Ancient Greek · ~241 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ Δ ΤΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΝΙΚΟΜΑΧΕΙΩΝ ΗΘΙΚΩΝ.
Eustratius, In Aristotelis Ethica Nicomachea I Commentaria ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ Δ ΤΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΝΙΚΟΜΑΧΕΙΩΝ ΗΘΙΚΩΝ..1
Not analysed yet
Λέγομεν δ’ ἑξῆς περὶ ἐλευθεριότητος. Εἰπὼν περὶ τίνα ἡ ἐλευθεριότης, ἅμα καὶ μέθοδον ἡμῖν ὑπέγραψεν ᾗ δυνησόμεθα ἑκάστην ἀρετὴν γνωρίζειν περὶ τίνα ἐστὶ καὶ τίνων πράξεων ἢ παθῶν μεσότης. ἐπεὶ γὰρ πᾶσα ἀρετὴ ἕξις ἐπαινετή, ἐπαινετὸν καὶ ἀγαθὸν ἡ ἀρειή, περὶ ἃ ἐπαινεῖται ἡ κατ’ αὐτὴν ἐνέργεια. δῆλον γὰρ ὅτι περὶ ταῦτα ἔστιν. οὐ γὰρ δὴ περὶ ἄλλα μὲν ἡ κατ’ αὐτὴν ἐνέργεια, περὶ ἄλλα δὲ ὁ ἔπαινος αὐτῇ. ἐπὶ γὰρ ταῖς ἐνεργείαις ταῖς ἀπ’ αὐτῶν ὁ ἔπαινός ἐστιν. ἐπεὶ τοίνυν ἡ ἐλευθεριότης περὶ δόσιν ἐστὶ χρημάτων ἐπαινετὴ καὶ λῆψιν, δῆλον ὅτι καὶ ἡ ἕξις ἡ ἐλευθεριότης, ἀφ’ ἧς αἱ ἐπαινεταὶ ἐνέργειαι, περὶ δό. σιν καὶ λῆψίν ἐστι χρημάτων, μεσότης ἕξις οὖσα, οὐδ’ ἐν οἷς ὁ σώφρων, ἃ ἐν τῇ συμμετρίᾳ τῇ περὶ τὰς δι’ ἁφῆς ἡδονὰς ὁρίζεται. χρήματα δὲ λέγομεν. ὅτι χρήματα λέγεται πάντα ὅσων ἡ ἀξία νομίσματι μετρεῖται. χρῆμα γὰρ κυρίως τὸ νόμισμα, ὁμωνύμως δὲ καὶ πᾶν πρᾶγμα χρῆμα λέγεται, ἀφ’ οὗ φαμέν τινα, ὅτι χρῆμά τι ἔπραξεν ἤτοι πρᾶγμα, καὶ τοὺς διοικοῦντάς τι καὶ πράσσοντας χρηματίζειν φαμεν. Ὧν δέ ἐστι χρεία τις. Ὧν ἐστι χρεία εἴρηκεν ἀντὶ τοὐ ὧν ἐστι χρῆσις, ταῦτ’ ἐστὶν οἷς 3; χρώμεθα. ἐχρήσατο δὲ τῷ ῾δὲ᾿ ἀντὶ τοῦ γάρ’· τὸ γὰρ ἑξῆς ἐστιν ῾ὧν γάρ ἐστι χρεία᾿· καὶ ὧν μέν ἐστι χρεία, ἤιοι χρῆσις, τούτοις χρώμεθα οὐχ ἅμα πᾶσιν, ἀλλ’ ὧν ἐστι χρεία· ὧν δ’ οὐκ ἔστιν, οὐδὲ χρώμεθα. οὐ ταὐτὸν δὲ χρῆσις καὶ χρήσιμον· χρῆσις μὲν γάρ ἐστι, καθὸ χρώμεθά τισι, τὰ δὲ οἷς κατ’ ἐκεῖνο χρώμεθα, ταῦτά ἐστι χρήσιμα. αἱ μὲν γὰρ τέχναι καὶ ὅλως αἱ ἕξεις, ἐν αἷς καὶ ἀρετὴ καὶ κακία, αἱ χρώμεναι ἄλλοις εἰσί, τουτέστι καθ’ ἃς χρώμεθά τισι. κατὰ γὰρ τὴν τεκτονικὴν τοῖς ὑποκειμένοις τῆ τεκτονικῇ χρώμεθα, κατὰ δὲ τὴν μουσικὴν τοῖς τῇ μουσικῇ, ὁμοίως καθ’ ἑκάστην ἀρετὴν καὶ κακίαν, περὶ ἃ ἡ ἀρετὴ καὶ κακία, τοῖς μὲν καλῶς δηλονότι ὅσοις κατ’ ἀρετήν, τοῖς δὲ κακῶς ὅσοις κατὰ κακίαν. αὐτῶν δὲ τῶν ἕξεων οὐκ ἔστι χρῆσις, ὅθεν καὶ ἄτοποι οἳ διὰ τούτων κατασκευάζονται τὴν ἀρετὴν ἀγαθὸν καὶ τὴν κακίαν κακόν, πλοῦτον δὲ καὶ τὰ ὡς δυνάμεις λεγόμενα ἀγαθὰ μήτε ἀγαθὰ μήτε κακά, ὅτι τῇ μὲν ἀρετῇ οὐχ οἷόν τε χρήσασθαι κακῶς ὡς οὐδὲ τῇ κακίᾳ καλῶς, τούτοις δὲ καὶ εὖ καὶ κακῶς. ἐκείνων μὲν γὰρ οὐδ’ ἔστι χρῆσις, διὸ οὐδὲ καλῶς λέγοιτ’ ἄν τις αὐτοῖς χρῆσθαι. οὐ γὰρ τούτοις χρώμεθα, ἀλλὰ διὰ τούτων τοῖς ἄλλοις, τὰ δὲ οὕτως ἀγαθά ἐστι τὰ ἐν χρείᾳ ὄντα καὶ χρήσει. πάντα δὲ τὰ ὧν ὧ ἐστι χρῆσις τοιαῦτά ἐστιν, ὥστε δύνασθαί τινα καὶ εὖ αὐτοῖς καὶ κακῶς χρήσασθαι. <καὶ ὁ πλοῦτος δέ ἐστι τῶν χρησίμων, ὡς καὶ αὐτός φησιν, ὥστε διὰ τοῦτο ἔνεστι τῷ πλούτῳ καὶ εὖ καὶ κακῶς χρήσασθαι. <ἀλλ’ οὐδὲ συνάγουσιν ἐξ ὧν λαμβάνουσιν ὃ οἴονται. |συνάγεται γὰρ καὶ τὸ ἀγαθὰ καὶ κακὰ εἶναι οἷς ἔστιν εὖ καὶ κακῶς χρῆσθά, ἀλλ’ οὐκ οὔτε ἀγαθὰ οὔτε κακά. εἰ γὰρ οἷς εὖ χρώμεθα ἀγαθὰ καὶ οἷς κακῶς κακά, ἕποιτ’ ἄν καὶ οἷς ἀμφοτέρως ἀμφότερα. οὐ γὰρ τὸ λαμβανόμενόν ἐστιν, ὅτι οἷς εὖ χρώμεθα ταῦτα οὐκ ἔστι κακά, οὐδὲ οἷς κακῶς ἀγαθά. οὕτω γὰρ οὐκέτ’ ἄν τὴν ἀρετὴν ἀγαθὸν ἀλλ’ οὐ κακὸν δεικνύοι, καὶ τὴν κακίαν οὐ κακὸν ἀλλ’ οὐκ ἀγαθόν. ἀλλὰ καὶ ἄτοπον τὸ τοῖς χρωμένοις συμμεταπίπτειν τὰ οἷς χρῶνται. οὕτω γὰρ ἂν καὶ τὰ ὄργανα λέγοιεν συμμεταπίπτειν. ἔτι εἰ λέγοι ἄν τις, εἰ ᾧ τις κακῶς χρήσεται, τοῦτο ἢ κακόν ἐστιν ἢ οὔτε ἀγαθὸν οὔτε κακόν, καὶ Σωκράτης ἐπεὶ κακῶς αὐτῷ Ἀθηναῖοι ἐχρήσαντο, ἢ κακὸς ἦν ἢ οὔτε κακὸς οὔτε ἀγαθός· ὁμοίως Ἀνάξαρχος· ἐχρήσατο γὰρ αὐτῷ κακῶς Νικοκρέων ὁ τύραννος· ὁμοίως καὶ Ζήνων. ἑκάστῳ δ’ ἄριστα χρῆται. διὰ τούτων σαφῶς δηλοῖ, ὅτι αὐταῖς ταῖς ἀρεταῖς οὕτω χρώμεθα. ἐπεὶ οὕτως ἄν εἴη καὶ τῆς ἀρετῆς ἀρετή, καθ’ ἣν πάλιν τῖς ἀρεταῖς εὖ χρώμεθα, καὶ τοῦτο ἐπ’ ἄπειρον. ὁ ἔχων τὴν περὶ ἕκαστον ἀρετήν. οἱ γὰρ τὴν ἑκάστου τῶν χρησίμων χρηστικὴν ἀρετὴν ἔχοντες, οὗτοί εἰσιν οἱ καλῶς αὐτῇ χρώμενοι. οὕτω καὶ τεχνίτης, καὶ ὁ τὴν ἀρετὴν δὴ ἔχων ὁ σπουδαῖος ὡσαύτως. ἢ τὸ εὗ πάσχειν. τοῦτο ἐκ τοῦ λαμβάνειν ὅθεν δεῖ γίνεται ἢ τὰ αἰσχρὰ μὴ πράττειν, ὃ ἐν τῷ μὴ λαμβάνειν ὅθεν οὐ δεῖ κρίνεται. καὶ ἡ χάρις τῷ διδόντι· ὅ ἐστι σύμβολον τοῦ εὖ πάσχειν, δι’ οὗ πιστοῦται τὸ ἐν δόσει ἢ λήψει τὴν ἐλευθερίοτηια εἶναι. καὶ ῥᾶ ὂν δὲ τὸ μὴ λαμβάνειν τοῦ δοῦναι. καὶ διὰ τοῦτο δείκνυσι τὸ προκείμενον οὕτως ἔχον. εἰ ἡ ἀρετὴ γὰρ τὸ χαλεπώτατον (διὰ τοῦτο γὰρ καὶ ἡ ἀνδρεία μάλιστά ἐστιν ἀρετή), χαλεπώτερον δὲ καὶ δυσχερέστερον τὰ οἰκεῖα προΐεσθαι τοῦ μὴ λαμβάνειν τὰ ἀλλότρια, περὶ τὴν δόσιν ἄν μᾶλλον ἡ ἐλευθερίοτης εἴη. ἁλλ᾿ οὐχ ἧττον εἰς δικαιοσύνην· ἀντὶ τοῦ μᾶλλον, οὐ πάνυ δὲ οὐδ’ οὗτοι εἰς δικαιοσύνην. εἰσὶ γὰρ οἳ γλισχρότητος χάριν τοῦτο ποιοῦσι, μήτε λαμβάνειν θέλοντες μήτε διδόναι, καὶ διὰ τοῦτο μὴ λαμβάνοντες ἵνα μηδὲ δῶσιν, ὃ καὶ Πλάτων’ φησὶν ἐν Πολιτείαις, ὅτι οἱ ἄνθρωποι τοὺς περὶ δικαιοσύνης ἔθεντο νόμους οὐ τοῦ μὴ ἀδικεῖν χάριν, ἀλλὰ τοῦ μὴ ἀδικεῖσθαι φόβῳ. οἱ δὲ λαμβάνοντες οὐδὲ ἐπαινοῦνται πάνυ. οἱ λαμβάνοντες, φησίν, οὐ πάνυ ὑγιῶς ἐπαινοῦνται. οὐδὲν γὰρ ἄξιον ἀρετῆς ποιοῦσι, τοῦ λαμβάνειν ἐν τῷ εὐεργετεῖσθαι, ἀλλ’ οὐκ ἐν τῷ εὐεργετεῖν κειμένου. ὥστε μᾶλλον ἐλευθριότητος τὸ διδόναι σημεῖον, ἀλλ’ οὐ τὸ λαμβάνειν κἄν ὅθεν δεῖ. Φιλοῦνται δὲ σχεδὸν μάλιστα οἱ ἐλευθέριοι. Τὸ σχεδὸν πρόσκειται· οὐ γὰρ τοῦ ἀνδρείου, ὠφελιμώτερος γὰρ οὗτος, ἅτε πατρίδα ῥυόμενος καὶ τὴν ἄλλην περιουσίαν ᾗ καὶ ὁ ἐλευθέριος χρήσεται κατὰ τὴν αὐτοῦ ἀρετὴν καὶ ὁ μεγαλοπρεπής. αἱ δὲ κατ’ ἀρετὴν πράξεις καλαί. τὰς κατ’ ἀρετὴν πράξεις φησὶ καλὰς εἶναι καὶ τοῦ καλοῦ ἕνεκα. τοῦτο δέ ἐστιν ἐν τῷ ὡς δεῖ καὶ ὅσα δεῖ καὶ οἷς δεῖ καὶ ὅτε δεῖ· οὐ γὰρ φορτικῶς δώσει οὐδὲ κηρύττων οὐδὲ ἐπὶ μαρτύρων. καὶ ταῦτα δὲ τοῦ καλοῦ ἕνεκα· ἐνδέχεται γὰρ καὶ οἷς <δεῖ> διδόντα μὴ τοῦ καλοῦ διδόναι ἀλλὰ δόξης ἢ τιμῆς ἢ θήρᾳ μείζονός τινος κέρδους ἢ διὰ φόβον, δι’ ἃ οὐκ ἐλευθέριος οὕτω διδούς, ἀλλὰ καὶ ἡδέως, φησί, ἢ ἀλύπως δώσει. τοῦτο δέ φησιν, ἐπεὶ τὸ κατ’ ἀρετὴν ἅπαν ἡδὺ ἢ ἄλυπον ἐνεργούμενον. ὁ γὰρ λυπηρῶς διδοὺς οὐκ ἐλευθέριος. μᾶλλον γὰρ αἱρεῖται λυπούμενος τὰ χρήματα τῆς ἐλευθεριότητος. εἴρηκε δὲ τὸ ἀλύπως καὶ διὰ τὴν ἀνδρείαν. ὡς γὰρ καὶ ἀνωτέρω ἐπεσημαινόμεθα ἐν τῷ κατ’ αὐτὴν λόγῳ, οὐ πᾶσαι αἱ κατ’ αὐτὴν <ἐνέγειαι> τοῦτο ἡδέως δέχονται. οὐδὲ πᾶσα πάλιν δόσις κατὰ τὸ ἡδὺ ἐνεργουμένη ἐλευθέριος. οὐδὲ γὰρ οἷς μὴ δεῖ διδούς τις ἐλευθέριος, ἐπεὶ οἱ ἀκόλαστοι καὶ οἱ ἄσωτοι ἡδέως διδόντες, ἐπεὶ μὴ οἷς δεῖ διδόασιν, οὐκ ἐλευθέριοι· <οὐ οὐδὲ ὅθεν μὴ δεῖ λήψεται, καταφρονητικὸς γὰρ χρημάτων ὁ ἐλευθέριος· οὐ γάρ ἐστι τοῦ εὖ ποιοῦντος. ὅτι καὶ τὸ θεῖον εὐεργετικὸν οὐκ εὐεργετουμενον. Τὸ γὰρ ἐπιβλέπειν ἐφ’ ἑαυτὸν ἐλευθερίου. |Οὐ γάρ ἐστιν ἐλευθερίου τὸ τὴν οἰκείαν χρείαν τῆς τοῦ δεομένου προτιμοτέραν ἄγειν ἀνάγκης. κατὰ τὴν οὐσίαν δ’ ἡ ἐλευθεριότης λέγεται. οὐ γὰρ ἐν τῷ πολλὰ διδόναι ὁ ἐλευθέριος ἀλλ’ ὁ †ἐν τῇ διοικείᾳ τῆς χρείας τῶν χορηγουμένων τὴν δόσιν καὶ τῶν εὐεργετουμένων ποιούμενος. κατὰ γὰρ τὴν δύναμιν τῆς οὐσίας ἡ ἐλευθεριότης ὁρίζεται. ἐπεὶ δώσει γε καὶ ὀλίγα ἔσθ’ ὅτε, τῇ χρείᾳ μετρῶν τοῦ λαμβάνοντος τὴν δόσιν. οὐ γὰρ καὶ παραδώσει· προαναλίσκοντος γὰρ τοῦτο ἐν τῷ ὅσον οὐ δεῖ καὶ ἐξαπο- ροῦντος τὴν πρὸς ἑτέρους χρείαν. ἢ καὶ δώσει ὀλίγα ἐξ ὀλίγων καὶ οὐ δήπου διὰ τοῦτο οὐκ ἐλευθέριος, ὥσπερ οὐδὲ ὁ ἐκ πολλῶν πολλὰ διδούς. διὸ καὶ ἐγκαλεῖται τῇ τύχῃ· ἐν καιροῖς ἐπεσημήνατο, ὅτι ἐγκαλοῦσιν οἱ ἄλλοι τῇ τύχῃ ὡς ἀδίκῳ, ἅμα μὲν δεικνὺς ὅτι μὴ πλουτοῦσιν οἱ ἐλευ- θέριοι, εἴ γε δι’ αὐτοὺς καὶ ἡ τύχη ἐπικαλεῖται, ἅμα δὲ καὶ ἐπιλυόμενος, ὅτι μηδὲ ἡ τύχη μηδὲ τὸ θεῖον τούτου αἴτιον, ἀλλ’ ἔστι γινόμενον τύχῃ καὶ ἐπιμελείᾳ. οὐ γὰρ ῥᾴδιον ἔχειν μὴ ἐπιμελούμενον ὅπως ἔχει. οὐδὲ γὰρ ὑγείαν ἔχειν ῥᾴδιον, μὴ ἐπιμελούμενον ὅπως ἔχει, οὔτε ἰσχὺν ἀμε- λοῦντα ταύτης, οὔτε ἄλλο τι ἀγαθόν. Συμβαίνει δὲ οὐκ ἀλόγως τοῦτο. Τὸ μὴ πλουτεῖν δηλονότι. ῥᾴδιον προετικῷ ὄντι ὡς δι’ ἀπορίαν ἐπικαλεῖσθαι τὴν τύχην· διὰ γὰρ τούτου ἔδειξεν ὡς οὐκ ἀλόγως ἐπικαλοῦσι τύχῃ. καλῶς δὲ ἄλογον τὸ τοιοῦτον· οὐ γὰρ μισθὸν δεῖ περιβλέπειν ὑπὲρ τῆς ἀρετῆς καὶ τὴν τύχην ἀπαιτεῖν, ὡς οὐδὲ ὑπὲρ τῶν ἄλλων ἀγαθῶν, οἷον τοῦ ὑγιαίνειν τὸν ὑγιαίνοντα ὅτι ὑγιαίνει ἀρκεῖ γὰρ αὐτῷ τὸ τοιοῦτον ἀγαθόν) οὐ μισθὸν ἀπαιτεῖν ὃν ἔχει ἐν ἑαυτῷ, οὐκ ἔξωθέν τινα οὐδὲ ἐπεισοδιώδη, τουτέστι τὸ ὑγιαίνειν, καὶ προείληφεν αὐτὸν ἐν ἑαυτῷ. Ἕπεται γὰρ τῇ ἐπιεικεῖ δόσει ἡ τοιαύτη λῆψις. Συνᾴδει γὰρ τῇ τοιαύτῃ δόσει ἡ ὁμοία λῆψις, ὡς τῇ ἀτόπῳ δόσει ἡ ἄτοπος λῆψις, ὡς ἐπὶ τῶν ἀσώτων, οἷον ἵνα διδόναι ἔχωσι, καὶ λῃστήρια συνιστῶσι καὶ πάσης ἄλλης ἰδέας καλοῦ οὐκ ἀπέχονται. οὐ μέντοι τῇ ἀτόπῳ λήψει ἕψεται ἡ ἐπιεικὴς δόσις (πῶς γὰρ ὁ κακῶς κτησάμενος καὶ περὶ πολλοῦ τοῦτο ποιησάμενος καλῶς καὶ ἐλευθερίως ἀναλώσει;) ,ὡς οὐδὲ τῇ φορτικῇ δόσει ἡ δέουσα λῆψις. ἐκ τῶν δέοντων γὰρ συνάγειν ἐθέλοντι τῷ ἀσώτῳ εἰς στενὸν κομιδῇ καὶ ἄπορον καταστήσεται αὐτῷ τὰ τῆς ἀσω- τίας. αἱ μὲν οὖν ἑπόμεναι γίνονται ἅμα ἐν τῷ αὐτῷ, οὐ γὰρ ἐναντίαι, ἡ ἐπιεικὴς δόσις καὶ λῆψις δηλονότι, ἡ δὲ ἐναντία, ἤτοι δόσις ἢ λῆψις, οὐχ ἕπονται. τῆ γὰρ κακῇ δόσει πῶς ἕπεται καλὴ λῆψις; οὐδ’ ἔμπαλιν. ἐὰν δὲ παρὰ τὸ δέον καὶ τὸ καλῶς ἔχον συμβαίνῃ αὐτῷ, οἷον εἰ θεωρίας ἀναγκάζοιτο [ὁ] ὑπὲρ πατρίδος ἢ μονομαχίας συνιστᾶν ἢ διανομὰς ἢ εἴς τινας ἄλλας οἰκείας πράξεις ἀναλίσκων τὰ ἑαυτοῦ, λυπήσεται μετρίως καὶ ὡς δεῖ. εῖ. οὐ γὰρ πᾶσα λύπη οὐδὲ πᾶν πάθος παρὰ τὸν ὀρθὸν λόγον, ὡς οἴονταί τινες, ἀλλ’ ἔστι λυπηθῆναι καὶ ὡς δεῖ, τουτέστιν εὐλόγως. οὐδὲν δὲ εὐλόγως γινόμενον ἡμαρτημένον. τοιαύτη ἐστὶν ἡ λύπη, ἣν οἱ ἀπὸ τῆς Στοᾶς ἀντὶ λύπης συστολὴν καλοῦσι. τῷ Σιμωνίδῃ δὲ μὴ ἀρεσκόμενος· τὸν μελοποιὸν φάσκων. ὡς φιλαργύρου γὰρ αὐτοῦ μέμνηνται ἄυλοι τε καὶ Θεόφραστος ἐν τοῖς Περὶ ἠθῶν |καὶ ἐν τοῖς Περὶ πλούτου. τῆς ἀρετῆς δὲ τὸ ἥδεσθαι καὶ λυπεῖσθαι ἐφ’ οἷς δεῖ καὶ ὡς δεῖ· ἐφ’ οἷς, ἐπὶ τοῖς μὴ κατ’ ἀξίαν, ὡς δεῖ, μετρίως. εἰ γὰρ μήτε ἥδοιτ’ ὅλως μήτε λυποῖτο, ἀδιαφόρως ἂν ἔχοι πρὸς πάντα· οὕτω δὲ καὶ πρὸς τὰς κατ’ ἀρετὴν ἐνεργείας. τοιοῦτος δὲ ὢν οὐδ’ ἄν σπουδαῖος εἴη. τὰ γὰρ πάθη συνεξορμᾶν ἐπὶ τὰς πράξεις πέφυκεν· οὐ γὰρ ἱκανὸς ὁ λόγος καὶ ἡ κρισις· οἱ γὰρ γέροντες κατὰ τοῦτο τῶν νέων ἀπρακτότεροι. ετι αι αρεται ἕξεις εἰσὶ προαιρετικαί, ἡ δὲ προαίρεσις ὄρεξις βουλευτική, ἡ δ’ ὄρεξις πάθος. οὐκ ἄν οὗν εἴη κατ’ ἀρετὴν ἐνεργῆσαι χωρὶς πάθους. Καὶ τὴν δαπάνην γὰρ εἰς τὴν δόσιν τίθεμεν. Τοῦτο εἶπεν, ἐπεὶ τὸν ἄσωτον οἶδεν οὐ τοσοῦτον εἰς τὴν δόσιν ἀνα- λίσκοντα ὅσον εἰς τὰς μὴ προσηκούσας δαπάνας. πλὴν ἐπὶ μικροῖς. οὗτοι ἐπονείδιστοί εἰσιν, οἷον καὶ οἱ μικροκλέπται λεγόμενοι· οἱ γὰρ ἐν τῷ μεγάλα λαμβάνειν ὑπερβάλλοντες οἷοι οἱ τύραννοι ἄπληστοι καὶ πλεονέκται καὶ ἄδικοι καὶ ἀσεβεῖς, οὐκ ἀνελεύθεροι καλοῦνται. εἰπὼν δὲ τὸν ἄσωτον ὑπερβάλλειν ἐν τῷ διδόναι καὶ μὴ λαμβάνειν καὶ διὰ τοῦτο ἐλλείπειν ἐν τῷ διδόναι, φησὶ μὴ πάνυ ταῦτα γίνεσθαι <ἅμα> ἀμφότερα, τό τε διδόναι καὶ τὸ μὴ λαμβάνειν. τὸν γὰρ οὕτως ἔχοντα ταχέως ἐπιλείπειν τὴν κτῆσιν, ὥστε καὶ ἡ κατὰ τὸ διδόναι ὑπερβολή. προσέθηκε τὸ τοὺς διδόντας ἰδιώτας. οὐ γὰρ τοὺς τυράννους <καὶ> τοὺς δυνάστας λείπει ταχέως ἡ κτῆσις. οὐ γὰρ ἐλέγοντο οὗτοι ἄσωτοι, τῷ ἀσώτους μὲν εἶναι τοὺς ὑπὲρ τὴν οὐσίαν ἀναλίσκοντας, ἐκείνων δὲ διὰ τὸ πλῆθος τῶν χρημάτων καὶ προσόδων μὴ ὑπερβάλλειν τὰς δόσεις τὴν οὐσίαν τε καὶ κτῆσιν. καὶ τοῦτο δὲ εἰπὼν τὸ μὴ πάνυ συνδυάζεσθαι τὰ τῆς ἀσωτίας, τὸ ἅμα μὲν ὑπερβάλλειν ἐν τῇ δόσει, ἅμα δὲ ἐλλείπειν ἐν τῇ λήψει, φησίν. ὅτι ἄμφω ταῦτα ἔχων καὶ οὕτως ἄσωτος οὐκ ἀφυὴς οὐδ’ ἀνίατος ἀλλὰ μακρῷ ἀμείνων τοῦ ἀνελευθέρου καὶ δι’ ἃ προστίθησι, τῷ τε περὶ νέους γίνεσθαι τὴν τοιαύτην κακίαν μᾶλλον, τοὺς δὲ προκόπτοντας κατὰ τὴν ἡλικίαν ἐπιμελεστέρους γίνεσθαι καὶ προσεκτικωτέρους καὶ προσέτι τὴν ἀπορίαν ταχύ πὼς οὕτως ἔχουσι προίστασθαι, δι’ ὧν ἀμφοτέρων ἡλικίας καὶ ἀπορίας σωφρονεῖν ἀναγκασθῆναι <καὶ κατάγνωσιν τούτων σχεῖν πρὸς τὸ ἄμεινον μετατεθῆναι. >ἔχει γὰρ τὰ τοῦ ἐλευθερίου τὸ καὶ μὴ λαμβάνειν. οὐ γὰρ προηγουμένως λήψεται ὁ ἐλευθέριος, ἀλλ’ ἀναγκαίως, ὡς εἴρηται, ὡς ἂν ἔχοι διδόναι. καὶ <οὐ> λήψεται ὅθεν οὐ ἐπεὶ καὶ τῷ ἐλευθερίῳ οὐ προηγούμενον τὸ λαμβάνειν ἀλλ’ ἀναγκαῖον. ἦν γὰρ περὶ δόσιν μᾶλλον ἡ ἐλευθεριότης. διὸ καὶ ἐλλείπει κατὰ τὴν λῆψιν, καὶ οὐχ ἡδέως λαμβάνει· καίτοι αἱ κατ’ ἀρετὴν ἐνέργειαι ἡδεῖαι. διὰ τοῦτο δὲ ὁ ἄσωτος οὐδὲ φαῦλος δοκεῖ τὸ ἦθος οὐδὲ ἀγεννής, ὡς ἔχων ἐν τῆ· διανοίᾳ μεγαλεῖόν τι καὶ οὐκ εὐτελὴς ὤν, ἠλίθιος δὲ μᾶλλον, οἷον ἀμαθὴς καὶ ἀνόητος, ὃς εἰ παιδευθείη καλὸς ἄν εἴη. Διά τε τὰ εἰρημένα. Τὸ διδόναι φησὶ καὶ μὴ λαμβάνειν. ὁ γὰρ ἀνελεύθερος καὶ λαμβάνει ὅθεν οὐ δεῖ καὶ οὐδενὶ δίδωσιν ἀλλ’ οὐδὲ ἑαυτῷ, ὡς ζωμῷ τὸ λεγόμενον ζῆν προαιρούμενος. εὐχερῶς γὰρ ἀναλίσκοντες. ἄσωτος μὲν κυρίως, ὡς καὶ ἀρχόμενος εἶπεν, ὁ τῆς οὐσίας ἑαυτοῦ δαπανητικός· τούτῳ δὲ ἐνίοτε συνδυάζεται I καὶ ὁ ἀκόλαστος· καὶ ἐν τῇ συνηθείᾳ τοιοῦτον ἀκούουσι τὸν ἄσωτον τὸν εἰς αἰσχρὰ καὶ ἀφροδίσια ἀναλίσκοντα· οὐ μὴν ὁ κατ’ ἀλήθειαν ἄσωτος τοιοῦτος, ἀλλ’ ὁ ἀναλίσκων ἀδεῶς οἷς δεῖ καὶ μὴ δεῖ καὶ πάντοθεν λαμ- βάνειν προῃρημένος. εἶναι δέ τινά φησιν ἄσωτον εὐίατον, τυχόντα ἐπιμεδιδόντας λείας· ἀλλ’ ὁ μὲν διδόναι προῃρημένος, λαμβάνειν δὲ μή, οὗτος <ὁ> ἄσωτός ἐστιν εὐίατος. ὁ γὰρ διδοὺς καὶ λαμβάνων ἀδιακρίτως καὶ κατὰ μὲν τὸ διδόναι ἄσωτος, κατὰ δὲ τὸ λαμβάνειν ἀνελεύθερος (ἐπεὶ καὶ τοῦτο καθ’ ἓν μέρος τοῦ ἀνελευθέρου πρᾶξις), οὗτος δυσίατος ἢ καὶ ἀνίατος ὡς ὁ κυρίως ἄσωτος, ὃς καὶ δίδωσιν ἀνυποστόλως καὶ λαμβάνει καὶ συνδυάζεται τῶ ἀκολάστῳ. τῶν δὲ ἀκολάστων ὁ μὲν περὶ τὰ ἀφροδίσια ἁμαρτάνων τῷ μᾶλλον ἢ δεῖ λάγνος καλεῖται, ὁ δὲ περὶ οἶνον οἰνόφλυξ, ὁ δὲ περὶ βρώσεις ποικίλος, ὁ μὲν οὐ περιμένων τοὺς προσήκοντας καιροὺς τῆς τροφῆς, ὀξυπείνγης τις λεγόμενος, ὀψοφάγος ἄγος δὲ ὁ πλείονι τῷ ὄψῳ χρώμενος, λιμβὸς δὲ ὁ περίεργος καὶ ποικίλος ἐν τῇ παρασκευῇ τῆς τροφῆς, τένθης δὲ ὁ λίχνος καὶ τὸ ἀπὸ παντὸς ἥδιστον θηρώμενος μεταφέρων αὐτὸ ἄλλοτ’ ἐπ’ ἄλλα, γάστρις δὲ ὁ πολλὰ καὶ πολυτελῆ ζητῶν, λαίμαργος ὁ ἐν τῷ ἐσθίειν ἐπιφαίνων μαργότητά τινα καὶ σπουδὴν καὶ ταχυτῆτα. ᾿Η δ’ ἀνελευθερία ἀνίατός τίς ἐστι. Εἰπὼν ἀνίατον εἶναι ἤτοι δυσίατον τὴν ἀνελευθερίαν, αἰτίαν προστίθησιν, ὡς ἐν γήρᾳ μάλιστα γίνεται καὶ ὑπὸ τῆς ἡλικίας συναύξεται. ὡς γὰρ οἱ ἄσωτοι ὑπὸ τῆς ἡλικίας βοηθούμενοι λέγονται εὐίατοι τὸ γὰρ γῆρας περιεκτικωτέρους [εὐίατους] αὐτοὺς ἐποίει), οὕτως οἱ ἀνελεύθεροι διὰ φυσικὴν τοῦ γήρως πρὸς αὐτὴν ἐπιτηδειότητα ἀνίατοι. ἐπιγίνεται γὰρ μᾶλλον ὑπὸ τῆς ἡλικίας τοῦτο τὸ πάθος. τοῦ δὲ ἐν γήρᾳ ἐπιτείνεσθαι μᾶλλον τὴν κακίαν ταύτην δεικτικὸν παρέθετο τὸ πᾶσαν ἀδυναμίαν καὶ ἀσθένειαν ἀνελευθέρους ποιεὶν, ἀντιποιουμένου τῶν χρημάτων ὡς μάλιστα αὐτῶν δεομένους (τὸ δὲ γῆρας ἀσθένειά τίς ἐστι καὶ ἀδυναμία ἄλλη), καὶ διὰ τοῦτο συμφυέστερον τοῦτο τὸ πάθος εἶναι τοῖς ἀνθρώποις διὸ καὶ δυσιατότερον. <τὸ γὰρ φύσει ὑπάρχοντά τισι δυσιατότερα. >φειδωλοὶ λέγονται οἱ ἐπὶ τῷ φυλάττειν ὑπερβάλλοντες, κίμβικες <καὶ> κυμινοπρίσται καὶ γνιφωνες καὶ σκνιποὶ οἱ μικρὰ προιεμενοι