶ τῶν ἀγαθῶν ἡμῖν προσπι- πτουσῶν φαντασιῶν· ὁποῖοι γάρ ἐσμεν, τοιοῦτον ἡμῖν καὶ τὸ ἀγαθὸν καὶ τὸ τέλος φαίνεται, ἐκ φύσεως δὲ καὶ φύσει ἐσμὲν τοῖοι ἢ τοῖοι. ὁ μὲν γάρ τις οὕτω πέφυκεν ὡς διορᾶν δύνασθαι τὰ ὄντως ἀγαθά, ὁ δέ τις οὐχ οὕτως· φύσις ἄρα ἡμῖν αἰτία τῆς τῶν ἀγαθῶν φαντασίας· εἰ δὲ φύσις, οὐχ ἡμεῖς ἐσμεν κύριοι αὐτῶν, οὐδ’ ἄρα ἐφ’ ἡμῖν τὸ ἀγαθοῖς ἢ κακοῖς εἶναι. ὁ μὲν οὖν σύμπας λόγος τοιοῦτος· αὐτὸς δὲ οὕτως αὐτὸν ἔθηκεν, ὡς ἀναιρεῖν μόνον θέλοντα τὸ μὴ εἶναι ἐφ’ ἡμῖν τὸ ἁμαρτάνειν. καὶ γὰρ ἐχρῶντο αὐτῷ οἱ ἀκούσια τὰ ἁμαρτήματα λέγοντες. διὰ τοῦτο γὰρ ἔλαβε καὶ τὸ εἰ δὲ μηδεὶς αὑτῷ αἴτιος τοὐ κακὰ ποιεῖν. τοῦτό τοι καὶ τὴν λύσιν αὐτοῦ τοιαύτην ποιεῖται, κοινοποιῶν αὐτὴν καὶ δεικνὺς ὡσαύτως ἔχοντι καὶ ἐπὶ τῶν ἀρετῶν· ὁμοίως γὰρ καὶ αὗταί ταῖς κακίαις οὐκ ἐφ’ ἡμῖν ἔσονται. οὐδὲ γὰρ εἰ ἡ τοῦ δεῖνος φαντασία οὐκ ἀληθής, οὐδὲν μᾶλλον ἡ ἀρετὴ τῆς κακίας ἀκούσιον· οὐ γὰρ δὴ εἰ τῷ μὲν κακῷ τὸ τέλος φύσει εἴη, ὁπωσδήποτε φαίνεται τοιοῦτον. διὸ πάντα πράττει πρὸς τὸ τούτου τυγχάνειν ἀναφέρων αὐτὰ οὐ καὶ τῷ ἀγαθῷ οὕτως. εἶτ’ οὖν μὴ τὸ τέλος φύσει φαίνεται τοιοῦτον ἀλλά τι καὶ παρ’ ἡμᾶς ἐστι πρὸς τὴν τοῦ τέλους καὶ ἀγαθοῦ φαντασίαν, ἢ εἰ τὸ μὲν τέλος φύσει, τὸ δὲ τὰ πρὸς τὸ τέλος φέροντα πράσσειν ἑκουσίως τὸν ἀγαθὸν τὴν ἀρετὴν ἑκούσιον λέγουσιν, οὐδὲν ἧττον καὶ ἡ κακία δι’ αὐτὰ ἑκούσιον ἔσται. ὁμοίως γὰρ τῷ κακῷ ἡ περὶ τοῦ τέλους <φαντασία ὑπάρξει> καὶ τὸ ἐν ταῖς τοῦ τέλους χάριν πράξεσι γινομέναις ἑκούσιον· ἀνακόλουθα γὰρ λεγόντων ἐστὶ τὸ μὲν ἀγαθοῖς εἶναι ἑκούσιον εἶναι, τὸ δὲ κακοῖς ἀκούσιον διὰ τὸ τῶν φαντασιῶν μὴ ἡμᾶς εἶναι κυρίους. Καὶ τὸ εὖ καὶ τὸ καλῶς τοῦτο πεφυκέναι. Δηλονότι τὸ εὖ· λείποι δ’ ἂν ἡ ‘πρὸς’ πρόθεσις, οἷον ἵνα ᾖ· τὸ καλῶς πρὸς τὸ πεφυκέναι. ἢ εἰ οὕτως, λέγοι ἄν τὸ ᾧ κρίνειν ἔστιν, οἷον ὄψιν κριτικὴν τοῦ τέλους καὶ τοῦ ἀγαθοῦ φασιν εἶναι, ἡ τελεία καὶ ἀληθινὴ ἂν εἴη εὐφυία· οὗτος γάρ ἐστιν ὡς ἀληθῶς εὐφυής, ὣ ἡ ὄψις ἡ τοιαύτη ἐν τῇ ψυχῇ καλῶς πέφυκεν. εἰ γὰρ μέγιστον μὲν τοῦτο πρὸς τὴν αἵρεσιν τῶν ἀγαθῶν, τοῦτο δ᾿ οὐχ οἷόν τε παρ᾿ ἑτέρου λαβεῖν, ἀλλὰ δεῖ φῦναι ἔχοντα αὐτό, εἴη ἄν κυρίως εὐφυὴς ὁ τοῦτο εὖ πεφυκὼς ἔχων, οὗ οὔκ ἐσμεν κύριοι. ὥστε εἰ διὰ τὴν τοῦ τέλους ἄγνοιαν οἱ κακοὶ κακοί, ἄγνοια ἄν αὐτοῖς τῆς κακίας αἰτία, ἧς αὐτοὶ ἑαυτοῖς αἴτιοι, ὡς εἴπομεν. ἀμφοῖν γὰρ ὁμοίως τῷ ἀγαθῷ καὶ τῷ κακῷ· τοῦτο ὡς πρὸς τὸ συγχωρεῖσθαι ὑπὸ πάντων ἑκουσίους εἶναι τὰς ἀρετάς. εἰ διὰ τοῦτο οὐδὲν μᾶλλον ἡ κακία ἢ ἡ ἀρετὴ ἑκούσιον ἢ ἀκούσιον ἔσται, τὸ τέλος φύσει, <τουτέστιν> οὐκ ἐπ’ αὐτῷ διὰ τὸ ἢ φῦναι τοιόνδε ἢ μὴ φῦναι. ἕπεσθαι γὰρ τῷ φῦναι τοίῳ ἢ τοίῳ καὶ τὸ ἀγαθὸν καὶ μέτρον τῆς φύσεως ὡς ἑκάτερον τοῦ τέλους καὶ τοῦ ἀγαθοῦ ποιεῖσθαι τὴν ἀντίληψιν· ὁμοίως γὰρ καὶ τῷ κακῷ ὑπάρχει τὸ δι’ αὑτὸν ἐν ταῖς πράξεσι καὶ ἐν τῷ τέλει. διὰ τούτων δείκνυσι τὸ τὰς πράξεις δι’ ὧν γίνονται ἐφ’ ἡμῖν τε καὶ ἑκουσίους εἶναι. εἰ οὖν αὗται, καὶ αἱ ἕξεις ἐν αἷς αἱ πράξεις ἑκούσιοι. εἰ δέ ποτε ἐν τοῖς καθ’ ἕκαστα ἐν οἷς ἡ πρᾶξις εὑρίσκεται τὸ ἀκούσιον, ἀλλὰ καὶ τοῦ παύσασθαι, ὡς φθάνομεν εἰπόντες, ἅπαξ τὴν ἀρχὴν ἡμῶν ἐνδεδωκότων οὐκ ἐφ’ ἡμῖν ὄντος. εἰ διὰ ταῦτά τις τῷ ἀκουσίῳ ταύτας προσνέμοι, οὐδὲν πρὸς ἔπος· ἀλλ’ αἱ μὲν πράξεις ἐφ’ ἡμῖν καὶ ἑκούσιοι, ἀκούσιοι δὲ τῷ περὶ τόνδε ἢ τόνδε ἢ διὰ τοῦδε ἤ τι ἄλλο, δι’ ὃ ἀγνοούμενον ἀκούσιος ἡ πᾶσα πρᾶξις· ἀλλ’ εἰ καὶ ταῦτα ἀκούσια, ἀλλ’ οὐ καὶ τὸ ἄρξασθαι τῆς πράξεως καὶ τὸ προελθεῖν καὶ τὸ ὅτε θέλομεν παύσασθαι τῆς πράξεως. αὐτοὶ γὰρ τὴν ἐξουσίαν ἔχομεν. ὥστε ἀπ’ ἀρχῆς μέχρι τέλους ἡμεῖς αὐτῶν κύριοι, καὶ τῆς ἀρχῆς καὶ τῆς, προσθήκης καὶ τοὐ τέλους. τῶν δὲ ἕξεων τῆς μὲν ἀρχῆς αὐτοὶ κύριοι· τοῦ γὰρ τάδε πράττειν ἢ μή, ἐξ ὧν αἱ ἕξεις τὴν ἀρχὴν λαμβάνουσιν, ἡμεῖς κύριοι· διὸ καὶ τῶν ἕξεων· οὐκέτι μέντοι ἡ πρόσθεσις ἡ γινομένη μετὰ τῆς ἀρχῆς καθ’ ἑκάστην ἡμέραν ἡμῖν γνώ- ριμος, <διὸ οὐδ’ ἐφ’ ἡμῖν ἡ ἐπίδοσις, ὥσπερ οὐδ’ ἐπὶ τῶν νόσων αἷς αὐτοὶ μὲν τὴν ἀρχὴν προσέχομεν νοσοῦντες, οὐ μὴν ἡ ἐπίδοσις αὐτῶν ἡ γινομένη γνώριμος>, ἀλλ’ οὐδὲ τὸ παύσασθαι ἐπ’ αὐτοῖς ὅτε θέλουσιν οὔτε τῶν νόσων οὔτε τῶν ἕξεων. ἀλλ’ ὅτι ἐφ’ ἡμῖν οὕτως ἢ οὕτως χρήσασθαι, τουτέστι μὴ ταῦτα οὕτως ἐνεργεῖν, ἐξ ὧν αἱ τοιαῦται ἕξεις. Εἰ οὖν, ὥσπερ λέγεται, ἑκούσιοί εἰσιν αἱ ἀρεταί. Κοινοποιήσας τὸν λόγον τῶν φαντασιῶν ὁμολογούμενον ὑπὸ τῶν πλείστων τὸ τὰς ἀρετὰς ἐφ’ ἡμῖν τε εἶναι καὶ ἑκουσίους, ἅμα μὲν λύσιν δείκνυσι τοῦ λόγου, ἅμα δὲ συγκατασκευάζει, ὅτι καὶ αἱ κακίαι ἑκούσιοι, ὃ ἦν ἤδη κείμενον [ἦν] ἐν τῷ λόγῳ τῷ ‘εἰ μὲν οὖν ἕκαστος τῆς ἕξεως ἑαυτῷ πώς ἐστιν αἴτιος, καὶ τῆς φαντασίας αὐτὸς αἴτιος’ . τούτου συγκεχω- ρημένου ὑπομιμνήσκει ἡμᾶς, ὅτι τῶν ἕξεων τῶν ἡμετέρων, δι’ ἃς τοῖον ἡμῖν ἢ τοῖον φαίνεται τὸ τέλος, καὶ αὐτοί ἐσμεν συναίτιοι. κεῖται γὰρ καὶ δέδεικται, ὅτι διὰ τῶν ἐθῶν τοῖοι ἢ τοῖοι γινόμεθα, τὰ μὲν ἀγαθὰ πράτ- τοντες ἀγαθοί, τὰ δὲ μοχθηρὰ μοχθηροί, καὶ ἀγαθοῖς μὲν ἡμῖν οὖσι τοιάδε φαίνεται, κακοῖς δὲ τοιάδε. ὡς γὰρ εἶπεν, οὐχ ἡ τῶν καθόλου ἄγνοια αἰτία τοῦ ἀκουσίου ἀλλὰ τῆς μοχθηρίας. συναίτιοι δὲ τῶν ἕξεων, ἀλλ’ οὐχ ἁπλῶς αἴτιοι, ὅτι καὶ φῦναι δεῖ πρὸς τοῦτο καὶ τραφῆναι ὡς δεῖ, ἃ οὐδέπω πρὸς τὰς ἕξεις εἰσὶν αὐτάρκη· καὶ γὰρ φύντες τινὲς καλῶς καὶ τραφέντες, ὅμως μοχθηροῖς ἔθεσι χρώμενοι οὔτε τῆς φύσεως οὔτε τῆς τροφῆς ὤναντο πρὸς τὸ σπουδαῖοι γενέσθαι, καὶ πάλιν τινὲς μοχθηρῶς τραφέντες ἐπιστρέψαντες ἑαυτοὺς ἐπὶ τὸ βέλτιον καὶ ἔθεσι χρησάμενοι δεξιοῖς ἐγένοντο ἀγαθοί. Κοινῇ μὲν οὖν περὶ τῶν ἀρετῶν εἴρηται ἡμῖν τό τε γένος τύπῳ, ὅτι μεσότητες εἰσιν. Δύο γένη τῆς ἀρετῆς φησι, μεσότητα καὶ ἕξιν· ἐπὶ πλέον δὲ ἕξις μεσότητος, ἐπεὶ μὴ πάσα ἕξις μεσότης, ὡς αἱ θεωρητικαί· ἀλλ’ οὐδὲ αἰ κακίαι ἕξεις οὖσαι μεσότητές εἰσιν. ἢ τὸ ὅλον ὡς ἓν γένος εἶπεν, ἴσον λέγων τὸ μεσότης ὡς ἕξις· ἕξις γὰρ ἐν μεσότητι οὖσα ἡ ἀρετὴ καὶ τὸ ταύτης γένος, οὐχ ἀπλῶς ἡ μεσότης. οὐ γὰρ πᾶσα μεσότης ἕξις· οὔτε γὰρ ἡ αἰδὼς οὔτε ἡ νέμεσις, καίτοι μεσότητες. καὶ τοῦτ’ ἄν εἴη μᾶλλον τὸ λεγόμενον. προεῖπε γὰρ τὸ γένος, ἀλλ’ οὐ γένη. τὸ δὲ καθ’ αὑτὰς πρόσκειται, ὅτι πράξει μὲν καὶ τὰ ἀνδρεῖα ὁ σώφρων, ὑφ’ ὧν οὐκ ἐγένετο τοιοῦτος, ἀλλ’ οὐχ ᾗ σώφρων ἀλλὰ κατὰ συμβεβηκός, τῷ ἅμα καὶ ἀνδρεῖος εἶναι καὶ σώφρων. ἀντακολουθοῦσι γὰρ αἱ ἀρεταί. Ἀναλαβόντες δὴ περὶ ἑκάστης εἴπωμεν τίνες εἰσι. |Τὸ μὲν τίνες εἰσὶ τὸ τὴν ἑκάστης οὐσίαν ὑπισχνουμένου εἰπεῖν· περὶ ποῖα δέ, ὑποκείμενα δηλονότι· πράξεις δὲ ταῦτα καὶ πάθη· πῶς δὲ ἐν τῷ τὸ ἓν μέσον αἱρεῖσθαι, οὕτω πὼς ὡς αἱρεῖσθαι μὲν τοῦτο, φεύγειν δὲ τὰς ὑπερβολὰς καὶ τὰς ἐλλείψεις. ἐν δὲ τῷ περὶ ἀρετῆς λόγῳ δῆλόν φησιν ἔσεσθαι καὶ τὸ πόσαι εἰσὶν αἱ ἠθικαὶ ἀρεταί, περὶ ὧν πρόκειται ἡ θεωρία· πρῶτον δὲ περὶ ἀνδρείας· μᾶλλον γὰρ τῶν ἄλλων ἐπαινετή, ὃ ἴδιον ἀρετῆς. διὰ γὰρ τὸ τὰ ἐπίλυπα καὶ ἐπίπονα ὑπομένειν <μᾶλλον ἐπαινεῖται. χαλε- πώτερον γάρ, ὡς αὐτός φησι, τὸ τὰ ἐπίπονα ὑπομένειν> ἢ τῶν ἡδέων ἀπέχεσθαι. περὶ δὲ τὰ φοβερὰ πλείω κατατείνει τὸν λόγον· μάλιστα γὰρ περὶ ταῦτα ἡ ἀνδρία. Πενίαν δ’ ἴσως οὐ δεῖ φοβεῖσθαι. Εἰπὼν ἃ δεῖ τὸν ἀνδρεῖον φοβεῖσθαι, λέγει ἑξῆς καὶ ἃ μὴ δεῖ φοβεῖσθαι · <πενίαν γὰρ καὶ νόσον καὶ ὅλως τῶν κακῶν ἃ μὴ ἔστιν ἐφ’ ἡμῖν μήδ’ αἰσχρὰ τῷ ἔχ’ ὄντι οὐ δεῖ φοβεῖσθαι>. τὸ δὲ ἴσως ἐνδεικνύμενος ὅτι δεῖ μὲν αὐτὰ ἐκκλίνειν ποτὲ <καὶ> κατὰ τὸ ἐνδεχόμενον, εἰ μὴ μέλλοι τινὸς ἡμῖν αἰσχροῦ ἡ ἔκκλισις αὐτῶν αἰτία γίνεσθαι, οὐ μὴν καὶ φοβητέον αὐτά. οὐ γὰρ ἡ οὑτινοσοῦν ἔκκλισις καὶ ὁπωσοῦν φόβος ἢ διὰ φόβον. ἃ γοῦν ἐν τῷ βουλεύεσθαι ἐκκλίνομεν ἀποδοκιμάζοντες, ἐκκλίνομεν 15 <μὲν> καὶ <οὐ> πράσσομεν, οὐ μὴν καὶ φοβούμεθα. οὐδὲ ἑαυτοῖς, οὐδ’ ὅταν ἐκκλίνωμέν τι φυλασσόμενοι μολυνθῆναι· ἀλλ’ οὐδ’ ὅταν τὸν ἀπατῶντα ἐκκλίνωμεν, πάντως διὰ τὸ φοβεῖσθαι αὐτὸν ἐκκλίνομεν. ἢ ὅτι εἰ καὶ φόβον τις ταῦτα λέγει, οὐ τούτῳ ταῦτα ἔσται φοβερά. οὐδὲ δὴ εἴ τις ὕβριν περὶ παῖδας καὶ γυναῖκα φοβεῖται. Δείξας ὅτι μὴ ὁ περὶ πάντα ἃ δεῖ φοβεῖσθαι ἄφοβος ἀνδρεῖος, δείκνυσι τὸ αὐτὸ ἐκ τοῦ ἐναντίου, τοῦ δειλοῦ. οὐδὲ γὰρ ὁ πάντα ἃ μὴ δεῖ φοβεῖσθαι φοβούμενος, οὗτος δειλός, οἷον ὕβριν παίδων ἢ γυναικὸς ἢ πολιτῶν φοβούμενος ἢ φθόνον παρά τινων. περὶ τὰ μέγιστα δὴ τῶν φοβερῶν τούτων ἃ δεῖ φοβεῖσθαι ἄφοβόν φησι τὸν ἀνδρεῖον εἶναι· ὑπομενετικώτατος γὰρ ὁ τοιοῦτος τῶν δεινῶν. φοβερώτατον δὲ ὁ θάνατος, δι’ ὃ προστίθησι· πέρας γὰρ τοῦ εἶναι, οὗ δεικτικὸν παρέθετο τὸ καὶ οὐδενὸς ἔτι τῷ τεθνεῶτι αἴσθησις οὔτε ἀγαθοῦ οὔτε κακοῦ. διὰ γὰρ τοῦτο ὁ θάνατος φοβερόν, διότι τοῦ εἶναι ἡμᾶς ἀποστερεῖ καὶ οὐδὲν οὔτε ἐκκλίνει ὁ τεθνεὼς ὡς κακὸν οὔθ’ αἱρεῖται ὡς ἀγαθόν. λαβὼν δὲ τὸ τὸν ἀνδρεῖον ἄφοβον περὶ θάνατον εἶναι καὶ τὰ θανάτου ἐποιστικά, ἑξῆς δείκνυσιν ὅτι μηδὲ περὶ πάντα θάνατον. οὐ γὰρ ὁ περὶ τὸν ἐν θαλάττῃ θάνατον ἄφοβος ἀνδρεῖος ἢ ὁ περὶ τὸν ἐν νόσοις καὶ ὑπὸ νόσων. οὐ λέγει δὲ ὅτι φοβηθήσεται ταῦτα, ἀλλ’ ὅτι μὴ ὁμόσε αὐτοῖς χωρήσει, καὶ ὅτι οὐχ ᾗ ἀνδρεῖος ἄφοβος ἐν τούτοις. ἀλλ’ ἐν τῇ θαλάττῃ μετά τινος καλοῦ ἡ τοῦ θανάτου ὑπομονή· μετὰ καλοῦ δὲ οἱ ἐν πολέμῳ θάνατοί τε καὶ κίνδυνοι, εἴ γε ὑπὲρ σωτηρίας πατρίδος νόμων φίλων οἰκείων ἐλευθερίας· ἐν τούτοις ἄρα καὶ τοῖς οὕτω γινομένοις θανάτοις ἡ ἀφοβία οἰκεία τοῦ ἀνδρείου. τοῖς δὲ προειρημένοις ὁμολογεῖν φησι καὶ τὰς ἐν ταῖς πόλεσι τιμάς, τάς τε ὑπὸ τῶν νόμων ὁριζομένας καὶ τὰς ὑπὸ τῶν μονάρχων διδομένας. τοὺς γὰρ ἐν τοῖς τοιούτοις κινδύνοις ἀφόβους καὶ ζῶντας ἐπαινοῦσιν ὡς ἀριστεῖς καὶ τεθνεῶτας ἐγκωμιάζουσιν. εἰπὼν οὖν ταῦτα ἑξῆς συντίθησι τὰ εἰρημένα καί φησιν ἀνδρεῖον κυρίως λέγεσθαι τὸν περὶ τὸν καλὸν θάνατον ἀδεῆ καὶ ὅσα τὸν ὑπὲρ τῶν καλῶν θάνατον ἐπιφέρει, ὑπόγυα ὄντα. ἡ γὰρ ἐν τοῖς αἰφνιδίως προσπίπτουσιν ὑπομονὴ τῆς κατὰ τὴν ἀνδρείαν ἕξεως σημεῖον, ἐπεὶ καὶ ὁ μὴ ἀνδρεῖος ἐθίσας ποτὲ καὶ παρασκευασάμενος |πρός τινα κίνδυνον ὑπομείνοι ἂν αὐτόν. καλοὺς δὲ καὶ διὰ τὸ καλὸν γινομένους θανάτους μάλιστά φησιν εἶναι, ὡς εἴρηται, τοὺς ἐν πολέμῳ. εἰπὼν δὲ μάλιστα τὸν περὶ τοὺς τοιούτους θανάτους ἄφοβον ἀνδρεῖον εἶναι, προστίθησιν ὅτι καὶ ὁ περὶ τοὺς καλοὺς θανάτους τούς τε ἐν τοῖς θαλαττίοις κινδύνοις καὶ τοὺς ἐν ταῖς νόσοις ἀδεὴς ἀνδρεῖος, οὐ μὴν οὕτως ὡς οἱ θαλάττιοι τῶν κατὰ θάλατταν κινδύνων. οἱ μὲν γὰρ ἔμπειροι τῶν θαλαττίων εὐέλπιδές τε καὶ οὐδὲν ἡγούμενοι δεινὸν ἀποβήσεσθαι θαρροῦσι δι’ ἐμπειρίαν, οἱ ἀνδρεῖοι ἀπεγνωκότες τὴν σωτηρίαν καὶ δυσχεραίνοντες τὸν τοιοῦτον θάνατον δι’ οὐδὲν καλὸν γινόμενον ὑφίστανται αὐτόν, οὐκ ἐνδιδόντες αὑτοὺς τῷ περὶ αὑτοὺς φόβῳ· ὡς εἴγε ἀφέλοιτό τις τῶν θαλασσίων ἐκείνων τὴν ἐλπίδα τοῦ σωθήσεσθαι, οὐδὲ ἐγγὺς αὐτοὺς ὁμοίως φέροντας τὸν κίνδυνον εὑρήσει τοῖς σπουδαίοις. <Ἅμα> δὲ καὶ ἀνδρίζονται ἐν οἷς ἡ ἀλκή. Οἱ ἀνδρεῖοι δηλονότι. ἐν οἷς γὰρ καλόν τι περιγινόμενον διὰ τὸν θάνατον, ὑπομένει τοὺς κινδύνους, ἐν οἷς δ’ οὐκ ἔστι, τουτέστιν ἐν τοῖς κατὰ θάλατταν, οὓς καὶ φθοράς φησιν, ἢ τοῖς ἀπὸ νόσων θανάτοις οὔτε καλόν ἐστιν οὔτε τις πρᾶξις καὶ ἐνέργεια ἀπὸ ἀνδρείας γίνεται. τὸ δὲ φοβερὸν οὐ πᾶ σί’ μὲν τὸ αὐτό. διὰ τούτου δείκνυσιν ὅτι ἔστι τινὰ φοβερὰ τοῖς ἀνθρώποις ἄλλοις ἄλλα, φιλοχρημάτῳ μὲν ἡ τῶν χρημάτων ἀποβολή, φιληδόνῳ δὲ ἡ τῶν ἡδονῶν, φιλοζώῳ δὲ <ὁ> θάνατος καὶ ἄλλῳ ἄλλο τι. τὰ δὲ ὒ πὲρ ἄνθρωπον σεισμοὶ σκηπτοὶ χάσματα ἐμπρησμοί, ὥστε εἰ παντὶ ταῦτα φοβερά, καὶ τῷ ἀνδρείῳ, καθό ἐστιν ἄνθρωπος καὶ μὴ ἀναίσθητος. τὰ δὲ κατ’ ἄνθρωπον διαφέρει μεγέθει, φοβερὰ δηλονότι, ἃ οὐ πᾶσιν ἀνθρώποις ὁμοίως ἐστὶ φοβερὰ ἀλλὰ διάφορα. καὶ γὰρ μεγέθει ἄλλων διαφέρει, ὥσπερ ἐπὶ τοῦ Αἴαντος. “Αἴας δ’ οὐκέτ’ ἔμιμνε βιαζόμενος βελέεσσι· δάμνα μιν χηνός τε νόος καὶ Τρῶες <ἀγαυοὶ> βάλλοντες’’ · καὶ “πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο”. τῷ γὰρ μεγέθει τῶν κακῶν ὁ Αἴας εἴκει. καὶ ἔτι τὰ μὴ φοβερὰ ὡς τοιαῦτα φοβεῖσθαι, οἷον εἴ τις φοβεῖται μυὸς ψόφον ἡ βόμβον ὑδάτων. κατ’ ἀξίαν γὰρ καὶ ὡς ἄν ὁ λόγος, τουτέστι τῶν φοβερῶν καὶ θαρραλέων πάσχει καὶ πράττει ὁ ἀνδρεῖος. φοβεῖται δὲ καὶ θαρρεῖ, φησίν, ὡς ἄν ὁ λόγος ὑπαγορεύῃ, καὶ μάλιστα τὸ οὗ ἕνεκα ἐν τοῖς φόβοις καὶ ἐν τῷ θαρρεῖν φυλάξει. τέλος δὲ πάσης ἐνεργείας ἐστὶ τὸ κατὰ τὴν ἕξιν. Τέλος δέ ἐστι, φησί, καὶ τὸ οὗ ἕνεκα τῷ μὲν ἀνδρείῳ τὸ κατὰ τὴν ἀνδρείαν, ἑκάστῳ δὲ τῶν τὰς ἀρετὰς ἐχόντων τὸ κατὰ τὴν ἕξιν καθ’ ἣν ἐνεργοῦσιν. ἔστι δὲ ἡ κατὰ τὰς ἕξεις τὰς κατ’ ἀρετὴν ἐνέργεια τοῦ καλοῦ χάριν γινομένη. καὶ ὁ ἀνδρεῖος πάντα τε ὑπομενεῖ καὶ ἃ πράσσει ὡς ἀνδρεῖος πράξει καὶ τοῦ καλοῦ [καὶ] τοῦ ἐν αὐτοῖς χάριν. ὁρίζεται ἕκαστον τῷ τέλει. τὸ γὰρ τινὸς χάριν γινόμενον ἐκεῖνο ὅρον ἔχει. καλὸν δὲ ἡ ἀνδρεία· ἕκαστον δὲ τοιοῦτον εἶναι λέγεται καὶ ὁρίζεται τῷ τέλει· δεῖ οὖν τῆς ἀνδρείας τὸ τέλος τὸ οὗ ἕνεκα καλὸν εἶναι. Δοκεῖ δὲ καὶ ἀλαζὼν εἶναι ὁ θρασὺς καὶ πρὸ προσποιητικὸς ἀνδρείας. Ἐλέγχεται δὲ τῶν τοιούτων ἐν τοῖς ἀληθῶς κινδύνοις ἡ προσποίησις, ὁποῖοί <εἰσιν οἱ> Τρῶες παρ’ ‘Oμήρῳ “Τρῶες μὲν κλαγγῇ τ’ ἐνοπῇ τ’ ἴσαν ὄρνιθες ὥς’’ ,οἱ δ’ ‘Eλληνες ἐξ ἐναντίας “μένεα πνείοντες’’ καὶ “σιγῇ δειδιότες σημάντορας”. τοιοῦτοι οἱ ἀνδρεῖοι, ὡς καὶ αὐτὸς προιὼν ἐρεῖ. μαλακία γὰρ τὸ φεύγειν τὰ ἐπίπονα· ὁμοίως ἐστὶ καὶ ἡ πενία, ἣ ἀπὸ τοῦ πενεῖν εἴρηται, ἀφ’ οὗ καὶ πόνος ὠνόμασται. πρῶτον μὲν ἡ πολιτική. πολιτικὴ ἀνδρεία ἐστί, καθ’ ἣν ὑπομένουσιν οἱ πολῖται τοὺς κινδύνους διὰ τὰ ἐκ τῶν νόμων πρόστιμα καὶ ὀνείδη καὶ τὰς διδο- μένας τιμάς. καὶ δοκοῦσιν οὗτοι ἀνδρειότατοι εἶναι, παρ’ οἷς οἱ δειλοὶ ἄτιμοι, οἱ δὲ ἀνδρεῖοι ἔντιμοι ἐκ τῶν νόμων ἢ διὰ τὰ ἤθη. ἐοικέναι δέ φησι τὴν πολιτικὴν τῇ ὡς ἀληθῶς ἀνδρείᾳ, διὸ καὶ λέγει δι’ αἰδῶ γὰρ ἡ ἀρετή ἐστι καὶ καλόν, ὡς καὶ Διομήδης καὶ Ἕχτωρ φάσκουσιν, ὁ μὲν ἲς Πολυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει’’, <Διομήδης δὲ> “Ἕχτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσ’ ἀγορεύων ‘Τυδείδης ὑπ’ ἐμεῖο φοβεύμενος ἵκετο νῆας.’ ὧς ποτε τ’ ἀπειλήσει, τότε μοι χάνοι εὐρεῖα χθών.’’ σημειωτέον δέ, ὅτι τὴν αἰδὼ ἐνταῦθα ἀρετὴν εἶπεν, οὐ δοκοῦν αὐτῷ τοῦτο οὔτε ἐν τῷ δευτέρῳ οὔτε ἐν τῷ τετάρτῳ, ἤιοι κοινότερον ἐνταῦθα λέγων, ἢ καὶ τῷ ὄντι εἴη ἂν ἀρετή, καλῶν πράξεων οὖσα αἰτία. ὁμοίως δὲ καὶ τὴν τιμὴν καλὸν νῦν φησιν, ἢ καὶ τοῦτο κοινότερον λέγων, ἡ τὸ τίμιον τῇ αὑτοῦ φύσει ἀγαθὸν ἄν εἴη, λέγων τὸ καλὸν ἀντὶ τοῦ ἀγαθοῦ, ἢ εἰ ἔστι τις τιμὴ καλή, ὥσπερ ἣν μετέρχεται ὅ τε μεγαλόψυχος καὶ ὁ μεταξὺ τοῦ τε φιλοτίμου καὶ ἀφιλοτίμου, οὗ ἐμνημόνευσε καὶ ἐν τῷ δευτέρῳ καὶ ἐν τῷ τετάρτῳ. ὁ μὲν οὖν ἀνδρεῖος διὰ καλοῦ ὄρεξιν ποιεῖ ἃ ποιεῖ καὶ κατὰ τὴν ἀνδρείαν, ὁ δὲ πολιτικὸς τιμῆς χάριν, ἀλλὰ καὶ δι’ αἰσχροῦ φυγὴν τοῦ ἔξωθεν ὑπὸ τῶν πολιτῶν ὀνείδους. εἰ δὲ καὶ ὁ ἀνδρεῖος δι’ αἰσχροῦ φυγήν, ἀλλ’ οὐ καὶ ὀνείδους, ἀλλ’ ὅτι τῇ αὐτῶν φύσει αἰσχρὰ ἡγεῖται αὐτὰ φυλάσσεσθαι. καὶ φεύγοντες οὐ τὸ αἰσχρὸν ἀλλὰ τὸ λυπηρόν, τὸ ἐκ τοῦ ἐπιτιμίου καὶ τῆς τιμωρίας δηλονότι, ἣ ζημία ἐστὶ χρημάτων ἢ μάστιγες. Καὶ οἱ προστάττοντες, κἂν ἀναχωρῶσι, τύπτοντες. Ὡς παρ’ Ἡροδότῶ Πέρσαι· ὑπὸ γὰρ τοιούτοις ἐπιστάταις ἐν Θερμοπύλαις Ἕλλησιν ἐμάχοντο. καὶ οἱ πρὸ τῶν τάφρων καὶ τῶν τοιούτων παρατάττοντες. τοῦτο περὶ Λακεδαιμονίων λέγοι ἄν· τοιαύτην γάρ τινα 46r μάχην, ὅτε πρὸς Μεσσηνίους ἐμαχέσαντο, ἐπολέμουν, ἧς καὶ Τυρταῖος μνημονεύει. δοκεῖ δὲ καὶ ἡ ἐμπειρία ἡ περὶ ἕκαστα ἀνδρεία εἶναι, οἷον ἐπὶ τῶν θαλαττίων ἔφη καὶ ἐπὶ τῶν νόσων οἱ ἰατροὶ μὴ ἀπογινώσκοντες τὸν δοκοῦντα ἀνίατα νοσεῖν, διὰ δὲ τὴν τῶν προεφωδευμένων πεῖραν εὐθαρσεῖς ὄντες· καὶ ἐπὶ τῶν προκειμένων ὡσαύτως. καὶ ἐν ἑκάστῃ τέχνῃ καὶ ἐπιτηδεύματι ἐν τοῖς κινδύνοις εὐθαρσεῖς οἱ ἔμπειροι, καὶ κατ’ οἰκοδομικὴν καὶ ναυτικὴν καὶ εἴ τις ἑτέρα τέχνη. ὅθεν καί φησιν Σωκράτης ᾠήθη ἐπιστήμην εἶναι τὴν ἀνδρείαν. λέγει γὰρ ἐν Λάχητι Σωκράτης παρὰ τῷ Πλάτωνι, ἐπιστήμην δεινῶν τε καὶ μὴ τὴν ἀνδρείαν εἶναι. καὶ τὸ ἐν Πρωταγόρᾳ δὲ εἰρημένον τοιοῦτον. ὅτι γὰρ τοῦ ἐπιστήμονός ἐστιν ἐν οἷς ἐπίσταται θαρραλεώτατος εἶναι, καὶ ὁ ἀνδρεῖος θαρραλεώτατος, τὸν ἐπιστή- μονα εἰς τ’ αὐτὸ <συνάγων> τῷ ἀνδρείῳ, οὐ πάνυ τι συλλογιστικῶς· ὡς δὲ ἀκολουθοῦντος τῷ τοὺς ἐπιστήμονας καὶ ἐμπείρους θαρραλέους <εἶναι καὶ τοὺς θαρραλέους> ἐπιστήμονας, καὶ διὰ τοῦτο τὴν ἀνδρείαν οὖσαν γνῶσιν καὶ ἐμπειρίαν τινά. Δοκεῖ γὰρ εἶναι πολλὰ κενὰ τοῦ πολέμου. Κενὰ τοῦ πολέμου καλεῖ τὰ ἐν οἷς οὐδεὶς κίνδυνος τοῖς παραταττομένοις, φαίνονται δὲ τοῖς οὐκ εἰδόσιν αὐτά, κενὰ ὄντα, ἀνδρεῖοι οἱ δι’ ἐμπειρίαν μένοντες ἐν τούτοις. ὅτι δὲ μὴ δι’ ἀνδρείαν ποιοῦσι, δῆλον ἐκ τοῦ ὅταν ὑπερτείνῃ ὁ κίνδυνος καὶ λείπωνται ταῖς παρασκευαῖς πρώτους φεύγειν αὐτούς. δοκοῦσι δ’ εἶναι θαρραλέοι καὶ διὰ τὴν παρασκευὴν τῶν ὅπλων καὶ <τὴν> περὶ τὴν χρῆσιν αὐτῶν ἐμπειρίαν, ὅπερ κἀπὶ ‘Eρμαίῳ συνέβη. Ἕρμαιον ἐν Κορωνείᾳ τῆς Βοιωτίας τόπος οὕτω λεγόμενος πεδινὸς ἐν αὐτῇ, τῶν ἄλλων ἀνωμάλων ὄντων, ἐν ᾧ παρατεταγμένοι ποτὲ Κορωνεῖς σὺν τοῖς βοηθήσουσιν αὐτοῖς στρατιώταις ἐκ τοῦ Μεταχοίου μετὰ τῶν βοιωταρχῶν, ὅτε τὴν πόλιν κατέλαβε καὶ τὴν ἀκρόπολιν εἶχεν ὑφ’ ἑαυτῷ ’Oνόμαρχος ὁ Φωκεὺς προδοθεῖσαν αὐτῷ, αὐτοὶ μὲν μείναντες ἀπέ- θανον ὑπὸ τῶν ἀμφὶ τὸν ’Oνόμαρχον, ἀποκλείσαντες τὰς πύλας, ἵνα αὐτοῖς μηδὲ βουλομένοις εἴη φυγεῖν καὶ καταλιπεῖν τὴν πατρίδα. οἱ δὲ τῶν Βοιωτῶν βοηθήσαντες αὐτοῖς στρατιῶται ἐκ τοῦ Μεταχοίου, ἔφυγον εὐθὺς ἐν ἀρχῇ τῆς μάχης, αἰσθόμενοι ἕνα τεθνάναι τῶν βοιωταρχῶν Χάρων. ἱστοροῦσι περὶ τῆς μάχης ταύτης Κηφισσόδωρος ἐν τῇ ιβ΄ <τῶν> Περὶ ἱεροῦ πολέμου καὶ Ἀναξιμένης ἐν τῇ τετάρτῃ τῶν Περὶ Φίλιππον καὶ Ἔφορος ἐν τῇ τριακοστῇ. καὶ οἱ διὰ θυμόν. οἱ θυμοειδεῖς ὡς ‘Ρωμαῖοι καὶ πάντα τὰ ἑσπέρια ἔθνη. ἰτητικώτατον γὰρ ὁ θυμός, ἀντὶ τοῦ ὁμόσε ἰέναι τοῖς κινδύνοις <ὁ θυμὸς> αἴτιος μάλιστα· τοιαῦτα δὲ θηρία. ἰτητικώτατον· κινητικώτατον, ὁρμητικώτατον. καὶ ἔζεσεν αἷμα· τοῦτο εἶπεν, ἐπεὶ δοκεῖ ζέσις τις τοῦ περὶ τὴν καρδίαν αἵματος ὁ θυμός, τὸ δὲ “οἱ δριμὺ μένος προὔτυψε φίλον πατέρα εἰσορόωντι’’ ἐκ τῶν ὑστάτων ἐστὶ τῆς ’Oδυσσείας, μένος τὸν θυμὸν λέγοντος αὐτοῦ. λέγοι δ’ ἄν ὅτι ἀνέπνευσεν εὐθαρσής τε καὶ θυμοῦ μεστὸς ὁρῶν τὸν πατέρα. Οἱ μὲν οὖν ἀνδρεῖοι διὰ τὸ καλὸν πράττουσιν. Εἰπὼν ὅτι καὶ αἱ ἀνδρεῖοι θυμοειδεῖς, πῶς, ἐξηγήσατο· οὐ γὰρ ὡς διὰ θυμὸν ποιοῦντες ὡς τὰ θηρία καὶ οἱ διὰ θυμόν τι ποιοῦντες ἄνθρωποι, ἀλλ’ ὅτι συνεργεῖ αὐτοῖς ὁ θυμός, ἐνθουσιαστικωτέρους αὐτοὺς ποιῶν πρὸς τὰς πράξεις τοῦ καλοῦ χάριν γινομένας ὑπ’ αὐτῶν. τὰ θηρία δέ, φησί, οὐ διὰ τὸ καλὸν χρῆται τῷ θυμῷ ἀλλὰ διὰ λύπην, <ἔτι δὲ> καὶ ἀλγηδόνα καὶ φόβον. εἶπε δὲ περὶ τῶν θηρίων τὸ ὥσπερ καὶ τὰ θηρία ἐπὶ τοὺς τρώσαντας φερόμενα, ὅτι φέρονται μὲν οἱ θυμοειδεῖς διὰ τὸν θυμὸν ἐπὶ τοὺς κινδύνους ὡς καὶ τὰ θηρία ἐπὶ τοὺς τρώσαντας. οὐ μὴν καὶ τὰ θηρία διὰ θυμὸν ἁπλῶς εἶπε νῦν, διὰ γὰρ λύπην αὐτά φησιν ἐπιέναι τισί, καὶ ὅτι γε μὴ ἀνδρεῖα τὰ θηρία ἐδήλωσε διὰ τοῦ ὁρμᾶν αὐτὰ πρὸς τὸν κίνδυνον, οὐδὲν τῶν ἀπαντησομένων δεινῶν προορῶντα, ἐπεὶ οὕτω γε καὶ οἱ ὄνοι ἀνδρεῖοι ἄν εἶεν· ‘Oμηρος “ὡς δ’ ὅτ’ ὄνος παρ’ ἄρουραν <ἰὼν> ἐβιάσατο παῖδας" καὶ τὰ ἑξῆς. τοῦτο δὲ εἰς δήλωσιν παρέθετο τοῦ μὴ πᾶσαν ὑπομονὴν δεινῶν κατ’ ἀνδρείαν γίνεσθαι. ὡσαύτως καὶ οἱ μοιχοὶ οὐ τοῦ καλοῦ χάριν ὑπομένουσι τὰ δεινὰ ἀλλὰ τῆς αἰσχρᾶς ἐπιθυμίας. Φυσικωτάτη δὲ ἔοικεν ἡ διὰ τὸν θυμὸν εἶναι. Φυσικωτάτην εἶναί φησι τὴν διὰ θυμὸν ἀνδρείαν, ἐπεὶ φυσικὸν πάθος ὁ θυμός. διὸ καὶ προσλαβοῦσα ἡ τοιαύτη ἀνδρεία προαίρεσιν καὶ τὸ οὗ ἕνεκα ἡ ἀληθῶς ἀνδρεία γίνεται. ἐν μεσότητι γὰρ τῶν παθῶν αἱ 46v ἠθικαὶ ἀρεταί, γίνεται δὲ ἐν μεσότητι ὁ θυμὸς ταῦτα προσλαβών. ἔτι ἡ ἀνδρεία περὶ τὸν θυμόν· ὑπηρετεῖται γὰρ ὁ θυμός, ὡς ἔφην, τῷ ἀνδρείῳ. οἱ δὲ διὰ ταῦτα μάχιμοι μέν, οἱ δι’ ἡδονήν, φησί, καὶ λυτὴν. |Παραπλήσιον δ’ ἔχουσί τι. Τὸ ὁμόσε δηλονότι τοῖς κινδύνοις χωρεῖν, ᾧ τὸ εἶναι ἀνδρεῖοι φαντάζονται καὶ οὗτοι. ἀλλ’ οἱ μὲν ἀνδρεῖοι διὰ τὰ προειρημένα θαρραλέοι, διὰ τὸ καλὸν δηλονότι καὶ τὴν τοῦ αἰσχροῦ φυγήν. ἀνδρείου δ’ ἦν τὰ φοβερὰ ἀνθρώπῳ ὄντα καὶ μὴ φαινόμενα ὑπομένειν, τὰ καὶ ὄντα καὶ φαινόμενα φοβερά, μὴ ὡς οἱ εὐέλπιδες· ἐκεῖνοι μὲν γὰρ φαινόμενα μὲν φοβερὰ ὑπομένουσιν, ὄνια δὲ φεύγουσιν. ἀνδρειότερον δέ φησι τὸν ἐν τοῖς αἰφνιδίοις φοβεροῖς ἀπαθῆ μένοντα καὶ ἀπτόητον, οὐ τὸν ἐν παρασκευῇ, ᾧ καὶ λόγος τι συνεργήσει καὶ ἡ τοῦ πράγματος φύσις ἐπεσκεμμένη πείσει μὴ ἀποδειλιᾶν ἀλλ’ ἐγκαρτερεῖν τοῖς δεινοῖς. ταῦτα δὲ ἐν τοῖς κατ’ ἀνθρώπους φησὶ φόβοις, οὐκ ἐν τοῖς ὑπὲρ ἄνθρωπον, σεισμοῖς δηλαδή, ἐπικλύσεσι θαλάττης καὶ τοῖς ὁμοίοις. ἀνδρεῖοι δὲ φαίνονται καὶ οἱ ἀγνοοῦντες. πέμπτου καὶ τελευταίου μνημονεύει τρόπου, καθ’ ὃν δοκοῦσιν εἶναί τινες ἀνδρεῖοι οὐκ ὄντες, τοῦ δι’ ἄγνοιαν. καὶ γὰρ οἱ ἀγνοοῦντες καὶ ἄπειροι τῶν ἐπιφερομένων δεινῶν καὶ διὰ τοῦτο θαρροῦντες πρὸς αὐτὰ ἀνδρεῖοι δοκοῦσιν εἶναι, ὅθεν καὶ ἡ παροιμία ἐρρύη ‘γλυκὺς ἀπείρῳ πόλεμος’. εἰσὶ δὲ καὶ οὗτοι παραπλήσιον ἔχοντες τοῖς εὐέλπισιν · οἴονται γοῦν καὶ αὐτοὶ μηδὲν πείσεσθαι· πλὴν ἐκεῖνοι μὲν τῷ διὰ πείρας γεγονέναι καὶ κεκρατηκέναι πολλάκις ἔχουσι τὸ εὐέλπιδες εἶναι (διὸ καὶ παραμένουσι χρόνον τινά), οἱ δὲ ἀγνοοῦντες καὶ ἠπατημένοι οὐδὲν ἀξίωμα ἔχουσιν· οὐ γὰρ εἰδότες ὑπερορῶσι. διὸ γνόντες τἀληθὲς ἢ μόνον ὑποπτεύσαντες φεύγουσιν <εὐθύς>. Ὅπερ οἱ Ἀργεῖοι ἔπαθον περ ἶπες ὄντες τοῖς Λάκωσιν ὡς Σικυωνίοις. Ξενοφῶν γὰρ ἐν τῇ ἕκτῃ τῶν ‘Eλληνικῶν λέγει ἡττωμένων Σικυωνίων ὑπὸ Ἀργείων Πασίμαχον τὸν ὑφαρμοστὴν τῶν Λακεδαιμονίων ἔχοντα ὀλίγους <ἱππέας> μεθ’ ἑαυτοῦ ἀφελόμενον τὰς ἀσπίδας τῶν Σικυωνίων καὶ ὁπλίσαντα τοὺς ἑαυτοῦ καὶ τοὺς ἵππους πρὸς δένδροις τισὶ δήσαντα, ἐπελθεῖν τοῖς Ἀργείοις, τοὺς δὲ μέχρι μὲν ὀλίγου διὰ τὰ ἐπὶ τῶν ἀσπίδων ἐπίσημα Σικυωνίους οἴεσθαι τοὺς Λάκωνας καὶ καταφρονεῖν αὐτῶν δι’ ἄγνοιαν, ὕστερον μέντοι τῇ πείρᾳ μαθεῖν αὐτοὺς οἵτινες ἦσαν καὶ φεύγειν. διὸ καὶ ἐπίλυπον ἡ ἀνδρεία καὶ δικαίως ἐπαινεῖται. δικαίως ἐπαινεῖσθαί φησι τὴν ἀνδρείαν καὶ τῶν ἄλλων ἀρετῶν προκεκρίσθαι ἐνταῦθα διὰ τὸ πλείω τὰ λυπηρὰ τῶν ἡδέων ἔχειν. τὸ μὲν γὰρ τέλος οὗ χάριν πάντα πράσσει καὶ ὑπομένων ποιεῖ, ὅπερ ἐστὶν ἡδὺ τῷ ἀνδρείῳ, λυπηρὰ δὲ καὶ ἐπίπονα τὰ κύκλῳ, ἅ ἐστιν αἱ πράξεις καὶ τὰ παθήματα, δι’ ὧν τοῦ τέλους τυγχάνει. τραύματα γὰρ καὶ θάνατοι ὑφ’ ὧν ἐπισκοτεῖται καὶ ἐπικαλύπτεται τὸ ἐν <τῇ> ἀνδρεία ἡδύ, ὡς εἶναι τοῖς πολλοῖς γνώριμον, ὃ καὶ σημεῖον ἐναργέστατον τοῦ τὸ τέλος αὐτῷ ἡδὺ εἶναι. διὰ γὰρ τὴν ἔφεσιν ἐκείνου καὶ τούτων ἀνέχεται. οὐ γὰρ ἡ τούτων ὑπομονὴ ἡδὺ αὐτῷ, ἀλλ’ ὅτι αἰσχρὸν τὸ μὴ ὑπομένειν ὑφίσταται αὐτά. μνημονεύσας δὲ καὶ τῶν πυκτῶν, οἷς τὸ μὲν στεφανοῦσθαι καὶ τιμᾶσθαι τέλος καὶ ἡδύ, τὰ δὲ δι’ ὧν γίνονται ταῦτα ἀηδῆ τε καὶ ἐπίπονα (πληγαὶ γὰρ καὶ τραύ|ματα) τῷ πλείω ταῦτα καὶ μείζω <εἶναι> 47v τῆς ἀπὸ τῶν στεφάνων ἡδονῆς. μικρὸν γὰρ ὡς πρὸς τἀηδῆ τὸ δι’ αὐτῶν γινόμενον παραβαλλόμενον γίνεται, ὡς μηδὲν ἔχειν αὐτοὺς δοκεῖν ἡδύ. εἰπὼν δὲ ἄκοντι τῷ ἀνδρείῳ ἔσεσθαι τά τε τραύματα καὶ τὸν θάνατον, ὑπομένειν μὲν ταῦτα ἢ διότι καλὸν ἢ διότι αἰσχρὸν τὸ μή, φησὶ τοσούτῳ μᾶλλον αὐτὸν ἐπὶ τῷ θανάτῳ λυπηθήσεσθαι, ὅσῳ μᾶλλον εὐδαιμονέστερός ἐστι καὶ περιφανέστερος ἐν ἀρετῇ. ὡς γὰρ πολλῶν τε καὶ μεγάλων ἀγαθῶν αὐτός τε άποστερούμενος καὶ ἀποστερῶν τοὺς οἰκείους καὶ τὴν πατρίδα τῆς ἐκ τοῦ τοιούτου προστασίας, εἰκότως ἐπὶ τῷ θανάτῳ λυπηθήσεται. διὸ καὶ τὸν μηδενὸς χάριν καλοῦ γινόμενον θάνατον φυλάσσοιτο ἄν οἷον τὸν ἐν θαλάσσῃ ἐμπρησμῷ σεισμῷ ἢ τινὶ ἄλλῃ τοιαύτῃ περιστάσει. Οὐ δὴ δὲ ἐν ἀπάσαις ταῖς ἀρεταῖς τὸ ἡδέως ἐνεργεῖν ὑπάρχει. τοῦ ἔμπροσθεν εἰρημένου ἐπὶ τοῦ κατ’ ἀρετὴν ζῶντος τοῦ ἢ μὴ λυπουμένου γε, νῦν αἰτίαν ἀποδίδωσι καί φησι τὸ <οὐ δὴ ἐν πάσαις ταῖς ἀρεταῖς τὸ ἡδέως ἐνεργεῖν ὑπάρχει,> πλὴν ἐφ’ ὅσον τοῦ τέλους ἐφάπτονται. αἱ γὰρ κατὰ τὴν ἀνδρείαν ἐνέργειαι τοιαῦται, στρατιώτας δέ, φησίν, οὐδὲν ἴσως κωλύει μὴ τοὺς κρατίστους ἀνδρείους εἶναι ἀλλὰ τοὺς ἧττον μὲν ἀνδρείους, μηδὲν ἄλλο ἀγαθὸν ἔχοντας. διὸ ἀντιποιήσονται τοῦ βίου. οὗτοι γὰρ εὐώνως καὶ ἐπὶ μικροῖς λήμμασι κατα- φρονοῦσι τοῦ ζῆν· διὸ χρησιμώτεροι τοῖς προσδεομένοις οὐ περὶ πολλοῦ ποιούμενοι τὴν ἑαυτῶν σωτηρίαν. οἱ γὰρ ἀνδρεῖοι οὔτε ῥιψοκίνδυνοι οὔτε περὶ τῶν τυχόντων, ἀλλ’ εἰσὶ μεγλοκίνδυνοί τε καὶ ἐν οἷς κινδυνεύειν καλόν, ἐπὶ τούτοις θαρραλέοι. τὸ δὲ ἴσως πρόσκειται· εἴη γὰρ ἄν ποτε καὶ ὁ ἀνδρεῖος τοῖς στρατιώταις κατειλεγμένος. εἴη ἄν οὖν ἡ ἀνδρεία ἕξις ἐν μεσότητι τῇ περὶ φόβους καὶ θάρρη, ὑπομενετικοὺς παρεχομένη κινδύνων τε καὶ θανάτου ἕνεκα τοῦ καλοῦ. ἐν ἁπάσαις ταῖς ἀρεταῖς. ἐγώ φημι ἐν οὐδεμιᾷ. διὰ γὰρ τὸ τέλος ἐν πάσαις τὸ ἡδύ, ἐπεὶ τὰ πρὸς τὸ τέλος ἐπίπονα πάντα, εἴ γε καὶ διὰ τὴν λύπην τῶν καλῶν ἀπεχόμεθα. ἄλλο δ’ ἀγαθὸν μηδὲν ἔχοντας. διὰ γὰρ ἔνδειαν ἀγαθοῦ μὴ ἔχοντες οὗ ἀντιποιή- σονται, πρὸς μικρὰ κέρδη τὸν βίον, ἤτοι τὴν ζωήν, ἀλλάττονται, ὅτι οἱ στρατιῶται