καὶ διδόντες, οἱ δὲ μόγις. γλίσχροι, οἱ δὲ καὶ μετὰ διατάσεως καὶ ὀργῆς διδόντες μικρολόγοι. Καὶ τὰ μικρὰ ἐπὶ πολλῷ. Οὐ γὰρ ἁπλῶς δηλονότι ἀλλ’ ἐπὶ μεγάλοις τόκοις δανείζοντες. καὶ οἱ μὲν κινδύνους τοὺς μεγίστους. ὗς. οἱ λωποδύται καὶ λῃσταί, οἷς καὶ ὁ ἱερόσυλος συναρίθμιος. πάντες γὰρ οὗτοι μικροῦ λήμματος εἰς αὐτὸ τὸ ζῆν κινδυνεύουσιν. οἱ μέντοι κυβευταὶ ἀπὸ τῶν φίλων κερδαίνουσιν, οἷς μᾶλλον παρέχειν καὶ εὐεργετεῖν αὐτοὺς δίκαιον. Ἤ κατὰ τὴν λεχθεῖσαν ἀσωτίαν. |Τὸ γὰρ οἰκειότερον καὶ δυσαποτριπτότερον κακὸν ὡς φυσικώτερον καὶ διὰ τοῦτο καὶ ἐναντιώτερον. οὐχ ὥσπερ δ’ ἡ ἐλευθεριότης δια- τείνει περὶ πάσας. ἐπιζητήσει ἄν τις, πῶς εἰ ἡ ἐλευθεριότης διατείνει περὶ πάσας τὰς ἐν χρήμασι πράξεις, οὐ καὶ περὶ ταύτας ἐστὶ περὶ ἃς καὶ ἡ μεγαλοπρέπεια· εἴτε γὰρ μὴ ἔστι περὶ ταύτας, οὐκ ἀληθὲς ἄν εἴη τὸ τὴν ἐλευθεριότητα διατείνειν περὶ πάσας τὰς ἐν χρήμασι πράξεις, εἴτε διατείνοι καὶ περὶ ταύτας, πότερον καὶ ὁ ἐλευθέριος οὕτω ἐν αὐταῖς ἀνα- λώσει ὡς καὶ <ὁ> μεγαλοπρεπὴς ἢ ἄλλως. ἀλλ’ εἰ μὲν οὕτω, μέρος τῆς ἐλευτεριότητος ἡ μεγαλοπρέπεια, ἡ εἰ μὴ οὕτως, ἡ ἑτέρα αὐτῶν οὐκ ἀναλώσει κατὰ τὸ πρέπον καὶ τὸν ὀρθὸν λόγον καὶ ὡς δεῖ καὶ ὅσον δεῖ, οὕτω δὲ οὐδ’ ἄν ἀρετὴ εἴη μὴ κατὰ τὸ πρέπον ἀναλίσκουσα. μήποτε οὖν τὸ περὶ πάσας ἀντὶ τοῦ κατὰ τὰς πλείονας κεῖται καὶ κοινάς. περὶ δὲ τὰς δαπάνης μείζονος δεομένας ἢ κατ’ ἀξίαν ἀναλίσκουσα μεγαλοπρέπειά ἐστιν. ὡς εἶναι δύο ἀρετὰς περὶ χρήματα, τὴν μὲν ἐν ταῖς συνήθεσι καὶ κοιναῖς χρείαις τῶν χρημάτων τὸ κατ’ ἀξίαν ἔχουσαν, τὴν δὲ ἐν ταῖς δαπάνης πλείονος δεομέναις. λέγομεν οὖν τὴν ἐλευθεριότητα καὶ περὶ ταύτας περὶ ἃς ἡ μεγαλοπρέπεια, ἀλλὰ καὶ περὶ ταύτας τὸ ἴδιον φυλάξει, τὸ ὅσον δεῖ καὶ ὅτε καὶ ὡς· ἴδιον γὰρ αὐτῆς τὸ εὐλόγως ἀναλίσκειν. τὸ μέντοι καὶ πρὸς τὸ γινόμενον ὁρᾶν καὶ τὸ μεγαλεῖον ζητεῖν τοῦ ἔργου τοῦ γινομένου ἀπὸ τῶν ἀναλισκομένων ἴδιον ἤδη τῆς μεγαλοπρεπείας. ὡρίσατο δέ τὴν μεγαλοπρέπειαν ἀπὸ τοῦ ὀνόματος, ἐν μεγέθει πρέπουσαν δαπάνην. Ἐν τούτοις δ’ ὑπερέχει τῆς ἐλευθεριότητος μεγέθει. Οὐ τοῦτο λέγει διὰ τοῦ ἐν τούτοις ὅτι ἐν τοῖς αὐτοῖς καὶ περὶ τὰ αὐτὰ δαπανηρὰ ὄντος καὶ τοῦ ἐλευθερίου, ὁ μεγαλοπρεπὴς διαφέρει τῷ μεγέθει τῶν ἀναλωμάτων. εἴη γὰρ ἂν οὐκέτι περὶ τὰ αὐτὰ ὁ ἐλευθέριος ὡς δεῖ ἀναλίσκων. ἀλλ’ εἰπὼν περὶ τὰς δαπανηρὰς μόνην εἶναι τὴν ὄντος διαφέρει· ὅτι γάρ τοι μεγέθει. καὶ τοῦ ἐλευθερίου δὴ αἱ περὶ τὰ τοιαῦτα δαπανήματα ἐνέργειαι οὐκέτι καθὸ ἐλευθέριος ἔσονται. τὴν ἀρχὴν γὰρ οὐδὲ ἦν περὶ ταῦτα ἡ ἐλευθεριότης, ἀλλ’ ὁ μεγαλοπρεπὴς αὐτὰς ἐνεργήσει. ἀντακολουθοῦσι γὰρ αἱ ἀρεταὶ ἀλλήλαις. ἢ οὐ τοῦτο λέγει, ἀλλ’ ὅτι οὔσης καὶ περὶ ταῦτα τῆς ἐλευθεριότητος, ἡ μεγαλοπρέπεια διοίσει αὐτῆς οὐκ ἐν τῷ εὐλόγως ἀναλίσκειν ἀλλ’ ἐν τῷ εἰς μεγάλα ὁρᾶν καὶ πρὸς τὸ γινόμενον. τὸ δὲ μέγεθος πρός τι, τουτέστιν ἄλλῳ γὰρ ἄλλο δαπάνημα. οὐ γὰρ τὸ αὐτὸ δαπάνημα τριηράρχῳ καὶ ἀρχὶ θεωρῷ. ἀρχιθεωροὺς ἔλεγον τοὺς πεμπομένους δημοσίᾳ εἰς τὰς πανηγύρεις ἢ εἰς θεοὺς χρησομένους τοῖς μαντείοις. ἄλλο μὲν οὖν τὸ πρέπον ἄλλῳ. ἄλλο μὲν γὰρ ἐὰν ἱερὸν κατασκευάζῃ, ἄλλο δ’ ἂν γυμνασιαρχῇ, ἄλλο ἄν τείχη περιβάλλῃ τῇ πατρίδι. ἐν πᾶσι δὴ τὸ πρέπον αὐτῷ, περὶ ὃ καὶ εἰς ὃ γίνεται τὸ δαπάνημα, ἀναλώσει. ἐκ παραλλήλου δὲ εἶπε τὸ ἐν ᾧ καὶ περι ο. ᾿Ο δὲ ἐν μικροῖς. Σαφῶς διὰ τούτων ἔδειξε τὴν διαφορὰν τοῦ μεγαλοπρεποῦς καὶ τοῦ ἐλευθερίου. περὶ γὰρ τὰ μικρὰ καὶ τὰ μέτρια ἀναλώματα ὁ ἐλευθέριος, ἐπεὶ μηδὲν ἧττον ὁ ἐλευθέριος καὶ ἐν μικροῖς τοιοῦτος. οὐ γὰρ ἐν τῷ εἰς μεγάλα ἀναλίσκειν τὸ εἶναι αὐτῷ ὡς τῷ μεγαλοπρεπεῖ, ἀλλ’ ἐν τῷ καλῶς. ἰστέον δὲ ὅτι ὡς ἡ μὲν μικροπρέπεια τῆς ἀνελευθερίας, ἡ δὲ ἀπειροκαλία καὶ βαναυσία τῆς ἀσωτίας διαφέρουσιν, οὕτω καὶ ἡ μεγαλοπρέπεια τῆς ἐλευθεριότητος διοίσει. λέγονται δὲ βάναυσοι καὶ οἱ ὑπερβάλλοντες ἐν τῷ εἰς ἃ μὴ δεῖ ἀναλίσκειν, οὐ μόνον οἱ περὶ τοὺς <βαύνους, τουτέστιν τὰς> καμίνους, ἐργαζόμενοι. ἢ ἐν μετρίοις κατ’ ἀξίαν δαπανῶν. δῆλον ἐξ ὧν λέγει ὅτι αἱ μὲν ἐλευθέριοι ἐνέργειαι καὶ μὴ ἐν πλουτοῦσιν οἷαί τε γίνεσθαι, αἱ δὲ μεγαλοπρέπειαι πλούτου δέονται. ὁ δὲ μεγαλοπρεπὴς ἐπιστήμονι ἔοικε, καθόσον θεωρητικός ἐστι τοῦ πρέποντος ἐν τοῖς μεγέ- θους ἀναλωμάτων δεομένοις ἔργοις, τὸ δὲ θεωρεῖν ἐπιστήμονος· κατὰ τοῦτο ἐπιστήμονι ἐοικέναι λέγοι τὸν μεγαλοπρεπῆ. ἐν μὲν γὰρ τοῖς μικροῖς τὸ κατ’ ἀξίαν συνιδεῖν οὐ χαλεπόν, ἐν δὲ τοῖς μεγάλοις οὐ ῥᾴδιον. διὸ ὁ δυνάμενος περὶ μεγάλα ἀναλίσκειν μεγάλα, τὸ κατ’ ἀξίαν τῶν γινομένων τηρῶν τὸ μεγαλεῖον τοὐ προκειμένου ἔργου, ὡς ἐρεῖ. Ὥσπερ γὰρ ἐν ἀρχῇ εἴπομεν. Ὅτε ἔλεγε τὴν ἐλευθεριότητα περὶ χρημάτων μεσότητα. ὡς γὰρ ἡ ἐλευθερίοτης ἀπὸ τῶν ἐνεργειῶν περὶ ἃς καὶ ἐν αἷς ὁ τοῦ ἐλευθερίου ἔπαινος γίνεται, τοιαύτη τις οὖσα καὶ συνέστη καὶ ἐδείχθη, οὕτω δηλονότι καὶ ἡ μεγαλοπρέπεια τοῖς πρέπουσιν ἔργοις, ἤτοι τοῖς ἔχουσι μέγεθος ἡγουμένου τῆς ἀρετῆς τοῦ ὀρθοῦ λόγου, χαρακτηρίζεται καὶ γνωρίζεται. τὴν δὲ δαπάνην τοῦ ἔργου ἢ καὶ ὑπερβάλλειν. τοῦτό φησιν, ἐπεὶ μὴ ἐξισοῦσθαι τὴν δαπάνην τῷ ἔργῳ δεῖ. ἀκριβοῦς γὰρ καὶ μικρολόγου τοῦτο οὐδὲ μεγαλοπρεποῦς. καὶ ἀπὸ τῆς ἴσης δαπάνης. καὶ τοῦτο ἴδιον τοῦ μεγαλοπρεποῦς, τὸ ἀπὸ τῆς ἴσης δαπάνης τὸ γινόμενον ἔργον ποιεῖν μεγαλοπρεπέστερον, ἤτοι μέγα καὶ καλόν. οὐ γὰρ τὸ πλείονος ἄξιον μεγαλοπρεπές. κτήματος μὲν γὰρ αὕτη ἀρετή· διὸ ὁ χρυσὸς δοκεῖ τιμιώτατος, ὅτι ἐστὶ πλείστου ἄξιος, μεγαλοπρεπὲς δὲ ἔργον τὸ μέγα καὶ καλόν. ἀπὸ τῶν ἴσων δέ φησι ἀναλωμάτων, ἐπεὶ ἔστι καὶ μικρὸν ἐκ μεγάλων ἀναλωμάτων πολυτελὲς μέντοι, κατασκευάσαι. ἡδύνατο γὰρ Περικλῆς τὸν Ὀλύμπιον Δία ἀπὸ τῶν αὐτῶν ἀναλωμάτων μικρότερον κατα- σκευάσαι, πολυτελέστερον δὲ λίθοις καὶ μαργάροις ποικίλοις. καὶ ὅ σὰ περὶ πᾶν τὸ δαιμόνιον. δαιμόνιόν <φησιν ἡ δαίμονάς τινας> ἐπιχωρίους κατά τινας νόμους πατρίους ἢ καὶ τοὺς κατοιχομένους. πρὸς τὸ κοινὸν δὲ εὐφιλοτίμητα ὅσα λαμπρά ἐστι καὶ ἐπαινουμένην ἔχει τὴν φιλοτιμίαν. καὶ πρὸς τὸν πράτ‘τοντα ἀναφέρεται. δεῖ γάρ, ὡς ἐπὶ τοῦ γένους εὐγενῆ καλοῦμεν τὸν ἀπὸ πατέρων εὖ γεγονότα, οὕτω καὶ τὸ μεγαλοπρεπὲς ἔχειν τὸν πράττοντα πλούτῳ καὶ γένει τὸ μακάριον ἐπιφαίνοντα. καὶ τοῖς εὐγενέσι καὶ τοῖς ἐνδόξοις. ἀπὸ κοινοῦ δὲ τὸ πρέπον, εἰ καὶ μὴ προυπάρχει <τι> αὐτῶν ἔργον τοιοῦτον. τὰ δὲ δῶρα τοῖς ἀναθήμασιν ἔχει τι ὅμοιον, διὸ δεῖ ἔχειν αὐτὰ μέγεθος τι καὶ ἄξια εἶναι μεγαλο- πρεποῦς ἀνδρός. Σφαῖρα μὲν γάρ. |Εἰπὼν καὶ περὶ ἃ τῶν ἰδίων ὁ μεγαλοπρεπὴς ἀναλώσει, ὅτι περὶ TilJv γάμους τέκνων καὶ εὐφημίας καὶ τὰ τοιαῦτα, φησὶ σφαῖρα μὲν γὰρ ἢ λήκυθος ἡ καλλίστη ἔχει μεγαλοπρέπειαν παιδικοῦ δώρου· ἡ γὰρ τούτων τιμὴ μικρὸν καὶ ἀνελεύθερον. καθότι καὶ διαφέρειν τὸ ἐν τῷ ἔργῳ μέγα τοῦ ἐν τῷ δαπανήματί φησι. καὶ γὰρ ἡ σφαῖρα καὶ ἡ λήκυθος ἡ καλλίστη μικρὰν καὶ ἀνελεύθερον ἔχουσι τιμὴν καὶ δαπάνην. ὡς δὲ ἐν τοῖς τοιούτοις οὖσι παιδικοῖς δώροις ἔστι τι τῷ δαπανῶντι μέγεθος, οὕτω δὲ καὶ ἐν ἑκάστῳ γένει ἔστι τι οἰκεῖον μέγεθος. καὶ λαμπρύνεται παρ’ ἁ μέλος. παροιμία ἐπὶ τῶν μὴ προσφόρως τι ποιεῖν εἰωθότων. καὶ κωμῳδοῖς χορηγῶν. σύνηθες ἐν κωμῳδίᾳ παραπετάσματα δέρρεις ποιεῖν οὐ πορφυρίδας. Μυρτίλος ἐν Τιτανόπασι τὸ ***“δεινῆς ἀκούεις, Ἡράκλεις, τοῦτ’ ἔστι σοι τὸ σκῶμμα ἀσελγὲς καὶ Μεγαρικὸν καὶ σφόδρα ψυχρόν. †γελᾶς, ὁρᾷς τὰ παιδία’. διασύρονται γὰρ οἱ Μεγαρεῖ ἐν κωμῳδίᾳ, ἐπεὶ καὶ ἀντιποιοῦνται αὐτῆς ὡς παρ’ αὐτοῖς πρῶτον εὑρεθείσης, εἴ γε καὶ Σου- σαρίων ὁ κατάρξας κωμῳδίας Μεγαρεύς. ὡς φορτικοὶ τοίνυν καὶ ψυχροί διαβάλλονται, καὶ πορφυρίδι χρώμενοι ἐν τῇ παρόδῳ. καὶ γοῦν Ἀριστοφάνης ἐπισκώπτων αὐτοὺς λέγει που “μηδ᾿ αὖ γέλωτα Μεγαρόθεν κεκλημένον”. ἀλλὰ καὶ Ἐκφαντίδης παλαιότατος ποιητὴς τῶν ἀρχαίων φησὶ “Μεγαρικῆς κωμῳδίας †ἄσμα δίειμαι αἰσχυνόμενος τὸ δρᾶμα Μεγαρικὸν ποιεῖν.’’ δείκνυται γὰρ ἐκ πάντων τούτων ὅτι Μεγαρεῖς τῆς κωμῳδίας εὕρεται. ῾Ο γὰρ μικρῶν ἄξιος καὶ τούτων ἀξιῶν ἑαυτὸν σώφρων. Ἄξιον ζητῆσαι πῶς τὸν σώφρονα λέγει μικρῶν ἄξιον καὶ τούτων ἀξιοῦντα ἑαυτόν (πῶς γὰρ ἄν τις ἀρετὴν ἔχων εἴη μικρῶν ἄξιος;) ἢ πάλιν τὸν μικρόψυχον μειζόνων ἄξιον ὄντα ἑαυτὸν ἐλαττόνων ἀξιοῦν. πῶς γὰρ ἐν κακίᾳ τις ὢν ἄξιος μειζόνων ἀγαθῶν; ἢ τὸ ἄξιον μειζόνων καὶ ἐλατ- τόνων πρὸς τὰς ἐνεργείας καὶ τὰ ἔργα λαμβάνει, οὐ πρὸς τὰς ἕξεις· ἐπὶ γὰρ τοῖς ἔργοις καὶ οἱ ἔπαινοι καὶ αἱ τιμαί. ὁ μὲν οὖν μεγαλόψυχος εἴη ἂν μεγάλα τε καὶ λαμπρὰ διαπρασσόμενος καὶ ἄξια τούτων φρονῶν· <διὸ δεῖ αὐτῷ πρὸς τῇ ἀρετῇ καὶ τῶν ἀπὸ τῆς τύχης ἀγαθῶν· >ὁ δὲ ταῖς ἐνεργείαις ἃς ἐνεργεῖ πρὸς τοὺς πέλας, οὔσαις οὐ λαμπραῖς οὐδὲ μεγάλαις, ἐπίσης καὶ τοῦ τιμᾶσθαι καταξιοῖ ἑαυτόν. εἴη δ᾿ ἄν τις ἔργων αὐτοῦ ἐκ προγόνων καὶ ἐξ αὐτοῦ μειζόνων εἰς τὸ κοινὸν πεπραγμένων ἑαυτὸν ἐλάττονος τιμῆς ἀξιῶν διὰ ταπεινότητα καὶ μικροψυχίαν. ἐπιζητήσειε δ’ ἄν τις καὶ τίς ἐστιν ὃν λέγει μειζόνων μὲν ἑαυτὸν ἀξιοῦν ἢ ἄξιός ἐστιν, οὐ μὴν διὰ χαυνότητα. ὁ γὰρ μειζόνων, φησίν, ἑαυτὸν ἀξιῶν ἢ ἔστιν ἄξιος, οὐ πᾶς χαῦνος. ἢ λέγοι ἄν μὴ χαύνους ὅσοι δι’ ἐπιβουλὴν καὶ μνώμενοί τι μεῖζον διὰ τοῦτο μειζόνων αὑτοὺς καταξιοῦσιν ὑποκρινόμενοι καὶ προσ- ποιούμενοι, οὐ διὰ χαυνότητα ἀλλὰ πανουργίαν· ὁ γὰρ χαῦνος ἠλίθιος, οὐκ ἐπίβουλος. Περὶ ἓν μάλιστα ἂν εἴη. Δηλονότι τὸ μέγιστον, ἓν γὰρ τὸ μέγιστον ὑπάρχει. ἄξια δὲ λέγεται, καθὸ ἀξιούντων τινῶν γίνεται. τῶν |δὲ ἐκτὸς ἀγαθῶν φησι τὴν τιμήν. τὰ γὰρ οἰκεῖα ἀγαθὰ τῶν σπουδαίων ἕκαστος ἔχει παρ’ ἑαυτῷ· ἡ δὲ τιμὴ ἐπ’ ἄλλοις, ὡς καὶ αὐτὸς οὗτός φησιν. ὁ δὲ μικρόψυχος ἐλλείπει πρὸς ἑαυτόν. διὰ τοῦτο γὰρ καὶ ἐν κακίᾳ ἐστὶ καὶ ἔστι κακὸς διὰ τὴν πρὸς ἑαυτὸν ἐλάττωσιν. ἐλάττονος γὰρ ἑαυτὸν τιμῆς ἀξιοῖ ἢ ἔστιν ἄξιος. οὐ μὴν τόν γε μεγαλόψυχον· ὂν· οὐκοῦν εἰ τοῦ χαύνου μειζόνων ἑαυτὸν ἀξιοῖ ὁ μεγαλόχυχος, εἰκότως “τῷ μεγέθει ἄκρος” ἐστίν, ὡς εἶπε. καὶ μεγίστων ὁ ἄριστος. ἄριστος γὰρ ὁ τῶν μεγίστων ἄξιος. καὶ πῶς ἄριστος, λέγει. δόξει γάρ, φησίν, εἶναι τὸ ἐν ἑκάστῃ ἀρετῇ μέγα τοῦ μεγαλοψύχου. εἰ δὲ τοῦτο, εἴη ἄν ἡ μεγαλοψυχία τελειότης πασῶν τῶν ἀρετῶν καὶ μεγαλόψυχος ὁ πάσας τὰς ἀρετὰς ἔχων μετὰ μεγέθους. εἶτα ὅ ἐστιν ἡ ἐνέργεια τοῦ μεγαλοψύχου κατὰ πάσας τὰς ἀρετὰς παρατίθεται. οὔτε γὰρ τῷ μεγαλοψύχῳ ἁρμόζει τὸ παρασείσαντι φεύγειν ὑφορωμένῳ κίνδυνόν τινα· οὐ γὰρ μεγαλοψύχου τοῦτο. ίνος γὰρ ἕνεκα πράξει αἰσχρὰ ᾧ οὐδὲν μέγα; οὐδὲν μέγα τῷ μεγαλοψύχῳ τῶν ἄλλων δηλαδὴ ἀγαθῶν, εἴ γε εὐτυχεῖ τοῦ μεγίστου καὶ τὰ ἄλλα κρύπτοντος διὰ μεγέθους ὑπερβολήν. τῇ παραθέσει γὰρ τοῦ μεγίστου δόξαι ἄν οὐδὲν εἰνὶ τὰ μὴ τοιαῦτα. σμικρὰ γὰρ τῷ μεγέθει λειπόμενα, καὶ μάλιστα ἐν ᾧ τὸ ἔλαττον ἔχουσι. τὸ δὲ μέγιστον ἡ τιμή ἐστι. πάντα γὰρ τἄλλα δι’ αὐτὸ τῶν ἐκτὸς ἀγαθῶν. τῆς ἀρετῆς γὰρ ἆθλον ἡ τιμή· καὶ τοῦτο δῆλον ἐκ τοῦ λόγου τῆς ἀρετῆς, εἴ γέ ἐστιν ἀγαθὸν ἐπαινετόν. διὸ καὶ εἴρηκεν ὅτι ἔπαθλον τῶν καλλίστων ἡ τιμή. οὐ γὰρ οἷόν τε εἷναι ἄνευ καλοκαγαθίας. δείξας ὅτι τοῦ μεγαλοψύχου καθὸ μεγαλόψυχος τὸ κατὰ πᾶσαν ἀρετὴν ἐνεργεῖν, ἐπήνεγκε τὸ ἔοικεν οὖν ἡ μεγαλοψυχία οἷον κόσμος τις εἶναι τῶν ἀρετῶν. μείζους γὰρ αὐτὰς ποιεῖ καὶ <οὐ> γίνεται ἄνευ ἄνευ δηλονότι καλοκαγαθίας. καλοκαγαθίαν γάρ φασι τὴν σύμπασαν ἀρετήν. σαφῶς δὲ λέγει τὸν μεγαλόψυχον καὶ πῶς ἔχει περὶ τιμὰς καὶ ἀτιμίας. Μάλιστα μὲν οὖν ἐστιν, ὥσπερ εἴρηται, ὁ μεγαλόψυχος. Συμβάλλεσθαί τι καὶ συναίρεσθαι καὶ τὴν εὐτυχίαν εἰς μεγαλοψυχίαν φησί, καὶ πῶς, προστίθησι. τὰ γὰρ ἀπὸ τῆς τύχης ἀγαθὰ πρὸς τιμὴν συμβάλλονται· τιμῶνται γὰρ οἱ ταῦτα ἔχοντες. διὸ καὶ γίνονται οἱ ἔχοντες αὐτὰ μεγαλοψυχότεροι καὶ οἱ τυγχάνειν ταύτης καταξιοῦντες ἀπ’ αὐτῶν ἐγένοντο αἰρόμενοι πρὸς αὐτήν. ἔτι εἰς μεγαλοψυχίαν συμβάλλεται τὰ ἐκτὸς ἀγαθὰ καὶ διὰ τὰ ἔθη. εἰ γὰρ ἐκ τῶν ἐθῶν αἱ ἕξεις, ἐθίζεσθαι δὲ τὰ τοιαῦτα οὐχ οἷόν τε ἀχορήγητον ὄντα, συναίρονται καὶ ἀπὸ τούτων. καὶ εἰς τιμὴν δὲ ὅτι οἱ ἐν τούτοις ὄντες δοκοῦσιν ἐν ἀγαθοῖς ὑπερέχειν. πᾶν δὲ τὸ τῷ ἀγαθῷ ὑπερέχον τιμιώτερον. λέγοι δ’ ἂν διὰ τούτων, ὅτι καὶ τῶν τοιούτων ἀγαθῶν ἀντιποιήσεται πάλιν ὁ μεγαλόψυχος. κατ’ ἀλήθειαν μὲν οὖν ὁ ἀγαθὸς τιμητέος καὶ καθὸ ἀγαθός. ἤδη δὲ ἄμφω οἷς ὑπάρχει, πρὸς τῇ ἀρετῇ καὶ τὰ ἄλλα ἀγαθά, οὗτοι μᾶλλον ἀξιοῦνται τιμῆς. τοὺς χαύνους δέ φησι μιμεῖσθαι βούλεσθαι τοὺς μεγαλοψύχους, ἐκπίπτειν γε μήν, μηδὲν ἔχοντας τῶν ὧν βούλονται μιμεῖσθαι, ἀλλὰ διακένους ὄντας. οὐ ῥᾴδιον φέρειν ἐμμελῶς τὰ εὐτυχήματα οἷον οὔτε πλοῦτον οὔτ’ ἄλλο τι, ὅτι μηδὲ τῷ νοσοῦντι τὰ ὑγιεινὰ συμφέρει ἀλλὰ τῷ ὑγιαίνοντι. οὐκ ἔστι δὲ μικροκίνδυνος. ὗν ὃς. ὁ πολλὰ τιμῶν ὑπὲρ πολλῶν καὶ κινδυνεύειν αἱρεῖται. ὑπὲρ γὰρ ὧν τιμᾷ τις, καὶ κίνδυνον ὑφίσταται, ὁ δὲ ὀλίγα τιμῶν ὑπὲρ ὀλίγων καὶ κινδυνεύειν ἄν ἕλοιτο· τοιοῦτος δὲ ὁ μεγαλόψυχος. τὰ γὰρ ἀληθῶς τιμῆς ἄξια τούτῳ τίμια· ταῦτα δὲ ὀλίγα. διὸ καὶ ἀλιγοκίνδυνος καὶ μεγαλοκίνδυνος· ὑπὲρ <γὰρ> μεγάλων· <τοιαῦτα δὲ τὰ τίμια>. καὶ ποιεῖν· τοῦτό φησιν ὅτι παρὰ τὴν ἀξίαν πράττων καὶ οὐχ οἷός τε ὢν εὐεργετεῖν ἀφειδήσει τοῦ βίου. εὐεργετούμενος δ’ αἰσχύνεται. οὕτω γὰρ προσοφλήσει ὁ ὑπάρξας, ἀντευεργετεῖν δηλονότι διὰ πλειόνων καὶ εἰς πλείονα πλεονεκτήσει. τὸ δὲ ὑπάρξας ἀντὶ τοῦ ὁ προκαταρξάμενος. Διὸ καὶ τὴν Θέτιν οὐ λέγειν τὰς εὐεργεσίας τῷ Διί· ἰπὼν περὶ τῶν μεγαλοψύχων ὅτι μνήμονες μᾶλλόν εἰσιν ὧν εὗ πεποιήκασιν ἢ ὧν εὖ πεπόνθασι (τοῦτο δὲ οὐκ ἐν τῷ ἀμείβεσθαι· εἴρηκε γὰρ ὅτι πλείω ἀντιποιοῦσιν· ἀλλ’ ἐν τοῖς λόγοις· ὑπερεχομένου γὰρ τὸ εὖ πάσχειν, οἱ δὲ ὑπερέχειν θέλουσι· διὸ τὰ μὲν ὅσα εὖ ἐποίησάν τινες ἀκούουσιν ἡδέως, οὐχ ἡδέως δὲ ὅσα εὗ ἔπαθον), συνέστησε τοῦτο οὕτως ἔχον καὶ ἐνδόξως. καὶ γὰρ τὴν Θέτιν φησὶ παρ’ Ὁμήρῳ διὰ τοῦτο μὴ λέγειν τὰς εὐεργεσίας τῷ Διί, μηδὲ τοὺς Λάκωνας τοῖς Ἀθηναίοις, ἀλλ’ ἃ ἐπεπόνθεσαν εὖ. καὶ τὰ μὲν τῆς Θέτιδός ἐστι ταῦτα· Ἀχιλλεὺς πρὸς αὐτὴν λέγων “πολλάκις γὰρ σέο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα εὐχομένης, ὅτ’ ἔφησθα κελαινεφέι Κρονίωνι οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι. ὁπότε μιν ξυνδῆσαι” καὶ τὰ ἑξῆς· ἡ μέντοι Θέτις δεομένη Δῖός οὐκέτ’ αὐτὰ καταλέγει ἀλλ’ ἐνδείκνυται μόνον λέγουσα “Ζεῦ πάτερ, εἴ ποτε δή σε μέτ’ ἀθανάτοισιν ὤνησα ἢ ἔπει ἢ ἔρηῳ.” τὸ δὲ περὶ Λακε- δαιμονίων τοιοῦτον· ἱστορεῖ Καλλισθένης ἐν τῇ πρώτῃ τῶν ῾Ελληνικῶν, <ὅτι> Θηβαίων εἰς τὴν Λακωνικὴν εἰσβαλλόντων, ἔπεμψαν Λακεδαιμόνιοι πρὸς Ἀθηναίους περὶ συμμαχίας λέγοντες καὶ ὅσα μὲν τοὺς Ἀθηναίους πεποιήκασιν οἱ Λακεδαιμόνιοι εὖ, τούτων ἑκόντες ἐπελανθάνοντο, ἃ δ’ αὐτοὶ πρὸς Ἀθηναίων χρηστὰ ἐπεπόνθεισαν, τούτων ἐμέμνηντο, ὡς διὰ τούτων αὐτοὺς ἐπαξόμενοι πρὸς συμμαχίαν μᾶλλον. ὑπηρετεῖν δὲ προθύμως, οἷον εὖ ποιεῖν καὶ ἐπιδιδόναι <καὶ παρέχειν> ὑπηρετεῖν τοῖς δεομένοις αὐτοῦ. καὶ ἐν ἐκείνοις μὲν σεμνύνεσθαι οὐκ ἀγεννές. πρὸς τοὺς ἐν ἀξιώματι λέγει τὸν μεγαλόψυχον, οὐκ ἐν τῷ σεμνά τινα λέγειν περὶ αὑτοῦ (φορτικὸν γὰρ τοῦτο), ἀλλ’ ὅτι τὴν σεμνότητα οὐκ ἀφαιρήσει αὐτοῦ τὸ ἐντυγχάνειν τοῖς ἐν ἀξιώμασιν, ἢ οὗ πρωτέυουσιν ἄλλοι, ἵνα μὴ ἐνταῦθα τὸ δεύτερον ἀποφέρωνται. καὶ ἀργὸν εἶναι καὶ μελλητήν, ἀντὶ τοῦ ὀξυκίνητον μὴ εἶναι μηδὲ πρὸς πᾶσαν πρᾶξιν ἕτοιμον. ἢ γὰρ ἐφ’ οἷς μεγάλαι αἱ τιμαί, τούτων πρακτικός, ἢ ὅπου μέγα τὸ προκείμενον ἔργον καὶ ὑπὲρ μεγάλου τινὸς αἵ πράξεις. καὶ ὀλίγων μὲν πρακτικόν. οὐ γὰρ ἔργων πλήθει, μεγέθει δὲ τὴν ἀξίαν ὁρίζεται. ἰρωνεία δὲ πρὸς τοὺς πολλούς. |᾿Αντὶ τοῦ οὐκ ἐξαγγελτικὸς πρὸς τοὺς πολλοὺς καὶ τυγχάνοντας τῶν προσόντων αὐτῷ, τῷ κταφρονεῖν αὐτῶν καὶ μὴ ἀξίους οἴεσθαι εἰδέναι τὰ κατ’ αὐτόν· διὸ καὶ τῆς παρ’ αὐτῶν δόξης καταφρονητικός· πρὸς μέντοι τοὺς σπουδαίους ἀληθευτικός, οὐχ ὑποστελλόμενος <τὴν> τῶν οἰκείων μήνυσιν πρὸς αὐτούς. ἀλλ’ οὐδὲ πρὸς ἄλλον ζῆν δυνατόν φησι. τὸ γὰρ πρὸς ἄλλον δούλου καὶ δουλοπρεπές, ὡς ἐν Πολιτείαις δέδεικται. τοῦτο δὲ εἰπὼν ὅτι οὐδὲ τοιοῦτος ὁ μεγαλόψυχος οἷος πρὸς ἄλλον ζῆν καὶ ἄλλῳ συμπεριφέρεσθαι καὶ ὑπηρετεῖσθαι, ἀλλ’ ἢ πρὸς φίλον (φίλος δὲ τούτῳ εἴη ἂν ὁ ἀγαθός τε καὶ ὅμοιος· δουλικὸν γὰρ τὸ πρὸς ἄλλον ζῆν), τούτου σημεῖον παρέθετο τό τε πάντας τοὺς κόλακας πρὸς ἄλους ζῆν, οἳ καὶ ταπεινοὶ διὰ τοῦτο καὶ θητικοί, καὶ τὸ τοὺς ταπεινοὺς κόλακας εἶναι. ἀλλ’ οὐδ’ ἐπαινετικός, φησίν, ἐστί, διόπερ οὐδὲ κακολόγος, τουτέστι διὰ τὴν αὐτὴν αἰτίαν, δι’ ἣν οὐκ ἔστι κακολόγος, οὐδὲ ἐπαινετικός· τοῦτο δὲ ὅτι μηδ’ ἀνθρωπολόγος, ὅτι μήτε ἑαυτὸν ἐπαινῶν μήτε ἄλλον ψέγων, ἀλλ’ οὐδὲ τὸν ἐχθρόν, εἰ μή δι’ ὕβριν, τουτέστιν εἰ μὴ ἐξυβρίζοι. παρόντας γὰρ ὑβρίζει καὶ διαβάλλει <(τοιοῦτον γὰρ ἡ ὕβρις)> οὐ βλασφημεῖ. καὶ ἄκαρπα <τῶν> καρπίμων καὶ ὠφελίμων. φιλοκερδοῦς γὰρ τοῦτο, οὐκ αὐτάρκους οὐδὲ μεγαλοφύχου. οὐ γὰρ σπευστικὸς ὁ περὶ ὀλίγα σπουδάζων, ὡς ὁ περὶ πολλά. ἐκεῖνος γὰρ διὰ τὸ πλῆθος ἐπείγεται <καὶ σπεύδει> ἡ δ’ ὀξυφωνία καὶ τούτων, ἤτοι διὰ ταῦτα, διά τε τὸ σπουδάζειν καὶ διὰ τὸ μέγα ἡγεῖσθαι τοῦτο ὑπὲρ οὗ ἐπιταχύνεται καὶ ὀξείᾳ χρῆται τῇ φωνῇ. εἰπὼν δὲ περὶ τοῦ μεγαλοψύχου ἑξῆς λέγει περὶ τοῦ μικροψύχου καὶ χαύνου. λέγει δὲ τὸν μικρόψυχον ἄξιον ὄντα ἀγαθῶν ἑαυτὸν ἀποστερεῖν, ἐπεὶ ἄξιος τιμῆς ὢν οὐκ ἀξιοῖ ταύτης ἑαυτὸν διὰ μικροψυχίαν καὶ εὐτέλειαν καὶ τὸ ἡγεῖσθαι ὑπὲρ αὐτὸν εἶναι τὰ ἀγαθά· διὸ καὶ κακία· κακοῦ γὰρ καὶ οὐκ εὖ συνει- δότος τὸ μὴ ἀξιοῦν ἑαυτὸν ἀγαθοῦ. ἀλλὰ καὶ τὸ ἀγνοεῖν ἑαυτὸν κακία. ὅτι δὲ ἀγνοεῖ ἑαυτὸν, δῆλον. ὠρέγετο γὰρ ἂν ἀγαθῶν καὶ αὑτὸν ἠξίου τοιούτων ὄνια ἄξιον. οὐ μὴν ἠλίθιοι οἱ τοιοῦτοι δοκοῦσιν εἶναι, ἀλλὰ μᾶλλον νοεροί, τουτέστι δριμεῖς καὶ ἐπινοητικοί. οὐ γὰρ ὡς ἐπαινῶν αὐτοὺς τὸ νοεροὶ προσέθ’ ἧκε· χείρους γοῦν φησιν αὐτοὺς τῶν χαύνων εἶναι, καὶ μᾶλλον ἀντικεῖσθαι τοῖς μεγαλοψύχοις. καίτοι τοὺς χαύνους ἠλιθίους λέγει. ἡ τοιαύιη δὲ δόξα, ἤτοι ὑπόληψις, ἣν ἔχουσι περὶ αὑτῶν οἱ μικρόψυχοι, χείρους ποιεῖ τῶν κατ’ ἀξίαν ἐφιεμένων, μηδενὸς αὐτοὺς ἀξίους ἀγαθοῦ ἡγεῖσθαι. καὶ τῶν πράξεων τῶν καλῶν καὶ τῶν ἐπιτηδευμάτων ἀφ’ ἵστανται ὡς ὄντες αὐτῶν ἀνάξιοι· ὁμοίως δὲ καὶ τῶν ἀγαθῶν ἀναξίους αὑτοὺς ὑπολαμβάνοντες ἀφίστανται, οἷον τιμῆς ἀρχῆς προεδρίας. οἱ δὲ χαῦνοι ἠλίθιοι. ἠγνόουν μὲν γὰρ καὶ οἱ μικρόψυχοι ἑαυτοὺς ἀλλ’ ἀφανεῖς ἦσαν ἀποκρύπτοντες ἑαυτούς (τοῦτο γὰρ ἦν ἴδιον αὐτῶν), οἱ δὲ ἠλίθιοι ἐπιφανῶς ἑαυτοὺς ἀγνοοῦσι. κηρύσσουσι γὰρ ἢ εἰς μέσον αὐτῶν φέρουσιν τὴν ἠλιθιότητα ἐπιχειροῦτες τοῖς ἐντίμοις, ὧν οὐδὲν αὐτοῖς μέτεστι. διὸ καὶ ταχέως κατάφωροι γίνονται. ὅτι δὲ ἀντίκειται μᾶλλον τῇ μεγαλοψυχίᾳ <ἡ μικροψυχία> τῆς χαυνότητος καὶ δι’ εἶπε. καὶ γὰρ διότι μᾶλον γίνεται καὶ ἔστιν ὥσπερ σύμφυτον διὸ καὶ δυσαποτριπτότερον <διότι χεῖρόν ἐστι τῆς χαυνότητος. καὶ γὰρ γίνεται μᾶλλον καὶ χεῖρόν ἐστιν, ἐπεὶ καὶ ὥσπερ σύμφυτόν ἐστιν καὶ δυσαποτριπτότερον>, ὥσπερ ἐκεῖ ἡ ἀνελευθερία τῆς ἀσωτίας ἐδόκει μᾶλλον χεῖρον, καὶ μᾶλλον ἀντικεῖσθαι τῇ ἐλευθεριότητι διὰ τὸ καὶ ταύτης συμφυῆ μᾶλλον εἶναι καὶ διὰ τοῦτο δυσαποτριπτοτέραν μᾶλλον εἶναι]. ἔοικε δὲ καὶ περὶ ταύτην εἶναι ἀρετή τις. |Εἰπὼν τὴν μεγαλοψυχίαν περὶ τιμὴν εἶναι μεγάλην, φησὶ περὶ τιμὴν καὶ τὴν ἄλλην εἶναι ἀρετήν, ἣν ἐν τῷ δευτέρῳ λέγει τὸν αὐτὸν ἔχειν λόγον πρὸς τὴν μεγαλοψυχίαν, ὃν λόγον ἔχει ἡ ἐλευθεριότης πρὸς τὴν μεγαλοπρέπειαν. ὥσπερ δὲ ἐν δόσει καὶ λήψει· ὥσπερ ἐν λήψει χρη- μάτων, ἐν οἷς ἐστιν ὑπερβολὴ καὶ ἔλλειψις, ἐν τούτοις ἐστὶ καὶ μεσότης. καὶ ὅτι γε ἔστι πάλιν δείκνυται ἐκ τὸ ὖ ποτὲ μὲν ἡμᾶς τὸν φιλότιμον ἐπαινεῖν ὡς ἀνδρώδη καὶ φιλόκαλον, ποτὲ δὲ τὸν ἀφιλότιμον ὡς μέτριον καὶ σώφρονα, ὅπερ εἶπε καὶ ἐν τῷ δευτέρῳ. ἔστι γὰρ ἡ τῶν πολλῶν ἔννοια κατὰ φύσιν πὼς κρίνουσα τό τε ἐπαινετὸν καὶ τὸ μή. ὃ καὶ περὶ τιμὴν πεπόνθασι. φαμὲν γὰρ ὄντος τινὸς καλοῦ τῆς τιμῆς εἰ ποτὲ μὲν ἐπαινοῦμεν τὸν φιλότιμον, ποτὲ δὲ ψέγομεν, δῆλον ὡς οὐχὶ ἐφ’ ἕν τι σημαινόμενον φέρομεν τὸ ὄνομα, ἀλλὰ πολλαχῶς ἄν ὁ φιλότιμος λέγοιτο, ὡς καὶ πᾶς ὁ φιλεῖν τι λεγόμενος καὶ ἀπ’ αὐτοῦ φιλοτοιοῦτος λεγόμε νος λέγεται γὰρ φιλόπαις καὶ ὁ ὡς δεῖ φιλῶν τὰ τέκνα καὶ ὁ ἀμέτρως ὑπερ- βάλλων ἐν τῇ περὶ αὐτὰ σπουδῇ, καὶ φιλότιμος δὲ ὁ μὲν ἐπαινούμενος εἴη, ὁ μᾶλλον τιμῆς ἀντιποιούμενος παρὰ τοὺς πολλοὺς, ὁ δὲ ψεγόμενος ὁ μᾶλλον ἢ δεῖ τῇ τιμῇ προστετηκὼς καὶ τὸ παρ’ ὧν μὴ δεῖ τιμᾶσθαι σπουδάζων καὶ ἐφ’ οἷς μὴ δεῖ καὶ ἐφ’ ὅσον μὴ δεῖ ἡ ὅτε μὴ δεῖ. εἰπὼν δὲ ὁτὲ μὲν τὸν φιλότιμον ἐπαινούμενον, ὁτὲ δὲ τὸν ἀφιλότιμον, ἀποδίδωσι τούτου τὴν αἰτίαν. τῷ γὰρ ἀνώνυμον εἶναι τὴν μέσην ἕξιν, ὡς ἐρρήθη καὶ ἐν τῷ δευτέρῳ, ἀμφότερα τὰ ἄκρα ταύτης ἀντιποιεῖται. ᾿Αλλ᾿ ἐπαινοῦντες μὲν ἐπὶ τὸ μᾶλλον. Μαλλὸν γὰρ [ὴ] ὡς δεῖ ἐφίενται ἡ οἱ πολλοί, οἱ ἐπαίνου ἄξιοι ὄντες τῶν φιλοτίμων ἢ οἱ πολλοί (ἀπὸ κοινοῦ τὸ φέρομεν). μᾶλλον γὰρ ὡς δεῖ τιμῆς ἀντιποιοῦνται ἤπερ οἱ πολλοί. οὐ γὰρ ὡς δεῖ οἱ πολλοὶ αὐτῆς ἀντι- ποιοῦνται, διὸ καὶ ψέγονται, διότι μᾶλλον ἢ δεῖ ταύτῃ τετήκασι, καὶ παρ’ ὧν οὐ δεῖ τιμᾶσθαι καὶ ὅσα ἄλλα. ἀνωνύμου δ’ οὔσης τῆς μεσότητος. τῷ ἀνωνύμου τοῦ μέσου τὰ ἄκρα τοῦ μέσου διαμφισβητεῖται πρὸς ἄλληλα. ἀρνήσει φύσεως τὸ μέσον αἱρούμεθα, †ἐκστάσει φύσεως μέσον ὑπάρχειν βουλόμεθα. ἰστέον δὲ ὅτι οὔτε ὁ φιλότιμος ὡς μισθὸν τῶν πράξεων τὴν τιμὴν μεταδιώκει οὔτε ὁ ἀφιλότιμος ἀποστρέφεται. ἀλλ’ οὐδὲ ὁ μεγαλό- ψυχος ὁμοίως μεταδιώκει τῷ φιλοτίμῳ. οὐ γὰρ τῆς τιμῆς χάριν πράττουσι, δι’ αὐτὸ <δὲ> τὸ καλόν. οὐ βουλομένοις δ’ αὐτοῖς ἡ ἐπὶ ταῖς πράξεσι σύμμετρος καὶ εὔλογος τιμὴ ἐπακολουθεῖ. ἔστι δὴ καὶ ὡς δεῖ, οὗ χάριν καὶ τὸ μέσον ἐστί τε καὶ γίνεται. εἴη ἂν καὶ ἐπὶ τούτων ἡ ἀφιλο- τιμία μᾶλλον ἀντικειμένη τῇ μέσῃ διαθέσει τῆς φιλοτιμίας τῷ τε χείρων εἶναι, πρὸς μηδὲν καλὸν ἐγείρουσα τὴν ψυχήν, καὶ τῷ τοὺς πολλοὺς σφοδρῶς ἔχειν πρὸς αὐτὴν ἢ τὴν φιλοτιμίαν. πρὸς ἀμφότερα δ’ ἀμφότερά πὼς· καλῶς. αἱ γὰρ μέσαι οὖσαι πρὸς μὲν τόδε συγκρινόμεναι τὴν ὑπερβολὴν ὑποδύονται, πρός δὲ τόδε τὴν ἔλλειψιν ὑποκρίνονται, τὸ ἀντικείμενον τοῦ ἀντικειμένου γινόμενον. Πραότης δ’ ἐστὶ μὲν μεσότης περὶ ὀργάς. Εἶπε καὶ ἐν τῷ δευτέρῳ τὴν πραότητα ἀρετὴν καὶ μεσότητα εἶναι περὶ ὀργάς. δῆλον δὲ ἐξ ὦν λέγει, ὅτι μήτε πᾶσα ἀρετὴ περὶ δύο τινὰ πάθη οἰκεῖ. περὶ οἰκεία] μὲν γὰρ ἡδονὴν καὶ λύπην κοινῶς πᾶσα, καὶ ταύτῃ δύο παθῶν μεσότης πᾶσα ἀρετή, οὐ μὴν ὡς περὶ οἰκεῖά τινα δύο πάθη, ἃ ῥυθμίζει, ὡς ἡ ἀνδρεία περὶ φόβους καὶ θάρρη. ταῦτα γὰρ ἴδια δύο πάθη περὶ ἃ ἥδε ἡ ἀρετὴ τοῦ μέσου ἐστὶ στοχαστική, ἡδομένη μὲν ἐπὶ τῇ εὐλόγῳ περὶ αὐτὰ ἐνεργείᾳ καὶ αἱρουμένη ταύτην, ἀχθομένη δὲ ἐπὶ ταῖς I ἀλόγοις καὶ ἀμέτροις σπουδαῖς ἢ φυγαῖς τῶνδε τῶν παθῶν καὶ ἀποστρεφομένη αὐτά. ὁμοίως ἡ σωφροσύνη περὶ δύο πάθη· ἡ γὰρ δι’ ἁφῆς ἡδονὴ καὶ λύπη τὰ ὑποκείμενα πάθη ταύτῃ. ἡ δὲ πραότης οὐκέτ’ ἔχει δύο πάθη τὰ ὑποκείμενα, εἴ γε περὶ ὀργήν ἐστι. τῇ δὲ ἐλευθεριότητι οὐδὲ τὴν ἀρχὴν πάθος τι ἴδιον ὑπέκειτο ἀλλὰ πρᾶξις· δόσις γὰρ καὶ λῆψις χρημάτων. περὶ πάθη δὲ ἦν τὸ ἥδεσθαι παρὰ τὴν εὔλογον περὶ ταῦτα λῆψιν καὶ δόσιν καὶ ἄχθεσθαι ἐπὶ τῇ ἀλόγῳ δόσει, ὡς εἶπε. μεσότητες οὖν πᾶσαι περὶ πάθη κοινά, ἡδονὴν καὶ λύπην, τὰς ἐπὶ ταῖς ἐνεργείαις ταῖς γινομέναις ἐπὶ ταῖς πράξεσιν. ὃ δὲ εἶπεν ἐν τῷ δευτέρῳ καὶ νῦν λέγει, τὸ ἀνώνυμον εἶναι τήν τε μέσην ἕξιν τὴν περὶ τὸ πάθος τοῦτο καὶ τὰ ἄκρα αὐτοῦ, αὐτὸς δέ φησι πραότητα ὀνομάζειν αὐτὴν μᾶλλον πρὸς τὴν ἔλλειψιν τὴν αὐτῆς ἀποκλίνουσαν, οὖσαν καὶ αὐτὴν ἀνώνυμον. οὐχὶ δὲ Ἀριστοτέλους τὸ τῆς πραότητος ὄνομα ἢ τὸ τῆς ὀργιλότητος, ὡς ἐν τῷ δευτέρῳ εἴρηται. ἦν γὰρ καὶ πρὸ αὐτοῦ, ὡς Πλάτων’ φησὶ περὶ τῶν φυλάκων ἐν Πολιτείᾳ ’θυμοειδῆ μὲν δὴ χρὴ πάντα ἄνδρα εἶναι πρᾷόν τε μάλιστα,’ ὡς οὐκ ἐχούσης τῆς πραότητος ἐν αὑτῇ τὸ θυμοειδὲς καὶ διεγη- γερμένον. τὸν γὰρ ἡσύχιον καὶ σώφρονα πρᾷον ἔλεγον, οὐ τὸν ὀργιζόμενον ἐφ’ οἷς ὁ λόγος αἱρεῖ, ἡσυχάζοντα δὲ ἐφ’ οἷς καλόν. τὸ μὲν γὰρ πάθος ἐστὶν ὀργή. εἰπὼν τὸ πάθος ὀργὴν εἶναι καὶ τοῦτο σημεῖον τοῦ τὴν ὑπερβολὴν ὀργιλότητα ἄν εὐλόγως λέγεσθαι ποιησάμενος, οὐκέτι προσθεὶς τὸ οὗ χάριν εἶπε τὸ μὲν γὰρ πάθος ἐστὶν ὀργή, μέτεισιν ἐπὶ τὸ λέγειν τίνα τὰ ποιητικὰ τοὐ πάθους τῆς ὀργῆς, καὶ φησὶ πολλὰ καὶ διαφέροντα. ῾Η δ’ ὑπερβολὴ κατὰ πάντα μὲν γίνεται. Καὶ τὴν ὀργιλότητά <φησιν> ἐφ’ ἑτέρων κειμένην· ἐπὶ γὰρ τῆς δυνάμεως καὶ τῆς πρὸς ὀργὴν ἐπιτηδειότητος καὶ εὐεμπτωσίας ἤδη κειμένην, ὠνόμασεν οὗτος, κατὰ πλείονάς φησι γίνεσθαι, οὐ μὴν πάντας τοὺς τῆς ὑπερβολῆς τρόπους δύνασθαι τῶ αὐτῷ ὑπάρχειν. μηδὲ γὰρ ἄν δύνασθαι εἶναι τὴν ἀρχὴν ἐν πᾶσιν ὑπερβάλλοντα τῷ τὸ κακὸν καὶ αὑτοῦ φθαρτικὸν εἶναι καὶ ἀφόφητον ὁλόκληρον γινόμενον ἐν ἑνί. εἰσὶ γὰρ ὀργιλότητος πλείους διαφοραὶ καὶ ἐναντίαι, ἃς ἅμα οὐχ οἷόν τε ἐν τῷ αὐτῷ εἶναι· διὸ καὶ πλείους οἱ ὀργίλοι. οἱ μὲν γάρ τινες αὐτῶν ὀργίλοι καὶ ἀκρόχολοι καλοῦνται, οἱ δὲ χαλεποί, ὀργίλοι μὲν οἱ ταχέως ὀργιζόμενοι καὶ μᾶλλον ἢ δεῖ, παυόμενοι δὲ ταχέως, ὅπερ πάσχουσι τῷ μὴ κατέχειν τὴν ὀργὴν ἀλλὰ ταχέως αὐτὴν ἀποδιδόναι· διὸ καὶ φανεροί εἰσιν οἱ τοιοῦτοι. ὑπερβολῇ γάρ εἰσι τοιοῦτοι οἱ ἀκρόχολοι· ὀξεῖς γὰρ καὶ πρὸς πᾶν καὶ ἐπὶ παντὶ ὀργίλοι καὶ οὕτως ὀνομάζονται ὡς ἄκροι ὄντες ὀργήν. πικροὶ δὲ οἱ ἐπὶ πολὺ ὀργιζόμενοι καὶ δυσδιάλυτοι, ὃ πάσχουσι τῷ κατέχειν τὸν θυμὸν καὶ κρύπτειν ἐπὶ πολὺ τὴν ὀργήν, πάυονται δὲ ὅταν φανερὰν τὴν ὀργὴν ποιήσωσι καὶ ἀποδῶσιν αὐτὴν ὥς τι χρέος ὀφειλόμενον. ἡ γὰρ τιμωρία πάυει τῆς ὀργῆς αὐτοὺς ἡδονὴν ἀντὶ λύπης ἐμποιοῦσα. μόνῳ γὰρ τούτῳ πάυονται. τούτου δὲ μὴ γινομένου φυλάττουσι τὸν θυμόν. τῷ γὰρ μὴ φανεροὺς εἶναι μηνίοντας οὐδὲ συμπείθει τις αὐτοὺς ἢ τὴν |ἀρχὴν ἐπιχειρεῖ μεταπείθειν, αὐτοὺς δ᾿ ἐν αὑτοῖς μετὰ χρόνον γίνεται πέψαι τὴν ὀργήν. εἶναι δέ φασι τοὺς τοιούτους μάλιστα ἑαυτοῖς ὀχληρούς, εἶτα δὲ καὶ τῶν φίλων τοῖς μάλιστα συνοῦσι, σκυθρωποὺς καὶ βαρεῖς ὄντας. ὑπεναντίως δὲ οὗτοι τοῖς ὀργίλοις ἰδίως καλουμένοις καὶ ἀκροχόλοις περὶ ὀργὴν ἔχουσι. διὸ οὐχ οἷόν τε ἅμα τὸν αὐτὸν ἀκρόχολον εἶναι καὶ πικρόν. χαλεποὶ δέ εἰσιν οἱ ἐφ’ οἷς μὴ δεῖ χαλεπαίνοντες καὶ μᾶλλον ἢ δεῖ καὶ πλείω χρόνον καὶ μὴ διαλλαττόμενοι χωρὶς τιμωρίας. ἤτοι δὲ οἱ αὐτοί εἰσιν οἱ χαλεποὶ τοῖς ὀργίλοις (μικρὰ γὰρ ἐκείνοις διαφορὰ κατὰ τὴν ἐπίτασιν) ἢ διαφέροιεν ἄν οἱ χαλεποὶ τῶν πικρῶν. ὁ μὲν γὰρ πικρὸς τοιοῦτος τῷ πολυχρόνιον τὴν ὀργὴν καὶ ἔμμονον καὶ κεκρυμμέκην ἔχειν, ὁ δὲ χαλεπὸς πρὸς τούτῳ προσείληφε τό τε ἐφ’ οἷς μὴ δεῖ χαλεπαίνειν καὶ οἶς μὴ δεῖ καὶ μᾶλλον ἢ δεῖ. ἔτι φανερώτεροι καὶ τιμωρητικώτεποι οὗτοι, καὶ ἦν ὁ χαλεπὸς ἔχων ὡς ἐνδέχεται ἀμφοτέρας ὑπερβολάς, τήν τε τοῦ ὀξυχόλου καὶ πικροῦ· διὸ καὶ ὠνόμασται οὕτως. τὸ δὲ ἄνευ τιμω- ρίας καὶ κολάσεως, εἰ μὲν οὕτως εἴη γεγραμμένον, ἐκ παραλλήλου ἄν λέγοιτο, εἰ δ’ ὡς ἔν τισι γράφεται ἄνευ τιμωρίας ἢ κολάσεως, ἂν ἡ κόλασις τῇ τιμωρίᾳ καὶ εἴη ἂν τιμωρία μὲν ἡ ἄμυνα ἀνθ’ ὧν δοκεῖ πεπονθέναι ὡς τοῦ κατ’ ἀξίαν ἀνταπόδοσις, κόλασις δὲ χαλεπότητος προσθήκῃ τῆς βλάβης καὶ κακώσεως τῆς μετὰ τὴν ἄμυναν. ἡ γὰρ τιμωρία πάυει τῆς ὀργῆς· οἷον γάρ τι χρέος ἀνταποδίδοται. καὶ πρὸς τὸ συμβιοῦν οἱ χαλεποὶ χείρους· οὐκοῦν καὶ διὰ τοῦτο ἡ ὕπερ. βολὴ κατὰ τὴν ὀργὴν τῇ πραότητι ἀντίκειται. εἶδος γὰρ ὀργιλότητος ἡ χαλεπότης, ὡς καὶ τοῦ ἁπλῶς ὀργίλου ὁ χαλεπός. ὃ δὲ ἐν τοῖς πρό- τερον εἴρηται. εἶπε γὰρ ὅτι περὶ τῶν πρακτῶν τύπῳ τε λέγειν καὶ καθόλου δυνατόν, διορίσαι δὲ λόγῳ περί τινος πότε καὶ πῶς καὶ πόσον καὶ μέχρι τίνος δεῖ γίνεσθαι, οὐ ῥᾴδιον. Ἐν δὲ ταῖς ὁμιλίαις καὶ τῷ συζῆν. Εἶπεν ἐν τῷ δευτέρῳ εἶναι τρεῖς μεσότητας, ἐχούσας μέν τινα κοινωνίαν, διαφερούσας δὲ <ἀλλήλων> τῷ τὴν μὲν αὐτῶν περὶ τὸ ἀληθὲς τὸ αὐτοῖς εἶναι, ἣν ἀλήθειαν εἶπε καὶ ἀληθῆ τὸν ἔχοντα αὐτήν, τὰς δὲ δύο περὶ τὸ ἡδύ, ὧν τὴν μὲν περὶ τὸ ἐν παιδιᾷ εὐτραπελίαν, τὴν δὲ περὶ τὸ ἐν πάσι τοῖς κατὰ βίον φιλίαν. περὶ ταύτης τῆς ἕξεως νῦν λέγει. ἔστι γὰρ αὕτη ἡ περὶ λόγων καὶ πραγμάτων κοινωνία, διαιρεῖ δὲ ταύτην τῷ τοὺς μέν τινας τὰ πρὸς ἡδονὴν καὶ χάριν τῶν κοινωνούντων αὐτοῖς ἐν τούτοις πειρᾶσθαι ποιεῖν, συγκατατιθεμένους καὶ αἰνοῦντας καὶ μὴ λυπεῖν θέλοντας καὶ πρὸς μηδὲν ἀντιτείνοντας, οὓς ἀρέσκους καλεῖ <ἀπὸ τοῦ πᾶσιν ἀρέσκειν σπουδάζειν ὠνομασμένους>, ὑπερβάλλοντας κατὰ τὸ ἡδύ, τοὺς δὲ ἐναντίας τούτοις πρὸς πᾶν ἀντιβαίνοντας καὶ μηδένα λόγον τοῦ λυπεῖν ποιουμένους, οὓς δυσκόλους καὶ δυσέριδας καλεῖ ἐν ψεκτῶν ὄντας ἕξει. εἶναι δέ φησι καὶ μέσην ἕξιν <>ἐπαινετήν>, ἀποδεχομένην ἃ δεῖ καὶ μὴ ἀποδεχομένην ἃ μὴ δεῖ, <ἀλλὰ δυσχεραίνουσαν πρὸς πρὸς αὐτά,> οὖσαν <καὶ αὐτὴν> ἀνώνυμον· τῷ δὲ ἐοικέναι φιλίαν καλεῖ, διαφέρειν δὲ τῆς κυρίως φιλίας <τήνδε τὴν ἕξιν>, ὅτι ἡ μὲν κυρίως φιλία μετὰ πάθους ἐστὶ καὶ 45 τοῦ στέργειν τούτους οἷς σύνεστι καὶ κοινωνεῖν, ἡ δὲ τοιαύτη ἕξις ἄνευ πάθους καὶ τοῦ στέργειν τούτους οἷς ὁμιλεῖ ἃ ἀποδέχεται ἀποδοχῆς ἄξια ἡγεῖται καὶ μέμφεται τοῖς μὴ τοιούτοις. διὸ καὶ πρὸς πάντας ἐστὶν ὁμοίως γνωρίμους καὶ ἀγνώστους. οὐχ οἷόν τε δὲ πᾶσι προσπεπονθέναι φιλικῶς ἐφ’ ἑκάστῳ τὸ εὔλογον <καὶ ἁρμόζον> ποιοῦσαν· ἄλλα μὲν γὰρ τοῖς οἰκείοις καὶ συνήθεσιν ἄλλα δὲ τοῖς <ἀλλοτρίοις καὶ> ὀθνείοις, ἄλλα μὲν νέοις, ἄλλα δὲ πρεσβύταις, ἄλλα ἄρχουσι καὶ ἄλλα ἰδιώταις, ἕξις τις οὖσα ὁμιλητική. <σαφῆ δὲ καὶ τὰ ἐπὶ τούτοις λεγόμενα,> τὸ στέργειν προσλαβόντα, ἤτοι τὸ φιλεῖν, ὃ τῷ μισεῖν ἀντίκειται, πάθη ὄντα ἄμφω τοῦ ἐπιθυμητικοῦ. |Καὶ προαιρήσεται λυπεῖν τῷ ἐναντιοῦσθαι ἐν οἷς δεῖ, κἄν λύπην φέρῃ τῷ ᾧ ἐναντιοῦται ὁ τὴν ἀρετὴν ἔχων, τοῦ καλοῦ χάριν ἐναντιούμενος αὐτῷ. καὶ ταύτην μὴ μικρὰν ἢ βλάβην, μεγάλην δηλονότι. ἀπὸ κοινοῦ δὲ τὸ προαιρήσεται λυπεῖν. ἡ δ’ ἐναντίωσις μικρὰν λύπην. ἡ ἐναντίωσις ἡ πρὸς ὃν συνηδύνειν δυσχερανεῖ ὁ κατὰ τὴν μεσότητα ταύτην σπουδαῖος τῷ φέρειν μεγάλην ἀσχημοσύνην ἢ βλάβην. ἀλλὰ δυσχερανεῖ, τουέστιν ἐν τοῖς οὐκ ὀρθῶς γινομένοις. διαφερόντως δ’ ὁμιλήσει, ἤτοι διαφόρως. καὶ καθ’ αὑτὸ μὲν αἱρούμενος τὸ συνη- δύνειν, λυπεῖν δὲ εὐλαβούμενος. ἁπλῶς μέν φησι τὸν ἔχοντα τὴν μέσην ἕξιν τὸ συνηδύνειν καθ’ αὑτὸ αἱρεῖσθαι, πρὸς δὲ τὰ ἀποβαίνοντα ἁρμοζόμενον, καὶ λυπήσειν ποτὲ τοῦ καλοῦ χάριν, εἰ μὴ τοιαῦτα ἀλλ’ αἰσχρὰ ᾖ τὰ λεγόμενα, καὶ τοῦ συμφέροντος λέγων ἢ ποιῶν, καὶ ἡδονῆς δὲ χάριν ἔστιν ὅτε λυπήσειν φησὶν αὐτόν, ἄν μέλλῃ τὸ παρὸν λυπηρὸν ὂν μείζονος ἡδονῆς εἰσαῦθις αἴτιον ἔσεσθαι. ἑκάστοις ἀπονέμων τὸ πρέπον, τυχὸν μᾶλλον ἢ ἧττον φίλῳ ἢ συγγενεῖ καὶ ξένῳ ἢ ἰδίῳ. λυπεῖν δὲ εὐλαβοῦ μένος, ἀπὸ κοινοῦ τὸ καθ’ αὑτό. τοῖς δὲ ἀποβαίνουσιν, ἐὰν ἡ μείζω, συνεπόμενος. τὰ ἀποβησόμενα εἴτε κακὰ εἴτε ἀγαθά. λυπήσει γὰρ νῦν ἐναντιούμενος φόβω τοῦ μείζονος κακοῦ τοῦ ἀποβησομένου ἢ φόβῳ τοῦ μὴ μείζονος ἀγαθοῦ στερηθῆναι. ὁ δὲ πᾶσι δυσχεραίνων ὁ τοῖς ὑπὸ τῶν κωμῳδῶν <παραγομένοις> ὅμοιος, <ἀηδής τις πᾶσιν>, Περὶ τὰ αὐτὰ δὲ σχεδόν ἐστι καὶ ἡ τῆς ἀλαζονείασ μεσότης, ἤτοι περὶ τοὺς λόγους καὶ τὰς ἐν ὁμιλίαις πράξεις καὶ τὸ συζῆν δηλονότι. Τὸ δὲ σχεδόν, ὅτι μὴ πάντῃ. ἡ μὲν γὰρ προειρημένη περὶ τὸ ἡδὺ ἦν τὸ ἐν λόγοις καὶ πράξεσιν, ἡ δὲ νῦν λεγομένη περὶ τὸ ἀληθές. οὐ χεῖρον δὲ καὶ τὰς τοιαύτας ἐπελθεῖν. τὸ περὶ πασῶν λέγειν τῶν ἕξεων σαφῶς εἶπε τὴν αἰτίαν τοῦ τε μᾶλλον εἰδέναι τὰς