ῥιψοκίνδυνοι καὶ μικροκίνδυνοι μικρῶν χάριν κερδῶν καταλλάτ- τοντες ζωήν, οἱ δὲ ἀνδρεῖοι οὐ δρῶσιν ῥιψοκινδύνως οὐδὲ μικροκινδύνως ἀλλὰ μεγαλοκινδύνως· τοῦ καλοῦ γὰρ χάριν καὶ ὑπὲρ πατρίδος ἤ τινος τοιούτου αἱροῦνται τοὺς κινδύνους. Μετὰ δὲ ταῦτα περὶ σωφροσύνης. Εἰπὼν περὶ ἀνδρείας, μέτεισιν ἐπὶ τὸν περὶ σωφροσύνης λόγον, καὶ τοῦ περὶ πρώτου τούτου λέγειν ἀποδίδωσιν αἰτίαν. λέγει γὰρ ὅτι τῷ δοκεῖν τῶν ἀλόγων μερῶν εἶναι αὐτὰς ἀρετάς. τοῦτο δὲ λέγοι ἄν οὐχ ὡς μόνων τούτων τοῦ ἀλόγου τῆς ψυχῆς οὐσῶν ἀρετῶν (πᾶσαι γὰρ αἱ ἀρεταὶ τοιαῦται), ἀλλ’ ὡς τούτων μόνων δοκουσῶν τοῖς πρὸ αὐτοῦ. Πλάτων’ γοῦν τὴν μὲν τοῦ θυμικοῦ φησιν εἶναι, τὴν δὲ τοῦ ἐπιθυμητικοῦ. ὅτι γὰρ πρὸς τοῦτον εἶπε, δηλοῖ καὶ διὰ τοῦ προσθεῖναι τὸ τῶν ἀλόγων μερῶν. δοκεῖ γὰρ Πλάτων’ τὰς δυνάμεις ταύτας τῆς ψυχῆς καὶ τοῖς τόποις χωρίζειν. λέγοι δ’ ἄν περὶ τούτων ὅτι κυριώτεραι καὶ μεγάλ’ ἢν ἔχουσαι πρὸς τὸν βίον ῥοπήν, ἡ μὲν γὰρ εὔτολμον καὶ θαρραλέον πρὸς τὰ δεινὰ τὸ ἦθος τοῦ ἔχοντος παρεχομένη καὶ λύπαις καὶ φόβοις ἀδούλωτον, ἡ δὲ κόσμιόν τε καὶ ἀήττητον ὑφ’ ἡδονῶν. τὰ γὰρ πάθη ταῦτα, θυμός τε καὶ ἐπιθυμία παιδαγωγηθέντα μὲν εὐσταθείας τῆς κατὰ τὸν βίον αἴτια, ἀπαιδαγώγητα δὲ μείναντα διαταράττει καὶ θηριώδη ποιεῖ. διὸ καὶ εἰκότως τιμιώταται μὲν καὶ αἱρετώταται αἱ περὶ ταῦτα ἀρεταί, ἀτιμόταται δὲ καὶ φευκτόταται αἰ κακίαι. Περὶ ποίας οὖν τῶν ἡδονῶν. |Ὥσπερ ἐπὶ τῆς ἀνδρείας εἰπὼν αὐτὴν περὶ θάρρη καὶ φόβους εἶναι ἔδειξε περὶ ποῖα ταῦτα, οὕτω καὶ νῦν περὶ ἡδονὰς εἰπὼν τὴν σωφροσύνην καὶ λύπας εἶναι δείκνυσι περὶ ποίας ταύτας. ἔοικε δὲ περὶ ἀνδρείας καὶ σωφροσύνης πρῶτον διδάσκειν, ὅτι καὶ αὗται πρὸς τὸν βίον μεγάλην ἔχουσι ῥοπήν, ἡ μὲν τὸ εὔτολμον τῷ ἤθει πορίζουσα, ἡ δὲ τῶν ἡδονῶν τὸ ἀήττητον. διῃρήσθωσαν δὲ αἱ ψυχικαί. ψυχικαὶ ἡδοναί εἰσιν αἱ ἄνευ τοῦ σώματος, μηδὲν πάσχοντος <τούτου> ἢ διατιθεμένου <πως> οἷον φιλοτιμία καὶ τὰ ὅμοια. ἀλλὰ μᾶλλον τῆς διανοίας. τοῦτο εἴρηται ἀντὶ τοῦ τῆς ψυχῆς, ἢ πάθη κοινότερον καὶ τὰ νοήματα εἶπεν, ὡς ἀρχόμενος καὶ τοῦ Περὶ ἑρμηνείας “ἔστι μὲν οὖν τὰ ἐν τῇ φωνῇ τῶν ἐν τῇ ψυχῇ παθημάτων σύμβολα.’’ διαθέσεις γὰρ αἱ τῆς διανοίας ἐνέργειαι, ἀλλ’ οὐ κυρίως πάθη. ὅτι διὰ τούτων ἀνάμνησις γίνεται αὐτοῖς τῶν ἐπιθυμιῶν. ἀνάμνησις μὲν τοῖς ἀκολάστοις τῶν ἐπιθυμητῶν, ἀλλ’ οὐ προηγουμένως, κατὰ συμβεβηκὸς δέ. προηγουμένως γὰρ σπουδάζεται ὑπ’ αὐτῶν ἄλλα. ἀνάμνησις δὲ αὐτῶν τούτοις γίνεται διὰ τούτων· ἀφρο- δισίων μὲν διὰ τῶν ὀσμῶν, καὶ βρωμάτων δὲ διὰ τῶν αὐτῶν, ἢ καὶ διὰ βρωμάτων πάλιν ἀνάμνησις τῶν ἀφροδισίων· εἰς τοῦτο γὰρ ἡ τρυφὴ ἄγει. οἱ τοιοῦτοι δὲ οὐ διὰ τὰς τῶν ὀσφρήσεων ἡδονὰς ἐσπουδάκασι περὶ τὰ ὀσφραντά, ἀλλ’ ὅτι ὑπομιμνήσκει αὐτοὺς ταῦτα ἀφροδισίων καὶ βρωμάτων, περὶ ἅ ἐστιν αὐτοῖς προηγουμένως σπουδή. κατὰ συμβεβηκὸς οὖν ὡς ὀσφραντοῖς αὐτοῖς χαίρουσι· συμβέβηκε γὰρ τούτοις καὶ εὐώδεσιν εἶναι. τὰ μὲν οὖν μῦρα ὑπομιμνήσκει αὐτοὺς τῶν ἀφροδισίων, ἡ δὲ ἀπὸ τῶν ὄψων ὀσμὴ τῶν σπουδαζομένων βρωμάτων. ὅτι δὲ κατὰ συμβεβηκὸς γίνεταί τισιν ἡδονὴ δι’ ὀσφρήσεως δείκνυσι διὰ τοῦ καὶ τοὺς πεινῶντας χαίρειν ταῖς ἀπὸ τῶν βρωμάτων ὀσμαῖς. οὐ γὰρ καὶ κορεσθέντες χαίρουσι ταύταις. εἰπὼν δὲ ταῦτα ἐπιφέρει, ὅτι καὶ τὸ τούτοις χαίρειν ἀκολάστου. ἀναμιμνήσκουσι γὰρ αὐτοὺς αὗται τῆς περὶ τὰ ἀφροδίσια λαγνείας καὶ <τῆς περὶ τὰ βρώματα> λιχνείας. Περὶ τὰς τοιαύτας δὴ ἡδονὰς ἡ σωφροσύνη καὶ ἡ ἀκολασία ἐστίν. Πάνυ ἐναργῶς διέβαλε τούτοις τὰς τῶν ἀκολάστων ἡδονὰς ὡς ἀνδραποδώδεις καὶ θηριώδεις· κοιναὶ γὰρ αὐτοῖς αἱ σπουδαὶ πρὸς τὰ θηρία καὶ ἀνδράποδα· χαίρουσι γὰρ καὶ οὗτοι οἷς κἀκεῖνα. ἢ οὐχ οἵ γε ἀκόλαστοι. οἱ ἀκόλαστοι οὐχὶ τῇ κρίσει τῶν χυμῶν χαίρουσιν ἀλλὰ τῇ ἀπολαύσει. <τῇ γεύσει μὲν οὖν κρίνουσι τὸ γλυκύ τε καὶ μή, ὃ γίνεται τῇ γλώσσῃ. >ἡ γεῦσις δὲ δι’ ἁφῆς γίνεται. τὸ γὰρ ἐπὶ τὸ πολὺ γλυκέος ἐμφορεῖσθαι τῇ συνεχείᾳ τῆς ἁφῆς χαίροντός ἐστι, οὐ τῇ γεύσει καὶ τῇ κρίσει, τοῦτο δὲ τῷ ἐπὶ πολὺ ἅπτεσθαι καὶ ἐμφορεῖσθαι τοῦ ἡδέος γίνεται, καὶ ὅτι δι’ ἁφῆς ἡ διὰ τῶν βρωμάτων ἡδονὴ γίνεται, ὁ τὸν φάρυγγα εὐξάμενος εἰς γεράνου μῆκος ἐκταθῆναι πιστοῦται τοῦτο ὡς ἄν ἐπὶ πλεῖστον ἥδοιτο τῇ ἁφῇ. κοινοτάτη δὴ τῶν αἰσθήσεων, ἡ αἴσθησις δηλονότι, ἣ καὶ πρώτη τοῖς ζῴοις, ὡς ἐν τῷ Περὶ ψυχῆς δείκνυται. καὶ διὰ τοῦτο καὶ θηριῶδες ἡ ἀκολασία, ὡς περὶ ταύτας ὑπάρχουσα τὰς ἡδονάς, αἳ περὶ ἁφὴν καὶ γεῦσιν συνίστανται. τὰς κοινοτέρας ἡμῖν καὶ τοῖς ἀλόγοις ζῴοις. αἱ γὰρ ἀρεταὶ καὶ αἱ κακίαι οὐχ ᾗ ζῴοις ἡμῖν ἀλλ’ ᾗ ἀνθρώποις περιγίνονται, ὧν <καὶ> τὸ ἑκούσιον, οὗ μηδὲν τῶν λοιπῶν ζῴων. ἀλλὰ περί τινα μέρη, οἷον περὶ λαιμὸν μὲν ἡ τῶν βρωμάτων ἐν οἷς ἡ λιχνεία, <περὶ δὲ τὰ αἰδοῖα τὰ ἀφροδίσια, ἐν οἷς ἡ λαγνεία>. μέντοι τῇ I ἀποσιωπήσει εὐφυῶς παρέστησε τὸ αἰδοῖον. τῶν δ’ ἐπιθυμιῶν. Ἐπίκουρος καὶ οἱ ἀπ’ αὐτοῦ οὕτως διαιροῦσι· ‘τῶν ἐπιθυμιῶν τῶν ἡδονῶν] αἱ μέν τινες ἀναγκαῖαι, <αἳ δὲ φυσικαὶ μὲν οὐκ ἀναγκαῖαι δέ,> δὲ οὔτε ἀναγκαῖαι οὔτε φυσικαὶ ἀλλὰ κατὰ κοινὴν γινόμεναι δόξαν. ἡ μὲν οὖν τῆς τροφῆς ἐπιθυμία καὶ τῆς ἐσθῆτος ἀναγκαία, ἡ δὲ τῶν ἀφροδισίων φυσικὴ μὲν οὐκ ἀναγκαία δέ, ἡ δὲ τῶν τοιῶνδε σιτίων ἢ τοιᾶσδε ἐσθῆτος ἢ τοιῶνδε ἀφροδισίων οὔτε φυσικὴ οὔτε ἀναγκαία.’ Ἀριστοτέλης δὲ <πρὸ τούτων> ἄριστά τε καὶ φανερῶς φαίνεται χρώμενος, τὰς μὲν τῶν ἐπιθυμιῶν κοινὰς εἶναι φάσκων, τὰς δὲ ἰδίας, κοινὰς μὲν τὰς φυσικὰς λέγων, ἰδίας δὲ καὶ ἐπιθέτους τὰς ἐκ μοχθηρῶν ἠθῶν καὶ δόξης κενῆς ἐπιγινομένας, τάσσων τὰς φυσικὰς ὑπὸ τὰς κοινὰς καὶ τὰς ἀναγκαίας, <ὡς εἶναι τῶν φυσικῶν τὰς μὲν ἀναγκαίας>, τὰς δὲ φυσικὰς μὲν οὐκ ἀναγκαίας δέ. δὲ τὰς κοινὰς φυσικὰς λέγει καὶ τὰς ἀναγκαίας ὑποτάσσει ταῖς φυσικαῖς, δι’ ὧν ἐπήνεγκεν ἐδήλωσε λέγων οἷον ἡ μὲν τῆς τροφῆς φυσική· πᾶς γὰρ ἐπιθυμεῖ ἐνδεὴς ἢ ὑγρᾶς ἢ ζηρἀς· αὗται γάρ εἰσιν ἀναγκαῖαι· διότι δέ εἰσι φυσικαί τε καὶ κοιναὶ ἔδειξε. ποιησάμενος δὲ τὴν προειρη- μένην διαίρεσιν, ὀλίγην μέν φησιν εἶναι τὴν ἐν ταῖς φυσικαῖς ἡδοναῖς καὶ ἐπιθυμίαις ἁμαρτίαν καὶ ἐφ’ ἡμῖν γίνεσθαι. ἡ γὰρ ἐπὶ τὸ πλέον ἐν τούτοις ἐστὶ διαμαρτία, τὸ γὰρ ἐπὶ πλέον ἐμφορεῖσθαι τοῦ δέοντος τῆς τυχούσης τροφῆς ἢ ποτοῦ καὶ ἕως ἂν ὑπερπλησθῇ. ἡ γὰρ ἐπὶ τὸ ἔλασσον διαμαρτία ὑπὸ τῆς φυσικῆς ὀρέξεως ἐμποδίζεται καὶ ἐνδείας. ἡ γὰρ ἀναγκαία καὶ κατὰ φύσιν ἐπιθυμία ἀναπλήρωσίς ἐστι τῆς ἐνδείας, καὶ εἰσὶν οἱ κατὰ τὴν ἐν τούτοις ὑπερβολὴν ἁμαρτάνοντες οἱ λεγόμενοι γάστριδες, οἱ ὑπερπληροῦν ἑαυτοὺς ὀρεγόμενοι τῆς ὁποιασοῦν τροφῆς. τοιαῦτα δὲ καὶ τῶν ἀλόγων τὰ ἀδδηφάγα. διὸ καὶ τῶν ἀνθρώπων οἱ τοιοῦτοι ἀνοδραποδώδεις καὶ οἱ περὶ τὰ ἀφροδίσια ἐπτοημένοι λάγνοι. μᾶλλον γὰρ ἢ δεῖ χρῶνται. Περὶ δὲ τὰς ἰδίας τῶν ἡδονῶν. Ἡ πολλή φησι διαμαρτία περὶ τὰς ἐπιθυμίας τε καὶ ἡδονὰς γίνεται. τῶν γὰρ οἰκείως πρός τινα ἐχόντων καὶ ἀπὸ τῆς περὶ αὐτὰ ἀμέτρου σπουδῆς ἀπ’ ἐκείνων παρονομαζομένων· λέγονται γὰρ οἱ μὲν περὶ <τὰς> ὄρτυγας ἐσπουδακότες φιλόρτυγες, φίλιπποι δὲ οἱ περὶ <τοὺς> ἵππους <καὶ φίλοινοι οἱ περὶ τοὺς οἴνους> καὶ ἐφ’ ἑκάστου σπουδαίου ὁμοίως. τούτων δέ φησι τῶν παρονομαζομένων τούτοις περὶ ἃ ἀμέτρως σπουδάζουσιν ἀμαρταωόντων ἢ τῷ χαίρειν οἷς μὴ δεῖ. οἱ γὰρ τῇ τῶν μειρακίων χαίροντες συνουσίᾳ καὶ διὰ τοῦτο φιλόπαιδες καλούμενοι τῷ τὴν ἀρχὴν χαίρειν οἷς μὴ δεῖ ἁμαρτάνουσιν. ἐν τούτοις εἰσὶν οἱ ἀρρητοποιοί. μᾶλλον δὲ χαίροιεν ἂν ἢ ὡς οἱ πολλοί· καὶ κατὰ τοῦτο ἁμαρτάνοιεν οἱ φίλοινοι. κατὰ δὲ τὸ μὴ ὡς δεῖ ἡ διαμαρτία, εἴ τις τὰ <ἑαυτοῦ> τέκνα φιλῶν μηδὲν αὐτὰ συγχωρεῖ μανθάνειν φόβῳ τοῦ λυπῆσαι αὐτά. καὶ κατὰ τὸ μὴ ἇ δεῖ δὲ οἱ αὐτοὶ οὗτοι ἁμαρτάνοιεν ἄν. εἰπὼν δὲ περὶ τὰς ἰδίας τῶν ἡδονῶν ἁμαρτίας μάλιστα γίνεσθαι καὶ κατὰ πολλοὺς τρόπους ἄλλων κατ’ ἄλλα ἁμαρτανόντων, τοὺς ἀκολάστους φησὶ περὶ τὰς ἡδονὰς κατὰ πάντα ὑπερβάλλειν 48v τε καὶ ἁμαρτάνειν. χαίρουσί τε γάρ τισιν οἷς οὐδ’ ὅλως χαίροι τις ἂν κατὰ φύσιν ἔχων καὶ τῷ μᾶλλον ἢ δεῖ καὶ οὕτως ὡς οὐ δεῖ. μισητὰ γὰρ διὰ τὴν ἀμετρίαν καὶ διὰ τὸ μὴ ὅτε καὶ ὡς δεῖ χρῆσθαι αὐτοῖς καὶ ὅλως διὰ τὸ εἶναι φαῦλά τε καὶ αἰσχρά. Περὶ δὲ τὰς λύπας οὐχ ὥσπερ ἐπὶ τῆς ἀνδρείας τῷ ὑπομένειν λέγεται σώφρων. Οὐχ ὥσπερ ἐπὶ τῆς ἀνδρείας ὁ ἀνδρεῖος ἦν ἐν τῷ τὰ λυπηρὰ καὶ φοβερὰ καὶ ἐπίπονα ὑπομένειν τὰ ἔξωθεν προσπίπτοντα καὶ διὰ τοῦτο περὶ φόβους ἦν ἥ τε δειλία καὶ ἡ ἀνδρεία, οὐχ οὕτω καὶ ὁ ἀκόλαστος. ὁ γὰρ ἀκόλαστος ἔστι μὲν καὶ αὐτὸς περὶ λύπας, ὡσαύτως δὲ καὶ ὁ σώφρων ἀλλ’ οὐχ ὁμοίως |ἐκείνοις οὗτοι. οὐ γὰρ σώφρων λέγεται κατὰ τὸ ὑπομένειν τὰ λυπηρά, ὥσπερ ὁ ἀνδρεῖος ἐλέγετο ἐν τῇ τῶν φοβερῶν καὶ λυπηρῶν ὑπομονῇ, οὐδὲ ὁ ἀκόλαστος τῷ μὴ ὑπομένειν ὡς καὶ ὁ δειλός (τᾷ γὰρ μὴ ὑπομένειν τὰ προσπίπτοντα φοβερὰ ὁ δειλός), ἀλλ’ ὁ ἀκόλαστος λέγεται κατὰ τοῦτο εἶναι περὶ τὰ λυπηρά, καθ’ ὅσον λυπεῖται ἐπὶ τῷ μή γίνεσθαί τι αὐτῷ, διότι γὰρ οὐ τυγχάνει τῶν ἡδέων. καὶ ἔστιν αὐτῶν ἡ ἡδονὴ τῆς λύπης ποιητική. οὐ γὰρ τῷ παθεῖν τι ἐκκλίνει καὶ οὐχ ὑπο- μένει ὡς ὁ δειλός, ἀλλ’ ἐπὶ τῷ μὴ πάσχειν· ἄχθεται γάρ· ὁμοίως καὶ ὁ σώφρων οὐ τῷ φέρειν τὰ φοβερὰ ὡς ὁ ἀνδρεῖος. οὗτος γὰρ ἐπὶ τῇ πα- ρουσίᾳ τῶν λυπηρῶν οὐ λυπεῖται, ὁ δὲ σώφρων τῷ μὴ λυπεῖσθαι ἐπὶ τῇ ἀπουσίᾳ τῶν ἡδέων σώφρων. ἔστι δὴ ὁ μὲν δειλὸς ἐπὶ τῇ παρουσίᾳ τινῶν λυπούμενος, ἀνδρεῖος δὲ ὁ μὴ λυπούμενος ἐπὶ τῇ τῶν αὐτῶν τούτων παρουσίᾳ, ἀκόλαστος δὲ ὁ ἐπὶ ἀπουσίᾳ τινῶν λυπούμενος, σώφρων δὲ ὁ ἐπὶ τῇ τούτων ἀπουσίᾳ μὴ λυπούμενος. Ὥστε ἀντὶ τῶν ἄλλων ταῦθ’ αἱρεῖσθαι. Τῶν ἄλλων φησὶ τῶν περὶ ταῦτα. καὶ γὰρ οἰκείων καὶ τοῦ καὶ νόμων προτιμῶσι τὰς οἰκείας ἡδονάς. εἶπε δὲ τὸν ἀκόλαστον ὅτι καὶ ἀποτυγχάνων καὶ ἐπιθυμῶν λυπεῖται. ὅτι καὶ ὁ ἀκόλαστος περὶ λύπας ἐστὶ τῷ λυπεῖσθαι αὐτός. ἐπὶ τίσιν οὖν λυπεῖται; ἐπ’ ἀμφοτέροις φησί, καὶ ἐπὶ τῇ ἀποτυχίᾳ τῶν σπουδαζομένων ἡδονῶν καὶ ἐν αὐτῷ τῷ ἐπιθυμεῖν. διὸ καὶ ἀτόπῳ φησὶν ἐοικέναι τὸ πάθος αὐτοῦ τὸ δι’ ἡδονὴν λυπεῖσθαι. ἐν γὰρ τῷ ἐπιθυμεῖν τοῦ ἡδέος λυποῦνται. <διὰ δὲ τούτων ἅμα ἔδειξε