περὶ τὸ ἦθος γινο- μένας καὶ συνισταμένας ἕξεις καὶ τοῦ μᾶλλον πιστεύειν ὅτι πᾶσα ἡ ἠθικὴ ἀρετὴ μεσότης ἐστίν. ὁμοίως ἐν λόγοις καὶ πράξεσι καὶ τῷ προσ- ποιήματι. ἐπεὶ τὸ ψεῦδος πολλαχῶς, ἔδειξε διὰ τούτου τὸ πῶς ψευδο- μένων καὶ πῶς ἐστι κἂν ταῖς πράξεσι καὶ τοῖς λόγοις τὸ ψεύδεσθαι, ἤτοι τῷ προσποιήματι. τὸ γὰρ μὴ ὑπάρχειν τινὶ ταῦτα, τοῦτο τὸ ἐν πράξει ψεῦδος. τὸν μὲν οὖν ἀλαζόνα καὶ ὑπερβάλλοντα ψεύδεσθαι ἐν τῷ προσποιεῖσθαι τὰ ἔνδοξα καὶ μείζω τῶν ὑπαρχόντων, τὸν δὲ ἐλλείποντα, τὸν εἴρωνα ἀνάπαλιν τῷ ἀρνεῖσθαι καὶ τὰ ὑπάρχοντα ἐλαττοῦν. ὁ δὲ μέσος αὐθέκαστος. τὸ αὐθέκαστον <οὕτω ἐπὶ> τοῦ ἀληθευτικοῦ καὶ ἀληθοῦς ὄνομα ἔθηκε, δηλωτικὸν ὂν τοῦ αὐτὸ ἕκαστον οἷον ἐστὶ λέγειν τε καὶ δεικνύναι. τοιοῦτος γὰρ ὁ ἀληθής, οὐ προσποιητκὸς οὔτε ἐν λόγοις οὔτε ἐν τῷ βίῳ, ἀλλ’ αὐτῷ τῷ ἀληθεῖ ἀρεσκόμενος. Ἔστι δὲ τούτων ἕκαστα καὶ ἕνεκά τινος ποιεῖν καὶ μηθενός. Ταὐτὰ περὶ τῶν ἀληθευόντων καὶ τῶν προσποιουμένων καὶ ψευδομένων λέγει. καὶ γὰρ καὶ ἀληθεύειν καὶ ψεύδεσθαι γίνεται ἕνεκά τινος καὶ διὰ τὴν ἕξιν ἣν ἔχει τις. δύναται γάρ τις καὶ μὴ ἀληθευτικὸς τὴν ἕξιν ἀληθεῦσαι διά τι, ὡς οἱ διὰ συνθήκας καὶ ζημίας ἀληθεύοντες καὶ ἐμμένοντες τῇ ὁμολογίᾳ τῶν συνθηκῶν, οἳ δικαιοσύνης μᾶλλον ἔχονται· ὁμοίως καὶ ὁ μὴ ψευδὴς ψεύσασθαι. ἁπλῶς μὲν γὰρ ἕκαστος ὁποῖός τίς ἐστι, τοιαῦτα καὶ λέγει καὶ ποιεῖ, διά τι δὲ παραβαίνουσι τὰς οἰκείας ἐνεργείας (καὶ γὰρ ψεύδονται καὶ ἀληθεύουσιν, ὡς εἴρηται, ἀλλὰ καὶ αὐτὸς ἐρεῖ), οἱ μὲν διά τι προκείμενον, ὥσπερ οἱ διὰ τὸ δίκαιον ἀληθεύοντες ἢ ψευδόμενοι ἵνα ἀδικήσωσιν, οἱ δὲ διὰ τὴν ἕξιν ἣν ἔχουσιν. περὶ τῶν οὕτως ἀληθευόντων καὶ ψευδομένων ὁ λόγος αὐτῷ καὶ τῶν τοιούτων ἕξεων, αἳ οὐ διά τι τοῦτο ποιοῦσιν. ἐκεῖναι γὰρ καὶ ἄλλαι τινὲς ἀρεταὶ <καὶ κακίαι>. τῶν δὴ καθ’ αὑτὰ ἀληθῶν καὶ ψευδῶν καὶ οὐ διά τι τὸ μὲν ἀληθὲς καλόν τε καὶ ἐπαινετόν, τὸ δὲ ψεῦδος ψεκτόν <τε καὶ φευκτόν. καθ’ αὑτὰ γὰρ ζόμενα τὸ ἀληθεύειν καὶ ψεύδεσθαι, τὸ μὲν ἐπαινετόν ἐστι, τὸ δὲ ψεκτόν. >διὸ καὶ ὁ μὲν ἀληθευτικὸς καὶ τοιαύτην ἔχων ἕξιν μέσος ὢν τῶν ἐφ’ ἑκάτερα ψευδομένων ἐπαινετὸς ἄν εἴη. ἀλλ’ ἐν οἷς μηδενὸς τοιούτου διαφέροντος ἀλλὰ διαφόρου ὄντος, ὡς μὴ διὰ <τὴν> τοῦδε τυχὸν καὶ συνθήκην δοκεῖν τὸ τοιοῦτον ποιεῖν, ἀλλὰ καθ’ αὑτὸ τὸ ψεῦδος εὐλαβούμενος τῷ τοιοῦτος εἶναι, λέγω δὴ τῷ ἀληθευτικός. καὶ ἐν οἷς μὴ διαφέρει. διὰ τῆς προσθήκης ταύτης ἔδειξε τὸν τοιοῦτον ἐπαινετόν. ὁ γὰρ καὶ ἐν οἷς οὐδὲν διαφέρει ἀληθεύων ἔτι μᾶλλον ἀληθεύει ἐν οἷς διαφέρει τι, οἷον συνθήκαις <καὶ> συναλλάγμασιν, ἔτι μᾶλλον ὅπου τὸ ψεῦδος φυλάξεται αὐτό, ὃς καὶ ἀπλῶς αὐτὸ φυλάξεται. >αἰσχρὸν δὲ τὸ ψεὑδος ἐν τῇ τῆς ἀληθείας παραβάσει, ὃ ἐν ταῖς συνθήκαις γίνεται. ἔστι γάρ τινα καὶ ψευσάμενον μὴ αἰσχρὸν φανῆναι, εἰ διὰ σωτηρίαν τινὸς ψεύσαιτο. λέγει δὲ τὸν τοιοῦτον ἐπαινετὸν ἐπὶ τὸ ἔλαττον <διὰ τὸ αὐτὸν μᾶλλον ἀποκλίνειν ἐπὶ τὸ ἔλαττον> τοῦ ἀληθοῦς· τοῦτο γὰρ ἐμμελέστερον. διὰ <γὰρ> τὸ τὰς ὑπερβολὰς ἐπαχθεῖς εἶναι πόρρωθεν αὐτὰς διὸ καὶ τῶν περὶ αὑτὸν μεγάλων οὐ πάνυ ἐστὶν ἐξαγγελτικός. Ὁ δὲ μείζω τῶν ὑπαρχόντων προσποιούμενος. Λέγει μὲν περὶ τοῦ ἀλαζόνος ὅτι ἐστὶ ψεύστης τῷ τὰ μείζω τῶν ὑπαρχόντων αὑτῷ προσποιεῖσθαι. ὥσπερ δὲ ἦν ἀληθεύων ὁ μὲν διά τι ὥσπερ τὰ συναλλάγματα καὶ τὰς ὁμολογίας (ὑπὲρ γὰρ τοὐ μὴ ἀδικῆσαι), ὁ δὲ ἁπλῶς διὰ τὸ ἕξιν ἔχειν τοιαύτην ὃς ἦν κυρίως ἀληθευτικὸς καὶ ἀληθής), οὕτω καὶ τῶν ψευδομένων καὶ προσποιουμένων μείζω τῶν ὑπαρχόντων οἱ μὲν τινὸς ἕνεκεν τοῦτο ποιοῦσιν, οἱ δὲ οὐδενός. οἱ μὲν οὖν μηδενὸς ἕνεκα ψευδόμενοι καὶ τοιαύτην ἕξιν ἔχοντες ὡς <αὐτῷ> τῷ ψεύδεσθαι χαίρειν, φαῦλοι μὲν <καὶ κυρίως ἀλαζόνες, μᾶλλον δὲ> ἠλίθιοι καὶ μάταιοι ἢ κακοί (οὐ γὰρ μετ’ ἐπιβουλῆς τοῦτο ποιοῦσιν), οἱ δὲ ἕνεκά του ψευδόμενοι χείρους μὲν τούτων, διαφορὰ δέ τίς ἐστι καὶ ἐν τούτοις. ὁ μὲν γὰρ διὰ δόξαν τοῦτο ποιεῖ, ὁ δὲ διὰ κέρδος· ὁ μὲν οὗν διὰ δόξαν τινὰ ψευδόμενος οὐ μᾶλλον ψεκτός (ἐν ἀλαζονείᾳ γὰρ οὗτος), ὁ δὲ ἀργυρίου χάριν ἢ ὅσα ἀργύριον πορίζει, ἀσχημονέστερος καὶ κάκιστος τῶν ἀλαζο- νευομένων. πάντες γὰρ ἀλαζόνες καὶ κυρίως ὁ πρῶτος, ὁ μέντοι τελευταῖος ἔχοι ἄν τι καὶ ἀδικίας. οὐκ ἐν τῇ δυνάμει δ’ ἐστὶν ὁ ἀλαζὼν ἀλλ’ ἐν τῇ προαιρέσει. Κατὰ τὴν ἕξιν γὰρ καὶ τῷ τοιοῦτος εἶναι ἀλαζών ἐστιν. τουτέστιν οὐκ ἐν τῷ δύνασθαι προσποιήσασθαι τὰ μείζω καὶ μὴ προσόντα αὐτῷ (τοῦτο γὰρ παντός) ἀλλὰ τῷ ἕξιν τοιαύτην ἔχειν καὶ τοιοῦτος εἶναι ὡς προαιρεῖσθαι ταῦτα <καὶ τούτοις ἀρέσκεσθαι>. οὐ γὰρ αἱ δυνάμεις αἴτιαι τοῦ τοίους ἢ τοίους εἶναι ἀλλ’ αἱ προαιρέσεις, ἐπεὶ αἵ γε δυνάμεις αὐταί εἰσι τῶν ἀντικειμένων, οὐ δύναται δὲ ἅμα τὰ ἀντικείμενα εἶναι. εἰπὼν δὲ τὸν ἀλαζόνα ἐν τῇ προαιρέσει μάλιστα εἶναι, ἐναργῶς τοῦτο ἔδειξε μεταλαβὼν τὸν ἀλαζόνα εἰς τὸν ψεύστην. ψεύστης γὰρ οὐχ ὁ δυνάμενος |ψεύδεσθαι ἀλλ’ ὁ προαιρούμενος καὶ ψευδόμενος καὶ τῷ 58r χαίρειν αὐτῷ τῷ ψεύδεσθαι. εἰσὶ γάρ τινες τοιοῦτοι ἢ δόξης ἢ κέρδους θήρᾳ, δόξης μὲν οἱ ἐπὶ τοῖς ἐκ φύσεως ἢ τύχης προσγινομένοις προσποιούμενοι, οἷον καλοὶ ἢ ἰσχυροὶ ἡ πλούσιοι ἤ τι τοιοῦτον, οἱ δὲ διὰ κέρδος ἀλαζονευόμενοι ταῦτα προσποιοῦνται ἔχειν οἷς ἥδεται ὁ πέλας. διὰ γὰρ ταῦτα ἀργύριά τε ἐκεῖνοι προίενται καὶ οὗτοι λαμβάνουσιν, καὶ τούτων αὐτῶν ταῦτα προσποιοῦνται, ἃ ῥᾳδίως λανθάνειν δύναται μὴ ὄντα· ἡ δὲ μαντικὴ [δὲ] ταῦτα καὶ ἰατρικὴ καὶ σοφία. διὸ καὶ οἱ πλεῖστοι τῶν κέρδος ἀλαζονευομένων ταῦτα προσποιοῦνται. λανθάνουσι γὰρ οἱ ταῦτα ἐπαγγελλόμενοι τῷ μὴ φανερὸν τὸν ἔλεγχον εἶναι. ὁ μὲν γὰρ κάλλος ἢ ἰσχὺν προσποιούμενος εὐέλεγκτος, ὁ δὲ τῶν προειρημένων τι ῥᾳδίως λανθάνει. διὸ πλεῖστοι οἱ τοιαῦτα ἐπαγγελλόμενοι. καὶ γὰρ πρόσεστι τούτοις τὸ ἥδεσθαι αὐτοῖς τοὺς πέλας καὶ ὑπὲρ αὐτῶν ἀργύριον διδόναι. φιλομάντεις γὰρ οἱ πολλοί, καὶ ἡ ἰατρικὴ πρὸς πολλὰ χρήσιμος καὶ ἡ σοφία σπουδάζεται διὰ τὸ θαυμασία εἶναι. ἔστι γὰρ ἐν αὐτοῖς τὰ εἰρημένα, τουτέστι δόξα ἀπόλαυσις τὸ λαθεῖν. οἱ δὲ εἴρωνες ἐπὶ τὸ ἔλαττον. διὰ τοῦτο οἱ εἴρωνες χαριέστεροι, ὅτι τὰ ἔνδοξα καὶ ὄγκον ἔχοντα ἀρνοῦνται. βαυκοπανοῦργοι λέγονται· βαυκοπανούργους φησὶν ὡς ἓν ἀνθ’ ἑνὸς εἰπεῖν τοὺς σεμνοπανούργους. βαῦκος γὰρ ὁ τρυφερός, ὡς ὁ ποιητὴς Ἀραρὼς ἐν Καμπυλίωνι “βαυκὰ μαλακὰ τερπνὰ τρυφερά.” μετήνεγκται δὲ τὸ ὄνομα ἀπὸ τῶν βαυκίδων, ὅ ἐστιν εἶδος ὑποδημάτων Ἰωνικῶν, οἷς οἱ Ἰάδες χρῶνται, οὗ καὶ Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις μέμνηται. Κλείταρχος μέντοι ὁ γλωσσογράφος τὸ σεμνὸν ἀποδέδωκεν. οἷον ἡ τῶν Λακώνων ἐσθής· εὐτελὴς ἄγαν ἱστορεῖται Ξενοφῶντι. διὰ ταῦτα καὶ σκώπτουσιν αὐτοὺς οἱ κωμῳδοί, ὡς Πλάτων ἐν Πρέσβεσι “χαίρεις οἶμαι μεταπεττεύσας αὐτὸν διακλιμακίσας τε, τὸν ὑπηνόβιον σπαρτιοχαίτην ῥυποκόνδυλον ἑλκετρίβωνα”· τοῦτο γὰρ Λάκωνες ἐποίουν, ἐγκράτειάν τινα καὶ καρτερίαν ἐπιδεικνύμενοι. διὰ δὲ τὴν σφόδρα εὐτέλειαν προσποίησις ἐδόκει καὶ ἀλαζονεία τις εἶναι. καὶ περὶ τὰ μὴ λίαν ἐμποδών. πῶς τὸ ἐμποδὼν ἔλαβε, μεταλαβὼν φανερὸν ἐποίησεν. Ἀντικεῖσθαι δ’ ὁ ἀλαζὼν φαίνεται τῷ ἀληθευτικῷ. Τὸν ἀλαζόνα φησὶν ἀντικεῖσθαι τῷ ἀληθευτικῷ. χεῖρον γὰρ καὶ φορτι- κώτερον τῶν ἃ μὴ ἔχει τις καὶ μείζω ἢ ἃ ἔχει τις προσποιεῖσθαι ἔχειν ἑαυτὸν τοῦ ἃ ἔχει ἐλαττοῦν ἢ ἀρνεῖσθαι μὴ ἔχειν διὰ τὸ ἐν τούτοις ἀνεπαχθές. τὸ μὲν γὰρ μετρίου, τὸ δὲ ὑπερβάλλοντος. οὔσης δὲ καὶ ἀναπαύσεωε ἐν τῷ βίῳ. περὶ τὸ ἡδὺ τὸ ἐν λόγοις καὶ πράξεσιν εἰπὼν εἶναι τρεῖς διαφορὰς καὶ τούτων τὴν μὲν εἰπὼν ἀλήθειαν, τὴν δὲ φιλίαν, νῦν περὶ τῆς λοιπῆς λέγει, ἣν εὐτραπελίαν καλεῖ. καὶ διὰ τί οὕτως αὐτὴν ὀνομάζει τὴν αἰτίαν λέγει. ἐκεῖναι μὲν οὖν αἱ δύο, ἡ μὲν φιλία περὶ λόγους καὶ πράξεις τὰς κατὰ τὸν βίον τὸ χρειῶδες δεικνύουσιν, ἡ δὲ ἀλήθεια τὸ περὶ λόγους, αὕτη