τὸν βίον αὐτῶν λυπηρότατον, καίτοι δοκοῦντα περὶ ἡδονὰς εἶναι καὶ ἐν ἡδοναῖς. εἰ γὰρ ἐν τῷ ἐπιθυμεῖν λυποῦνται>, οὐδέποτε δὲ ὅτε οὐκ ἐπιθυμοῦσιν οἱ ἀκόλαστοι, ἀεὶ ἄν εἶεν ἐν λύπαις. ὥστε διὰ τὴν ἄπληστον περὶ ἡδονὰς σπουδὴν ἐν τῷ ἐναντίῳ τῆς ἡδονῆς πλεῖστα διατελοῦσιν ὄντες. εἰπὼν δὲ περὶ τῶν ἀκολάστων, οἳ καθ’ ὑπερβολὴν ἁμαρτάνουσι τῶν ἡδέων καὶ λυπηρῶν, ἐν οἷς μεσότης ἡ σωφροσύνη, ἐλλείποντας περὶ τὰς ἡδονὰς εἶναί φησι καὶ ἧττον ἢ δεῖ ἔχοντας μὴ πάνυ γίνεσθαι. οὐ γὰρ ἀνθρωπικὴ ἡ περὶ ταῦτα ἀναισθησία, ἀλλ’ οὐδὲ αἴσθησιν ἔχοντος τοῦτο, οἷον ἡ περὶ τὰς τροφὰς ἀναισθησία. εἶπε δὲ τοῦτο ἐν τῷ δευτέρῳ. καὶ ἧττον ἢ δεῖ χαίροντες. μᾶλλον γὰρ ἢ δεῖ χαίρουσιν αὐταῖς οἱ ἄνθρωποι, ἢ ἧττον κατάφοροί γέ εἰσιν ἐν τούτοις, μὴ ἐμποδίων τούτοις ὄντων, τῶν πρὸς ὑγίειαν καὶ εὐεξίαν δηλονότι, ἢ ὑπὲρ τὴν οὐσίαν τῶν χρημάτων φησίν. ὁ γὰρ οὕτως ἔχων μᾶλλον ἀγαπᾷ, ὡς αἱρεῖσθαι δηλονότι τινὰς ἡδονὰς παρὰ τὰ εἰρημένα μᾶλλον τῆς ἀξίας σπουδάζει περὶ τὰς ἡδονάς. ‘Eκουσίῳ δὲ μᾶλλον ἔοικεν ἡ ἀκολασία τῆς δειλίας. Συγκρίνει τήν τε δειλίαν καὶ τὴν ἀκολασίαν, καὶ δείκνυσι φευκτοτέραν τὴν ἀκολασίαν, <καὶ πρῶτον μὲν μᾶλλόν φησιν εἶναι καὶ ἑκούσιον τὴν ἀκολασίαν>, ἑξῆς δὲ ὅτι οὐχ ὁμοίως φευκτόν. εἰς τὰ καθ’ ἕκαστα γὰρ καὶ τὰς πράξεις ἀποβλέποντι τῆς τε δειλίας καὶ τῆς ἀκολασίας δόξει, φησίν, οὐχ ὁμοίως φευκτὸν ἡ δειλία τῇ ἀκολασίᾳ. ἡ μὲν γὰρ ἕξις αὐτὴ ἑκούσιον ἡ δειλία, τὰ δὲ καθ’ ἕκαστα, καθ’ ἃ αἱ ἐνέργειαι αὐτῆς, τὰ προσπίπτοντα τῷ δειλῷ φοβερὰ καὶ διὰ τοῦτο ἀκούσια. τοιαῦτα δέ ἐστιν ὡς ἔκστασιν ἐμποιεῖν καὶ βιάζεσθαι ῥίπτειν τὰ ὅπλα καὶ τἆλλα ἀσχημονεῖν. διὸ δοκεῖ βίᾳ <μᾶλλον> καὶ οὐχ ἑκὼν ποιεῖν ἃ ποιεῖ. ἐπὶ δὲ τοῦ ἀκολάστου ἀνάπαλίν φησιν εἶναι. τὰ μὲν καθ’ ἕκαστα καὶ αἱ πράξεις αὐταὶ ἑκούσιοι· ἡδεῖαι γὰρ ἐπιθυμοῦντι καὶ ὀρεγομένῳ, οὐχ ὡς τῷ δειλῷ ἀβούλητοι αἱ πράξεις, ἡ δὲ ἀκολασία αὐτὴ ἧττον ἑκούσιος τῶν κατ’ αὐτὴν πράξεων. διὸ καὶ αἱ πράξεις αὐτῇ μᾶλλον ἦσαν ἑκούσιοι. τὸ γὰρ ἐπιθυμεῖσθαι τοῦτο οὐκέτι ὑπάρχει τῇ ἀκολασίᾳ. οὐ γὰρ δὴ καὶ ἀκόλαστοι ἐπιθυμοῦμεν εἶναι, ἀλλ’ οὕτω γε οὐδὲ δειλὸς οὐδεὶς ἐπιθυμεῖ. ἢ πρὸς τὰ καθ’ ἕκαστα εἶπε τὴν ἕξιν αὐτὴν συγκρίνων, δείξας διὰ τί τὰ καθ’ ἕκαστα ἑκούσια. διότι γὰρ ἐπιθυμοῦντι καὶ ὀρεγομένῳ περιγίνεται, οὐκέτι φησὶ τὴν ἀκολασίαν ἑκούσιον εἶναι, ὡς τὰ καθ’ ἕκαστα. οὐ γὰρ καὶ τῆς ἀκολασίας ἐπιθυμήσει τις ὥσπερ τῶν καθ’ ἕκαστα. οὐδεὶς γὰρ ἀκόλαστος εἶναι ἐπιθυμεῖ, ἀλλὰ τῶν καθ’ ἕκαστα δι’ ὧν |ἀκόλαστοι γίνονται, ὥστε οὔτε τῇ δειλίᾳ ὑπάρχει τὸ λυπεῖσθαι, διὸ αἱ καθ’ ἕκαστα αὐτῆς πράξεις ἀκούσιοι δοκοῦσι. διὸ οὐχ ὁμοίως ἡ ἕξις ἀκούσιος οὔτε τῇ ἀκολασίᾳ αἴτιον τὸ ἐπιθυμεῖσθαι, δι’ ἣν ἐπιθυμούμεναι αἱ καθ’ ἕκαστα πράξεις αὐτῆς εἰσιν ἑκούσιοι. Διὸ καὶ ἐπονειδιστότερον. Ἐπονειδιστότερον ἀκολασία δειλίας. μᾶλλον γὰρ τὸ τοιοῦτον ἐφ’ ἡμῖν, ἢ καὶ τὸ ἡδὺ τοῦ ἐπιπόνου αἱρετὸν <καὶ> μᾶλλον ἑκούσιον. διὰ τὸ εἶναί τι τὴν ἡδονὴν φευκτὸν δὲ τὴν λύπην, ἣν τῷ ἀποστρέφεσθαι ὡς φθαρτικήν (φευκτὸν γάρ τι χρῆμα καὶ οὐχ αἱρετόν) φυλαττόμεθα, τὴν ἀκολασίαν τῆς δειλίας μᾶλλον ἑκούσιόν φαμεν. ἑκούσια μὲν γὰρ ἄμφω, ἑκούσιοι γὰρ αἱ κακίαι, ὡς δέδεικται πολλάκις, φανερώτερον δὲ ἡ ἀκολασία δι’ ὃ καὶ προστίθησιν, ἡ μὲν γὰρ ἀκολασία δι’ ἡδονήν ἐστιν, ἡ δὲ δειλία διὰ λύπην, ὧν ἡ μὲν ἡδονὴ αἱρετὸν ἡ δὲ λύπη φευκτόν. μᾶλλον δὲ ἑκούσιον ἡ λύπη τοῦ φευκτοῦ, ἐπεὶ ἡ μὲν λύπη ἐξίστησι καὶ φθείρει τὴν τοῦ ἔχοντος φύσιν, ἡ δὲ ἡδονὴ οὐ τοιοῦτον· διὸ εἴη ἄν μετὰ βίας. τοιοῦτος δὲ ὁ δειλός. οἷς δὲ μέμικται βία, ταῦτα οὐχ ὁμοίως ἑκούσια τοῖς ἀμιγέσιν. ἔτι εἰ ὁ ψόγος καὶ τὰ ὀνείδη ἐπὶ τοῖς ἑκουσίοις, τὸ ἐπονειδιστό- τερον μᾶλλον ἑκούσιον. ἐπονειδιστότερον δ’ ἀκολασία δειλίας, ἐλεοῦνται γοῦν πολλάκις οἱ δειλοὶ ἡ ὀνειδίζονται. ἔτι τὰ ἐφ’ ἡμῖν μᾶλλον ἑκούσια. περὶ ἃ δὲ ῥᾷόν ἐστιν ἐθισθῆναι, ταῦτα ἐφ’ ἡμῖν μᾶλλόν ἐστι. περὶ δὲ τὰς ἡδονὰς ἔστι μᾶλλον ἐθισθῆναι. πολλὰ γὰρ ἡδέα ἐν τῷ βίῳ καὶ συνέχειά ἐστιν αὐτῶν καὶ οὐδέποτε ἔστιν αὐτῶν ἀπορῆσαι, τὰ δὲ φοβερὰ οὐχ οὕτω πολλὰ καὶ συνεχῆ. ἔτι ῥᾷον ἐθισθῆναι περὶ ἃ οὐδεὶς κίνδυνος τῶν μετὰ κινδύνου γινομένων, ταῦτα δὲ μᾶλλον ἑκούσια. ἀκίνδυνα δὲ τὰ περὶ τὰ ἡδέα ἔθη, οὐκ ὄντων ἀκινδύνων τῶν ἐπὶ τοῖς φοβεροῖς. καὶ ἐπιθυμεῖ ὁ σώφρων ὧν δεῖ. οὐ γὰρ ἐκκόπτεται πάντῃ τὸ ἐπιθυμητικόν. τέτραπται δὲ οὗ δεῖ καὶ ὡς δεῖ καὶ ὅτε δεῖ· οὗ μὲν δεῖ, πρὸς τὸ καλόν, ὡς δεῖ δέ, ἐκ νομίμων γάμων παιδοποιεῖν, ὅτε δὲ δεῖ, τροφῆς, ὅτε πεῖνα ἐνοχλεῖ. ἡ δειλία ὁμοίως ἔχουσα τῇ ἀκολασίᾳ κατὰ τὸ ἕξις εἶναι καὶ ἑκούσιος, διαφέρει τοῖς καθ’ ἕκαστα, ὅτι τὰ μὲν καθ’ ἕκαστα τῆς ἡδονῆς "διὰ τὸ ἡδὺ καὶ αἱρετὰ καὶ ἑκούσια, τὰ δὲ τῆς δειλίας διὰ τὸ λυπηρὸν τῷ ἐπίπονα εἶναι οὔτε αἱρετὰ οὔτε ἑκούσια. ἀλλὰ καὶ μᾶλλον ἀκούσια, καὶ καὶ διὰ τοῦτο μᾶλλον τοῦ βία καὶ βίαιον. αἱρεῖται γάρ τις ἥδεσθαι ὀψοραγῶν καὶ ἀφροδισιάζων ἤπερ τραυματιζόμενος καὶ κινδυνεύων κατὰ ὦ πόλεμον καὶ πολεμίοις μαχόμενος. |