δὲ τὸ ἐν παιδιᾷ ἡδὺ αἱρεῖται. δεῖ γὰρ τῷ σπουδαίῳ καὶ ἀναπαύσεως, ὡς ἂν μὴ διὰ παντὸς κάμνουσα αὐτῷ ἡ διάνοια ἄχρηστος γένηται τῷ ἀεὶ ἐντετάσθαι κατὰ τὰ τόξα, ἃ μὴ ἀνιέμενα τοῦ οἰκείου παραλύεται τόνου. ὅπως δὲ γένοιτο τὸ ἐν παιδιᾷ ἡδὺ καὶ ἐλευθέριον ἑκατέρας χωριζόμενον ἀμετρίας, νῦν διδάσκει. οἱ μὲν οὖν τῷ γελοίῳ ὑπερβάλλοντες. |Βωμολόχοι λέγεται τὰ τῶν ὀρνέων λίχνα καὶ ἀδδηφάγα, ἃ χάριν ν τροφῆς λοχῶσιν <ἐπὶ> τοῖς βωμοῖς τὰ καταλειφθέντα τῶν θυσιῶν λιχμώμενα. τοιοῦτοι καὶ οἱ τὸ σκώπτειν μεταδιώκοντες ὑπερβαλλόντως. ὡς γὰρ ἐκείνοις οὐδὲν ἔργον ἢ περισκοπεῖν τοὺς βωμούς, ἀφ’ ὧν εὐπορήσει τροφῆς, οὕτω καὶ αὐτοῖς ἐπιμελὲς μηδὲ τῶν ἀσχημόνων ἀπέχεσθαι, εἰ μόνον κινοῖεν γέλωτα. οἱ δὲ ἐμμελῶς παίζοντες· τὸ μέσον καὶ μέτριον ἐνδείκνυται. ἐκ τῶν κινήσεων κρίνεται, εὔρυθμα δηλονότι ἢ ἄρρυθμα <καὶ> ἢ νοσερὰ καὶ ἀσθενῆ ἢ εὔρωστα. οὕτω καὶ τὰ ἤθη, δηλονότι ἀπὸ τῶν κινήσεων τῆς ψυχῆς. ἐπιπολάζοντος δὲ τοῦ γελοίου, διὰ τὴν τῶν πολλῶν σπουδήν. φιλογέλωτες γὰρ ὡς ἐπίπαν οἱ ἄνθρωποι καὶ <τῆ παιδιᾷ μᾶλλον προσανακείμενοι>. ἐκ τῶν εἰρημένων δῆλον, διότι οἱ μὲν τοῦ μέσου στοχάζονται, οὗτοι δὲ καθ’ ὑπερβολὴν αὐτῷ χρῶνται. τῇ δὲ μέσῃ ἕξει οἰκεῖον ἡ ἐπιδεξιότης. δεῖ γὰρ ἐπιδεξίως ἔχειν πρὸς τὸ ἀκοῦσαί τε καὶ ποιῆσαί τι. διαφέρει δὲ τῆς τοῦ ἀνδραποδώδους, ἤτοι ἀπρεποῦς· ἤτοι ἀνδραποδώδους, ἣ τοῖς ἐλευθέροις ἀντίκειται. ἔστιν ἄρα ἡ ἐλευθερίοτης ἣ τῇ ἀνδραποδώδει ἀντίκειται. ἢ τῷ μὴ λυπεῖν τὸν ἀκούοντα. οὐ ταὐτὸν τὸ μὴ λυπεῖν τῷ τέρπειν. ἐπὶ πλέον γὰρ τὸ μὴ λυπεῖν. εἰ γὰρ τέρπει, οὐ λυπεῖ· οὐ μὴν εἰ μὴ λυπεῖ, τέρπει πάντως. ἄπειρον γὰρ τὸ μὴ λυπεῖν. τοιαῦτα δὲ καὶ ἀκούσεται, ἀντὶ τοῦ τοιούτων ἀνέξεται εἰς αὐτὸν λεγομένων σκωμμάτων οἷς αὐτὸς κέχρηται. οὐ γὰρ εὔσχημον τῶν ὁπωσοῦν λεγομένων ἀνέχεσθαι· οὐ γὰρ πᾶν ποιῆσαι, ὥσπερ οὐδ’ εἰς πᾶν ἀνάσχοιτο σκώπτεσθαι. οὐ γὰρ εὔσχημον οὐδὲ οἰκεῖον τῷ ἀγαθῷ τῶν ὁπωσοῦν λεγομένων ἀνέχεσθαι, ἐπεὶ ἐνδεχόμενον δόξει πὼς χαίρειν αὐτοῖς καὶ πράττειν αὐτὰ οὐκ ἀπεχθανόμενος πρὸς αὐτά. ἔδει δ’ ἴσως καὶ σκώπτειν, διὰ τὸ ἄσχημον δηλονότι καὶ ὕβρεως ἔχεσθαι. προεῖπε δὲ τὸ ἔνια δὲ οἱ νομοθέται λοιδορεῖν κωλύουσι προσ- υπακουομένου τῷ ἔ νια ῾καὶ οὐ πάντα᾿. ὁ δὴ χαρίεις καὶ ἐλευθέριοςοὕτως ἕξει, τουτέστιν οὔτε πάντα σκώπτων οὔτε πάντων ἀπεχόμενος, ἀλλὰ γνώσεται νομοθετῶν ἑαυτῷ τίνων ἀφέξεται, τίνων οὔ. Περὶ δὲ αἰδοῦς ὥς τινος ἀρετῆς οὐ προσήκει λέγειν. Οτι μὴ ἕξις ἡ αἰδώς, δείκνυσιν ἀπὸ τοῦ ὁρισμοῦ καὶ τοῦ συμπτώματος τοῦ περὶ αὐτήν. ὡς γὰρ ὁ φόβος διατίθησι τὸ σῶμα, οὕτω καὶ ἡ αἰδώς. ἀμείβεται γὰρ ἐπ’ αὐτῆς τὸ τοῦ σώματος χρῶμα, ὡς καὶ ἐπὶ τοῦ φόβου. καὶ πῶς, δῆλον ἐφ’ ὧν ἐρεῖ <καὶ αὐτός. εἰ δ’ ἔς τι τὰ μὲν κατ’ ἀλήθειαν αἰσχρά· >κατ’ ἀλήθειαν αἰσχρὰ ὡς ἡ ἀκολασία, κατὰ δόξαν δὲ ὡς τὸ ἐν ἀγορᾷ ἐσθίειν· ἔστι γὰρ ταῦτα τῇ τῶν πολλῶν προλήψει καὶ διὰ τὰ ἔθη καὶ αἰσχρὰ δοκεῖ εἶναι. τὰ δὲ κατὰ δόξαν οὐδὲν δια- φέρει· καλῶς. οὐ γὰρ εἰ τὰ μὲν αἰσχρά ἐστιν ἀληθῶς, τὰ δὲ δοκήσει, ἤδη τὰ κατὰ δόκησιν πράξει. οὐ γάρ τι τούτων πράξει ὁ ἐπιεικής. οὐδέτερα γὰρ πρακτέα, τουτέστιν οὐδὲν τούτων κινήσει τὸν σπουδαῖον. Φύλου δὲ καὶ τὸ εἶναι τοιοῦτον. Ὅ λέγει τοιοῦτόν ἐστιν· εἰ καὶ μὴ <ἐπὶ> τοῖς πεπραγμένοις γίνοιτο ἡ αἰδὼς φαύλοις οὖσιν, ἀλλ’ ἐπὶ τοῖς πραχθεῖσιν ἀναγκαίοις τε πραχθῆναι, οὐδ’ οὕτω τοὐ ἐπιεικοῦς ἂν εἴη. φαύλου γὰρ καὶ τὸ τοιοῦτον εἶναι, ὡς πρᾶξαι ἄν τι τῶν αἰσχρῶν. ἄτοπον γὰρ τὸ ἡγεῖσθαι ἐπιεικῆ εἶναι τὸν αἰδήμονα, καθόσον οὕτω διάκειται ὡς εἰ πράξαι τι τῶν αἰσχρῶν μὴ βουλόμενος αἰσχύνεσθαι. ἡ γὰρ αἰδὼς ἐπὶ τοῖς ἑκουσίως γινομένοις. οὐδεὶς δὲ ἐπιεικὴς ἑκὼν πράττει τὰ αἰσχρά. ἢ λέγοι ἄν ἄτοπον τὸ λέγειν διὰ τοῦτο εἶναι ἐπιεικῆ τὸν αἰδήμονα, διότι οὕτως ἔχει ὡς ἐάν τι προσπέσῃ αἰσχρὸν αὐτῷ αἰσχύνεσθαι. ἡ γὰρ αἰδὼς οὐκ |ἐπὶ τοῖς ἀκουσίως πραττομένοις γίνεται· ἄτοπος δὲ ὁ ἑκὼν τὰ αἰσχρὰ πράττων. ἐν μὲν οὖν τῷ δευτέρῳ τὴν αἰδῶ ἀρετὴν μὲν οὐκ ἔφη εἶναι, ἀλλὰ πάθος, ἐπαινετὸν μέντοι, νῦν δὲ ἔοικεν αὐτὸ διαβάλλειν ὡς οὐδαμῶς οἰκεῖον τῷ ἐπιεικεῖ. ἐξ ὑποθέσεως γάρ φησιν εἴη ἄν ἡ αἰδὼς πάθος ἐπαινετόν καὶ ἐπιεικές, ἀλλ’ οὐχ ἁπλῶς. εἰ γὰρ πράξαι ἐπιεικὴς τοιοῦτόν τι, αἰσχύνοιτ᾿ ἄν, οὐ μὴν πράξαι ἄν ποτε τοιοῦτόν τι, ὥστε οὐδ’ <ἂν> αἰσχύνοιτο. εἴη δ’ ἂν ἐξ ὑποθέσεως, δηλονότι πάθος καὶ οὐχ ἁπλῶς ὡς καὶ ἡ ὕλη ἀνάγκη οὐχ ἁπλῶς ἀλλ’ ἐξ ὑποθέσεως. καὶ πῶς ἐπάγει, ὡς κἀκεῖ ἐδείκνυτο. εἰ γὰρ πρίων εἴη, δεῖ σιδηροῦν εἶναι. ἐξ ὑποθέσεως ἄρα ἐκεῖ τὸ ἀναγκαῖον, ἐνταῦδα δὲ τῇ αἰδοῖ καὶ τῷ τοιούτῳ πάθει τὸ ἐπιεικὲς ἔσται. οὐκ ἔστι δὲ τοῦτο περὶ τὰς ἀρετάς. αὗται γὰρ ἀγαθὸν καὶ <καθ’ αὑτὸ καὶ> ᾗ αὐτό εἰσιν. ἡ δ’ αἰδὼς ἐξ ὑποθέσεως ἐπιεικές· καλῶς· οὐ γὰρ δι’ αὑτὴν πρῶτον οὐδὲ καθ’ αὑτὴν οὐδὲ καθὸ αἰδὼς ἐπιεικές. ὑποτεθέντος γὰρ τοῦ ὅτι εἰ τάδε πραχθείη, αἰσχύνη παρέπεται, τὸ δὲ αἰσχύνεσθαι αἰδεῖσθαί ἐστι, τὸ δὲ αἰδεῖσθαι οὐκέτι, διὰ τοῦτο ἐξ ἀνάγκης τῆ αἰδοῖ τὸ ἐπιεικὲς ἀκολουθεῖ. Εἰ δὲ ἡ ἀναισχυντία φαῦλον. Ὃ λέγει τοιοῦτόν ἐστιν. οὐ φαῦλον τὸ μὴ αἰσχύνεσθαι ἐπὶ τοῖς αἰσχρῶς πεπραγμένοις· αὐτὸ γὰρ τὸ αἰσχρὰ πράττειν φαῦλον. δοκεῖ δὲ διὰ τούτων ἀναιρεῖν τὸ τῷ κακῷ τὸ ἐναντίον ἢ ἀγαθὸν ἢ κακὸν εἶναι, ἐν οἷς πλείω τῷ αὐτῷ ἐναντία, καὶ ἔστι τις καὶ μέση αἴσθησις. ἢ εἰ μή τι μεταξύ, πάντως τὸ τῷ κακῷ ἐναντίον ἀγαθὸν εἶναι. τῇ μὲν γὰρ δειλίᾳ κακῷ ὄντι τῶν ἐναντίων τὸ μὲν ἀγαθόν ἐστι (ἀνδρία γάρ), τὸ δὲ κακόν, ἡ θρασύτης. τῇ δὲ νόσῳ κακῷ ὄντι τὸ ἐναντίον ἀγαθόν· ὑγίεια γάρ. γίνεται δὴ καὶ τῇ ἀναισχυντίᾳ τὸ μὲν ὡς κακὸν ἐναντίον (ἡ γὰρ κατάπληξις ἀφ’ ἧς οἱ καταπλῆγες οἱ ἐπὶ πᾶσι καὶ πάντα αἰδούμενοι), ἡ δὲ αἰδὼς μέσον τι πάθος, ὡς ἀμφοτέρωθεν ὂν ἀγαθόν τε καὶ ὡς ἀγαθὸν ἐναντίον τῇ ἀναι- σχυντίᾳ εἴη ἄν. καὶ γὰρ εἰ ἐν οἷς ἐστιν ὑπερβολὴ καὶ ἔνδεια, ἐν τούτοις ἐστὶ καὶ μεσότης, ἔστι δὲ περὶ τὸ αὐτὸ πάθος ὑπερβολή τε καὶ ἔνδεια, ὑπερβολὴ μὲν ἀναισχυντία, ἔνδεια δὲ κατάπληξις, εἴη ἄν καὶ μεσότης ἐν τούτοις, ἡ αἰδώς, ἥτις, εἰ ψεκταὶ ἐκεῖναι, ἐπαινετὴ ἄν εἴη. ἢ τοῦτο λύοιτ’ ἄν τῷ ἐξ ὑποθέσεως ἀγαθὸν εἶναι. τὸ κεῖσθαι μὲν γὰρ πράττειν τὰ αἰσχρὰ φύλου, εἰ δὲ πραχθείη, ὁ μὲν αἰσχυνόμενος ἐπ’ αὐτοῖς χαρίεις ἄν εἴη, μοχθηροὶ δὲ οἱ ἀναίσχυντοι, καὶ διὰ τοῦτο οὐ διὰ τὰ πεπραγμένα. οἱ δὲ καταπλῆγες μοχθηροὶ τῷ καὶ μὴ τὰ αἰσχρὰ ὑπολαμβάνειν. μήποτε ἐνδείκνυται ἡμῖν διὰ τούτων ὅτι μὴ ἔστιν ἁπλῶς ἐπὶ τῇ τῶν κακῶν πράξει γινομένη μόνον. καὶ ἐπὶ τούτων μὲν γὰρ ἄν τὸ μὲν πρᾶξαί τι αἰσχρὸν φαύλου ἄν εἴη, τὸν μέντοι πράξαντα αἰδεῖσθαι ἐπ’ αὐτῷ ἐπιεικοῦς. ἐξ ὑποθέσεως εἶπεν. ἀλλ᾿ οὐ μόνον ἐπὶ ταῖς αἰσχραῖς πράξεσιν ἡ αἰδὼς γίνοιτ᾿ ἄν ἀλλὰ καὶ ἀπὶ ἄλλοις τισί. κεῖται γὰρ εἶναι φόβος ἀδοξίας. ἀδοξία δὲ οὐ τοῖς πραχθεῖσιν ἕπεται μόνοις ἀλλὰ τοῖς οὐκ οὖσι μὲν τῆ αὐτῶν φύσει τοιούτοις, δοκοῦσι δέ, ἀλλὰ καὶ ἐπὶ ἀκούσμασιν αἰσχροῖς καὶ ὁράμασιν ἐρυθραίνεται ὁ ἐπιεικὴς καὶ αἰδεῖται. δοκεῖ δὲ ταύτῃ διαφέρειν αἰδὼς αἰσχύνης, ὅτι ἡ αἰσχύνη ἐπὶ πεπραγμένοις γίνεται κακοῖς, ἡ δὲ αἰδὼς φόβος ἐστὶν ἀδοξίας ἐπ’ αἰσχρῶν ὑπόνοιᾳ. ἔοικε δὴ Ἀριστοτέλης ἀπὸ τῆς αἰδοῦς ἐπὶ τὴν αἰσχύνην μεταβὰς τὸ τοιοῦτον πάθος μὴ ἐπαινετὸν μηδ’ ἐπιεικὲς δεικνύναι. καὶ τὸ μὴ αἰδεῖσθαι τὰ αἰσχρὰ πράττειν· ἀπὸ κοινοῦ τὸ φαῦλον. οὐκ ἔστι δὲ οὐδὲ ἢ ἐγκράτεια ἀρετή. εἶπε μὲν ἐν τῷ δευτέρῳ μήτε τὴν αἰδὼ μήτε τὴν νέμεσιν ἀρετὰς εἶναι ἀλλὰ πάθη ἐπαινετὰ τῷ ἐν μεσότητι εἶναι. ἔστι δὲ ἡ νέμεσις λύπη ἐπὶ ταῖς τῶν κακῶν εὺπραγίαις. νῦν δὲ περὶ αἰδοῦς μὲν εἴρηκε, περὶ δὲ νεμέσεως οὐδὲν προσθεὶς περὶ ἐγκρατείας προλέγει, ὅτι μὴ ἔστιν ἀρετή. ὕστερον δὲ ἐπὶ πλέον ἐρεῖ περὶ ἐγκρατείας καὶ καρτερίας καὶ μαλακίας, μετὰ τὸ ἑξῆς βιβλίον. ἐν γὰρ τῷ μετὰ τοῦτο περὶ δικαιοσύνης τὸν πάντα κατατείνει λόγον. |